Historia Romana
Historia Romana Historia Romana
λοιδορίας τὴν δεσπόζουσαν γλῶτταν καθ' ἑαυτοῦ, καὶ πρός γε προχειροτέραν εἰς τιμωρίας τὴν χεῖρα, δοκεῖ μοι παρ' οὐδενὸς ἀγνοεῖσθαι. διό μοι διεξιέναι βουλομένῳ τὴν παῤῥησίαν καὶ τὸ θέατρον ἐκείνου τοῦ ζήλου δεδιέναι περίεστι, μὴ πολλοστημόριον τῆς ὅλης λέγων ἀληθείας μηδὲ πολλοστημόριον ψεύδους δόξω καταλιμπάνειν. ὑφορώμενος οὖν καὶ τοὺς τὴν ἀλήθειαν ἐνίοτε τραχεῖαν δύσηχον ἡγουμένους, ὁπότε τι γενναῖον ἔχοι πρὸς ὄγκον ἡ τῆς ἀρετῆς ἐπίδειξις, καὶ μάλισθ' ὁπότε περὶ ἑαυτοῦ τις ἀφηγεῖσθαι τὰ λῴονα βούλοιτο, καὶ εἰ μυρίων ἔχοι θεασαμένων μάρτυρας ὀφθαλμοὺς, ἑκὼν ἀφωνίᾳ τὰ πλεῖστα παρίημι. (Γ.) Ἐμοὶ γὰρ λαμπρὰν ἐσχηκότι φιλίαν ἐκ πολλοῦ πρὸς βασιλέα, καὶ πρὶν ἐς τὰς βασιλείους ἀνα 2.821 βεβηκέναι τύχας, διά τε τοὺς τῆς πραότητος τρόπους καὶ ὅσα τἀνδρὶ προσῆν ἐκ φύσεως ἕτερα τὰ χρηστὰ, ἐλπίδων ἔχειν ἐν τῇ ψυχῇ λειμῶνας εἰπεῖν ἀγαθοὺς ξυνέβαινε μάλιστα πάντων, λύσειν αὐτὸν αὐτίκα τῆς βασιλικῆς ἐξουσίας ἐπειλημμένον τὴν τῆς εὐσεβείας οἰομένῳ πολιορκίαν, ἣν οἱ τῆς ἀντικειμένης φατρίας Τελχῖνες πονήρως ἀνέφλεγον· καὶ τοῦτό μοι τῶν μοχθούντων λογισμῶν ἐγίγνετο κατάλυμα τερπνὸν, καὶ φροντίδων ὀλισθαίνειν εἰς ἀπόγνωσιν κινδυνευουσῶν πρᾶός τις καὶ γέμων εὐφροσύνης ζέφυρος· οἰομένῳ, καθάπερ τὸ ἔαρ ἐλευθερίαν τῶν χειμερίων νεφῶν ταῖς ἡλιακαῖς ἀκτῖσι παρέχεται, οὕτως ἐλευθερίαν τῆς κατεχούσης ὑπὲρ τῶν θείων δογμάτων λύπης εὑρήσειν κἀμέ. (∆.) Ἐπεὶ δ' ὡς ποῤῥωτάτω τῆς ἐμῆς ἤδη ἀπόδημον γνώμης ἑώρων αὐτὸν, καὶ τὸ τῶν εὐγενῶν ἐκείνων ἐλπίδων ἀνθοῦν ἐνδιαίτημα μαραινόμενόν τε καὶ τῇ τῆς ἐναντίας μοίρας κακίᾳ παραχωροῦν τε καὶ καθάπαξ ἡττώμενον, βέλτιστον ἔδοξεν εἶναί μοι, τὰς τῶν ζητήσεων ἄλλας ἄλλοις παρακεχωρηκότι περιφανῶς, ὁπόσαι τὴν τῶν ἀναγκαίων πορίζειν ἔχουσιν ἔνδειαν, ἐπὶ τὸ προμηθὲς ὁμόσε τῆς τοῦ φίλου κεχωρηκέναι ψυχῆς. στρατόπεδα γὰρ, ὡς εἰπεῖν, λογισμῶν παντοδαπῶν καὶ ποικίλων, ὑφ' ἡγεμόνι τῷ ζήλῳ τοῦ κρείττονος ἐν ἐμοὶ διηνεκῶς συγκροτούμενα, θανάτου γέμουσαν εἶναι τὴν ἐνταυθοῖ σιωπὴν ὑπετίθεντο, σώματος μὲν ἴσως ἥκιστα, ψυχῆς γε μὴν καὶ μάλα μάλιστα. μηδὲ γὰρ ἀφεστάναι δειλίας, αἰσχίστου νοσήματος, τὸ τὸν τοῦ ζήλου θησαυρὸν ἀφωνίᾳ μακρᾷ θαλαμεύειν, μηδ' αὖ ἀγνοεῖν ἡμᾶς, τὸν ἐν τῷ 2.822 τῆς δειλίας σκότῳ κρυπτόμενον πόθον τῶν ἀγαθῶν ἥκιστα δύνασθαι συνιδεῖν τὴν τῆς θεοῦ παῤῥησίας ἀλήθειαν. ᾧ γὰρ προφάσεις δῆθεν εὐλόγους