Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

εὐθὺς τῷ εὐαγγελίῳ παρακειμένῳ προσκύνησιν ἀπονείμας βραχεῖαν, ἡμῶν γε εἵνεκα, πολλὰ πολλάκις τὰς τῆς θείας καὶ οἰκουμενικῆς ἕκτης συνόδου προτεθῆναι πράξεις ἀπαιτούντων, κατὰ τὴν ἐκεῖ τοῦ τότε βασιλέως κατάστασιν, καὶ τοὺς ὅρκους γενέσθαι καὶ νῦν ἐφ' ἡμῶν· ἔπειτα αὐτός τε ἐκάθισε καὶ ἅμα ὁμοῦ τοῖς ἄλλοις καθεσθῆναι προὐτρέψατο καὶ ἡμᾶς. (∆.) Λέγειν δ' ἀρξάμενος παρεμίγνυ τοῖς λεγομένοις καὶ ὅρκους διεσπασμένους τινὰς καὶ αἰνιγματώδεις, ἐπαρώμενός πως ἑαυτῷ καὶ τέκνοις ὄλεθρον, εἰ τῷ ἑνὶ μέρει πρόσθοιτο τὴν γνώμην ὁποσονοῦν. καὶ ἦν, ὡς ἔδειξεν ἐπὶ 2.899 τῶν ἔργων, διλήμματα τὰ φθεγγόμενα· καὶ πῶς μὲν οὔ· τῷ Παλαμᾷ τὰ ἴσα πνέων ἐξ ἀρχῆς, καὶ νύκτωρ καὶ μεθ' ἡμέραν προὐργιαιτέραν τῶν ἀνὰ χεῖρας ποιούμενος δημοσίων τὴν αὐτοῦ ὁμιλίαν, καὶ ταῦτα συῤῥάπτων καθ' ἡμῶν καὶ συσκευάζων δίκτυα, κἀμοὶ λογικῶς μαχόμενος ἰδίᾳ καὶ δημοσίᾳ βιαιότερον ἢ κατ' αὐτὸν εἰπεῖν Παλαμᾶν; εἰ οὖν τὸ ἡμέτερον ἔβλεψε μέρος ἐκεῖνος, ᾧ τὴν γνώμην ἥκισθ' ὑπισχνοῖτο προστίθεσθαι, εὐώρκησε μέν· ἀπολωλέναι δ' ὅμως πέπραχε τὴν ἑαυτοῦ ψυχὴν, εἰς Ἡρώδην τὸν πάλαι τὴν μίμησιν ἄντικρυς ἀνενεγκὼν, ὃς προφητοκτόνου πρόβλημα κακίας τὸν ὅρκον πεποίηται. εἰ δὲ πρὸς οὐδέτερον βλέπειν ἐνῆν τοῖν μεροῖν τὴν τοῦ ὅρκου διάνοιαν, ἀλλ' ἰσόῤῥοπα ἐπ' ἀμφοῖν τὰ τῆς γνώμης ἐκρέματο τάλαντα, τοῖς δ' ὀμωμοσμένοις ἥκισθ' ὕστερον ἐνέμεινεν, ὡς ἔργοις ἔδειξεν αὐτοῖς, καπηλεύσας ἐπὶ θεάτρου τοσούτου τὴν δίκην, τὰς τῆς ἐπιορκίας οὐκ ἄν ποτε λοιδορίας ἐκφύγοι, ἑαυτὸν ἐπίορκον αὐθαίρετον πεπραχώς. (Ε.) Ἑαυτοῦ γὰρ τὴν τοῦ Παλαμᾶ λογιζόμενος ἧτταν, ἔπειτ' ἰδὼν, ὡς οὐκ ᾤετο, κατὰ κράτος τοῖς ἡμετέροις ἡττώμενον λόγοις, πρύμναν τε ἐν μέσῃ πορείᾳ ἐκρούσατο καὶ ῥίψας τὴν ἀλωπεκῆν εὐθὺς τὴν ἀρκτικὴν μετενέδυ, καὶ ἄλλος ὅλος ἐξ ἄλλου καθίστατο, μηκέτι καθεκτὸς εἶναι δυνάμενος, ἀλλὰ βοῶν καὶ ἀπειλῶν, εἰ μὴ σιγῴημεν· μηδὲ γὰρ ἀνέχεσθαι τῶν οἴκων ἐντὸς τῶν αὐτοῦ, λέγειν μὲν βουλομένων ἡμῶν, αὐτοῦ δ' ἀκούειν ἥκιστα