Historia Romana
Historia Romana Historia Romana
Ῥωμαίων ὑποῤῥυεῖσα ἡ αὐτῶν δύναμις μετὰ τῆς τοῦ κέρδους εὐπορίας αὐξήσῃ τάχιστα Ῥωμαίους. ὃ δὲ μάλιστα ἐκ τοῦ παραχρῆμα καὶ σύνεγγυς ἔθραυε τὴν ἐκείνων ψυχὴν, ἡ τῆς Χίου πρόφασις ἦν. ἐδεδίεσαν γὰρ, μὴ πρὸ βραχέος ἔτι τῶν ὁμοφύλων ἐπιβούλως ἀφελομένων κατα 2.843 πλεύσας ὁ τῶν Ῥωμαίων στόλος αὖθις αὐτὴν ἀφέληται, πρὶν εἰληφέναι τὸν εἰς συντήρησιν κραταιοτέραν ἀρκέσαντα χρόνον αὐτῇ. ὅθεν αἰτίας καθ' ἡμέραν μάχης ῥάπτοντες ἦσαν ἄλλας ἐπ' ἄλλαις, οὐδὲν κεκτημένας ἰσχυρὸν καὶ εὐπρόσωπον, φόνους τε Βυζαντίων ἐργαζόμενοι, κρύφα μὲν τὸ πρῶτον, ἐκκεκαλυμμένως δ' ἔπειτα καὶ πλὴν σκηνῆς καὶ προσωπείου. (∆.) Τούτων δ' οὕτω δρωμένων, ἐθελοκωφεῖν ἐδόκουν Βυζάντιοι· τοῦτο μὲν καὶ εἰρηνεύειν ἐθέλοντες· τοῦτο δὲ καὶ τὴν σφῶν αὐτῶν ξυννοοῦντες ἀσθένειαν, πολυειδῆ τινα καὶ ποικίλην τοῦ χρόνου τούτοις ἐπενεγκόντος, ἐκ τοῦ περιφρονητικῶς διατίθεσθαι τοὺς κατὰ διαδοχὴν τῶν ἀρχικῶν ἐπειλημμένους ἐκ παλαιοῦ ἐς ὅσα πολιτικήν τε καὶ οἰκονομικὴν ἔχει πρόνοιαν τῶν ὑπηκόων ὁμοῦ καὶ τῶν δημοσίων πραγμάτων· οὐκ οἶδ' ὅντινα τρόπον ἐκείνοις ἥκιστα βουλομένοις εἰδέναι, ὡς τοὺς βεβαίως καὶ ἀσφαλῶς βιοῦν ἐθέλοντας, καὶ φοβεροὺς μὲν εἶναι τοῖς ἐχθροῖς, ποθεινοὺς δὲ τοῖς φίλοις ἀεὶ, οὐχ ὅταν ἐν ὀφθαλμοῖς ἔρχηται τὰ δεινὰ παρασκευάζεσθαι χρεὼν, ὅτ' ὄνησιν οὐδεμίαν ἔχει τὸ σπούδασμα, ἀλλὰ πόῤῥωθεν ἀεὶ μελετᾷν, τίνα τε χρὴ προορᾶσθαι καὶ τίνα φυλάττεσθαι, καὶ αὖ τίνα προσίεσθαι καὶ οἰκειοῦσθαι πρὸς παρασκευὴν, ὧν μήπω μὲν πάρεστιν ἡ χρεία, μέλλει δὲ τοῦ χρόνου ῥέοντος καὶ παντοδαπὰς καὶ παντοίας πλέκοντος τοῖς ἀνθρώποις τὰς τύχας· οὐδὲ συνιέναι παντάπασι, τίνι καὶ ὅσῳ δικαιοσύνη πρὸς ἀδικίαν συγκρινομένη διαφέρει, χρηματικῶν τε αὖ προσόδων προμήθεια καὶ ὅπλων κτῆσις πρὸς ἀμέλειαν τούτων· ἔτι τε πολιτειῶν εὐ 2.844 νομίαι καὶ κανόνες ἀῤῥεπεῖς δικαστηρίων ὁμοῦ καὶ βουλευτηρίων πρὸς ἀστάθμητον καὶ συγκεχυμένον βίον. ὅμοιον γὰρ ἂν εἴη, ὥσπερ ἂν εἴ τις παραβάλλειν βούλοιτο καὶ θεωρεῖν, ὅσον ἐν πελάγει διαφέρει καλῶς οἰακιζομένη ναῦς τῆς ἄνευ οἰάκων καὶ πόῤῥω παντὸς προμηθοῦς τοῖς πολλοῖς ἐκείνοις καὶ ἀνημέροις κύμασιν ἐπιπηδώσης· οἷς πολλῷ δήπου βέλτιον ἂν ἦν οἴκοι καθημένους ἀδοξεῖν καὶ μισεῖν παῤῥησίαν ὁμοῦ καὶ πολιτικὴν εὐγένειαν, ἢ τοσούτοις κινδύνοις παραβάλλεσθαι καὶ τοσαύτῃ διακυβεύειν ἀφροσύνῃ τὸ ζῇν. (Ε.) Ὃ μὲν οὖν Ῥωμαίους ἔχειν, ἄρχοντας ὀφείλοντας εἶναι, ἐχρῆν, τοῦτο Λατίνοις προσγέγονε παρελομένοις καὶ μεταθεῖσιν ἐντεῦθεν ἐκεῖσε διὰ πρόνοιαν οἰκονομικὴν καὶ σεσοφισμένην σπουδήν. ἅπαντα γὰρ παρεσκεύασταί σφισι λαμπρῶς, σῖτος καὶ ὅπλα καὶ χρήματα καὶ ναυτικὴ δύναμις τῆς τῶν Βυζαντίων διηνεκῶς ὑπερέχουσα. ( ʹ.) Ὅθεν ἐπεὶ καὶ νῦν οὐδὲν αὐτοῖς ἐμποδὼν ἐνομίζετο θαλαττοκρατεῖν βουληθεῖσι, καὶ δεκατευτήριον ἴδιον ἑαυτοῖς καταστήσασθαι τὸν αὐχένα τοῦ Πόντου, πρὸς φανερωτέραν ἤδη παρασπόνδησιν καὶ ἀθέτησιν τῶν πάλαι γενομένων σφίσιν ἐς τοὺς Ῥωμαίων βασιλεῖς ὅρκων καὶ νόμων ἐξεῤῥάγησαν· καί τι μονῆρες ἀκάτιον λῃστρικῶν ὁπλιτῶν ἐμπλήσαντές τε νυκτὸς καὶ πρὸς Ἱερὸν καὶ αὐχένα τὸν διαπόντιον ἀναπλεύσαντες μίαν τινὰ Ῥωμαϊκὴν ἁλιάδα κατέσχον, πολλῶν ἐκεῖ τηνικαῦτα δικτύοις χρωμένων ἐς ἰχθύων ἄγραν, καὶ ξίφους ἔργον τοὺς πλείστους ἐπεποιήκεσαν. (Ζ.) Ἄρτι δ' ἡλίου ἐς ἀνατολὰς ἐληλυθότος, καὶ τὸ τῆς νυκτὸς 2.845 ἐκείνης ἀνόσιον ἀδίκημα τοῖς Βυζαντίοις ἑρμηνεύσαντος, λύπης μὲν ἄξιον ἐνομίσθη, μάχης δὲ καὶ πολέμων ἥκιστα. αἰσθόμενοι δ' ὅμως, ὡς οἱ Λατῖνοι τειχήρεις γενόμενοι, καὶ τὴν ἐς Βυζάντιον ἐκείνην συνήθη τε καὶ διηνεκῆ διάβασιν κοιμίσαντες, ἐφ' ὅλας ἡμέρας τρεῖς που καὶ τέτταρας πρὸς ὅπλα λεληθότως παρεσκευάζοντο καὶ τριήρεσι καὶ μεγίσταις ναυσὶ τὸ οἰκεῖον τέως περιέφραττον ἐπίνειον, τὰς τοῦ Βυζαντίου πύλας καὶ οὗτοι συγκλείσαντες ἐκάθηντο μετέωροι, πρὸς τὴν ἀδηλίαν τοῦ μέλλοντος ἀποβλέποντες. (Η.) Ἀμφιβολίας δὲ μεταξὺ καὶ διχοστασίας ἐν τῇ τῶν Λατίνων βουλῇ γενομένης, ἅτε οὐκ ἐθελόντων, οἷς ἐξ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 302
