Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

καὶ μονήρεις καὶ λέμβοι πλήθους ἕνεκα διαδρᾶσαι τὴν ἅλωσιν ὑπερόριοι τῶν κινδύνων ἐγένοντο. ( ʹ.) Τούτων δ' ἐς τοῦτο τύχης κατενεχθεισῶν, ἐφαίνοντο ἐπιπλέουσαι ἤδη καὶ ὅσαι παρὰ τὰς ἐκβολὰς, ὡς εἰρήκειμεν, ἵσταντο πάλαι τοῦ ποταμοῦ τριήρεις μέγισται μὲν τρεῖς, 2.864 μείους δὲ παμπληθεῖς. ἐπεὶ δὲ κατὰ μέσην γενόμεναι τὴν πορείαν ἐρήμους ἀνδρῶν ἑλκομένας εἶδον ὑπὸ τῶν πολεμίων τὰς ὁμοφύλους νῆας, ἔστησαν ὥσπερ τινὶ νάρκῃ πεδηθεῖσαι καὶ μὴ δυνάμεναι μήτε πρόσω μήτ' ὀπίσω ποιεῖσθαι τὸν πλοῦν, ἕως τοῖς ὁμοίοις ταῖς ἄλλαις περιέπιπτον καὶ αὗται κακοῖς. ἦν γὰρ ἰδεῖν εὐθὺς καὶ τούτων ἅπαν τὸ πλήρωμα, τριηράρχους ὁμοῦ καὶ ναύτας, κατὰ κεφαλῆς ἐς θάλατταν πίπτοντας τὸν ὅμοιον τοῖς προπεπονθόσι τρόπον, πρὶν ἢ γεγυμνωμένον θεάσασθαι ξίφος καὶ πρὶν πολεμίας αἰσθέσθαι τινὸς ἀπειλούσης βοῆς. (Ζ.) ∆ιενείματο δ' ὁμοίως τὸ τῆς δειλίας ἐκείνης δεινὸν καὶ ὅσοι παρὰ τὸν αἰγιαλὸν καὶ τοὺς πύργους ἦσαν ἑστῶτες. μεστὰ γὰρ ἦν ἅπαντα ὄχλων παντοδαπῶν, οὐ μόνον τά τ' ἔνδον πυλῶν καὶ ὅσα τῶν ἐκτὸς, ἀλλὰ καὶ τὸ κατὰ τὰς ἐπάλξεις πλῆθος ἀνδρῶν ἀριθμὸν πάντα νικῶν ἦν· ὧν οὔτε σαλπιγκτὴς ἦν τις, οὔτε τι κύμβαλον, οὔτ' οὐδὲν ὁπόσα εἴωθεν ἐν πολέμοις εὐθαρσοῦς παραστήματος γίνεσθαι παρακλητικὰ, λήθης μακρᾶς τινος τῶν ἐν τούτοις χρησίμων, οὐκ οἶδ' ὁπόθεν καὶ ὅπως, ἐπιπλανηθείσης τέως καὶ διανεμηθείσης τὰς Ῥωμαίων ψυχάς. ἀλλὰ πλὴν τοῦ ἀναπνεῖν ἄντικρυς εἶναι πάντες ἐδόκουν νεκροί· συνωθούμενοί γε μὴν ὑπ' ἀλλήλων ἐν τῇ πρὸς τὰ ἔνδον φυγῇ συνέπιπτόν τε καὶ συνεπάτουν ἀλλήλους, καὶ ταῦτα καὶ αὐτῶν τῶν πολεμίων ἑστηκότων, καὶ θεωμένων ἀτενῶς, καὶ σφόδρα πρὸς τὸ τοῦ δράματος ἐκπεπληγμένων παράδοξον· ὥστε καὶ δέον σκιρτᾷν ἐκείνους ὑπὸ τῆς μεγάλης εὐτυχίας ἐκείνης, τῶν δὲ καὶ ἠλέουν ἔνιοι τοὺς πάσχοντας, καὶ στῆναι παρεκελεύοντο, καὶ σφᾶς αὐτοὺς 2.865 οἰκτείρειν τῆς δαιμονιώδους ἐβόων ταυτησὶ συμφορᾶς, καὶ μὴ μάτην οὕτω προδιδόναι θανάτῳ, διώκοντος