Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

εἶναι δοθήσεσθαι ἂν ἴσως πρὸς ἐνίων, ὅσοι φιλίαις τοιαύταις ἡττῶνται καὶ ἄλλως ἀστόργως ἔχειν πεφύκασι πρὸς λοιδορίαν· οὗ δὲ θεὸς τὸ κινδυνευόμενον, τἄλλα παρατρέχοντας πρὸς αὐτὸν μόνον βλέπειν, πάτριον εἶναι δόγμα τε καὶ παράγγελμα. (Β.) Τοῦ γάρ τοι βασιλέως τεττάρων ἤδη ἐτῶν ἐπαγγελίαις μετεωρίζοντος, οἷς ἐνετύγχανε ὁμιλῶν, ὡς βούλοιτο καθολικὴν σύνοδον συγκροτῆσαι, ἐν ᾗ, κατὰ τὸ κρατῆσαν πάτριον ἔθος, παρεῖναι δοκεῖ καὶ τοὺς ἑκάστοθεν τῆς οἰκουμένης πατριάρχας καὶ ἐπισκόπους, μετέωρον ἦν τὸ πλῆθος ἐλπίσι χρησταῖς αἰωρούμενον. ἄρτι δ' ἐπιδημήσας ἐκ Θεσσαλονίκης ὁ Παλαμᾶς, ὡς εἴρηται, ἕτερα ἀνθ' ἑτέρων ξυνετίθει τε καὶ ξυνέῤῥαπτε σκέμματα. ὡς γὰρ ἔριον, καὶ εἴ τι τῶν κουφοτέρων, ἀστατεῖ καὶ ῥᾳδίως ἀνέμῳ παντὶ συμφέρεται, οὕτω καὶ οὗτος καθάπαξ ἁλόντα τῇ δυσσεβείᾳ ἦγέ τε καὶ ἔφερε μάλα ῥᾳδίως τὸν βασιλέα πρὸς τὸ βουλόμενον. εἰδὼς οὖν, ὡς καθάπερ νυκτερίσι καὶ γλαυξὶ βλαβερὰν τὴν τοῦ ἡλίου λαμπάδα συμβαίνει γίγνεσθαι, καὶ τῆς τῶν ὀφθαλμῶν ἀσθενείας αὐτῶν ἀταλαίπωρον ἔλεγχον, οὕτω καὶ τὴν τῶν δογμάτων αὐτοῦ σαθρότητα μᾶλλον ἂν βλά 2.883 ψειεν ἢ ὠφελήσειε κρίσις δημοτελὴς καὶ θεατρικὴ πανήγυρις, συνεβούλευε βέλτιον εἶναι διωγμοῖς καὶ κολάσεσιν ἄλλαις ἐξαναλῶσαι τοὺς ἀντιπαραταττομένους, προφάσεσί τισι χρησάμενον, οἵαις πάλαι καὶ Ἰουλιανὸς καὶ ὅσοι κατ' ἐκεῖνον. πᾶς γὰρ ὁ τὰ φαῦλα πράσσων μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ φανερωθῇ τὰ τῆς κακίας ἔργα αὐτοῦ. (Γ.) Τῷ δὲ, τὸ μὲν ἄντικρυς οὑτωσὶ καὶ ἀπαρακαλύπτως τῶν μακρῶν ἐκείνων ἐπαγγελιῶν καταψεύσασθαι, οὐκ ἀνεύθυνον εἶναι ταῖς τῶν πλείστων ἐδόκει γνώμαις, οὐδὲ λοιδορεῖν εἰωθυίαις γλώσσαις ἀνάλωτον· τὸ δὲ σκιάν τινα σχεδιάσαντας συνόδου πρότερον, προφάσεσιν ἔπειτα παντοδαπαῖς, ὁποῖαι τοῖς δυναστεύουσι ῥᾷστα καὶ κατὰ βούλησιν φέρονται, κολάζειν, τοῦτο δὲ τὴν ὕβρεως ἀκόλαστον κίνησιν θραύειν, οἶμαι, καὶ ἀμβλυτέραν ποιεῖν. ἐκ δὴ τοιούτων ἀρχῶν καὶ σπερμάτων πονηρῶν ἀρξαμένοις πονηρὰ ξυνηνέχθη