Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

προβληθῆναι, ὃς μὴ πλήκτης καὶ πάροινος εἴη καὶ πάσης καὶ παντοίας παιδείας ἐς τοσοῦτον ἄμοιρος, ὅσον οἱ ἀπὸ σκαπάνης ὁμοῦ καὶ δικέλλης ὀψὲ τῆς ὥρας ἀπαλλάττοντες ζάκοτόν τι καὶ θηριῶδες ἦθος οἴκαδε φέρουσιν· ἵν' ἐνταῦθα ῥᾷστον εἴη σφίσι διωκτῶν ἁπάντων αὐτὸν καταστῆσαι βαρύτατον κατὰ τῶν εὐσεβεῖν αἱρουμένων καὶ τῆς τοῦ Παλαμᾶ κοινωνίας ἀπέχεσθαι πᾶσαν σπουδὴν ποιουμένων. ἄλλων οὖν ἄλλους προβαλλομένων, μεταπέμψασθαι πείθουσιν οὗτοι τῶν τοῦ Παλαμᾶ φίλων ἐξ Ἄθωνος ἕνα, τοὔνομα Κάλλιστον· ᾧ πρὸς ἀπήνειαν ἐξ ἀνοίας ἅμα καὶ ἀπονοίας ἡρμόσθαι τὴν φύσιν πάντων μάλιστα ξυνεβεβήκει, καὶ εἶναι μηδὲν μηδαμῶς τῷ σκοπῷ καὶ τῇ σπουδῇ τῶν προσκεκληκότων ἀπᾴδοντα. (∆.) Πρίν γε μὴν τοῦτον ἰέναι, ἰδίᾳ ἐμὲ καὶ συχνὰ παραλαμβάνουσιν ἐπῄει βασιλεῖ τε καὶ βασιλίδι θωπείαις παντοίαις περιϊέναι· καὶ χρημάτων ἐπαγγελίαις καὶ χορηγίαις 2.872 ἀφθόνοις τῶν γε ἄλλων καὶ ἃ τῶν ἐν βίῳ καλῶν καὶ τιμίων ψυχαῖς ἂν εἴη φιλοδόξοις κατ' ἔφεσιν πειρᾶσθαί με πείθειν καὶ ἄγειν ἐς τό σφισι βουλόμενον· ὧν τὰ μὲν ἤδη ἐχορηγεῖτο, τὰ δ' ἔμελλεν. ᾤοντο γὰρ δι' ἑνὸς ἐμοῦ γε εὐθὺς, εἴ τινές ποτ' ἄρ' εἶεν, καὶ ὅπη διαιτῷντο, πάντας ἑτέρους, ὁπόσοι ἀνθίστανται πρὸς ὁπόσα τῷ Παλαμᾷ βλασφημεῖται καινὰ καὶ ἔκφυλα δόγματα, προσάξεσθαι. ἀλλ' ἦσαν ἄρα πάντως ἄνθρακες οἱ τῶν ἐλπίδων ἐκείνοις θησαυροί. τὸ γὰρ ἀνενδεὲς ἐμὲ τῶν ἀναγκαίων καὶ ἡ τἀληθοῦς ἐκλογὴ λήρους ἔπειθ' ἡγεῖσθαι τὰ λεγόμενα. (Ε.) Ὃ δ' ἁπάντων μάλιστα τὴν ἐλπίζουσαν γνώμην ἐστήρικτο καὶ ἀνακεκρᾶσθαί σφισι δι' αὐτό τινα ἡδονὴν ταῖς ἐλπίσιν ἐποίει, τὸ τῆς πατριαρχείας ἀξίωμα ἦν· ὃ δώσειν αὐτίκα μάλα μοι ἐπηγγέλλοντο, τῆς χρείας διωθουμένης σφοδρότερον καὶ τοῦ καιροῦ προκαλουμένου τὸν προστησόμενον ἀπαραίτητα. ἤκουόν γε μὴν ἐξ ἐμοῦ τἀναντιώτατα πάντα. πρῶτον μὲν γὰρ καθηπτόμην ὁμαλῶς πως αὐτῶν περὶ ὧν ἡμῖν ὑπισχνοῦντο, πῶς οὐκ ὀκνοῦσι τοῖς αὐτοῖς ἐγχειροῦντες, ἃ πολλάκις εἰποῦσι καὶ ἀποτυχοῦσιν ἀκριβῶς ἐγνωκέναι ξυμπέπτωκεν, ὡς