Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

τῆς βασιλείας ἔχεσθαι ἔγνωκεν ἤδη, καὶ τοῦ λοιποῦ ἔμελεν αὐτῷ ῥιζόθεν πάντα φόβον ἔφεδρον ἐκτεμεῖν, δεδιότι μήπως ὀψὲ τοῦ χρόνου πρόφασιν σχόντες οὐ μικρὰν τὰς βασιλικὰς διαδοχὰς καὶ τοὺς πατρῴους κλήρους οἱ νῦν ὑπ' ὀδόντα καταρώμενοι καὶ ἐν ὠδῖσι κρύπτοντες τὴν ὀργὴν εἰς ὕψος ἀναῤῥιπίσωσι περιφανὲς τὴν ἐπιβουλὴν καὶ κολοφῶνα κινδύνων αὐτῷ ἐπεγείρωσιν. ὅθεν κατά τινα χρείαν ἐπιδεδημηκότι ἐκ τοῦ παρήκοντος εἰς τὴν βασιλεύουσαν ἐκ Πελοποννήσου Λατίνῳ τινὶ, εὐγενεῖ μὲν, οὐ πάνυ δ' ἐνδόξῳ, ὄνομα δὲ Βελικούρτῳ, Θεοδώραν τούτῳ συζεύγνυσι, τὴν μίαν τῶν τοῦ βασιλέως Θεοδώρου τοῦ Λάσκαρι 1.93 θυγατέρων· καὶ οἴκαδε ἀπιέναι ἅμα αὐτῇ προτρέπεται τοῦτον· τὴν δὲ ἑτέραν ὄνομα Εἰρήνην συζεύγνυσι κόντῳ τινὶ τὴν ἀξίαν, ὄνομα Βιντιμιλίᾳ, ἐκ Γενούας, ἐκ τοῦ παρήκοντος καὶ αὐτῷ τῇ Κωνσταντινουπόλει ἐπιδεδημηκότι καὶ εὐθὺς οἴκαδε ἀπιέναι καὶ αὐτὸν μετ' αὐτῆς ἀφίησι· τὸν δὲ ἀδελφὸν αὐτῶν Ἰωάννην πέμψας στερεῖ τῶν ὀμμάτων, δεκαετῆ ἤδη τυγχάνοντα. καὶ οὕτως ἀνύποπτον καὶ φόβου παντὸς ἐλευθέραν ἑαυτῷ κατεστήσατο τὴν ὅλην τῆς βασιλείας διαδοχήν. (Β.) Ὅ γε μὴν πατριάρχης Ἀρσένιος ἀκηκοὼς τὴν τοῦ Ἰωάννου τύφλωσιν ἐταράχθη καὶ ἀπεπήδησε καὶ ἄνω καὶ κάτω τοῦ οἴκου περιϊὼν ἐβόα θρηνῶν, ἔτυπτεν ἀπηνῶς χερσὶ μὲν τὰ στέρνα, λογισμοῖς δὲ ξιφηφόροις εἰπεῖν τὴν καρδίαν· γῇ καὶ ἡλίῳ τὴν ἀδικίαν προσήγγειλε· τὰ στοιχεῖα πρὸς ἐπικουρίαν ἐπεβοᾶτο τῆς ἀτοπίας· λύσιν τοῦ πάθους ὥρμα ζητεῖν· οὐκ ἔχων δὲ καπνοὺς στεναγμῶν ἐκ τοῦ στόματος σφοδροτάτους ἀνέπεμπεν, οὓς τὰ ξύλα τῆς λύπης ἐκ τῆς καρδίας ἀνέφλεγον. ἐπεὶ δ' ἄπορα καὶ ὅλως ἀπεγνωσμένα τὰ τῆς ἐκδικήσεως ἦν, ἄλλην ἐβάδισε· καὶ πέμψας ἀφορισμῷ μὲν τὸν βασιλέα καθυποβάλλει ἐκκλησιαστικῷ, τὴν δὲ τούτου μνήμην ἐν ταῖς ὑμνῳδίαις οὐκ ἐκώλυσεν ἀναφέρεσθαι, δείσας μή τι περὶ τὴν ἐκκλησίαν νεωτερίσῃ στρατηγούμενος τῷ θυμῷ, καὶ ὅ φησιν ἡ παροιμία καπνὸν φεύγειν ἐθέλων εἰς πῦρ ἐμπεσεῖν ὁ πατριάρχης ἀναγκασθῇ. ὁ δὲ μετρίως τὴν ἐπιτίμησιν ἐνεγκὼν ἐφ' ἱκαναῖς ταῖς ἡμέραις ὑποπεπτωκότι τε διέμεινε χρώμενος σχήματι καὶ λύσιν τῆς ἐπιτιμήσεως ἀναμένων. (Γ.) Ἐπεὶ δ' οὐ προὐχώρει τὰ τῆς 1.94 ἐλπίδος, εἰς ἄμυναν ἔβλεψεν, οὐχ οἵαν καθάπαξ ἡ χεὶρ ὑφηγεῖται τῆς ἐξουσίας· οὐ γὰρ ἀνακεκαλυμμένῃ χρῆται τῇ ἐξουσίᾳ· ἀλλ' ἐκκλησίαν ἀρχιερέων ἀθροίσας εἰς κανονικὴν ἐξέτασιν ἐνεγκεῖν κελεύει τὰ σποράδην παρά τινων ψιθυριζόμενα κατὰ τοῦ πατριάρχου ἐγκλήματα· οἳ τὸ κελευσθὲν ἡδέως, πῶς ἂν εἴποιμι; δεξάμενοι, οἱ τοῖς ἄλλοις φιλαδελφίας ὑπόδειγμα γίνεσθαι παρὰ κυρίου προτεταγμένοι, σύνοδόν τε κατὰ τοῦ πρώτου ἀδελφοῦ συνεκρότουν ἐν τῷ παλατίῳ καὶ εἰς μέσον παράγεσθαι τοὺς κατηγόρους ἐκήρυττον· οἱ δὲ εἰσεπήδων ἄλλος ἄλλον τῇ προθυμίᾳ φθάνοντες· καὶ ἦν ἡ λαληθεῖσα κατηγορία, ὅτι ὁ σουλτὰν Ἀζατίνης τῆς ἱερᾶς τελουμένης δοξολογίας πολλάκις συμπαρῆν καὶ ὡμίλει τῷ πατριάρχῃ ἔνδον τοῦ ναοῦ. καί τοι τῷ τε βασιλεῖ καὶ τοῖς ἀρχιερεῦσιν ἐγνωσμένον ἦν, ὅτι Χριστιανῶν τε ὑπῆρχε γονέων υἱὸς καὶ τῷ θείῳ καὶ αὐτὸς τετελεσμένος βαπτίσματι ἦν· τύχης δὲ φορᾷ χρησάμενος καὶ αὐτὸς, οἷα πολλὰ παρ' ἐλπίδα συμβαίνει, σουλτὰν καὶ ἀρχηγὸς ἐγεγόνει τῶν Τούρκων, τότε μὲν ἐν κρυπτῷ διατηρῶν τὰ τῆς εὐσεβείας καιριώτερα, νῦν δ' ἐν Κωνσταντινουπόλει καὶ τὰς θείας ἀσπαζόμενος εἰκόνας καὶ πάντα ἐς προὖπτον τὰ Χριστιανῶν ἐργαζόμενος ἔθιμα. ἀλλὰ ταῦτα καθάπερ ὅπλα τῷ πατριάρχῃ τυγχάνοντα ὀχυρὰ κατέλυον οἱ μαχόμενοι, πολέμια τυγχάνοντα τῷ σκοπῷ τῆς καθαιρέσεως, καὶ ἀπῆγον ἔς τε τὸ ἀμφίβολον καὶ τὸ ἀφανὲς, κἀκεῖθεν ἐξεκύλιον εἰς τὸ μὴ ὄν. (∆.) Εἰσκαλεῖται τοίνυν ὁ πατριάρχης ἀπολογησόμενος· οὐκ 1.95 ἀπαντᾷ δὲ, ἀλλὰ παραγράφεται τὴν σύνοδον κελεύσει βασιλικῇ γινομένην καὶ τοῦ ἀντιδίκου προκαθημένου κριτοῦ. ὅθεν ὡς φυγοδικοῦντος αὐτοῦ καθαίρεσιν καταψηφισάμενοι πέμπουσι πρὸς αὐτὸν καὶ ἀποχωρεῖν τοῦ θρόνου κελεύουσι· καὶ ἅμα παρῆσαν οἱ πρὸς ἐξορίαν ἀπάξοντες. ὁ δὲ καὶ τὴν ἡσυχίαν ποθῶν ἐκ πολλοῦ καὶ τοῖς ἐνεστῶσι Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 32