γίγνεσθαι κατὰ τὸ εἰκὸς τὰ γεώργια, καὶ ὠδίνουσιν ὄρος, κατὰ τὴν παροιμίαν, τεκεῖν ἐξεγένετο μῦν. κἀπειδὴ Θρᾴκης ἐπέκεινα πλείων οὐκ ἦν ἐπαρχία Ῥωμαίοις, μόνους τοὺς Θρᾳκικοὺς εὐθὺς μεταπέμπεται ἐπισκόπους, καὶ τούτων οὐχ ἅπαντας, ἀλλ' ὅσους καὶ οἵους συλλήπτορας τῆς βουλήσεως ἤλπισεν ἕξειν, οὐ πλείους ἀριθμῷ τῶν δύο καὶ εἴκοσιν ὄντας· καὶ τούτων δὲ τοὺς πλείους ἀντὶ τῶν ἐξωσθέντων ἀδίκως ὁσίων ἐκείνων ἀνδρῶν ξυνέβαινεν εἶναι, καὶ τὰ χειρόγραφα τῆς ἀσεβείας δόντας τῷ Παλαμᾷ· ὧν οἱ μὲν τῶν ἐξ ἀρότρου καὶ σκαπάνης ὑπῆρχον ἀπαλλαττόντων ὀψὲ 2.884 τῆς ἡμέρας καὶ μόλις συλλαβίζειν εἰδότων τὰ τῶν γραμμάτων στοιχεῖα· οἱ δὲ τῶν χθὲς καὶ πρώην ἱεροσύλων, κἀν χαμαιτυπείοις καλινδουμένων ὡς τὰ πολλὰ, καὶ μηδὲν πλέον προεισενεγκόντων εἰς τὸν βαθμὸν, πλὴν τοῦ αἱρεσιώτας εἶναι συντίθεσθαι τῷ δυσσεβεῖ Παλαμᾷ. δʹ. Τούτων δ' οὕτως ἐχόντων, προσεληλυθὼς ἰδίᾳ τῷ βασιλεῖ τήν τε οὖσαν ἡμῖν ἐκ παλαιοῦ φιλίαν ἐκ προοιμίων διῄειν ἐγὼ, καὶ ὅσην τὴν πρόνοιαν ὑπὲρ τῆς αὐτοῦ ποιοῦμαι τιμῆς καὶ ψυχῆς, καὶ εἴ τι πρὸς διαμονὴν καὶ σύστασιν εἴη βίου καὶ παίδων αὐτοῦ. ἔπειτα πρὸς ἐλέγχους ἐχώρησα τοὺς συνήθεις, ὑπέρ τε τῆς κοινῆς τῶν ἐκκλησιῶν εἰρήνης καὶ εὐσεβείας ἀγωνιζόμενος, ἐν ὅροις μένειν τοῖς πατρίοις αὐτὸν, καὶ μὴ πηδᾷν ὑπὲρ τὰ ἐσκαμμένα, μηδ' οὕτως ἀμαθέσι καὶ ἀσέμνοις ἀνδράσι τὰ τῆς θεολογίας προδιδόναι μυστήρια, τὰ ἅγια τοῖς κυσὶ, καὶ τοὺς μαργαρίτας τοῖς χοίροις. (Β.) Τά τε οὖν ἐκ τῆς θείας γραφῆς καὶ τὰ ἡμέτερα συνείρων, "1τί δρᾷς"2, ἔφασκον, "1πῆ φρενῶν εἶ; τί σφηκίας ἐγείρεις κατὰ τῆς πίστεως; τί τοὺς μηδὲ τὰ ἐν ποσὶν εἰδότας θεολογεῖν παρασκευάζεις; τί τὸν Χαλάνης οἰκοδομεῖν ἐπείγῃ, τὰ πρὸς ἀπαρτισμὸν οὐκ ἔχων; τί πρὸς οὐρανὸν ἀνίπτασθαι, πεζὸς ὤν; τί χειροτονεῖς κατὰ τῶν ἁπλουστέρων ψυχῶν θεολόγους αὐθημερὸν, καὶ ποιεῖς λογίων ἀμαθῶν τυραννικὰ συνέδρια; τί τοῖς ἀραχνίοις ἐνδεσμεῖν προθυμεῖς τοὺς ἀσθε 2.885 νεστέρους, ὡς δή τι μέγα καὶ βασιλικὸν ἔργον δρῶν; τί σχεδιάζεις Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 316