πηλοῦ καὶ κόνεως οὐδὲν ἐμοὶ διαφέρειν δοκεῖ τὰ τοιαῦτα, καὶ ταῦτα νῦν, ὅτε πίστεως ἄρνησις ἀπαιτεῖται. ὡς γὰρ ἐν κακοῖς εὐτυχεῖν δυστύχημα μέγιστον, οὕτως ἐν κακοῖς ἀδοξεῖν τῶν εὐτυχημάτων τὸ κράτιστον. ἔπειτα ἔλεγον, ὡς βασιλεῦσιν οὖσι χρεὼν μὴ τὰ καθήκοντα νόμιμα ἑκοντὶ παραδιάγειν ὁμοῦ καὶ τῶν ἱερῶν τῆς τοῦ 2.873 θεοῦ ἐκκλησίας κιγκλίδων ἐλαύνειν ἤθει τοιούτῳ, ἥκιστά τινος φειδοῦς ἢ κολάσεως μεσιτευούσης καὶ ὑφαιρούσης τὴν τοῦ κράτους ἀσέλγειαν· ἀλλ' ἰατροῖς μᾶλλον γίγνεσθαι πάνυ προθύμως καὶ ἅμα κολασταῖς τῶν ἀθέσμων σάλων καὶ ἐκτροπῶν, εἴ γε βουλομένοις εὐσεβεῖν εἴη. τὸ μὲν γὰρ ἄξιον θρήνων μακρῶν καὶ ἐς τὸ μέλλον μνήμης ἐκ τῶν ὀψιγόνων πρὸς ἀπέχθειάν τε καὶ ὕβριν ἀνατρεχούσης ὁλοσχερῶς (ἐῶ γὰρ ὡς ἐγνωσμένης ἤδη μεμνῆσθαι τῆς ἀϊδίου φλογὸς ἐκείνης, ἣ τοῖς οὕτω βιοῦσιν ἠπείληται)· τὸ δ' ὑμνούσας γλώσσας ἀπαιτεῖ τῶν τε νῦν ὄντων τῶν τε γενησομένων ἀνθρώπων εὐσεβῶν καὶ ἅμα ψυχῆς ἀκήρατον εὐφροσύνην, ἣν μὴ τελευτῶσιν αἰῶσιν ἀκούομεν ἀπονενεμῆσθαι. ( ʹ.) Οὕτω τοίνυν ἡμῶν ἀπογνοὺς, ἐπεὶ τὸν ἤδη ῥηθέντα ἐξ Ἄθωνος ὄρους ἥκοντα ἤδη τεθέαται, εὐθὺς καὶ μὴ πάνυ τοι σφόδρα προθυμουμένων τῶν ἐπισκόπων τῆς τέως σωζομένης ἐπαρχίας, εἰς πατριάρχην προβάλλεται, δι' οὐδὲν ἕτερον ἐπισπεύσας τὴν αὐτοῦ προβολὴν, ἢ ὅτι πρὸς διωγμὸν ἄριστα ὁ ἀνὴρ ἐπεφύκει καὶ ὄργανον ἦν πρὸς τιμωρίας ἀπανθρώπους καὶ θηριώδεις δημοσίων ἁπάντων ἀπανθρωπότερον. πάσης γὰρ ὢν παιδείας ἀξύνετος μάλα τοι ἐχώρει πρὸς τὸ κολάζειν καὶ ὑβρίζειν ἀσέμνως καὶ πρός γε ἔτι χειρὶ καὶ βακτηρίᾳ πλήττειν, ἀσχέτῳ θυμῷ, καὶ λόγοις αἰσχροῖς καὶ σφόδρα ἀπᾴδουσι ᾧ περιέκειτο σχήματι, καὶ οὗτινος ἥδετο εἶναι τρόφιμος ὄρους, καὶ ἧστινος πνευματικῆς πολιτείας. οὐ μόνον δὲ, ἀλλὰ καὶ οὓς ἐκόλαζε καὶ οὓς ἐδίω 2.874 κεν εὐσεβεῖς, δέον ἐλεεῖν λιμῷ καὶ δίψῃ θνήσκοντας καὶ πάσῃ ταλαιπωρίᾳ, ὁ δὲ καὶ ἀτάφους ἐῤῥίφθαι ἐκέλευε. καὶ ἦν ἔγκλημα ἕτερον αὖθις τουτὶ πρὸς τιμωρίας ἔτι λοιπὸν τὰς ὁμοίας, οἷς Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 312