λίαν ἀχθόμενος πράγμασιν ἄσμενος τοῖς ἀπάγουσιν ἑαυτὸν ἐδεδώκει· καὶ δὴ τριταῖος ἀπήχθη ἐς τὴν Προικόνησον. καὶ ἀνάγεται λοιπὸν εἰς τὸν πατριαρχικὸν θρόνον ὁ Ἀδριανουπόλεως Γερμανὸς, φίλος ὢν ἐκ πολλοῦ τῷ βασιλεῖ· καὶ ταύτην δὴ τὴν τιμὴν ὥσπερ τι κεχρεωστημένον γέρας ἤδη ἀπολαμβάνων. φυγάδι γὰρ ἐν τοῖς ἔμπροσθεν χρόνοις αὐτῷ γενομένῳ πρὸς τὸν σουλτᾶν διὰ τὸν φόβον, ὡς εἴρηται, τοῦ βασιλέως Θεοδώρου τοῦ Λάσκαρι, ἐν τοῖς ἄκροις αὐτὸς ὁρίοις τῶν Ῥωμαίων τότε τὸν μοναδικὸν βίον ἀσκῶν, χαίρων ὑπήντησε καὶ μεγαλοπρεπέσιν ἐχρήσατο δεξιώσεσι πρὸς αὐτὸν καὶ φιλοτίμοις προὔπεμψε τοῖς ἐφοδίοις. ὕστερον δὲ τὴν βασίλειον ἐξουσίαν λαβόντι πρόσεισι καὶ μετὰ πολλὰς τὰς τιμὰς καὶ τὸν τῆς Ἀδριανουπόλεως λαμβάνει θρόνον. ἐκεῖθεν δ' ἀρτίως καὶ εἰς τὸν πατριαρχικὸν ἀναφέρεται. εʹ. Κατὰ τοῦτον τὸν χρόνον ἀποστάς τις, Ἰκάριος ὄνομα, τοῦ τῆς Εὐβοίας κρατοῦντος, (ἔστι δ' αὕτη Βενετικῶν ἐπαρχία) ἀποστὰς τοίνυν οὗτος μετὰ τὴν τῆς Κωνσταντινουπόλεως ἅλωσιν καὶ προσεταιρισάμενος οὐκ ὀλίγους καὶ ἄλλους τῶν Εὐβοέων ἄκρας ἐκράτησεν ὀχυρᾶς· ἀφ' ἧς συχνὰ παρακατιὼν ἐληΐζετο τοὺς ὁμοροῦντας ἀγροὺς καὶ τὰς κώμας· ὡς ἐν βραχεῖ τοὺς 1.96 ἀγροίκους πάντας ἐς τοσοῦτον συνελαθῆναι δέους, ὡς μήτ' ἔξω τείχους οἰκεῖν, μήτ' ἄνευ ἡμεροσκόπων ταῖς κώμαις ἐνδιατρίβειν καὶ τοῖς ἀγροῖς. χρόνος οὐ μάλα συχνὸς παρεῤῥύη καὶ ὀχυροῦ τινος πολιχνίου γίνεται ἐγκρατὴς, ὡς ἐντεῦθεν καὶ πρὸς μάχας ἐμφανεῖς παρατάττεσθαι τοῦ τῆς Εὐβοίας κρατοῦντος. δείσας δ' ὅμως μὴ πολὺς ἐπελθὼν ἐκεῖνος χειρώσηται τοῦτον, διαπρεσβεύεται περὶ συμμαχίας πρὸς βασιλέα· καὶ λαβὼν τέως μὲν φρουρὰν τῷ πολιχνίῳ καθίστησιν ἱκανήν· αὐτὸς δ' αὐτόμολος ἥκει πρὸς βασιλέα, ἄλλα τε ὑπισχνούμενος καὶ ἢν στρατιὰν ἱκανὴν ἐκ Ῥωμαίων κομίσηται, μηδὲν εἶναι τὸ κωλύον ὑποχείριον τῷ βασιλεῖ καταστῆσαι τὴν ἅπασαν Εὔβοιαν. (Β.) Ἄπεισι τοίνυν σπουδῇ μετὰ συχνοῦ τοῦ Ῥωμαίων στρατοῦ, πρὶν αἰσθέσθαι τοὺς Εὐβοέας τὴν ἔφοδον. εἰδὼς δὲ τὴν Λατινικὴν ὀφρῦν καὶ ὡς οὐκ ἀνέξεται ὁ τῆς Εὐβοίας ἀρχηγὸς μὴ αἰφνιδίως προάλασθαι τῆς πόλεως στρατὸν ἐπιτρέχοντα βλέπων ἀλλότριον, προλοχίζει νυκτὸς περὶ τὴν πόλιν συχνοὺς ὁπλίτας. ἔπειτα ἐπιφαίνεται πρωΐας αὐτὸς κατατρέχων τὰ κύκλῳ, ὡς ἐν ὅπλοις εὐθὺς ἀναγκασθῆναι γενέσθαι τοὺς ἔνδον τειχῶν εὑρεθέντας Λατίνους ἅμα τῷ σφῶν ἀρχηγῷ, καὶ μάλα τοι λίαν ὀξέως ἀπαντᾷν ἐς τοὺς πολεμίους. ὅθεν αὐτοῖς ἐξαπίνης ὄπισθεν μὲν ἐπιπεσόντες καὶ κυκλώσαντες μετὰ τῶν λόχων οἱ λοχαγοὶ, ἔμπροσθεν δ' αὖ μεθ' ὧν ἐπεφέρετο στρατοπέδων ὁ Ἰκάριος, τὸν μὲν ἀρχηγὸν τῆς Εὐβοίας ζῶντα χειροῦνται καὶ πλείστους ἄλλους ἅμα αὐτῷ· ὅσοι δ' ἐπίλοιποι, τούτους δ' ἔργον ἀπέφηναν ξίφους. (Γ.) Ἄγεται μέντοι παρ' Ἰκαρίου πρὸς βασιλέα δέ 1.97 σμιος ὁ τῆς Εὐβοίας ἀρχηγὸς καὶ βραχύ τι ἐπιβιοὺς ἐτελεύτησεν. ἐτελεύτησε δὲ οὕτως. εἰσελθὼν ἐν τοῖς βασιλείοις καὶ στὰς πρὸ τῆς πύλης ὡς δεσμίῳ χρεὼν καὶ ἰδὼν αὐτὸν μὲν βασιλέα καθήμενον ἐπὶ τοῦ βασιλείου θρόνου, περὶ δ' αὐτὸν πᾶσαν τὴν σύγκλητον μετὰ λαμπροῦ καὶ κοσμίου τοῦ σχήματος ἱσταμένην, τὸν δ' Ἰκάριον, τὸν χθὲς καὶ πρότριτα δοῦλον, νῦν μετὰ λαμπρᾶς μὲν τῆς ἐσθῆτος, σοβαροῦ δὲ τοῦ ἤθους εἰσιόντα καὶ ἐξιόντα καὶ πρὸς οὖς τῷ βασιλεῖ κοινολογούμενον, ἀποῤῥήγνυσιν εὐθὺς τὴν ψυχὴν καὶ πίπτει πρηνὴς ἐπ' ἐδάφους ἐξαίφνης, μὴ δυνηθεὶς ἐνεγκεῖν τὸ τῆς βιαίας τύχης παράλογον. (∆.) Μετὰ μέντοι τὸ ἐξωσθῆναι τῆς πόλεως τοὺς Λατίνους ἐναπελείφθη χειρωνακτικὸν καὶ ἀγοραῖς ἀσχολούμενον πλῆθος, σύμμικτον ἔκ τε Βενετικῶν καὶ Πισσαίων. ὅθεν οὐκ ἀσφαλὲς οὐδὲ πρὸς εἰρήνην βλέψειν ἐδόκει τὸ καὶ τοὺς ἐκ Γεννούας ἔνδον εἰσοικίζειν τῆς πόλεως. διὰ τοῦτο καί σφισιν ἀντιπέραν περὶ τὸν τοῦ Γαλάτου τόπον ἀπονέμει χωρίον εἰς οἴκησιν, χαρισάμενος αὐτοῖς καὶ τὴν τῆς ἐμπορίας ὑπεσχημένην ἀτέλειαν. πρὶν γὰρ ἁλῶναι τὴν βασιλεύουσαν συνεφώνησε τὴν τοιαύτην αὐτοῖς παρέχειν ἀτέλειαν ὁ βασιλεὺς, εἰ βοηθοῖεν αὐτῷ κατὰ τῶν κρατούντων τῆς πόλεως Λατίνων. ὃ δὴ καὶ πεπλήρωκε νῦν, καὶ ταῦτα Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 33