μηδενός. οὕτως ἀνυπέρβλητον τὸ τῆς συμφορᾶς ἐκείνης πάθος, καὶ μηδὲν καταλελοιπὸς τῶν ἐφ' ὁμοίοις πάλαι παραδειγμάτων, ἁμιλλᾶσθαι ῥᾳδίως τούτῳ παρατιθέμενον. ζʹ. Ἀλλὰ γὰρ εἰς τοῦτο τύχης τὸν στόλον συνελαθέντα βλέποντες οἱ πόῤῥωθεν πολιορκεῖν ἀφ' ὑψηλοῦ τὸ τῶν Λατίνων φρούριον ἐκπεμφθέντες στρατιῶται Βυζαντίων τε καὶ ὅσοι κατὰ συμμαχίαν ἐκλήθησαν Θρᾷκες ἅμα καὶ Πέρσαι, χιλιάδες οὐ μείους τῶν τριῶν, τοῖς ὁμοίοις καὶ οὗτοι δεινοῖς περιέπιπτον, καὶ θυρεοὺς ἐκείνους καὶ ὅπλα καὶ μηχανήματα καταλιμπάνοντες ἔφευγον σποράδες τε καὶ ἀσύντακτοι, μηδενὸς ὄντος τοῦ πολέμιόν τι καὶ ἄγριον γρύζοντος· καὶ οὐ πρότερον ἔστησαν, πρὶν σπουδῇ τὸν ποταμὸν διαβάντες ἐλευθέριόν τι ἀνεπεπνεύκεσαν ἤδη. (Β.) Τῆς μέντοι θεομηνίας ταυτησὶ τὰς αἰτίας ἄλλοι ἄλλας ἐτίθεντό τε καὶ ἐψηφίζοντο. ἐγὼ δ' ἑτέροις ταύτας ἀπαριθμεῖν ἀφεὶς τὸν λόγον ἐφ' ἕτερα τρέψομαι· τοῦτο μόνον προσθεὶς, ὡς εἰ θρασύτερον ἴσως οἱ Λατῖνοι τότε διετίθεντο, καὶ τῷ παρὰ προσδοκίαν πᾶσαν μεγίστῳ ἐπαρθέντες εὐτυχήματι τουτωὶ Βυζαντίους φεύγοντας καὶ ὑπ' ἀλλήλων ἀκλεῶς καταπατουμένους ἄχρι πυλῶν ἐδίωκον, ὀλίγου ἂν ἐδέησε πλῆθος ἐκεῖ διαφθαρῆναι παντοίων καὶ παντοδαπῶν ἀνθρώπων. ἀλλ' ἐπέσχε κύριος τὸν θυμὸν αὐτοῦ, καὶ μέτρια σφᾶς εὐθὺς ἐπεπείκει φρονεῖν, καὶ μὴ τὰς ἀλλοτρίας τύχας ἴδια νομίζειν ἑαυτῶν εὐτυχή 2.866 ματα, μηδὲν ἐς τὸ παράλογον τοῦτο τρόπαιον ὅλως ἔνοπλον εἰσενεγκόντων ἔργον ἢ συνετὸν μηχάνημα, ἀλλ' ἄθυρμα σαθρὸν θεοῦ τὴν ἀνθρωπίνην δεικνύντος σπουδὴν καὶ γέλωτα σαφῆ τὴν τῶν μεγαλοφρονεῖν ἐφ' ἑαυτοῖς οὐκ ὀκνούντων ὀφρύν. διὸ καὶ πέμψαντες εὐθὺς ἐς βασιλέα τὴν προτέραν αὖθις ὁμοίως ἐζήτουν εἰρήνην, εἰ καὶ μὴ ἐφ' ὁμοίαις ταῖς συμφωνίαις. (Γ.) Ἀλλ' οὔπω τέτταρες ὅλαι παρῆλθον ἐκεῖθεν ἡμέραι, καὶ κατέπλευσεν ἐς τὸ τοῦ Γαλάτου φρούριον ἐκ Γεννούας ταχυναυτοῦσα μία τριήρης, πρέσβεις ἄγουσα τοὺς πάντα τελέσοντας ἀσμένως, ἃ πρὸς βουλήσεως εἴη Βυζαντίοις. καταλῦσαι μὲν, ὅσον Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 310