τῇ γῇ κρύπτειν ἔργον ἦν τοὺς τοιούτους, καμπτομένοις τῇ τῆς φύσεως ὁμοιότητι. ἐς τοσοῦτον κατὰ τῆς εὐσεβείας ηὐξήθη τότε τὰ χείρω. ἠλαύνοντο γὰρ ἀφειδῶς, οἱ τοῖς ὅροις ἐμμένειν φιλονεικοῦντες τῆς πατρίου νομοθεσίας, οἰκιῶν, πόλεων, ἱερῶν, ἀγώγιμοι δεσμωτηρίοις ἤγοντο εὐχερῶς· ἀπειλαὶ τοῖς ἄλλοις ἐκηρύττοντο μείζους τῶν ἔργων, ὅσοι δέει τοῦ μὴ τὰ ἀνήκεστα πάσχειν ἤθους χρώμασι πολυειδέσι δῆθεν κοινωνικοῦ τὴν εὐσέβειαν ἔκρυπτον. (Ζ.) Καὶ ἦν ταῦτα ἐφόδια τῆς τοῦ βασιλέως γνώμης, κρύπτεσθαι βουλομένης, ἀρεστά. δυοῖν γὰρ ὄντοιν, δι' ὧν οὓς ἂν βούλοιντο προσάγεσθαι ἐγχειροῦσι τῶν ἡγεμόνων οἱ πλείους, ὃ μὲν ἐπιεικείας εἶχε σημεῖον, ἑαυτῷ ἔνεμε· λέγω δὴ τὸ πείθειν· ὃ δ' ἀπηνείας, τῷ πατριάρχῃ καὶ τοῖς περὶ τὸν Παλαμᾶν ἐνεδίδου, καθάπερ ἀνέμοις ὁλκάδος ὀθόνην. λανθάνειν γὰρ τοὺς πλείστους πειρώμενος, οὔτ' αὐτὸς ὁλοσχερῶς ἔδρα ταυτὶ, οὔτε δημοσίοις γραφαῖς παρεῖχε τοὐνδόσιμον. ὅτι δὲ δρῶσιν αὐτοῖς οὐκ ἀνθίστατο, ἄντικρυς ἀνομοθέτητόν τινα νόμον ἐς τὸ δρᾷν ἀδεῶς ἐχαρίζετό σφισιν· ὥσπερ καὶ οἱ λαχάνων ἐν χρείᾳ γινόμενοι ῥύακα ἄνωθέν ποθεν ἐπαντλοῦσι ὕδατος ἐξ ἀφανοῦς. ἔλεγε γὰρ, ὡς ὅτε τὰ ἴσα φθέγγωνται ἥ τε τοῦ ἄρχοντος βούλησις καὶ ἡ τῶν ἐκ τύχης δρωμένων χρεία, μετὰ τοῦ εὖ ξυγκειμένου πρὸς τὴν τοῦ 2.875 ἄρχοντος βούλησιν, τότε συμφέρεσθαι καὶ τὸν ἄρχοντα χρὴ τοῖς οὑτωσὶ φερομένοις· ὅταν δ' ἕτερον μὲν τὰ πράγματα δρόμον βαδίζῃ, ἕτερον δ' ἡ τοῦ ἡγεμόνος βούλησις, τότε χρὴ τἀν μέσῳ κἀκεῖνον παρατρέχοντα τῇ τῆς αὐθεντικῆς βουλήσεως χρείᾳ μᾶλλον ἢ τῷ τῶν κειμένων κανόνων ἔθει συμφέρεσθαι. τὸ μὲν γὰρ ἡγεμονίας, τὸ δὲ δουλείας εἶναι σημεῖον· ἄτοπον οὖν δουλεύειν ἑκόντα, ᾧ τὰ τῆς ἡγεμονίας ἀνεῖται σκῆπτρα. διὰ δὴ ταῦτα, μικρὰ τῶν ἄλλων φροντίσας, ἐπέραινε ὅσα αὐτῷ τε καὶ Παλαμᾷ πρὸς βουλήσεως ἦν. μία γὰρ ἦν αὐτῷ καὶ τοῖς ἀμφὶ τὸν Παλαμᾶν ἡ βούλησις. (Η.) ∆εδιὼς δ' ὅμως καὶ τὰς τῶν πλείστων λοιδορίας, αἳ κἀν ταῖς ἀγοραῖς ἀνέδην ἐκαλινδοῦντο, τὸ τυραννικὸν καὶ βίαιον ἐγκαλοῦσαι τῆς πίστεως, βέλτιον