ὑπὲρ δειλίας πλάττειν εἴη ἐθέλοντι, τὸν ἀκοίμητον οἰομένῳ λανθάνειν ὀφθαλμὸν τοῦ θεοῦ, λέληθε προφανῶς αὐτὸς ἑαυτὸν ἀπολλὺς καὶ καθ' ἑαυτοῦ στρατευόμενος ἄντικρυς. τοσοῦτον γὰρ διαφέρειν ἐς τὴν τοῦ κρείττονος μοῖραν οἴομαι τὴν παῤῥησίαν ἐνταῦθα τῆς σιωπῆς, ὅσῳ τῶν ἐκ γῆς φυομένων ὁπόσα πρὸς τὸ αἰθέριον μετεωρίζει φῶς τοὺς καρποὺς τῶν ἐν τοῖς κόλποις τῆς μητρὸς γῆς ταμιευομένων. ἐκεῖνοι μὲν γὰρ καὶ πρὸ γεύσεως ὄσφρησίν τε καὶ ὀφθαλμὸν ἑστιῶσι λαμπρῶς, καὶ χαρίζονταί γε ἁφῇ, καὶ τέρψεως σχεδὸν ἁπάσης ἁπάσαις αἰσθήσεσι γίνονται ἄγαλμα· τούτων δὲ οὐκ εὐπρόσοδον οἱ πλεῖστοι ταῖς αἰσθήσεσιν, οὐδ' ἱλαράν τε καὶ ἄλυπον παραχρῆμα προσάγουσι τοῖς χρῄζουσι τὴν ἑαυτῶν φορὰν, ἀλλ' ὅλην ὅλης ὡς τὰ πολλὰ δριμύτητός τε καὶ δυσωδίας σφόδρα ἀπόζουσαν. ἄλλως τε καὶ οἷς μὴ εἶναι παῤῥησίαν ὁμοῦ τοῖς καιροῖς ἕπεται, τούτοις δήπου καὶ εὐπροφάσιστόν τινα χώραν ἀπολογίας εἰς ἀπόδρασιν λείπεσθαι, βραχεῖς τινας πάντως ἢ μηδένας εἶναι τοὺς ἀντεροῦντας οἶμαι. μήτε γὰρ παῤῥησίαν, ἧς θεμέλιος ἄσειστος προειληφυῖα γίνεται φιλία, τῶν προσηκόντων πόῤῥω καιρῶν, μήτε καιροὺς παῤῥησίας τοιαύτης ἄνευ ἐντελές τι δύνασθαι δρᾷν. εἶναι γὰρ καὶ παῤῥησίαν φιλίας χωρὶς ἀμαυρόν· καὶ αὖ καιρὸν, ἀμφοῖν ἐκείνοιν λειπόμενον, περαίνειν μὴ δύνασθαι τῶν δεόντων 2.823 μηδέν. ἡμῖν δ', οἷς τὸ θαῤῥεῖν ἐκ πολυετοῦς ἐκείνῳ συντέθραπται φιλίας καὶ ὁμιλίας, ἄτοπον εἶναι ἐδόκει, σιωπῇ καθυφεῖσθαι τοὺς τῶν ἀναγκαίων ἐς τὴν χρείαν καιρούς. (Ε.) Ὅθεν ὁμιλίας ἕνεκα καὶ νῦν συχνὰ καλοῦντι τῷ βασιλεῖ συχνὰ καὶ αὐτῷ μοι Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 294
φοιτᾷν ἐς αὐτὸν περιῆν, δι' οὐδέν τι τῶν πάντων ἕτερον ἐμὲ τῆς προθυμίας εἰς τὴν σπουδὴν ἐγειρούσης, εἰ χρὴ τὸ τῆς καρδίας ἀνακαλύπτειν ἀπόῤῥητον ἐνταυθοῖ καὶ μὴ παρακρούεσθαι τὴν ἀλήθειαν, ἢ τοῦ μὴ καθυφεῖναι, οἷς ἂν δι' ἐφέσεως εἴη, πατέρων ὅρια κινοῦσιν, ἐκτόπους ἀντεισάγειν καινοφωνίας, ἀλλ' ἐμμένειν τοῖς δεδομένοις δόγμασι παραινεῖν ἀσφαλῶς. καὶ ἦν οὐδὲν, ὃ μὴ ποιῶν καὶ λέγων ὑπῆρχον ἐγὼ, παντοδαπὸς γιγνόμενος, καὶ πάντα κάλων κινῶν, νῦν μὲν τὸν κολακικώτερον τρόπον καὶ λόγοις καὶ γράμμασι πρὸς αὐτὸν ἐνδεικνύμενος, ἵν' οὑτωσί πως τὸ ἦθος πρότερον τιθασσεύσας αὐτοῦ πρὸς τὸ βουλόμενον σχοίην πειθόμενον· νῦν δ' ἐλέγχων καὶ ψυχῆς αὐτῷ νωθρότητα ὀνειδίζων, καὶ ὅσα Ῥωμαίους δεινὰ καταλήψεται προλέγων διὰ τὰ τοιαῦτα τῆς ἐκκλησίας ναυάγια. "1οἷς μὲν γὰρ τῶν εