Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

θείας φύσεως, ἧς καὶ οἱ θεῷ λειτουργοῦντες ἄγγελοι μετέχουσι, καθ' ἣν καὶ οἱ δίκαιοι λάμψουσι ὡς ἥλιος, μήτ' οὐσίαν εἶναι θείαν, μήτ' ἀγγελικὴν, οὐ τίθησι μεταξὺ θεοῦ καὶ τῶν ἀγγέλων φῶς, ὃ μήτε θεός ἐστι μήτ' ἄγγελος· ἐπεὶ καὶ ∆ιονύσιος ὁ θεῖος τοὺς ἐν θεῷ τῶν ὄντων λόγους, ὧν ἄγγελοι καὶ ἄνθρωποι μετέχουσιν, οὐκ εἶναί φησιν οὐσίαν οὔτε θείαν οὔτε ἀγγελικήν."2 ὁρᾷς πῶς ἐπειγόμενος ἄκτιστόν τε καὶ ἄφθαρτον καὶ ἄλλην θεότητα δεῖξαι τόδε τὸ φῶς καὶ ∆ιονύσιον διαβάλλει τὸν μέγαν, τἀκείνου παρεξηγούμενος· ὡς ἡμῖν γε πλατύτερον ἐν τοῖς κατ' αὐτοῦ στηλιτευτικοῖς καὶ ἀντιῤῥητικοῖς δέδεικται λόγοις τρανότερον; σαφέστερον δὲ ἐν τῷ περὶ φωτὸς αὐτοῦ τίθησι λόγον. "1οὐσία μὲν γὰρ θεοῦ (φησὶν) οὐκ ἔστι· καὶ γὰρ ἀνέπαφος ἐκείνη. ἄγγελος οὐκ ἔστι· δεσποτικοὺς γὰρ φέρει χαρακτῆρας."2 (Ζ.) Καὶ οὐ μόνον δὲ τὸ τοῦ κυρίου σῶμα καὶ οὗτος γεγενῆσθαί φησιν ἄκτιστον, ἀλλὰ καὶ τὰ τῶν ἐναρέτων ἀνθρώπων· καὶ ὀνομαστὶ μὲν τὸν Μελχισεδὲκ τίθησιν ἄναρχόν τε γενέσθαι καὶ ἄκτιστον, ἀορίστως δὲ τοὺς κατὰ τὸν Παλαμᾶν ἅπαν 2.945 τας. παραθήσομαι δὲ καὶ αὐτὰς κατὰ τὸ ἀπαράλλακτον τὰς αὐτοῦ ῥήσεις· "1πῶς οὐκ ἄκτιστος ἡ χάρις, δι' ἣν καὶ οἱ μετέχοντες αὐτῆς ἄναρχοι καὶ ἄκτιστοι καὶ ἀτελεύτητοι καὶ ἀΐδιοι καὶ οὐράνιοι κατ' αὐτὴν παρὰ τῶν πατέρων προσηγορεύθησαν;"2 (Η.) Ἃ μὲν οὖν δοκεῖ τῷ καταράτῳ καὶ Παλαμᾶς συμφωνεῖν Εὐσεβίῳ, ταῦτά ἐστιν. ἃ δ' ἐπαύξων οὗτος τὰς ἐκείνου παρήλασε βλασφημίας, κακίαν ἐπὶ κακίᾳ προσεπιδαψιλευσάμενος, εἶμι ἐρῶν. ὄνομα γὰρ θεὶς ἐνέργειαν τῷ φωτὶ γενικὸν, ἔπειτα διαιρεῖ πρὸς ἀπειράκις ἀπείρους θεότητας, ἀκτίστους τε ἅμα καὶ διαφόρους ἀλλήλων, δύναμιν δηλαδὴ καὶ σοφίαν καὶ ζωὴν καὶ βουλὴν καὶ ἀλήθειαν καὶ ὕπνον καὶ μέθην καὶ ὅσα τῇ τῶν ἀνθρώπων ἐφεύρηται ἀπορίᾳ κατὰ διαφόρους καιροὺς ὀνόματα· ὡς εἶναι θεότητας ταύτας κατ' εἶδος, ἀτελεῖς μὲν καθ' ἑαυτὰς καὶ δεομένας ἀλλήλων· συντιθεμένων δ', ἐπιγίγνεσθαί σφισι τὴν τελειότητα. (Θ.) Ἐντεῦθεν καὶ εἰς τοσαύτην ἤλασε