τῆς βασιλείας ἔχεσθαι ἔγνωκεν ἤδη, καὶ τοῦ λοιποῦ ἔμελεν αὐτῷ ῥιζόθεν πάντα

φόβον ἔφεδρον ἐκτεμεῖν, δεδιότι μήπως ὀψὲ τοῦ χρόνου πρόφασιν σχόντες οὐ

μικρὰν τὰς βασιλικὰς διαδοχὰς καὶ τοὺς πατρῴους κλήρους οἱ νῦν ὑπ' ὀδόντα

καταρώμενοι καὶ ἐν ὠδῖσι κρύπτοντες τὴν ὀργὴν εἰς ὕψος ἀναῤῥιπίσωσι περιφανὲς

τὴν ἐπιβουλὴν καὶ κολοφῶνα κινδύνων αὐτῷ ἐπεγείρωσιν. ὅθεν κατά τινα χρείαν

ἐπιδεδημηκότι ἐκ τοῦ παρήκοντος εἰς τὴν βασιλεύουσαν ἐκ Πελοποννήσου Λατίνῳ

τινὶ, εὐγενεῖ μὲν, οὐ πάνυ δ' ἐνδόξῳ, ὄνομα δὲ Βελικούρτῳ, Θεοδώραν τούτῳ

συζεύγνυσι, τὴν μίαν τῶν τοῦ βασιλέως Θεοδώρου τοῦ Λάσκαρι 1.93 θυγατέρων· καὶ

οἴκαδε ἀπιέναι ἅμα αὐτῇ προτρέπεται τοῦτον· τὴν δὲ ἑτέραν ὄνομα Εἰρήνην

συζεύγνυσι κόντῳ τινὶ τὴν ἀξίαν, ὄνομα Βιντιμιλίᾳ, ἐκ Γενούας, ἐκ τοῦ παρήκοντος

καὶ αὐτῷ τῇ Κωνσταντινουπόλει ἐπιδεδημηκότι καὶ εὐθὺς οἴκαδε ἀπιέναι καὶ αὐτὸν

μετ' αὐτῆς ἀφίησι· τὸν δὲ ἀδελφὸν αὐτῶν Ἰωάννην πέμψας στερεῖ τῶν ὀμμάτων,

δεκαετῆ ἤδη τυγχάνοντα. καὶ οὕτως ἀνύποπτον καὶ φόβου παντὸς ἐλευθέραν ἑαυτῷ

κατεστήσατο τὴν ὅλην τῆς βασιλείας διαδοχήν. (Β.) Ὅ γε μὴν πατριάρχης Ἀρσένιος

ἀκηκοὼς τὴν τοῦ Ἰωάννου τύφλωσιν ἐταράχθη καὶ ἀπεπήδησε καὶ ἄνω καὶ κάτω

τοῦ οἴκου περιϊὼν ἐβόα θρηνῶν, ἔτυπτεν ἀπηνῶς χερσὶ μὲν τὰ στέρνα, λογισμοῖς δὲ

ξιφηφόροις εἰπεῖν τὴν καρδίαν· γῇ καὶ ἡλίῳ τὴν ἀδικίαν προσήγγειλε· τὰ στοιχεῖα

πρὸς ἐπικουρίαν ἐπεβοᾶτο τῆς ἀτοπίας· λύσιν τοῦ πάθους ὥρμα ζητεῖν· οὐκ ἔχων δὲ

καπνοὺς στεναγμῶν ἐκ τοῦ στόματος σφοδροτάτους ἀνέπεμπεν, οὓς τὰ ξύλα τῆς

λύπης ἐκ τῆς καρδίας ἀνέφλεγον. ἐπεὶ δ' ἄπορα καὶ ὅλως ἀπεγνωσμένα τὰ τῆς

ἐκδικήσεως ἦν, ἄλλην ἐβάδισε· καὶ πέμψας ἀφορισμῷ μὲν τὸν βασιλέα

καθυποβάλλει ἐκκλησιαστικῷ, τὴν δὲ τούτου μνήμην ἐν ταῖς ὑμνῳδίαις οὐκ

ἐκώλυσεν ἀναφέρεσθαι, δείσας μή τι περὶ τὴν ἐκκλησίαν νεωτερίσῃ στρατηγούμενος

τῷ θυμῷ, καὶ ὅ φησιν ἡ παροιμία καπνὸν φεύγειν ἐθέλων εἰς πῦρ ἐμπεσεῖν ὁ

πατριάρχης ἀναγκασθῇ. ὁ δὲ μετρίως τὴν ἐπιτίμησιν ἐνεγκὼν ἐφ' ἱκαναῖς ταῖς