δεχομένου· καθάπερ αὐτὸς ἐκ 2.900 λαθόμενος ἑαυτοῦ καὶ τῶν ὅρκων ἐκείνων, καὶ μήτε τοῦ ξυνόντος πλήθους τὸ συνειδὸς μήτε τὰς τῆς γνώμης κρίσεις ὅλως αἰδεσθεὶς ἐκείνων, ἐφ' οἷς ἡλίσκετο μάλα ἐπ' αὐτοφώρῳ ψευδόμενός τε καὶ ἀδικῶν. ὃ μὲν γὰρ ἦν, οὐκ ἦν· ὃ δ' οὐκ ἦν, ἦν· ἀντὶ μὲν βασιλέως, τύραννος ἀκραιφνής· ἀντὶ δὲ δικαστοῦ, κατήγορος καὶ διώκτης ἡμῶν ἀπροφάσιστος. οὕτως ἐγκαταλειφθεὶς ἀπὸ τῆς τοῦ θεοῦ δεξιᾶς ὁ ταλαίπωρος ἐξέστη τε ἑαυτοῦ καὶ τοῖς ὁρῶσιν ἄθυρμα λαμπρὸν ἐγίνετο πρός τε τοῦ τρόπου πρός τε τῶν λόγων καὶ ἅμα τοῦ μειρακιώδους ἤθους ἐκείνου. ζʹ. Ἀλλ' ἐπειδήπερ οἱ πλείους, φιλιστοροῦσαν καὶ φιλήκοον κεκτημένοι ψυχὴν, πρόσω ἰέναι ἡμᾶς οὐκ ἐῶσι, πρὶν ἐς εὐρύτερον τὴν τῶν ἐκεῖ παραθεῖναι λαληθέντων τε καὶ πραχθέντων ἀφήγησιν, ὑπόδειγμα τῷ βίῳ χρηστὸν ἀθλητικῆς ἐνστάσεως, καὶ οἷς ὑπὲρ τῶν θείων ἔνεστι δογμάτων ζώπυρον καιροῦ καλέσαντος ἀγωνίσασθαι· φέρε, τὰς τῆς κεφαλῆς ἀλγηδόνας ἐν δευτέρῳ τῆς τῶν φιλαρέτων ἀνδρῶν ἐφέσεως θέμενοι λέγωμεν, ὁπόσον οὕτως ἔχουσιν ἐφικτὸν ἂν εἴη. εἰ γὰρ ὑγιῶς ἔχουσιν οὐκ ἄν ποτε γένοιτο λέγειν ἀθρόον ἅπαντα συνελόντας, σχολῇ γ' ἂν εἴη δήπου, καὶ χρόνῳ καὶ κεφαλῆς ἀλγηδόσι τοσαύταις, καὶ ἅμα ταῖς νῦν παρεισπεσούσαις διὰ τὴν τῶν δογμάτων καινοτομίαν λύπαις δαπανωμένοις, λέγειν ἅπαντα κατ' ἴχνος ἰόντας· ὅτε γάρ μοι πρὸς εὐρωστίαν εὖ πεφυκέναι ἐνῆν τὴν τῶν αἰσθητη 2.901 ρίων ἀκμὴν, οὐχ ὁ νῦν καιρός· ὅτε δ' ὁ νῦν καιρὸς, οὐκ ἐκείνως ἔχειν συμβαίνει. (Β.) Καὶ εἰ μὴ τετυφῶσθαι δοκοίην ἐνίοις, ἔξεστι τὸ πεφυκὸς τἀληθοῦς ξυνορᾷν κἀκ τῶν ἀγώνων, οὓς διηντλήκαμεν, ἐκ Καλαβρίας ἤδη πρῶτον ἐπιδεδημηκότος κἀμοὶ πρὸς ἔριν συμπλακέντος Βαρλαὰμ ἐκείνου· ὃς πολλὴν ἐπαγόμενος κατὰ τῆς κοινῆς τῶν Ῥωμαίων σοφίας ὀφρὺν τότε πρῶτον ᾔσθετο μάτην ἀκούων σοφὸς, τὰς τῆς σοφίας κέδρους ἐκείνης ἐξαίφνης ἀφαιρεθείς· καθάπερ πεύκη καὶ κυπάριττος, ὁπότε σφᾶς ἀπογυμνοῖ τῆς κόμης ὑλοτόμου βρίθουσα παλάμη. ἃ πάντα καὶ γραφῇ δεδωκότες Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 322