τὸ πρᾶγμα κακίαν, ὡς καὶ παῤῥησιασθῆναι τὰς τοιαύτας βλασφημίας ἐπὶ μέσης τῆς τῶν ἐπισκόπων ἐκείνων ἀτόπου φάλαγγος, παρόντων καὶ ἡμῶν, ὡς μὴ ὤφελε, καὶ ψήφῳ κοινῇ βασιλέως ὁμοῦ καὶ σύν γε πατριάρχου τῶν ἐπισκόπων ἐκείνων, ἄλλην μὲν τὴν οὐσίαν εἶναι θεότητα, ἄλλην δὲ, καὶ σφόδρα διάφορον, τὴν ἐνέργειαν· καὶ ἅμα μὴ τὴν οὐσίαν εἶναι τὴν ἁγιάζουσαν οὔτε τὸν ἡμῖν μεταλαμβανόμενον θεῖον ἄρτον. ἅπερ ἀκηκοότων ἡμῶν, ὦ δίκη καὶ ἀνοχὴ θεοῦ, κατὰ ποταμοὺς ἐχώρει τὰ δάκρυα· κἄ 2.946 πειτα ἐφεξῆς δημοσίᾳ ῥαγεῖσαν ἔτι κακίαν ἄλλην ἰδόντες ἐπέσχομεν τοῦ δακρύειν, οἶμαι τῶν τοῦ ἐγκεφάλου ξηρανθέντων ὑγρῶν ὑπ' ἐκπλήξεως· ἤδη γὰρ καὶ χεῖρας ἐπιβάλλειν ἤρξαντο μετ' ὀργῆς ἀναστάντες ἅμα τῷ πατριάρχῃ καὶ οἱ ἐπίσκοποι καθ' ἡμῶν, μηδ' ἀκούειν τά γε τοιαῦτα ἀνεχομένων. ἀλλὰ ταῦτα μὲν ὕστερον· νῦν δ' ἐπαναληπτέον ἐκεῖθεν τὸν λόγον, ὅθεν εἰς ταῦτα ἐξέβημεν ἄκοντες, τῇ μνήμῃ συγχυθέντες τοῦ πάθους. (Ι.) Παρέσται δ' ἐντεῦθεν τοῖς ἁπλῶς ἐθέλουσι κρίνειν, ἀναλεγομένους ἕκαστα, ταῖς τε βλασφημίαις τοὺς ἐλέγχους τοῦ θείου καὶ μεγάλου πατρὸς ἐκείνου συμβάλλειν, καὶ αὖ τοῖς ἐλέγχοις τὰς βλασφημίας, καὶ παρ' ἄλληλα συνορῶντες ἐπιψηφίζεσθαι, πῶς καὶ τὴν τῶν εἰκονομάχων ἐξαρχῆς κτησάμενος αἵρεσιν προσεπεδαψιλεύσατο καὶ αὐτὸς τῇ αὐτοῦ κακίᾳ προσθήκας ἀτοπωτέρας. εἰ γὰρ δείξαιμεν αὐτῷ μαχόμενον ἄντικρυς τὸν μέγαν ἐκεῖνον διδάσκαλον, καθ' ἡσυχίαν ἡμῖν ᾗ βουλόμεθα ὁ τῆς ἀποδείξεως χωρήσει σκοπός. (ΙΑ.) Καὶ περὶ μὲν τοῦ φωτὸς βραχείας ἡμῖν δεήσει τῆς γλώττης. τοῦ γὰρ θείου ἐκείνου πατρὸς πυνθανομένου σοφώτατά τε καὶ ὑψηλότατα, ὁπότερον αὐτὸς ἐθέλει ἀποκρινέσθω· εἴτ' οὐσίαν εἶναι τουτὶ τὸ φῶς καὶ ἐνυπόστατον ἀποφαίνοιτο, καθ' αὑτὸ ὑφεστηκὸς καὶ μὴ δεόμενον ἑτέρου πρὸς ὕπαρξιν· ἢ ποιότητά τινα ἀνούσιον καὶ ἀσώματον, ἐν ἄλλῳ τὸ εἶναι ἔχουσαν καὶ οὐκ ἐν ἑαυτῷ θεωρούμενον. συναχθήσεται γὰρ τριῶν ἕν γέ τι τὸ ἄτοπον. εἰ γὰρ οὐσίαν φαίη, ἢ ἄγγελος ἔσται, 2.947 καὶ διαλύεται τὸ ἄκτιστον αὐτοῦ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 338