δηλαδὴ τοὺς οἰκείους παρεκβαλόντες ὅρους οἱ Λατῖνοι παρακατέσχον τοῦ τῶν Ῥωμαίων τόπου· ἀποδοῦναι δὲ καὶ ἣν ἐπήγαγον Βυζαντίοις ζημίαν ἐς τὸ ἀνενδεές· καὶ ἅμα προσθέντας χρήματα τυχεῖν τῆς προτέρας εἰρήνης ὑπὲρ τὰς ˉρ χιλιάδας· καὶ ὅρκους ἔπειτα δοῦναι φρικωδεστάτους ὑπὲρ τοῦ μηκέτι πρὸς τοὺς ὁμοίους ἀπενεχθῆναι νεωτερισμούς· ἀλλὰ μεμνημένους τῶν παρ' ἐλπίδα συμπεπτωκότων σφίσι μετριωτέρους εἶναι τοῦ λοιποῦ. ἐπεὶ δ' ἐλθοῦσι κἀκείνοις τὸ μέγα τοῦτο καὶ παρὰ πᾶσαν ἔγνωσται προσδοκίαν τῶν ὁμοφύλων εὐτύχημα, μέσοις τε γεγονέναι δυοῖν ξυνεπεπτώκει καὶ τὴν αἰσχρὰν ἐκείνην εἰρήνην παρασκευάσαι ποιήσασθαι, ὁποίαν καὶ Πελοποννησίους ἐπὶ Ἀνταλκίδου πάλαι πρὸς Πέρσας συνθέσθαι ἀκούομεν, δέει τῆς ναυτικῆς τῶν Ἀθηναίων δυνάμεως ἐν τοῖς τότε χρόνοις περιφανῶς θαλαττοκρατούντων. (∆.) Τούτων δ' οὕτω ξυνηνεγμένων, οὐκ ἔκρινε δεῖν ὁ βασιλεὺς, 2.867 ἀναπεπτωκὼς διὰ τύχης ἀγνωμοσύνην, ἀπογνώσει δοῦναι τῶν λογισμῶν τὰς ἡνίας καὶ τὸ τῆς γνώμης κράτος, ἅτ' εἰς ἀποριῶν ἐσχατιὰς τῶν πραγμάτων ἐληλαμένων. ὅ,τε γὰρ ναυτικὸς στόλος, χρήματα πάντα μικροῦ συνελὼν, ὑπ' ἐχθροῖς ἐγεγόνει· ἥ τ' ἐλπὶς τῶν ἐτησίων προσόδων, εἰ μὴ τὸ πᾶν, ἀλλ' οὖν τὸ πλεῖστον ἐκκέκοπται μέρος. 2.869 αʹ. Ἄλλου μὲν ἴσως ἄν τινος ἦν, τοσούτῳ πελάγει συμφορᾶς ἀδοκήτου συνειλημμένου, τὴν ταχίστην ἀπειρηκέναι· βασιλεύοντι δ' ἀπαγορεύειν ἐν τοῖς τοιούτοις οὐ μάλα ἐνῆν. ἀλλ' ὥσπερ ἐν ταῖς παρατάξεσι τῶν πολέμων ὁ στρατηγὸς τὰ πεπονηκότα καὶ τρεπόμενα μέρη τῆς φάλαγγος τοῖς ἀνακλητικοῖς τῶν σαλπίγγων οὐκ ἐᾷ διαῤῥήγνυσθαί τε καὶ τελέως ἑκόντας τοῖς πολεμίοις παρασχομένους τὰ κράτη τῆς νίκης ἀπαγορεύειν, οὕτω καὶ οὗτος οὐκ εἰς ἀπογνώσεις ἔβλεψε καὶ ῥᾳστώνην αἰσχύνης μεστήν· ἀλλὰ νῦν μὲν ἕτερα ἐφ' ἑτέροις ἐπινοῶν διετέλει τῶν ἐπιχειρημάτων· νῦν 2.870 δὲ τάς τε νενεουλκημένας ἐκ παλαιοῦ τῶν νεῶν καθελκύσας ἐπεσκεύαζέ τε καὶ μετεσκεύαζε πρὸς τὴν ἐνεστῶσαν χρείαν· ἄλλας τε καινὰς κατεσκεύαζε πλείους καὶ μείζους τῶν πρὶν, ξύλων