ἐνόμισεν εἶναί οἱ, καὶ σύνοδον συγκροτῆσαι διὰ τῶν ἐπὶ Θρᾴκης ἐπισκόπων προϊόντος τοῦ χρόνου, καὶ δεῖξαι ἐς προὖπτον τὰ καινοφανῆ τοῦ Παλαμᾶ μὴ αἰσχρῶς ἔχειν δόγματα· ὡς ἂν εἰς πολλοὺς χεομένης καὶ διασκιδναμένης τῆς τῶν τοιούτων ἐγκλημάτων λοιδορίας, ἢ ἀπιστῆται παντάπασι ἡ καινοτομία τῆς πίστεως, ἢ τό γε δεύτερον ἧττον λυπῇ, μὴ πρὸς ἕνα αὐτὸν ἀεὶ κινουμένων τῶν ὅλων γλωσσῶν, ἀλλ' ἐς πλείστους ἤδη μεριζομένων. ἀλλὰ τοῦτό γε ἠνία τὸν Παλαμᾶν, ἥκιστα παῤῥησιάζεσθαι τοὺς τῆς αὐτοῦ κακίας ἐλέγχους βουλόμενον, ἀλλ' ἐπιβουλαῖς ἀεὶ καὶ διαβολαῖς ἀφθόγγοις τὰ τῶν διωγμῶν ἐκείνων εἴδη δι' ἄλλων, καὶ μάλιστα τῶν ἐν ἐξουσίαις, κρύφα ἐπιτελεῖν. διὸ καὶ προφασισάμενος ἄλλα 2.876 ἐπ' ἄλλοις ᾤχετο φεύγων, νῦν μὲν εἰς Λῆμνον, νῦν δ' ἐκεῖθεν εἰς Θεσσαλονίκην· περὶ ὧν πλατύτερον εἰρήσεται προϊοῦσιν. τέως δ' ἐκεῖνο ἐπαναλήψομαι. (Θ.) Πρὶν γὰρ ὅλους μετὰ τὴν χειροτονίαν τρεῖς παριέναι μῆνας, τῶν ἐπισκόπων συνέβη ῥαγῆναι τοὺς πλείστους τῆς πατριαρχικῆς κοινωνίας, ὅσοι διομνύμενοι εἰσήγγελον εἶναι σαφῆ Μασσαλιανὸν αὐτὸν καὶ τῶν ἐν Ἄθωνι ὄρει πρὸ ἐτῶν οὐ μάλα συχνῶν φανερῶς ἁλόντων ἕνα· περὶ ὧν ἀνωτέρω που τῆς ἱστορίας καὶ ἡμεῖς εἰρηκότες ἐσμέν. ἐπεὶ δὲ καὶ αὐτὸς ἀνθιστάμενος εἰσῆγεν, ἐξ ἀντιπάλου ῥέων, διωμοσίαν καὶ ἀντεγκλήματα κατὰ τούτων ἑκάστου, τὸν μὲν τυμβωρυχίας διώκων, τὸν δὲ πορνείας, τὸν δὲ Βογομίλων αἱρέσεως, τὸν δὲ τοῦ τὴν ἱερωσύνην ὤνιον διδόναι καὶ ἀπεμπολεῖν εἰς ἄνδρας μάλα τοι σφόδρα αἰσχίστους, καὶ ἄλλους ἄλλων, καὶ γέγονε σχίσμα μέχρι καὶ ἐς πολύν τινα χρόνον, μέσος ὁ βασιλεὺς καταστὰς ἔπεισεν ἀλλήλοις ἀφεῖναι τἀγκλήματα, λάθρα καθυφέντας ἃς κατ' ἀλλήλων γραφὰς καὶ λοιδορίας ἐξήνεγκαν φανερῶς, ἵνα μὴ προσθήκη καὶ τοῦτο γένηται τοῖς κατ' αὐτῶν ἐπενηνεγμένοις περὶ πίστεως παρ' ἡμῶν ἐγκλήμασιν. οὕτω τοίνυν ἐν κακοῖς κακῶς καὶ αἰσχρῶς ἀλλήλοις σπεισάμενοι ξυνῄεσαν ἀλλήλοις λοιπὸν, ἡμέραν ἐξ ἡμέρας ἐπιβουλὰς καθ' ἡμῶν ἄλλας ἐπ' ἄλλας Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 313