ἐμπορίας καὶ ναυτικοῦ βίου τὸ πλουτεῖν περιῆν, ἀφεμένους ἐν τῇ τῆς εἰρήνης ἀνέσει πωλεῖν τε καὶ ἀγοράζειν, καὶ τῆς οὕτω τρυφώσης ἀσχολίας ἐς τὴν κερδαίνουσαν πήραν ὁλοσχερῶς ἐκκενοῦν τὸ φιλότιμον, ὅπλοις καὶ μάχαις ἐνδιατρίβειν, ἐξ ὧν τἀναντιώτατα τοῖς προειρημένοις ἅπαντα περιέσεσθαι δέος, πενίαν δηλαδὴ καὶ ἀδοξίαν καὶ τὸν περὶ τὸ ζῇν κίνδυνον καὶ, εἰ χρὴ τἀληθέστερον φάναι, τοῦ θεοῦ μηνίσαντος ἴσως διὰ τὴν οὕτω προφανῆ παρασπόνδησιν καὶ πρὸς τοὺς εὐεργέτας ἀχαριστίαν, τὸν τοῦ γένους ὄλεθρον παντελῆ, ἧκον μετὰ συχνάς τινας ἡμέρας ἐς Εἰρήνην τὴν βασιλίδα πρέσβεις ἐκεῖθεν, πὴ μὲν ἑαυτοὺς μεμφόμενοι, πὴ δὲ πλανωμένας καὶ ἀνιδρύτους αἰτίας προβαλλόμενοι καὶ ζητοῦντες ὅπως ποθ' ἑαυτοὺς ἀθωοῦν. τοῦ γὰρ βασιλέως ἀποδημοῦντος, ὡς ἔφημεν, καὶ περὶ ∆ιδυμότειχον διατρίβοντος, ἐς Εἰρήνην τὴν βασιλίδα τὴν τῶν ἐν Βυζαντίῳ δημοσίων πραγμάτων διοίκησιν καὶ φροντίδα προενηνέχθαι ξυμπέ 2.846 πτωκεν. (Θ.) Ἐπεὶ οὖν ἐς αὐτὴν ἧκον οἱ πρέσβεις, τάχ' ἂν λαβόντες ἀπῄεσαν τὴν συγχώρησιν καὶ ἀνάληψιν καὶ ἀνανέωσιν τοῦ πρὶν φιλικοῦ καθήκοντος, εἰ μὴ καὶ τὰ τῶν νεωτεριζόντων ὄχλων ἐκεῖ προσετίθεσαν ζητήματα. τὰ δὲ ἦσαν, λῦσαι τὴν τοῦ ναυτικοῦ παρασκευὴν Βυζαντίους, καὶ ὅσα τῆς ὁμοίας ἐξήρτηται ἀπονοίας. ὧν αὐτήκοος ἡ βασιλὶς Εἰρήνη γεγονυῖα περιμεῖναι ἐκέλευσε, μέχρις ἂν διὰ γραμμάτων δηλώσασα τῷ βασιλεῖ τὰ τῆς ὑποθέσεως, ἐκεῖθεν τὸ κῦρος δέξηται τῶν πραχθησομένων. (Ι.) Ὅθεν δὴ καὶ ἐκκλησίαν συνέλεξεν ἐς τὴν ὑστεραίαν. καὶ ἐπειδὴ παρῆσαν ἅπαντες, ὅσοι τε τῶν συγκλητικῶν καὶ ὅσοι τοῦ Βυζαντίων δήμου συνετώτεροι εἶναι ἐδόκουν, ἐβουλεύετο καὶ τὴν ἑκάστου γνώμην ἐζήτει μαθεῖν, ὁπότερον βούλοιντο, μάχῃ τὴν τῶν πραγμάτων ἐπιτρέπειν κρίσιν, ἢ θεμένους τὰ ὅπλα τὴν προτέραν ἄγειν εἰρήνην. καὶ ἦν οὐδεὶς, ὃς μὴ σφοδρότερον κατεσπουδασμένην ἔφαινε γνώμης ὁρμὴν ἐς τὸ μάχεσθαι. ἐκ πολλοῦ γὰρ πολλῶν ἕνεκα τοῖς Λατίνοις ἀχθόμενοι, καὶ ζητοῦντες καιρὸν ἀμύνασθαι, καὶ ἅμα οἰόμενοι ῥᾳδίως ἀφανιεῖν αὐτοὺς καὶ συντρίψειν ὀστράκου