διαλεκτικῶν πιθήκων ἀνάδοσιν, καθάπερ οἱ μῦθοι πάλαι τοὺς γίγαντας; τί τῆς σῆς κολάσεως ἐκπυρσεύεις τὴν φλόγα; τί τοῖς παισὶ γεωργεῖς στεναγμῶν καὶ πένθους ἀστάχυας; τί κλῆρον ἑκὼν αὐτοῖς καταλείπεις τὴν τοῦ προπάτορος ἀράν; τί τριβόλους καὶ κακίας ἄκανθαν βιάζῃ τὴν γῆν αὐτοῖς ἀνατέλλειν, καὶ δακρύων ἅλμην τηλικαύτην; τί δυστυχίας καὶ λύπας, ἐξὸν εὐθυμίαν καὶ δόξαν; μνήσθητι ὅτι θνητὸς εἶ καὶ θνητὴν ἔλαχες φύσιν. φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος. Εἰπὲ πῶς ἄλλαι μὲν αἱ τεττάρων ἤδη ἐτῶν ἐπαγγελίαι, ἕτερα δ' αὖ τὰ τέλη; καθολικὴν μὲν γὰρ πεποιηκέναι σύνοδον τὰ τῆς σῆς ἐπαγγελίας ἦν, πατριαρχῶν ἁπάντων καὶ ἐπισκόπων κληθέντων· νῦν δ' οὐδὲ μερικοῦ τινος ἴχνη διασώζουσαν σχεδιάζεις βουλευτηρίου. καὶ πρὶν μὲν ἐλπίδων ἴχνη διορθώσεως τῶν τοῦ Παλαμᾶ καινοφωνιῶν ἔβοσκον τὰς ἐκείνων ψυχάς· νῦν δὲ τυραννικὸν ὁρῶ σε βῆμα παρασκευάζοντα σὸν ἐν γωνίᾳ, καθάπερ ἐν σπηλαίῳ λῃστῶν. πῶς γὰρ εἴη ἂν σύνοδος, τῶν θείων τῆς ἐκκλησίας κανόνων καὶ θεσμῶν ὑπερόριος οὖσα; κανόνας γὰρ ἐκ μεταφορᾶς καλεῖσθαι ξυμπέπτωκε τοῦ τεκτονικοῦ καὶ κοινοῦ κανόνος. ὥσπερ οὖν τῷ τεκτονικῷ κανόνι πλατυτέραν ἔχειν τὴν χρείαν ἀνάγκη, κατὰ πᾶσαν γῆν τε καὶ θάλασσαν, καὶ ὅπηπερ ἂν εἶεν ἐνοικοῦντες ἄνθρωποι· ταῖς δὲ τῶν ἀνθρώπων ἡγεμονίαις μερικάς τινας καὶ 2.886 οἷον σπερματικὰς καὶ διαφόρους εἰπεῖν· οὕτω καὶ τοῖς τῆς ἐκκλησίας κανόσι καὶ τοῖς πολιτικοῖς νόμοις καθολικωτέραν ἔχειν ἀνάγκη τὴν χρείαν, καὶ ἄρχειν τῶν ἀρχόντων, καὶ ἡγεῖσθαι τῶν ἡγεμόνων. σὲ δὲ τοὐναντίον δρᾷν ἐθέλοντα βλέπων δέδια μὴ ἐναντιούμενά σοι τὰ δρώμενα γένηται, καὶ τοῦ σκοποῦ παντάπασιν ἀντίπαλα. ἐπεὶ καὶ οἰκοδόμος καὶ τέκτων, ἂν μὴ καθέτῳ καὶ στάθμῃ καὶ τοῖς τοιούτοις χρῶντες κανόσιν, οὐκ εἰς μακρὰν τὴν καθαίρεσιν ἴδοι ἂν τῶν δρωμένων, τοῦ τῆς ἁρμονίας κράτους οὐδαμῆ τὴν ἐπίστασιν τῶν ἔργων ἰθύναντος. ἐπεὶ τοίνυν καὶ σὺ τοῖς τῆς ἐκκλησίας κανόσιν οὐχ ἕπῃ, ἴσθι καταλυθησόμενος ὑπὸ τῆς ἐκκλησίας, ἢ μᾶλλον ὑπὸ τοῦ τῆς