στήλην τῆς ἐκείνου κακίας τῷ χρόνῳ παρέσχομεν. ἐῶ λέγειν οὓς ἐν ταῖς ἱστορίαις τῶν γιγνομένων, ἃς καὶ αὐτὰς γραφῇ παρεπέμψαμεν ἐς τὸ μονιμώτερον, κατεβαλόμεθα πόνους, καὶ οὓς ἐν τοῖς ἀντιῤῥητικοῖς τε καὶ στηλιτευτικοῖς, ἄλλοτ' ἄλλοθεν ἀναφυομένων παντοδαπῶς ἀντιπάλων τῆς ἀληθείας· καὶ πρός γε ὅσους ἐν ἐξηγήσεσι τῶν ἐς τὸ γριφωδέστερον τοῖς παλαιοῖς εἰρημένων ἐνεδειξάμεθα. (Γ.) ∆ιὰ δὴ τῶν τοιούτων πόνων οἱ τοῦ τὰ πάντα μαραίνοντος ὀδόντες χρόνου παρατρώγουσι προσιόντες ἠρέμα καὶ κατὰ μικρὸν, καὶ τὸ ὑγιαῖνον τοῦ σώματος ὑπορύπτουσιν, ἔχοντες ὁμοῦ καὶ τὴν τῆς ἁρμονίας δανείστριαν φύσιν συνέκδημον φορολόγον, ἀναφυομένην ὀψὲ καὶ αὐτὴν δραστικώτερον καὶ βιαίως δάνειον ἀπαιτοῦσαν· καὶ νῦν μὲν τὰς τῶν ὀμμάτων αὐγὰς ἀμβλύνουσαν, νῦν δὲ τὴν 2.902 συνδετικὴν τῶν τε χειρῶν καὶ γονάτων ἀναλυτικὴν ἁρμονίαν καθίζουσαν ἔφεδρον· καὶ ταῦτα μὲν ὅτε μᾶλλον, εἴπερ ποτ', ἐχρῆν τήν τ' οἰκείαν εἰς τὸ ἀκμαιότατον ἔχειν δύναμιν καὶ ἅμα, εἴ τις ἦν μηχανὴ, κἀκ τῶν ἔξωθεν ὁπόθεν δήποτε προσκτᾶσθαι ζητεῖν. οὐ γὰρ Κουρῆτές τ' ἐπίκουροι καὶ Αἰτωλοὶ μενεχάρμαι γέροντί μοι πολεμοῦσιν ἤδη πρόσφατον πόλεμον, καὶ μέχρις αἵματος ὁρωμένου σαλεύοντα τὸ τοῦ δρόμου φιλότιμον· ἀλλ' ἐπέθεντό μοι δράκοντες ἐξ ἀφανοῦς, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου, τὰς φονευτρίας χεῖρας ἐν σκοτομήνῃ βάλλοντες καὶ ἀναίμακτα παρέχειν ἐπειγόμενοι τραύματα· ὃ καὶ μᾶλλον χαλεπωτέρας ἐμοὶ προξενεῖ τὰς ὀδύνας. ἀναίμακτα γὰρ κἀμοῦ κατ' ἐκείνων τελοῦντος τὰ τρόπαια, δυσδιάγνωστον τοῖς τῶν ἔξωθεν ὁρώντων πολλοῖς συμβαίνει τὴν κρίσιν καθίστασθαι, καὶ μάλα τοι εὐδιάβολον τοῖς ἡμῶν διώκταις. τοῖς μὲν γὰρ οὐκ εἰδόσιν οἰκονομεῖν ἐν κρίσει τοὺς λόγους, λῆρος ἅπαν νενόμισται πίστεως καὶ δογμάτων μυστήριον· οἷς δ' εἰδέναι πρόσεστι, καὶ ἀλλάττεσθαι δι' ἀνάγκην συμβαίνει. πειράσομαι δ' οὖν ὅμως ὅσον ἐφικτὸν, ὡς εἴρηται, τὴν τῶν φιλοθέων ἐκείνων ἀνδρῶν ἐκπεραίνειν αἴτησιν, ἡγεμόνας τῆς ἐμῆς προστησάμενος γλώττης τὰς περὶ θεὸν