δίκην, ἐβόων ἅπαντες ἀπολεγόμενοι τὰς σπονδὰς, καὶ δύσηχός τις καὶ πολύμορφος ἀκοσμία ῥημάτων ἦν. βʹ. Ταῦτα μαθόντες οἱ Λατῖνοι, ἐπεὶ διὰ μελέτης εἶχον ἐκ πλείστου τὸ πρᾶγμα καὶ πρὸς δημόσιον εἶδον ἤδη ῥυεῖσαν τὴν κακίαν φῶς, παραχρῆμα συνεσκευασμένους ἔδειξαν καὶ προητοιμασμένους σφᾶς αὐτοὺς εἰς ἔργα πολέμου. τριήρεις γὰρ ἐς μάχην εὐθὺς ὀκτὼ καὶ μονήρεις παμπόλλους προὔφαινον, ὅπλα τε 2.847 καὶ βέλη παντοῖα. καὶ μέντοι καὶ τεσσάρων ἐντὸς ἡμερῶν καταπλεύσαντες ὅλῃ δυνάμει κατὰ Βυζαντίων, ὄντων ἀπαρασκεύων ἔτι, πᾶσαν ἐμπιπρῶσι τὴν παραλίαν, πάνυ τοι σφόδρα μεστὴν οὖσαν ξύλων παντοίων καὶ οἰκιῶν, ὅσαι τὰς ἐμπορικὰς ὑποδέχονται χρείας. ἐμπιπρῶσι δὲ καὶ τῶν Βυζαντίων νεῶν ὅσαι κατιοῦσαι νεωστὶ μετὰ τὰς ἐμπορίας ἔτυχον ἔτι ἐπ' ἀγκυρῶν σαλεύουσαι καὶ ὅσαι ἐς γῆν εἱλκυσμέναι ἦσαν· καὶ πρό γε τούτων ὅσαι τῶν τριήρων κελεύσει τοῦ βασιλέως ἄρτι ἐναυπηγοῦντο. κατεσκευάζοντο μὲν γάρ· οὔπω δ' εἰς θάλασσαν ἔφθησαν καθελκυσθεῖσαι. (Β.) Πέντε δὲ τῶν μεγίστων οὐσῶν, ὅσαι καιναὶ συγκατασκευάζονται, αἱ μὲν τρεῖς σὺν ἑτέραις μονήρεσιν οὐκ ὀλίγαις, ἐπεὶ ἀπηρτισμέναι ἐς τὸ ἀνενδεὲς ἔτυχον οὖσαι, νύκτωρ καθελκυσθεῖσαι πρὸς τῶν ναυάρχων διὰ τὴν τοῦ πολεμίου πυρὸς ἔννοιαν ἀνήχθησαν περὶ τὰς τοῦ ποταμοῦ ἐκβολὰς, ἔνθα καὶ τοῦ πορθμοῦ τὸ πέρας ἐστίν. ἐκεῖ γὰρ ἐξ ἀντιπεριστάσεως τῶν δύο περάτων τοῦ τε ποταμοῦ καὶ τοῦ θαλαττίου κόλπου πολλὴ συσσωρευομένη ψάμμος τε καὶ ἰλὺς ἑκατέρωθεν καὶ ἀποθινοῦσα τὸ στόμα, καὶ μόλις στενήν τινα καὶ δυσέμβολον ἀφιεῖσα διέχειαν βάθους, ὅσην δὴ καταῤῥέων ὁ ποταμὸς ἐξ ἀνάγκης ῥήγνυσιν, ἑκατέρωθεν τὸ πᾶν εὖρος ἄβατον οὐ μόνον μεγάλαις καταλείπει τριήρεσιν, ἀλλὰ καὶ ὅσα δίκροτ' ἂν εἴη καὶ κενὰ τῶν πλοίων, διὰ τὴν τοῦ ἐπιπολάζοντος ὕδατος βραχύτητα, καὶ ταῦτα δυσπόρευτον οἶμαι ἂν τὴν δίοδον ἔχοι ὡς τὰ πολλά. αἱ δ' ἕτεραι δύο μετὰ καὶ τῶν ἐγκαινιζομένων ἐκ παλαιότητος ἐπὶ τὸ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 303
- Page 251 and 252: ∆ιογένους αἰδούμ
- Page 253 and 254: συνεκύκησε τοῦ τε