ναυπηγησίμων συχνῶς ἐξ ὄρους κομιζομένων ὅλῃ σπουδῇ. ἐπεὶ δὲ καὶ χρημάτων ἐν τούτοις ἔδει, οἵ τε συνήθεις φόροι πρὸς αὔξην ἀνήγοντο καὶ ἅμα καινοί τινες ἐφ' ἑτέροις ἕτεροι ἐπενοοῦντο, τῆς ἀνάγκης τὴν εὐπορίαν τῶν εἰς ταῦτα ἐνθυμημάτων ῥᾷστα ἐφευρισκούσης. (Β.) Ἐν τούτοις δ' ὄντων τῶν πραγμάτων νόσῳ βαρείᾳ καὶ ὁ πατριάρχης Ἰσίδωρος ἁλίσκεται. ἡ δὲ ἦν γαστρὸς κένωσις διηνεκὴς ἅμα καὶ πολυήμερος, πάσης χειρὸς καὶ τέχνης ἰατρικῆς ἀπρακτούσης ἐνταῦθα. καίτοι τήν γε ἀρχὴν οὐ μάλα θρασυτέραν αὕτη τὴν ἔφοδον ἔδειξεν· ἀλλ' ἠρέμα καὶ κατὰ μικρὸν καὶ βάδην εἰπεῖν ἐπιχωριάζειν ἐδόκει, ὥσπερ παίζουσα τὰς τῶν πολλῶν ἐλπίδας. ἦν γὰρ ἀπὸ λύπης ἐσχηκυῖα τὰς ἀφορμὰς (ὁ πολὺς τέως ἐκράτει λόγος), ἥτις ἐκ σιωπωμένης αἰσχύνης εἶχε τὴν πρόφασιν. ἦν γὰρ τοῖς οἰκείοις ὀνείροις προσέχων ὁ ἄνθρωπος· καὶ τοῦτ' ἔργον ἔχων ἁπάντων προϊστάμενον καὶ λόγων καὶ πραγμάτων ἐνθουσιασμὸν ὠνόμαζε· καὶ τούτοις διηνεκῶς ἐγκαλλωπιζόμενος ἐψεύδετο μὲν προφανῶς, οὐκ ᾐσχύνετο δέ· ἀλλ' ἦν ὡσαύτως τῷ τε βασιλεῖ καὶ τοῖς ἄλλοις οἱονεὶ προφητείας τινὰς καὶ θεοπτείας ἄνωθεν ἀπαγγέλλων· μεθ' ὧν ἦν καὶ ἡ τοῦ πέραν Γαλατικοῦ φρουρίου καταστροφὴ, ἣν προδεδεῖχθαι διετείνετο τουτωὶ πρὸς θεοῦ βεβαίως καὶ ἀσφαλῶς· ὡς θαῤῥήσαντα καὶ τὸν βασιλέα ἐπὶ τὴν μάχην ταχῦναι, πρὶν τελέως τὴν τοῦ 2.871 στόλου παρασκευὴν ἐξαρτύσαι. ἐπεὶ οὖν αἴτιος τῷ γε μείζονι μέρει τῆς μεγίστης ἀπωλείας ἐκείνης ἔδοξεν οὗτος γενέσθαι τέως Ῥωμαίοις καὶ ὠνειδίζετο πρὸς ἁπάντων, οὐκ εἶχεν ἑστῶσιν ὀφθαλμοῖς ὁρᾷν οὔτε μὴν αὐτὸν βασιλέα, οὔτε τῶν ἄλλων ὅσοι ξυνέσεως ἦσαν μέτοχοι· ἀλλὰ κατεδύετο πρὸς πυθμένας ἰδίας αἰσχύνης. καὶ οὕτω λοιπὸν νοσήσας ἐπὶ μακρὸν, καὶ οὕτω δαπανηθείσης τῆς ἔνδον οὐσίας αὐτοῦ, τῆς παρούσης μετέστη ζωῆς. (Γ.) Ἔπειτα ψῆφον προτιθεμένων ἄλλων, ὃς ἂν μετ' ἐκεῖνον τοῦ θρόνου διάδοχος γένηται, πολλή τις ἦν σπουδὴ καὶ διάπυρος τοῖς τοῦ Παλαμᾶ θιασώταις, μηδένα ποτὲ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 311