ἐκκλησίας ἡγουμένου θεοῦ, καὶ εἰ μὴ αὐτίκα μάλα, ἀλλ' οὖν οὐδ' εἰς μάλα μακράν. Οἶσθα γὰρ ὡς σὺ πρῶτος ἄνωθεν προστάτης γενόμενος τῆς τοῦ Παλαμᾶ δυσσεβείας ὁμοῦ τῇ μητρὶ τοῦ τοσούτου θορύβου τῇ ἐκκλησίᾳ κατέστης αἴτιος. διὸ καὶ μηνίσαντος τοῦ θεοῦ, τῆς εὐδαιμονίας καὶ δόξης ἐκείνης γυμνὸς κατελείφθης αἰφνίδιον, καὶ γέγονας εὐθὺς ὑπερόριος πατρίδος ἅμα καὶ γένους. καὶ ἡ μὲν σὴ μήτηρ αἰσχίστην ἔτισε τοῦ βίου τελευτὴν, λιμῷ καὶ ψύχει δαπανηθεῖσα καί σου τοῦ φιλτάτου τὴν στέρησιν πικρὸν ἐντάφιον ἐνεγκαμένη· σὺ δὲ πολλοὺς καὶ ποικίλους ἀναμετρήσας βίου πλάνους κατά τε Θρᾴκην καὶ Μακεδονίαν καὶ Τριβαλλοὺς, Περσικοῖς ἔπειτα καὶ σατραπικοῖς ὑπ' ἀνάγκης ἔθεσί τε καὶ δόγμασι κεκοινώνηκας, ὡς καὶ τοσοῦτον περὶ τὸ γένος ἀγνώμονα καταστῆναι καὶ οἴκτου 2.887 παντὸς ἀλλότριον, ἐγκαταλειφθέντα σε πρὸς θεοῦ, ὥστε καὶ τοὺς τῶν αἰχμαλώτων Ῥωμαίων νεκροὺς καὶ τῶν ἔτι κλαυθμυριζόντων βρεφῶν τὰ σώματα συμπατεῖν, καὶ ἀναλγήτως ἐπιβατεύειν, καὶ μηδὲ τὴν τὰ πάντα βόσκουσαν ἡλίου φλόγα αἰδεῖσθαι, μηδὲ τοὺς αἰθερίους τοῦ θεοῦ κεραυνοβόλους πρηστῆρας, ὡς τὸ εἰκὸς, δειλιᾷν. ἐπιλείψει με διηγούμενον τὸ τῆς χρονικῆς περιόδου τάχος πάντα καθ' ἕνα, ὅσα δι' ἀνάγκην σε πεπραχέναι καὶ ὅσα πεπονθέναι ξυνεῤῥυήκει, δεινὰ καὶ κατάρας ὁμότιμα, διὰ τοὺς μυρίους χειμῶνας καὶ κλύδωνας, ὧν πρόξενος αὐτὸς ξύν γε τῇ μητρὶ κατέστης τῇ τοῦ θεοῦ ἐκκλησίᾳ. Ἄννῃ δὲ τῇ βασιλίδι τί τῶν πάντων ἕτερον ἢ τὰ τοιαῦτα τῆς βασιλείας καθέστηκεν αἴτια ἐκπεσεῖν; ἴσασι γὰρ ἅπαντες, ὡς ὁμοῦ τε τὴν τοῦ Παλαμᾶ δυσσέβειαν ἐστήριξε καὶ αὐθημερὸν τὴν αὐθεντίαν ἀπολώλεκε, τῆς δίκης μὴ ἀνασχομένης ἐνταῦθα μακροθυμεῖν καὶ ὑπερτίθεσθαι παντάπασιν. Ἔπειτα τῆς βασιλικῆς ἐξουσίας καὶ πρὸς σὲ μετενεχθείσης ὀψὲ, ἐπειδὴ τῆς τοῦ θεοῦ παιδείας ἐκλαθόμενος καὶ αὐτὸς, καὶ τῶν Παλαμικῶν ἐκείνων αὖθις ἀντεχόμενος δογμάτων, πᾶσαν ἄδειαν ἐδίδους αὐτῷ τοὺς μὲν ἐξωθεῖν τῶν ἐπισκοπικῶν καὶ πάσης ἐξουσίας Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 317

εἶναι δοθήσεσθαι ἂν ἴσως πρὸς ἐνίων, ὅσοι φιλίαις τοιαύταις ἡττῶνται καὶ ἄλλως

ἀστόργως ἔχειν πεφύκασι πρὸς λοιδορίαν· οὗ δὲ θεὸς τὸ κινδυνευόμενον, τἄλλα

παρατρέχοντας πρὸς αὐτὸν μόνον βλέπειν, πάτριον εἶναι δόγμα τε καὶ παράγγελμα.

(Β.) Τοῦ γάρ τοι βασιλέως τεττάρων ἤδη ἐτῶν ἐπαγγελίαις μετεωρίζοντος, οἷς

ἐνετύγχανε ὁμιλῶν, ὡς βούλοιτο καθολικὴν σύνοδον συγκροτῆσαι, ἐν ᾗ, κατὰ τὸ

κρατῆσαν πάτριον ἔθος, παρεῖναι δοκεῖ καὶ τοὺς ἑκάστοθεν τῆς οἰκουμένης

πατριάρχας καὶ ἐπισκόπους, μετέωρον ἦν τὸ πλῆθος ἐλπίσι χρησταῖς αἰωρούμενον.

ἄρτι δ' ἐπιδημήσας ἐκ Θεσσαλονίκης ὁ Παλαμᾶς, ὡς εἴρηται, ἕτερα ἀνθ' ἑτέρων

ξυνετίθει τε καὶ ξυνέῤῥαπτε σκέμματα. ὡς γὰρ ἔριον, καὶ εἴ τι τῶν κουφοτέρων,

ἀστατεῖ καὶ ῥᾳδίως ἀνέμῳ παντὶ συμφέρεται, οὕτω καὶ οὗτος καθάπαξ ἁλόντα τῇ

δυσσεβείᾳ ἦγέ τε καὶ ἔφερε μάλα ῥᾳδίως τὸν βασιλέα πρὸς τὸ βουλόμενον. εἰδὼς

οὖν, ὡς καθάπερ νυκτερίσι καὶ γλαυξὶ βλαβερὰν τὴν τοῦ ἡλίου λαμπάδα συμβαίνει

γίγνεσθαι, καὶ τῆς τῶν ὀφθαλμῶν ἀσθενείας αὐτῶν ἀταλαίπωρον ἔλεγχον, οὕτω καὶ

τὴν τῶν δογμάτων αὐτοῦ σαθρότητα μᾶλλον ἂν βλά 2.883 ψειεν ἢ ὠφελήσειε κρίσις

δημοτελὴς καὶ θεατρικὴ πανήγυρις, συνεβούλευε βέλτιον εἶναι διωγμοῖς καὶ

κολάσεσιν ἄλλαις ἐξαναλῶσαι τοὺς ἀντιπαραταττομένους, προφάσεσί τισι

χρησάμενον, οἵαις πάλαι καὶ Ἰουλιανὸς καὶ ὅσοι κατ' ἐκεῖνον. πᾶς γὰρ ὁ τὰ φαῦλα

πράσσων μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ φανερωθῇ τὰ τῆς κακίας