- Page 255 and 256: οἷόν τι πῦρ ἐπὶ π
- Page 257 and 258: ἐπαιρόμενον, ἐπε
- Page 259 and 260: ἧκε κἀκ τῶν Κελτι
- Page 261 and 262: ἐκαρτέρει τοῦ Μομ
- Page 263 and 264: πεπονθέναι τῶν ἀθ
- Page 265 and 266: ἐπιδεικνύμενοί τ
- Page 267 and 268: ἦν, ἐνόσουν αἱ πό
- Page 269 and 270: παραπλησίως τῶν ἰ
- Page 271 and 272: ἀπεφθέγξατο. (Β.) "1
- Page 273 and 274: πέμψασα τοῖς περὶ
- Page 275 and 276: πειρᾶσθαι γνώμης.
- Page 277 and 278: φυλάκων καὶ φρουρ
- Page 279 and 280: ἀκαίρων ἐκείνων
- Page 281 and 282: συγκεκροτημένον 2.7
- Page 283 and 284: καὶ τῶν Ἐπικουρε
- Page 285 and 286: βασιλέως οἱ δύο τ
- Page 287 and 288: λογισμῶν, ὥσπερ ν
- Page 289 and 290: ἐγκυβιστᾷν, ἀνάγ
- Page 291 and 292: σφισιν αἴτιος, ἀφ'
- Page 293 and 294: δύναμιν. Ἔπειτα τ
- Page 295 and 296: φοιτᾷν ἐς αὐτὸν π
- Page 297 and 298: ξυνενόει, Ἰσιδώρο
- Page 299 and 300: καὶ τὴν τῆς τοιαύ
- Page 301: προδιδόντων ψυχάς
- Page 305 and 306: ὁλκάδων προτειχί
- Page 307 and 308: κατέγνωσαν δ' ἑαυτ
- Page 309 and 310: ἀπὸ μόνης τῆς πρ
- Page 311 and 312: δηλαδὴ τοὺς οἰκε
- Page 313 and 314: τῇ γῇ κρύπτειν ἔρ
- Page 315 and 316: σεσίγηται γὰρ κατ
- Page 317 and 318: διαλεκτικῶν πιθήκ
- Page 319 and 320: χωρίοις καὶ ἀμπελ
- Page 321 and 322: παρόντας ἔφασκον,
- Page 323 and 324: στήλην τῆς ἐκείν
- Page 325 and 326: πολλοῦ μεντἂν ἦν
- Page 327 and 328: δευσοποιόν τε καὶ
- Page 329 and 330: ποικίλην, ἣν διορθ
- Page 331 and 332: Παλαμᾶ παραφθεγξα
- Page 333 and 334: τῶν θείων μακαρίζ
- Page 335 and 336: ταῖς τῶν σχημάτων
- Page 337 and 338: οὐκ ἐν ἑαυτῇ θεωρ
- Page 339 and 340: μετὰ τῆς θεότητος
- Page 341 and 342: λόγος καὶ ὁ θεῖος
- Page 343 and 344: τοίνυν καὶ ὁ πολὺ
- Page 345 and 346: καλυπτούσαις χρώμ
- Page 347 and 348: καὶ ἐς τὴν τήμερο
- Page 349 and 350: ποιοῦνται τὴν ἀνα
- Page 351 and 352: χρόνον, οἷς τε ἔμα
ἐμπορίας καὶ ναυτικοῦ βίου τὸ πλουτεῖν περιῆν, ἀφεμένους ἐν τῇ τῆς εἰρήνης ἀνέσει