μετὰ τῆς θεότητος· ἢ τετάρτη ὑπόστασις, καὶ τὸ ἄτοπον ὅσον ὁ θεῖος δείκνυσι πατὴρ καὶ διδάσκαλος. εἰ δὲ ποιότητά τινα ἀνούσιον καὶ ἀπόῤῥοιαν ἄλλης οὐσίας, εἰσαχθήσεται τὸ ἀνύπαρκτον τῆς θεότητος. μᾶλλον δὲ ἀδύνατον εἶναί φησι, ὑποκειμένου δίχα καθ' ἑαυτὴν συστῆναι ποιότητα· ὥσπερ οὐκ ἂν τὸ λογικὸν εἴπῃ τις, οὖσαν διαφορὰν οὐσιώδη τἀνθρώπου, μὴ τοῦ ζώου πρότερον ὑποκειμένου, ὅ ἐστιν οὐσία ἔμψυχος αἰσθητική· εἶναι γὰρ τὰ οὐσιώδη καὶ φυσικὰ τῆς οὐσίας καὶ φύσεως μέρη τὴν ἐπιστήμην ὁρίζεσθαι. εἰ δ' ἐπὶ τῶν συνθέτων, πολλῷ μᾶλλον ἐπὶ τῶν ἀμερῶν καὶ ἁπλῶν ἔσται, καὶ ἔτι μᾶλλον ἐπὶ θείας φύσεως, τὰ οὑτωσὶ λεγόμενα. δʹ. Οὕτω τοίνυν διὰ τούτων τοῖς εἰκονομάχοις συγκαταλυομένου τοῦ Παλαμᾶ πρὸς τοῦδε τοῦ σοφωτάτου καὶ θείου διδασκάλου, φέρε λύσωμεν καὶ ἡμεῖς τὴν ἐπιδαψιλευθεῖσαν τῷ ἀνοσίῳ προσθήκην, αὐτῷ πάλιν συμμάχῳ χρώμενοι τῷ ἁγίῳ καὶ οἷς ἄλλοις πολλοῖς τε καὶ εὐμηχάνοις κατὰ τῶν εἰκονομάχων ὅπλοις ἐχρήσατο· ἵνα πολλαχόθεν οὗτος μακροῖς τισι τῆς κακίας μέτροις καὶ τοὺς εἰκονομάχους φαίνηται νικῶν, καὶ ἅμα συναναφαίνηται μὴ παρέργως κἀκ τοῦ παρήκοντος εἰς τὸ Θαβώριον ἀεὶ καταφεύγων ὄρος, ἀλλὰ καὶ μετὰ μάλα πικρῶς ἐφεδρευούσης περινοίας. (Β.) Ἐξεταστέον οὖν ἐστιν ἡμῖν, πῶς ἄκτιστον γεγονέναι λέγει τὸ τοῦ κυρίου σῶμα· καὶ ταῦτ', ἐκκηρύκτων τῇ ἐκκλησίᾳ περιφανῶς γενομένων, ὁπόσοι πάλαι τουτὶ παρελήρη 2.948 σαν· καὶ ἅμα, πῶς οἱ κατὰ τὸν Παλαμᾶν ἄκτιστοί τε καὶ ἄναρχοι γίνονται ἄνθρωποι. τῆς γὰρ ὁμοίας ἔχονται κακοδοξίας ἀπρὶξ καὶ ταυτὶ, λέγω δὴ τῆς τῶν εἰκονομάχων, ἣν ὡς ἀρχὴν καὶ θεμέλιον κράτιστον τῆς ὅλης προὔθετο σαθρᾶς οἰκοδομῆς αὐτοῦ. (Γ.) Ἵνα γὰρ τὰς τῶν ἄλλων ἐν τῷ παρόντι παρεὶς ἀντιῤῥήσεις ἁγίων μόνῳ τῷ σοφῷ κἀνταῦθα καὶ θείῳ ἐκείνῳ χρήσωμαι διδασκάλῳ, τῷ καὶ τηνικαῦτα μὲν ἀντιστάντι πρὸς τὸν τῆς εἰκονομαχίας ἐκεῖνον πόλεμον, καὶ πολλὰ μὲν πεπονθότι, πολλὰ δ' ἀντειπόντι, καὶ ὡς πύργον Χαλάνης διὰ τέλους ἄχρι καὶ τῶν ἀτόμων τὴν πλάνην καθῃρηκότι, καὶ νῦν ὁμοίως τοὺς τὰ ὅμοια