προβληθῆναι, ὃς μὴ πλήκτης καὶ πάροινος εἴη καὶ πάσης καὶ παντοίας παιδείας ἐς

τοσοῦτον ἄμοιρος, ὅσον οἱ ἀπὸ σκαπάνης ὁμοῦ καὶ δικέλλης ὀψὲ τῆς ὥρας

ἀπαλλάττοντες ζάκοτόν τι καὶ θηριῶδες ἦθος οἴκαδε φέρουσιν· ἵν' ἐνταῦθα ῥᾷστον

εἴη σφίσι διωκτῶν ἁπάντων αὐτὸν καταστῆσαι βαρύτατον κατὰ τῶν εὐσεβεῖν

αἱρουμένων καὶ τῆς τοῦ Παλαμᾶ κοινωνίας ἀπέχεσθαι πᾶσαν σπουδὴν ποιουμένων.

ἄλλων οὖν ἄλλους προβαλλομένων, μεταπέμψασθαι πείθουσιν οὗτοι τῶν τοῦ

Παλαμᾶ φίλων ἐξ Ἄθωνος ἕνα, τοὔνομα Κάλλιστον· ᾧ πρὸς ἀπήνειαν ἐξ ἀνοίας ἅμα

καὶ ἀπονοίας ἡρμόσθαι τὴν φύσιν πάντων μάλιστα ξυνεβεβήκει, καὶ εἶναι μηδὲν

μηδαμῶς τῷ σκοπῷ καὶ τῇ σπουδῇ τῶν προσκεκληκότων ἀπᾴδοντα. (∆.) Πρίν γε μὴν

τοῦτον ἰέναι, ἰδίᾳ ἐμὲ καὶ συχνὰ παραλαμβάνουσιν ἐπῄει βασιλεῖ τε καὶ βασιλίδι

θωπείαις παντοίαις περιϊέναι· καὶ χρημάτων ἐπαγγελίαις καὶ χορηγίαις 2.872

ἀφθόνοις τῶν γε ἄλλων καὶ ἃ τῶν ἐν βίῳ καλῶν καὶ τιμίων ψυχαῖς ἂν εἴη

φιλοδόξοις κατ' ἔφεσιν πειρᾶσθαί με πείθειν καὶ ἄγειν ἐς τό σφισι βουλόμενον· ὧν

τὰ μὲν ἤδη ἐχορηγεῖτο, τὰ δ' ἔμελλεν. ᾤοντο γὰρ δι' ἑνὸς ἐμοῦ γε εὐθὺς, εἴ τινές ποτ'

ἄρ' εἶεν, καὶ ὅπη διαιτῷντο, πάντας ἑτέρους, ὁπόσοι ἀνθίστανται πρὸς ὁπόσα τῷ

Παλαμᾷ βλασφημεῖται καινὰ καὶ ἔκφυλα δόγματα, προσάξεσθαι. ἀλλ' ἦσαν ἄρα

πάντως ἄνθρακες οἱ τῶν ἐλπίδων ἐκείνοις θησαυροί. τὸ γὰρ ἀνενδεὲς ἐμὲ τῶν

ἀναγκαίων καὶ ἡ τἀληθοῦς ἐκλογὴ λήρους ἔπειθ' ἡγεῖσθαι τὰ λεγόμενα. (Ε.) Ὃ δ'

ἁπάντων μάλιστα τὴν ἐλπίζουσαν γνώμην ἐστήρικτο καὶ ἀνακεκρᾶσθαί σφισι δι'

αὐτό τινα ἡδονὴν ταῖς ἐλπίσιν ἐποίει, τὸ τῆς πατριαρχείας ἀξίωμα ἦν· ὃ δώσειν

αὐτίκα μάλα μοι ἐπηγγέλλοντο, τῆς χρείας διωθουμένης σφοδρότερον καὶ τοῦ

καιροῦ προκαλουμένου τὸν προστησόμενον ἀπαραίτητα. ἤκουόν γε μὴν ἐξ ἐμοῦ

τἀναντιώτατα πάντα. πρῶτον μὲν γὰρ καθηπτόμην ὁμαλῶς πως αὐτῶν περὶ ὧν ἡμῖν

ὑπισχνοῦντο, πῶς οὐκ ὀκνοῦσι τοῖς αὐτοῖς ἐγχειροῦντες, ἃ πολλάκις εἰποῦσι καὶ

ἀποτυχοῦσιν ἀκριβῶς ἐγνωκέναι ξυμπέπτωκεν, ὡς πηλοῦ καὶ κόνεως οὐδὲν ἐμοὶ

διαφέρειν δοκεῖ τὰ τοιαῦτα, καὶ ταῦτα νῦν, ὅτε πίστεως ἄρνησις ἀπαιτεῖται. ὡς γὰρ