πωλεῖν τε καὶ ἀγοράζειν, καὶ τῆς οὕτω τρυφώσης ἀσχολίας ἐς τὴν κερδαίνουσαν

πήραν ὁλοσχερῶς ἐκκενοῦν τὸ φιλότιμον, ὅπλοις καὶ μάχαις ἐνδιατρίβειν, ἐξ ὧν

τἀναντιώτατα τοῖς προειρημένοις ἅπαντα περιέσεσθαι δέος, πενίαν δηλαδὴ καὶ

ἀδοξίαν καὶ τὸν περὶ τὸ ζῇν κίνδυνον καὶ, εἰ χρὴ τἀληθέστερον φάναι, τοῦ θεοῦ

μηνίσαντος ἴσως διὰ τὴν οὕτω προφανῆ παρασπόνδησιν καὶ πρὸς τοὺς εὐεργέτας

ἀχαριστίαν, τὸν τοῦ γένους ὄλεθρον παντελῆ, ἧκον μετὰ συχνάς τινας ἡμέρας ἐς

Εἰρήνην τὴν βασιλίδα πρέσβεις ἐκεῖθεν, πὴ μὲν ἑαυτοὺς μεμφόμενοι, πὴ δὲ

πλανωμένας καὶ ἀνιδρύτους αἰτίας προβαλλόμενοι καὶ ζητοῦντες ὅπως ποθ'

ἑαυτοὺς ἀθωοῦν. τοῦ γὰρ βασιλέως ἀποδημοῦντος, ὡς ἔφημεν, καὶ περὶ

∆ιδυμότειχον διατρίβοντος, ἐς Εἰρήνην τὴν βασιλίδα τὴν τῶν ἐν Βυζαντίῳ δημοσίων

πραγμάτων διοίκησιν καὶ φροντίδα προενηνέχθαι ξυμπέ 2.846 πτωκεν. (Θ.) Ἐπεὶ οὖν

ἐς αὐτὴν ἧκον οἱ πρέσβεις, τάχ' ἂν λαβόντες ἀπῄεσαν τὴν συγχώρησιν καὶ ἀνάληψιν

καὶ ἀνανέωσιν τοῦ πρὶν φιλικοῦ καθήκοντος, εἰ μὴ καὶ τὰ τῶν νεωτεριζόντων

ὄχλων ἐκεῖ προσετίθεσαν ζητήματα. τὰ δὲ ἦσαν, λῦσαι τὴν τοῦ ναυτικοῦ

παρασκευὴν Βυζαντίους, καὶ ὅσα τῆς ὁμοίας ἐξήρτηται ἀπονοίας. ὧν αὐτήκοος ἡ

βασιλὶς Εἰρήνη γεγονυῖα περιμεῖναι ἐκέλευσε, μέχρις ἂν διὰ γραμμάτων δηλώσασα

τῷ βασιλεῖ τὰ τῆς ὑποθέσεως, ἐκεῖθεν τὸ κῦρος δέξηται τῶν πραχθησομένων. (Ι.)

Ὅθεν δὴ καὶ ἐκκλησίαν συνέλεξεν ἐς τὴν ὑστεραίαν. καὶ ἐπειδὴ παρῆσαν ἅπαντες,

ὅσοι τε τῶν συγκλητικῶν καὶ ὅσοι τοῦ Βυζαντίων δήμου συνετώτεροι εἶναι ἐδόκουν,

ἐβουλεύετο καὶ τὴν ἑκάστου γνώμην ἐζήτει μαθεῖν, ὁπότερον βούλοιντο, μάχῃ τὴν

τῶν πραγμάτων ἐπιτρέπειν κρίσιν, ἢ θεμένους τὰ ὅπλα τὴν προτέραν ἄγειν εἰρήνην.