νοσοῦντας ἐκείνοις καθαιροῦντι· "1ὅτι μὲν"2, φησὶ, "1τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι δεῖ ἀφθαρσίαν καὶ τὸ θνητὸν ἀθανασίαν, ὁ μέγας μυσταγωγεῖ ἀπόστολος· τὸ δὲ σῶμα ἀσωματότητα ἐνδύσασθαι, ἢ τὸ κτιστὸν γενέσθαι ἄκτιστον, ἢ τὸ περίγραπτον εἰς ἀπεριγραψίαν μετατεθεῖσθαι, οὔπω καὶ τήμερον ἤκουσται."2 ἐντεῦθεν μανθάνειν ἡμῖν σαφῶς περιγίνεται, ὅτι τε τοῖς εἰκονομάχοις ταῦτα παραλελήρηται καὶ τῆς ἐκείνων ἐστὶ κακοδοξίας· καὶ νῦν ὁρᾶται περὶ τὴν αὐτὴν αὐτοῖς καὶ Παλαμᾶς βακχεύσας τράπεζαν καὶ ὅλον εἰς κόρον ἐκροφήσας τὸν τῆς κακοδοξίας ἐκείνης κρατῆρα. (∆.) Ἀλλὰ μικρὸν ἐπισχόντες πυθέσθαι θελήσωμεν καὶ πῶς προϊὼν ὁ μέγας οὗτος διδάσκαλος σοφωτάτην ποιεῖ τὴν τῶν ῥηθέντων εὐκρίνειαν. "1πᾶν γὰρ,"2 φησὶ, "1τὸ μεταβαλλόμενον ἢ καθ' αὑτὸ ἢ κατ' οὐσίαν μεταβάλλεται· ὃ δὴ περὶ γένεσιν καὶ φθο 2.949 ρὰν θεωρεῖται· ἢ κατά τι τῶν ἐν αὐτῷ, καὶ τοῦτο διχῶς· ἢ κατὰ τὸ ποσὸν, καθ' ὃ ἡ αὔξησις καὶ ἡ μείωσις δείκνυται· ἢ κατὰ τὸ ποιὸν, ἐξ οὗ ἐμφαίνεται ἡ ἀλλοίωσις· ἥ ἐστι μετασχηματισμὸς χαρακτῆρός τινος, ἢ κατά τι τῶν τοῦ ὑποκειμένου πράγματος ἐξαλλαγὴ, χωριστῶς ἢ ἀχωρίστως ἐπισυμβαίνουσα· ὅπερ ἀλλοῖον μὲν καὶ διάφορον τοῦ προτέρου δείκνυσιν, οὐ μὴν ἄλλο τι τὸ ἀλλοιούμενον ἀπεργάζεται. οὐ γὰρ οὐσιωδῶς μετέβαλεν· ἀλλ' ἐκ τοιοῦδε τὸν αὐτὸν τοιόνδε κατὰ τὸ ποιὸν γενέσθαι πεποίηκε. τοῦτο δ' οὐκ ἔστιν ἐξ ὅλων ὅλον μεταβεβλῆσθαι. τὸ γὰρ ὑποκείμενον πάντως ὑπομένει σωζόμενον. εἰ δὲ κατὰ τὸ ποσὸν μετέβαλεν, αὔξησίν τινα ἢ μείωσιν ἐδέξατο καὶ παραλλαγὴν, κατὰ τὸν σωματικὸν ὄγκον μεγέθει διενέγκασα, ἥ ἐστι τοῦ γε ἤδη προϋπάρχοντος καὶ εἰδοπεποιημένου ἐπίδοσις ἢ ὕφεσις. ἀλλ' οὐδὲ ταῦτα ἄλλο τι παρὰ τὸ ἐξαρχῆς ὑπάρξαν ποιεῖ, ἀλλ' ἐκ τοσοῦδε τὸν αὐτὸν τοσόνδε κατὰ τὸ πηλίκον γενέσθαι πεποίηκεν. οὐκοῦν οὐδὲ κατὰ τοῦτον τὸν τρόπον ἐξ ὅλων ὅλη μεταβέβληται ἡ μορφή. τί οὖν ἐστι; λείπεται λέγειν καθ' αὑτὴν μεταβεβλῆσθαι. τοῦτο δὲ περὶ τὴν Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 339