καὶ μονήρεις καὶ λέμβοι πλήθους ἕνεκα διαδρᾶσαι τὴν ἅλωσιν ὑπερόριοι τῶν

κινδύνων ἐγένοντο. ( ʹ.) Τούτων δ' ἐς τοῦτο τύχης κατενεχθεισῶν, ἐφαίνοντο

ἐπιπλέουσαι ἤδη καὶ ὅσαι παρὰ τὰς ἐκβολὰς, ὡς εἰρήκειμεν, ἵσταντο πάλαι τοῦ

ποταμοῦ τριήρεις μέγισται μὲν τρεῖς, 2.864 μείους δὲ παμπληθεῖς. ἐπεὶ δὲ κατὰ μέσην

γενόμεναι τὴν πορείαν ἐρήμους ἀνδρῶν ἑλκομένας εἶδον ὑπὸ τῶν πολεμίων τὰς

ὁμοφύλους νῆας, ἔστησαν ὥσπερ τινὶ νάρκῃ πεδηθεῖσαι καὶ μὴ δυνάμεναι μήτε

πρόσω μήτ' ὀπίσω ποιεῖσθαι τὸν πλοῦν, ἕως τοῖς ὁμοίοις ταῖς ἄλλαις περιέπιπτον καὶ

αὗται κακοῖς. ἦν γὰρ ἰδεῖν εὐθὺς καὶ τούτων ἅπαν τὸ πλήρωμα, τριηράρχους ὁμοῦ

καὶ ναύτας, κατὰ κεφαλῆς ἐς θάλατταν πίπτοντας τὸν ὅμοιον τοῖς προπεπονθόσι

τρόπον, πρὶν ἢ γεγυμνωμένον θεάσασθαι ξίφος καὶ πρὶν πολεμίας αἰσθέσθαι τινὸς

ἀπειλούσης βοῆς. (Ζ.) ∆ιενείματο δ' ὁμοίως τὸ τῆς δειλίας ἐκείνης δεινὸν καὶ ὅσοι

παρὰ τὸν αἰγιαλὸν καὶ τοὺς πύργους ἦσαν ἑστῶτες. μεστὰ γὰρ ἦν ἅπαντα ὄχλων

παντοδαπῶν, οὐ μόνον τά τ' ἔνδον πυλῶν καὶ ὅσα τῶν ἐκτὸς, ἀλλὰ καὶ τὸ κατὰ τὰς

ἐπάλξεις πλῆθος ἀνδρῶν ἀριθμὸν πάντα νικῶν ἦν· ὧν οὔτε σαλπιγκτὴς ἦν τις, οὔτε

τι κύμβαλον, οὔτ' οὐδὲν ὁπόσα εἴωθεν ἐν πολέμοις εὐθαρσοῦς παραστήματος

γίνεσθαι παρακλητικὰ, λήθης μακρᾶς τινος τῶν ἐν τούτοις χρησίμων, οὐκ οἶδ'

ὁπόθεν καὶ ὅπως, ἐπιπλανηθείσης τέως καὶ διανεμηθείσης τὰς Ῥωμαίων ψυχάς.