ἔργα αὐτοῦ. (Γ.) Τῷ δὲ, τὸ μὲν ἄντικρυς οὑτωσὶ καὶ ἀπαρακαλύπτως τῶν μακρῶν

ἐκείνων ἐπαγγελιῶν καταψεύσασθαι, οὐκ ἀνεύθυνον εἶναι ταῖς τῶν πλείστων

ἐδόκει γνώμαις, οὐδὲ λοιδορεῖν εἰωθυίαις γλώσσαις ἀνάλωτον· τὸ δὲ σκιάν τινα

σχεδιάσαντας συνόδου πρότερον, προφάσεσιν ἔπειτα παντοδαπαῖς, ὁποῖαι τοῖς

δυναστεύουσι ῥᾷστα καὶ κατὰ βούλησιν φέρονται, κολάζειν, τοῦτο δὲ τὴν ὕβρεως

ἀκόλαστον κίνησιν θραύειν, οἶμαι, καὶ ἀμβλυτέραν ποιεῖν. ἐκ δὴ τοιούτων ἀρχῶν

καὶ σπερμάτων πονηρῶν ἀρξαμένοις πονηρὰ ξυνηνέχθη γίγνεσθαι κατὰ τὸ εἰκὸς τὰ

γεώργια, καὶ ὠδίνουσιν ὄρος, κατὰ τὴν παροιμίαν, τεκεῖν ἐξεγένετο μῦν. κἀπειδὴ

Θρᾴκης ἐπέκεινα πλείων οὐκ ἦν ἐπαρχία Ῥωμαίοις, μόνους τοὺς Θρᾳκικοὺς εὐθὺς

μεταπέμπεται ἐπισκόπους, καὶ τούτων οὐχ ἅπαντας, ἀλλ' ὅσους καὶ οἵους

συλλήπτορας τῆς βουλήσεως ἤλπισεν ἕξειν, οὐ πλείους ἀριθμῷ τῶν δύο καὶ εἴκοσιν

ὄντας· καὶ τούτων δὲ τοὺς πλείους ἀντὶ τῶν ἐξωσθέντων ἀδίκως ὁσίων ἐκείνων

ἀνδρῶν ξυνέβαινεν εἶναι, καὶ τὰ χειρόγραφα τῆς ἀσεβείας δόντας τῷ Παλαμᾷ· ὧν οἱ

μὲν τῶν ἐξ ἀρότρου καὶ σκαπάνης ὑπῆρχον ἀπαλλαττόντων ὀψὲ 2.884 τῆς ἡμέρας

καὶ μόλις συλλαβίζειν εἰδότων τὰ τῶν γραμμάτων στοιχεῖα· οἱ δὲ τῶν χθὲς καὶ

πρώην ἱεροσύλων, κἀν χαμαιτυπείοις καλινδουμένων ὡς τὰ πολλὰ, καὶ μηδὲν

πλέον προεισενεγκόντων εἰς τὸν βαθμὸν, πλὴν τοῦ αἱρεσιώτας εἶναι συντίθεσθαι τῷ

δυσσεβεῖ Παλαμᾷ. δʹ. Τούτων δ' οὕτως ἐχόντων, προσεληλυθὼς ἰδίᾳ τῷ βασιλεῖ τήν

τε οὖσαν ἡμῖν ἐκ παλαιοῦ φιλίαν ἐκ προοιμίων διῄειν ἐγὼ, καὶ ὅσην τὴν πρόνοιαν

ὑπὲρ τῆς αὐτοῦ ποιοῦμαι τιμῆς καὶ ψυχῆς, καὶ εἴ τι πρὸς διαμονὴν καὶ σύστασιν εἴη

βίου καὶ παίδων αὐτοῦ. ἔπειτα πρὸς ἐλέγχους ἐχώρησα τοὺς συνήθεις, ὑπέρ τε τῆς

κοινῆς τῶν ἐκκλησιῶν εἰρήνης καὶ εὐσεβείας ἀγωνιζόμενος, ἐν ὅροις μένειν τοῖς

πατρίοις αὐτὸν, καὶ μὴ πηδᾷν ὑπὲρ τὰ ἐσκαμμένα, μηδ' οὕτως ἀμαθέσι καὶ ἀσέμνοις

ἀνδράσι τὰ τῆς θεολογίας προδιδόναι μυστήρια, τὰ ἅγια τοῖς κυσὶ, καὶ τοὺς

μαργαρίτας τοῖς χοίροις. (Β.) Τά τε οὖν ἐκ τῆς θείας γραφῆς καὶ τὰ ἡμέτερα

συνείρων, "1τί δρᾷς"2, ἔφασκον, "1πῆ φρενῶν εἶ; τί σφηκίας ἐγείρεις κατὰ τῆς

πίστεως; τί τοὺς μηδὲ τὰ ἐν ποσὶν εἰδότας θεολογεῖν παρασκευάζεις; τί τὸν Χαλάνης

οἰκοδομεῖν ἐπείγῃ, τὰ πρὸς ἀπαρτισμὸν οὐκ ἔχων; τί πρὸς οὐρανὸν ἀνίπτασθαι,

πεζὸς ὤν; τί χειροτονεῖς κατὰ τῶν ἁπλουστέρων ψυχῶν θεολόγους αὐθημερὸν, καὶ

ποιεῖς λογίων ἀμαθῶν τυραννικὰ συνέδρια; τί τοῖς ἀραχνίοις ἐνδεσμεῖν προθυμεῖς

τοὺς ἀσθε 2.885 νεστέρους, ὡς δή τι μέγα καὶ βασιλικὸν ἔργον δρῶν; τί σχεδιάζεις

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

316

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!