θείας φύσεως, ἧς καὶ οἱ θεῷ λειτουργοῦντες ἄγγελοι μετέχουσι, καθ' ἣν καὶ οἱ

δίκαιοι λάμψουσι ὡς ἥλιος, μήτ' οὐσίαν εἶναι θείαν, μήτ' ἀγγελικὴν, οὐ τίθησι

μεταξὺ θεοῦ καὶ τῶν ἀγγέλων φῶς, ὃ μήτε θεός ἐστι μήτ' ἄγγελος· ἐπεὶ καὶ

∆ιονύσιος ὁ θεῖος τοὺς ἐν θεῷ τῶν ὄντων λόγους, ὧν ἄγγελοι καὶ ἄνθρωποι

μετέχουσιν, οὐκ εἶναί φησιν οὐσίαν οὔτε θείαν οὔτε ἀγγελικήν."2 ὁρᾷς πῶς

ἐπειγόμενος ἄκτιστόν τε καὶ ἄφθαρτον καὶ ἄλλην θεότητα δεῖξαι τόδε τὸ φῶς καὶ

∆ιονύσιον διαβάλλει τὸν μέγαν, τἀκείνου παρεξηγούμενος· ὡς ἡμῖν γε πλατύτερον

ἐν τοῖς κατ' αὐτοῦ στηλιτευτικοῖς καὶ ἀντιῤῥητικοῖς δέδεικται λόγοις τρανότερον;

σαφέστερον δὲ ἐν τῷ περὶ φωτὸς αὐτοῦ τίθησι λόγον. "1οὐσία μὲν γὰρ θεοῦ (φησὶν)

οὐκ ἔστι· καὶ γὰρ ἀνέπαφος ἐκείνη. ἄγγελος οὐκ ἔστι· δεσποτικοὺς γὰρ φέρει

χαρακτῆρας."2 (Ζ.) Καὶ οὐ μόνον δὲ τὸ τοῦ κυρίου σῶμα καὶ οὗτος γεγενῆσθαί φησιν

ἄκτιστον, ἀλλὰ καὶ τὰ τῶν ἐναρέτων ἀνθρώπων· καὶ ὀνομαστὶ μὲν τὸν Μελχισεδὲκ

τίθησιν ἄναρχόν τε γενέσθαι καὶ ἄκτιστον, ἀορίστως δὲ τοὺς κατὰ τὸν Παλαμᾶν

ἅπαν 2.945 τας. παραθήσομαι δὲ καὶ αὐτὰς κατὰ τὸ ἀπαράλλακτον τὰς αὐτοῦ ῥήσεις·

"1πῶς οὐκ ἄκτιστος ἡ χάρις, δι' ἣν καὶ οἱ μετέχοντες αὐτῆς ἄναρχοι καὶ ἄκτιστοι καὶ

ἀτελεύτητοι καὶ ἀΐδιοι καὶ οὐράνιοι κατ' αὐτὴν παρὰ τῶν πατέρων

προσηγορεύθησαν;"2 (Η.) Ἃ μὲν οὖν δοκεῖ τῷ καταράτῳ καὶ Παλαμᾶς συμφωνεῖν

Εὐσεβίῳ, ταῦτά ἐστιν. ἃ δ' ἐπαύξων οὗτος τὰς ἐκείνου παρήλασε βλασφημίας,

κακίαν ἐπὶ κακίᾳ προσεπιδαψιλευσάμενος, εἶμι ἐρῶν. ὄνομα γὰρ θεὶς ἐνέργειαν τῷ

φωτὶ γενικὸν, ἔπειτα διαιρεῖ πρὸς ἀπειράκις ἀπείρους θεότητας, ἀκτίστους τε ἅμα

καὶ διαφόρους ἀλλήλων, δύναμιν δηλαδὴ καὶ σοφίαν καὶ ζωὴν καὶ βουλὴν καὶ

ἀλήθειαν καὶ ὕπνον καὶ μέθην καὶ ὅσα τῇ τῶν ἀνθρώπων ἐφεύρηται ἀπορίᾳ κατὰ

διαφόρους καιροὺς ὀνόματα· ὡς εἶναι θεότητας ταύτας κατ' εἶδος, ἀτελεῖς μὲν καθ'

ἑαυτὰς καὶ δεομένας ἀλλήλων· συντιθεμένων δ', ἐπιγίγνεσθαί σφισι τὴν τελειότητα.