ἐλπίδας· ὑπὲρ οὗ καὶ τὴν ἀθλητικὴν ταυτηνὶ διαπλέομεν θάλασσαν. (∆.) Ἀξιῶ δ' ἔγωγε, μηδένα τῶν ἐντυγχανόντων πρόχειρον εἰς τὰς καθ' ἡμῶν λοιδορίας ἔχειν τὴν γλῶτταν, εἰ 2.903 παρ' ὅλην μικροῦ τὴν ἱστορίαν, ὅσα μὲν φύσει τε καὶ προαιρέσει προσῆν ἐγκλήματα τῷ βασιλεῖ, σιγῇ κρύψαντες, ἐπαίνοις τὸ πλεῖον διὰ φιλίαν ἐχαρισάμεθα, καὶ ἅμα διὰ τὸ σύνεργον καὶ συλλήπτορα τῶν τῆς εὐσεβείας ἔχειν ἀγώνων αὐτὸν, βασιλέα τε ὄντα καὶ τὸ πᾶν ἐν τῇ χειρὶ τῆς νίκης καρπούμενον διὰ τὴν ἀρχήν· νῦν δ' ἀνακαλυπτήρια παρὰ πᾶσαν προαίρεσιν θύειν, ὡς εἰπεῖν, ἥκιστα πάντων ὀκνοῦμεν. πρῶτον μὲν γὰρ αἰδοῖ τῶν συνόντων τῇ ἀκροάσει καὶ ἡμῖν ἀγωνιζομένοις, ὑπὲρ τοὺς τετρακοσίους που πάντως ὄντων, ἀνδρῶν εὐγενῶν ἀναμὶξ καὶ τῶν ἄλλως ἐχόντων, καὶ ἅμα βασιλίδων, καὶ ὅσαι συνῄεσαν ἄλλαι τῆς φήμης δημαγωγούσης, γένους καὶ αὐταὶ καθ' ἕτερον λόγον τὰ πρῶτα φέρουσαι, λαλεῖν τὴν ἀλήθειαν εἶναι χρεὼν, μὴ προφανῶς αὐτοὶ ἑαυτοῖς καταγνώσεως οὐ μάλα τοι ἐλαχίστης αἴτιοι καθιστῶμεν καὶ τὰ τῆς ἐκείνων χλεύης ἑκόντες ἐφ' ἑαυτοὺς ἑλκύσωμεν δίκτυα. δεύτερον δὲ κἀπὶ μὲν τῶν ἄλλων ἁπάντων, εἰ φιλίᾳ τις χαρίζεσθαι θέλων, ἔπειτ' ἐνίοτε καὶ ἐνιαχοῦ ψευδόμενος φαίνοιτο, συγχωροίη ἂν οἶμαί τις ἴσως, ὅστις ὁμοίαις ἐμπέπτωκε τύχαις καὶ πείραις· οὗ δὲ θεὸς τὸ κινδυνευόμενον, εἰ ἐγκαλύπτεσθαί τις ὁπώσποτε βούλοιτο, πάντων οἶμαι ταῖς γλώτταις ἠκονημέναις ἐξ αὐτομάτου πρὸς τὰς αὐτοῦ λοιδορίας ἐντυγχάνειν· καὶ ὁ πάντα τἄλλα ἐπιεικέστατος, εἰ μὴ λάλος ἐνταῦθα βούλοιτο γίγνεσθαι καὶ γλώτταις ὅλαις τἀνδρὶ νεμεσᾷν, 2.904 ἀλλὰ φείδοιτο λοιδορίας ἡστινοσοῦν, θαυμάζοιμ' ἂν αὐτὸς, εἰ μὴ ἐς ἀβύσσους αἰσχύνης καὶ πυθμένας γίνοιτο ὑποβρύχιος, ὅστις ποτὲ ἂν ᾖ, χαλεπὸν ἀεὶ γειτόνημα τὸν τοῦ συνειδότος κτησάμενος πέλεκυν. τοσούτου τοίνυν Ὀλύμπου δεινῶν ἐπισειομένων ἡμῖν, εἰ ψεύδεσθαι βουληθείημεν, ἐνταῦθα μάλα μᾶλλον ἀνάγκη, τἄλλα παρατρέχοντας, καὶ πρὸς θεὸν μόνον ὁρῶντας, λαλεῖν τὴν Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 323