ἀλλὰ πλὴν τοῦ ἀναπνεῖν ἄντικρυς εἶναι πάντες ἐδόκουν νεκροί· συνωθούμενοί γε

μὴν ὑπ' ἀλλήλων ἐν τῇ πρὸς τὰ ἔνδον φυγῇ συνέπιπτόν τε καὶ συνεπάτουν

ἀλλήλους, καὶ ταῦτα καὶ αὐτῶν τῶν πολεμίων ἑστηκότων, καὶ θεωμένων ἀτενῶς,

καὶ σφόδρα πρὸς τὸ τοῦ δράματος ἐκπεπληγμένων παράδοξον· ὥστε καὶ δέον

σκιρτᾷν ἐκείνους ὑπὸ τῆς μεγάλης εὐτυχίας ἐκείνης, τῶν δὲ καὶ ἠλέουν ἔνιοι τοὺς

πάσχοντας, καὶ στῆναι παρεκελεύοντο, καὶ σφᾶς αὐτοὺς 2.865 οἰκτείρειν τῆς

δαιμονιώδους ἐβόων ταυτησὶ συμφορᾶς, καὶ μὴ μάτην οὕτω προδιδόναι θανάτῳ,

διώκοντος μηδενός. οὕτως ἀνυπέρβλητον τὸ τῆς συμφορᾶς ἐκείνης πάθος, καὶ

μηδὲν καταλελοιπὸς τῶν ἐφ' ὁμοίοις πάλαι παραδειγμάτων, ἁμιλλᾶσθαι ῥᾳδίως

τούτῳ παρατιθέμενον. ζʹ. Ἀλλὰ γὰρ εἰς τοῦτο τύχης τὸν στόλον συνελαθέντα

βλέποντες οἱ πόῤῥωθεν πολιορκεῖν ἀφ' ὑψηλοῦ τὸ τῶν Λατίνων φρούριον

ἐκπεμφθέντες στρατιῶται Βυζαντίων τε καὶ ὅσοι κατὰ συμμαχίαν ἐκλήθησαν Θρᾷκες

ἅμα καὶ Πέρσαι, χιλιάδες οὐ μείους τῶν τριῶν, τοῖς ὁμοίοις καὶ οὗτοι δεινοῖς

περιέπιπτον, καὶ θυρεοὺς ἐκείνους καὶ ὅπλα καὶ μηχανήματα καταλιμπάνοντες

ἔφευγον σποράδες τε καὶ ἀσύντακτοι, μηδενὸς ὄντος τοῦ πολέμιόν τι καὶ ἄγριον

γρύζοντος· καὶ οὐ πρότερον ἔστησαν, πρὶν σπουδῇ τὸν ποταμὸν διαβάντες

ἐλευθέριόν τι ἀνεπεπνεύκεσαν ἤδη. (Β.) Τῆς μέντοι θεομηνίας ταυτησὶ τὰς αἰτίας

ἄλλοι ἄλλας ἐτίθεντό τε καὶ ἐψηφίζοντο. ἐγὼ δ' ἑτέροις ταύτας ἀπαριθμεῖν ἀφεὶς

τὸν λόγον ἐφ' ἕτερα τρέψομαι· τοῦτο μόνον προσθεὶς, ὡς εἰ θρασύτερον ἴσως οἱ

Λατῖνοι τότε διετίθεντο, καὶ τῷ παρὰ προσδοκίαν πᾶσαν μεγίστῳ ἐπαρθέντες

εὐτυχήματι τουτωὶ Βυζαντίους φεύγοντας καὶ ὑπ' ἀλλήλων ἀκλεῶς

καταπατουμένους ἄχρι πυλῶν ἐδίωκον, ὀλίγου ἂν ἐδέησε πλῆθος ἐκεῖ διαφθαρῆναι

παντοίων καὶ παντοδαπῶν ἀνθρώπων. ἀλλ' ἐπέσχε κύριος τὸν θυμὸν αὐτοῦ, καὶ

μέτρια σφᾶς εὐθὺς ἐπεπείκει φρονεῖν, καὶ μὴ τὰς ἀλλοτρίας τύχας ἴδια νομίζειν

ἑαυτῶν εὐτυχή 2.866 ματα, μηδὲν ἐς τὸ παράλογον τοῦτο τρόπαιον ὅλως ἔνοπλον

εἰσενεγκόντων ἔργον ἢ συνετὸν μηχάνημα, ἀλλ' ἄθυρμα σαθρὸν θεοῦ τὴν

ἀνθρωπίνην δεικνύντος σπουδὴν καὶ γέλωτα σαφῆ τὴν τῶν μεγαλοφρονεῖν ἐφ'

ἑαυτοῖς οὐκ ὀκνούντων ὀφρύν. διὸ καὶ πέμψαντες εὐθὺς ἐς βασιλέα τὴν προτέραν

αὖθις ὁμοίως ἐζήτουν εἰρήνην, εἰ καὶ μὴ ἐφ' ὁμοίαις ταῖς συμφωνίαις. (Γ.) Ἀλλ'

οὔπω τέτταρες ὅλαι παρῆλθον ἐκεῖθεν ἡμέραι, καὶ κατέπλευσεν ἐς τὸ τοῦ Γαλάτου

φρούριον ἐκ Γεννούας ταχυναυτοῦσα μία τριήρης, πρέσβεις ἄγουσα τοὺς πάντα

τελέσοντας ἀσμένως, ἃ πρὸς βουλήσεως εἴη Βυζαντίοις. καταλῦσαι μὲν, ὅσον

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

310

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!