(Θ.) Ἐντεῦθεν καὶ εἰς τοσαύτην ἤλασε τὸ πρᾶγμα κακίαν, ὡς καὶ παῤῥησιασθῆναι τὰς

τοιαύτας βλασφημίας ἐπὶ μέσης τῆς τῶν ἐπισκόπων ἐκείνων ἀτόπου φάλαγγος,

παρόντων καὶ ἡμῶν, ὡς μὴ ὤφελε, καὶ ψήφῳ κοινῇ βασιλέως ὁμοῦ καὶ σύν γε

πατριάρχου τῶν ἐπισκόπων ἐκείνων, ἄλλην μὲν τὴν οὐσίαν εἶναι θεότητα, ἄλλην

δὲ, καὶ σφόδρα διάφορον, τὴν ἐνέργειαν· καὶ ἅμα μὴ τὴν οὐσίαν εἶναι τὴν

ἁγιάζουσαν οὔτε τὸν ἡμῖν μεταλαμβανόμενον θεῖον ἄρτον. ἅπερ ἀκηκοότων ἡμῶν,

ὦ δίκη καὶ ἀνοχὴ θεοῦ, κατὰ ποταμοὺς ἐχώρει τὰ δάκρυα· κἄ 2.946 πειτα ἐφεξῆς

δημοσίᾳ ῥαγεῖσαν ἔτι κακίαν ἄλλην ἰδόντες ἐπέσχομεν τοῦ δακρύειν, οἶμαι τῶν τοῦ

ἐγκεφάλου ξηρανθέντων ὑγρῶν ὑπ' ἐκπλήξεως· ἤδη γὰρ καὶ χεῖρας ἐπιβάλλειν

ἤρξαντο μετ' ὀργῆς ἀναστάντες ἅμα τῷ πατριάρχῃ καὶ οἱ ἐπίσκοποι καθ' ἡμῶν, μηδ'

ἀκούειν τά γε τοιαῦτα ἀνεχομένων. ἀλλὰ ταῦτα μὲν ὕστερον· νῦν δ' ἐπαναληπτέον

ἐκεῖθεν τὸν λόγον, ὅθεν εἰς ταῦτα ἐξέβημεν ἄκοντες, τῇ μνήμῃ συγχυθέντες τοῦ

πάθους. (Ι.) Παρέσται δ' ἐντεῦθεν τοῖς ἁπλῶς ἐθέλουσι κρίνειν, ἀναλεγομένους

ἕκαστα, ταῖς τε βλασφημίαις τοὺς ἐλέγχους τοῦ θείου καὶ μεγάλου πατρὸς ἐκείνου

συμβάλλειν, καὶ αὖ τοῖς ἐλέγχοις τὰς βλασφημίας, καὶ παρ' ἄλληλα συνορῶντες

ἐπιψηφίζεσθαι, πῶς καὶ τὴν τῶν εἰκονομάχων ἐξαρχῆς κτησάμενος αἵρεσιν

προσεπεδαψιλεύσατο καὶ αὐτὸς τῇ αὐτοῦ κακίᾳ προσθήκας ἀτοπωτέρας. εἰ γὰρ

δείξαιμεν αὐτῷ μαχόμενον ἄντικρυς τὸν μέγαν ἐκεῖνον διδάσκαλον, καθ' ἡσυχίαν

ἡμῖν ᾗ βουλόμεθα ὁ τῆς ἀποδείξεως χωρήσει σκοπός. (ΙΑ.) Καὶ περὶ μὲν τοῦ φωτὸς

βραχείας ἡμῖν δεήσει τῆς γλώττης. τοῦ γὰρ θείου ἐκείνου πατρὸς πυνθανομένου

σοφώτατά τε καὶ ὑψηλότατα, ὁπότερον αὐτὸς ἐθέλει ἀποκρινέσθω· εἴτ' οὐσίαν εἶναι

τουτὶ τὸ φῶς καὶ ἐνυπόστατον ἀποφαίνοιτο, καθ' αὑτὸ ὑφεστηκὸς καὶ μὴ δεόμενον

ἑτέρου πρὸς ὕπαρξιν· ἢ ποιότητά τινα ἀνούσιον καὶ ἀσώματον, ἐν ἄλλῳ τὸ εἶναι

ἔχουσαν καὶ οὐκ ἐν ἑαυτῷ θεωρούμενον. συναχθήσεται γὰρ τριῶν ἕν γέ τι τὸ

ἄτοπον. εἰ γὰρ οὐσίαν φαίη, ἢ ἄγγελος ἔσται, 2.947 καὶ διαλύεται τὸ ἄκτιστον αὐτοῦ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

338

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!