στήλην τῆς ἐκείνου κακίας τῷ χρόνῳ παρέσχομεν. ἐῶ λέγειν οὓς ἐν ταῖς ἱστορίαις

τῶν γιγνομένων, ἃς καὶ αὐτὰς γραφῇ παρεπέμψαμεν ἐς τὸ μονιμώτερον,

κατεβαλόμεθα πόνους, καὶ οὓς ἐν τοῖς ἀντιῤῥητικοῖς τε καὶ στηλιτευτικοῖς, ἄλλοτ'

ἄλλοθεν ἀναφυομένων παντοδαπῶς ἀντιπάλων τῆς ἀληθείας· καὶ πρός γε ὅσους ἐν

ἐξηγήσεσι τῶν ἐς τὸ γριφωδέστερον τοῖς παλαιοῖς εἰρημένων ἐνεδειξάμεθα. (Γ.) ∆ιὰ

δὴ τῶν τοιούτων πόνων οἱ τοῦ τὰ πάντα μαραίνοντος ὀδόντες χρόνου

παρατρώγουσι προσιόντες ἠρέμα καὶ κατὰ μικρὸν, καὶ τὸ ὑγιαῖνον τοῦ σώματος

ὑπορύπτουσιν, ἔχοντες ὁμοῦ καὶ τὴν τῆς ἁρμονίας δανείστριαν φύσιν συνέκδημον

φορολόγον, ἀναφυομένην ὀψὲ καὶ αὐτὴν δραστικώτερον καὶ βιαίως δάνειον

ἀπαιτοῦσαν· καὶ νῦν μὲν τὰς τῶν ὀμμάτων αὐγὰς ἀμβλύνουσαν, νῦν δὲ τὴν 2.902

συνδετικὴν τῶν τε χειρῶν καὶ γονάτων ἀναλυτικὴν ἁρμονίαν καθίζουσαν ἔφεδρον·

καὶ ταῦτα μὲν ὅτε μᾶλλον, εἴπερ ποτ', ἐχρῆν τήν τ' οἰκείαν εἰς τὸ ἀκμαιότατον ἔχειν

δύναμιν καὶ ἅμα, εἴ τις ἦν μηχανὴ, κἀκ τῶν ἔξωθεν ὁπόθεν δήποτε προσκτᾶσθαι

ζητεῖν. οὐ γὰρ Κουρῆτές τ' ἐπίκουροι καὶ Αἰτωλοὶ μενεχάρμαι γέροντί μοι

πολεμοῦσιν ἤδη πρόσφατον πόλεμον, καὶ μέχρις αἵματος ὁρωμένου σαλεύοντα τὸ

τοῦ δρόμου φιλότιμον· ἀλλ' ἐπέθεντό μοι δράκοντες ἐξ ἀφανοῦς, καὶ κραταιοὶ

ἐζήτησαν τὴν ψυχήν μου, τὰς φονευτρίας χεῖρας ἐν σκοτομήνῃ βάλλοντες καὶ

ἀναίμακτα παρέχειν ἐπειγόμενοι τραύματα· ὃ καὶ μᾶλλον χαλεπωτέρας ἐμοὶ

προξενεῖ τὰς ὀδύνας. ἀναίμακτα γὰρ κἀμοῦ κατ' ἐκείνων τελοῦντος τὰ τρόπαια,

δυσδιάγνωστον τοῖς τῶν ἔξωθεν ὁρώντων πολλοῖς συμβαίνει τὴν κρίσιν

καθίστασθαι, καὶ μάλα τοι εὐδιάβολον τοῖς ἡμῶν διώκταις. τοῖς μὲν γὰρ οὐκ εἰδόσιν

οἰκονομεῖν ἐν κρίσει τοὺς λόγους, λῆρος ἅπαν νενόμισται πίστεως καὶ δογμάτων

μυστήριον· οἷς δ' εἰδέναι πρόσεστι, καὶ ἀλλάττεσθαι δι' ἀνάγκην συμβαίνει.