ἡμέραις ὑποπεπτωκότι τε διέμεινε χρώμενος σχήματι καὶ λύσιν τῆς ἐπιτιμήσεως

ἀναμένων. (Γ.) Ἐπεὶ δ' οὐ προὐχώρει τὰ τῆς 1.94 ἐλπίδος, εἰς ἄμυναν ἔβλεψεν, οὐχ

οἵαν καθάπαξ ἡ χεὶρ ὑφηγεῖται τῆς ἐξουσίας· οὐ γὰρ ἀνακεκαλυμμένῃ χρῆται τῇ

ἐξουσίᾳ· ἀλλ' ἐκκλησίαν ἀρχιερέων ἀθροίσας εἰς κανονικὴν ἐξέτασιν ἐνεγκεῖν

κελεύει τὰ σποράδην παρά τινων ψιθυριζόμενα κατὰ τοῦ πατριάρχου ἐγκλήματα· οἳ

τὸ κελευσθὲν ἡδέως, πῶς ἂν εἴποιμι; δεξάμενοι, οἱ τοῖς ἄλλοις φιλαδελφίας

ὑπόδειγμα γίνεσθαι παρὰ κυρίου προτεταγμένοι, σύνοδόν τε κατὰ τοῦ πρώτου

ἀδελφοῦ συνεκρότουν ἐν τῷ παλατίῳ καὶ εἰς μέσον παράγεσθαι τοὺς κατηγόρους

ἐκήρυττον· οἱ δὲ εἰσεπήδων ἄλλος ἄλλον τῇ προθυμίᾳ φθάνοντες· καὶ ἦν ἡ

λαληθεῖσα κατηγορία, ὅτι ὁ σουλτὰν Ἀζατίνης τῆς ἱερᾶς τελουμένης δοξολογίας

πολλάκις συμπαρῆν καὶ ὡμίλει τῷ πατριάρχῃ ἔνδον τοῦ ναοῦ. καί τοι τῷ τε βασιλεῖ

καὶ τοῖς ἀρχιερεῦσιν ἐγνωσμένον ἦν, ὅτι Χριστιανῶν τε ὑπῆρχε γονέων υἱὸς καὶ τῷ

θείῳ καὶ αὐτὸς τετελεσμένος βαπτίσματι ἦν· τύχης δὲ φορᾷ χρησάμενος καὶ αὐτὸς,

οἷα πολλὰ παρ' ἐλπίδα συμβαίνει, σουλτὰν καὶ ἀρχηγὸς ἐγεγόνει τῶν Τούρκων, τότε

μὲν ἐν κρυπτῷ διατηρῶν τὰ τῆς εὐσεβείας καιριώτερα, νῦν δ' ἐν Κωνσταντινουπόλει

καὶ τὰς θείας ἀσπαζόμενος εἰκόνας καὶ πάντα ἐς προὖπτον τὰ Χριστιανῶν

ἐργαζόμενος ἔθιμα. ἀλλὰ ταῦτα καθάπερ ὅπλα τῷ πατριάρχῃ τυγχάνοντα ὀχυρὰ

κατέλυον οἱ μαχόμενοι, πολέμια τυγχάνοντα τῷ σκοπῷ τῆς καθαιρέσεως, καὶ

ἀπῆγον ἔς τε τὸ ἀμφίβολον καὶ τὸ ἀφανὲς, κἀκεῖθεν ἐξεκύλιον εἰς τὸ μὴ ὄν. (∆.)

Εἰσκαλεῖται τοίνυν ὁ πατριάρχης ἀπολογησόμενος· οὐκ 1.95 ἀπαντᾷ δὲ, ἀλλὰ

παραγράφεται τὴν σύνοδον κελεύσει βασιλικῇ γινομένην καὶ τοῦ ἀντιδίκου

προκαθημένου κριτοῦ. ὅθεν ὡς φυγοδικοῦντος αὐτοῦ καθαίρεσιν καταψηφισάμενοι

πέμπουσι πρὸς αὐτὸν καὶ ἀποχωρεῖν τοῦ θρόνου κελεύουσι· καὶ ἅμα παρῆσαν οἱ

πρὸς ἐξορίαν ἀπάξοντες. ὁ δὲ καὶ τὴν ἡσυχίαν ποθῶν ἐκ πολλοῦ καὶ τοῖς ἐνεστῶσι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

32

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!