ἐν κακοῖς εὐτυχεῖν δυστύχημα μέγιστον, οὕτως ἐν κακοῖς ἀδοξεῖν τῶν εὐτυχημάτων

τὸ κράτιστον. ἔπειτα ἔλεγον, ὡς βασιλεῦσιν οὖσι χρεὼν μὴ τὰ καθήκοντα νόμιμα

ἑκοντὶ παραδιάγειν ὁμοῦ καὶ τῶν ἱερῶν τῆς τοῦ 2.873 θεοῦ ἐκκλησίας κιγκλίδων

ἐλαύνειν ἤθει τοιούτῳ, ἥκιστά τινος φειδοῦς ἢ κολάσεως μεσιτευούσης καὶ

ὑφαιρούσης τὴν τοῦ κράτους ἀσέλγειαν· ἀλλ' ἰατροῖς μᾶλλον γίγνεσθαι πάνυ

προθύμως καὶ ἅμα κολασταῖς τῶν ἀθέσμων σάλων καὶ ἐκτροπῶν, εἴ γε βουλομένοις

εὐσεβεῖν εἴη. τὸ μὲν γὰρ ἄξιον θρήνων μακρῶν καὶ ἐς τὸ μέλλον μνήμης ἐκ τῶν

ὀψιγόνων πρὸς ἀπέχθειάν τε καὶ ὕβριν ἀνατρεχούσης ὁλοσχερῶς (ἐῶ γὰρ ὡς

ἐγνωσμένης ἤδη μεμνῆσθαι τῆς ἀϊδίου φλογὸς ἐκείνης, ἣ τοῖς οὕτω βιοῦσιν

ἠπείληται)· τὸ δ' ὑμνούσας γλώσσας ἀπαιτεῖ τῶν τε νῦν ὄντων τῶν τε γενησομένων

ἀνθρώπων εὐσεβῶν καὶ ἅμα ψυχῆς ἀκήρατον εὐφροσύνην, ἣν μὴ τελευτῶσιν

αἰῶσιν ἀκούομεν ἀπονενεμῆσθαι. ( ʹ.) Οὕτω τοίνυν ἡμῶν ἀπογνοὺς, ἐπεὶ τὸν ἤδη

ῥηθέντα ἐξ Ἄθωνος ὄρους ἥκοντα ἤδη τεθέαται, εὐθὺς καὶ μὴ πάνυ τοι σφόδρα

προθυμουμένων τῶν ἐπισκόπων τῆς τέως σωζομένης ἐπαρχίας, εἰς πατριάρχην

προβάλλεται, δι' οὐδὲν ἕτερον ἐπισπεύσας τὴν αὐτοῦ προβολὴν, ἢ ὅτι πρὸς διωγμὸν

ἄριστα ὁ ἀνὴρ ἐπεφύκει καὶ ὄργανον ἦν πρὸς τιμωρίας ἀπανθρώπους καὶ θηριώδεις

δημοσίων ἁπάντων ἀπανθρωπότερον. πάσης γὰρ ὢν παιδείας ἀξύνετος μάλα τοι

ἐχώρει πρὸς τὸ κολάζειν καὶ ὑβρίζειν ἀσέμνως καὶ πρός γε ἔτι χειρὶ καὶ βακτηρίᾳ

πλήττειν, ἀσχέτῳ θυμῷ, καὶ λόγοις αἰσχροῖς καὶ σφόδρα ἀπᾴδουσι ᾧ περιέκειτο

σχήματι, καὶ οὗτινος ἥδετο εἶναι τρόφιμος ὄρους, καὶ ἧστινος πνευματικῆς

πολιτείας. οὐ μόνον δὲ, ἀλλὰ καὶ οὓς ἐκόλαζε καὶ οὓς ἐδίω 2.874 κεν εὐσεβεῖς, δέον

ἐλεεῖν λιμῷ καὶ δίψῃ θνήσκοντας καὶ πάσῃ ταλαιπωρίᾳ, ὁ δὲ καὶ ἀτάφους ἐῤῥίφθαι

ἐκέλευε. καὶ ἦν ἔγκλημα ἕτερον αὖθις τουτὶ πρὸς τιμωρίας ἔτι λοιπὸν τὰς ὁμοίας, οἷς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

312

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!