πειράσομαι δ' οὖν ὅμως ὅσον ἐφικτὸν, ὡς εἴρηται, τὴν τῶν φιλοθέων ἐκείνων

ἀνδρῶν ἐκπεραίνειν αἴτησιν, ἡγεμόνας τῆς ἐμῆς προστησάμενος γλώττης τὰς περὶ

θεὸν ἐλπίδας· ὑπὲρ οὗ καὶ τὴν ἀθλητικὴν ταυτηνὶ διαπλέομεν θάλασσαν. (∆.) Ἀξιῶ

δ' ἔγωγε, μηδένα τῶν ἐντυγχανόντων πρόχειρον εἰς τὰς καθ' ἡμῶν λοιδορίας ἔχειν

τὴν γλῶτταν, εἰ 2.903 παρ' ὅλην μικροῦ τὴν ἱστορίαν, ὅσα μὲν φύσει τε καὶ

προαιρέσει προσῆν ἐγκλήματα τῷ βασιλεῖ, σιγῇ κρύψαντες, ἐπαίνοις τὸ πλεῖον διὰ

φιλίαν ἐχαρισάμεθα, καὶ ἅμα διὰ τὸ σύνεργον καὶ συλλήπτορα τῶν τῆς εὐσεβείας

ἔχειν ἀγώνων αὐτὸν, βασιλέα τε ὄντα καὶ τὸ πᾶν ἐν τῇ χειρὶ τῆς νίκης καρπούμενον

διὰ τὴν ἀρχήν· νῦν δ' ἀνακαλυπτήρια παρὰ πᾶσαν προαίρεσιν θύειν, ὡς εἰπεῖν,

ἥκιστα πάντων ὀκνοῦμεν. πρῶτον μὲν γὰρ αἰδοῖ τῶν συνόντων τῇ ἀκροάσει καὶ

ἡμῖν ἀγωνιζομένοις, ὑπὲρ τοὺς τετρακοσίους που πάντως ὄντων, ἀνδρῶν εὐγενῶν

ἀναμὶξ καὶ τῶν ἄλλως ἐχόντων, καὶ ἅμα βασιλίδων, καὶ ὅσαι συνῄεσαν ἄλλαι τῆς

φήμης δημαγωγούσης, γένους καὶ αὐταὶ καθ' ἕτερον λόγον τὰ πρῶτα φέρουσαι,

λαλεῖν τὴν ἀλήθειαν εἶναι χρεὼν, μὴ προφανῶς αὐτοὶ ἑαυτοῖς καταγνώσεως οὐ

μάλα τοι ἐλαχίστης αἴτιοι καθιστῶμεν καὶ τὰ τῆς ἐκείνων χλεύης ἑκόντες ἐφ'

ἑαυτοὺς ἑλκύσωμεν δίκτυα. δεύτερον δὲ κἀπὶ μὲν τῶν ἄλλων ἁπάντων, εἰ φιλίᾳ τις

χαρίζεσθαι θέλων, ἔπειτ' ἐνίοτε καὶ ἐνιαχοῦ ψευδόμενος φαίνοιτο, συγχωροίη ἂν

οἶμαί τις ἴσως, ὅστις ὁμοίαις ἐμπέπτωκε τύχαις καὶ πείραις· οὗ δὲ θεὸς τὸ

κινδυνευόμενον, εἰ ἐγκαλύπτεσθαί τις ὁπώσποτε βούλοιτο, πάντων οἶμαι ταῖς

γλώτταις ἠκονημέναις ἐξ αὐτομάτου πρὸς τὰς αὐτοῦ λοιδορίας ἐντυγχάνειν· καὶ ὁ

πάντα τἄλλα ἐπιεικέστατος, εἰ μὴ λάλος ἐνταῦθα βούλοιτο γίγνεσθαι καὶ γλώτταις

ὅλαις τἀνδρὶ νεμεσᾷν, 2.904 ἀλλὰ φείδοιτο λοιδορίας ἡστινοσοῦν, θαυμάζοιμ' ἂν

αὐτὸς, εἰ μὴ ἐς ἀβύσσους αἰσχύνης καὶ πυθμένας γίνοιτο ὑποβρύχιος, ὅστις ποτὲ ἂν

ᾖ, χαλεπὸν ἀεὶ γειτόνημα τὸν τοῦ συνειδότος κτησάμενος πέλεκυν. τοσούτου τοίνυν

Ὀλύμπου δεινῶν ἐπισειομένων ἡμῖν, εἰ ψεύδεσθαι βουληθείημεν, ἐνταῦθα μάλα

μᾶλλον ἀνάγκη, τἄλλα παρατρέχοντας, καὶ πρὸς θεὸν μόνον ὁρῶντας, λαλεῖν τὴν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

323

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!