καὶ ἦν οὐδεὶς, ὃς μὴ σφοδρότερον κατεσπουδασμένην ἔφαινε γνώμης ὁρμὴν ἐς τὸ

μάχεσθαι. ἐκ πολλοῦ γὰρ πολλῶν ἕνεκα τοῖς Λατίνοις ἀχθόμενοι, καὶ ζητοῦντες

καιρὸν ἀμύνασθαι, καὶ ἅμα οἰόμενοι ῥᾳδίως ἀφανιεῖν αὐτοὺς καὶ συντρίψειν

ὀστράκου δίκην, ἐβόων ἅπαντες ἀπολεγόμενοι τὰς σπονδὰς, καὶ δύσηχός τις καὶ

πολύμορφος ἀκοσμία ῥημάτων ἦν. βʹ. Ταῦτα μαθόντες οἱ Λατῖνοι, ἐπεὶ διὰ μελέτης

εἶχον ἐκ πλείστου τὸ πρᾶγμα καὶ πρὸς δημόσιον εἶδον ἤδη ῥυεῖσαν τὴν κακίαν φῶς,

παραχρῆμα συνεσκευασμένους ἔδειξαν καὶ προητοιμασμένους σφᾶς αὐτοὺς εἰς ἔργα

πολέμου. τριήρεις γὰρ ἐς μάχην εὐθὺς ὀκτὼ καὶ μονήρεις παμπόλλους προὔφαινον,

ὅπλα τε 2.847 καὶ βέλη παντοῖα. καὶ μέντοι καὶ τεσσάρων ἐντὸς ἡμερῶν

καταπλεύσαντες ὅλῃ δυνάμει κατὰ Βυζαντίων, ὄντων ἀπαρασκεύων ἔτι, πᾶσαν

ἐμπιπρῶσι τὴν παραλίαν, πάνυ τοι σφόδρα μεστὴν οὖσαν ξύλων παντοίων καὶ

οἰκιῶν, ὅσαι τὰς ἐμπορικὰς ὑποδέχονται χρείας. ἐμπιπρῶσι δὲ καὶ τῶν Βυζαντίων

νεῶν ὅσαι κατιοῦσαι νεωστὶ μετὰ τὰς ἐμπορίας ἔτυχον ἔτι ἐπ' ἀγκυρῶν σαλεύουσαι

καὶ ὅσαι ἐς γῆν εἱλκυσμέναι ἦσαν· καὶ πρό γε τούτων ὅσαι τῶν τριήρων κελεύσει τοῦ

βασιλέως ἄρτι ἐναυπηγοῦντο. κατεσκευάζοντο μὲν γάρ· οὔπω δ' εἰς θάλασσαν

ἔφθησαν καθελκυσθεῖσαι. (Β.) Πέντε δὲ τῶν μεγίστων οὐσῶν, ὅσαι καιναὶ

συγκατασκευάζονται, αἱ μὲν τρεῖς σὺν ἑτέραις μονήρεσιν οὐκ ὀλίγαις, ἐπεὶ

ἀπηρτισμέναι ἐς τὸ ἀνενδεὲς ἔτυχον οὖσαι, νύκτωρ καθελκυσθεῖσαι πρὸς τῶν

ναυάρχων διὰ τὴν τοῦ πολεμίου πυρὸς ἔννοιαν ἀνήχθησαν περὶ τὰς τοῦ ποταμοῦ

ἐκβολὰς, ἔνθα καὶ τοῦ πορθμοῦ τὸ πέρας ἐστίν. ἐκεῖ γὰρ ἐξ ἀντιπεριστάσεως τῶν δύο

περάτων τοῦ τε ποταμοῦ καὶ τοῦ θαλαττίου κόλπου πολλὴ συσσωρευομένη ψάμμος

τε καὶ ἰλὺς ἑκατέρωθεν καὶ ἀποθινοῦσα τὸ στόμα, καὶ μόλις στενήν τινα καὶ

δυσέμβολον ἀφιεῖσα διέχειαν βάθους, ὅσην δὴ καταῤῥέων ὁ ποταμὸς ἐξ ἀνάγκης

ῥήγνυσιν, ἑκατέρωθεν τὸ πᾶν εὖρος ἄβατον οὐ μόνον μεγάλαις καταλείπει

τριήρεσιν, ἀλλὰ καὶ ὅσα δίκροτ' ἂν εἴη καὶ κενὰ τῶν πλοίων, διὰ τὴν τοῦ

ἐπιπολάζοντος ὕδατος βραχύτητα, καὶ ταῦτα δυσπόρευτον οἶμαι ἂν τὴν δίοδον ἔχοι

ὡς τὰ πολλά. αἱ δ' ἕτεραι δύο μετὰ καὶ τῶν ἐγκαινιζομένων ἐκ παλαιότητος ἐπὶ τὸ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

303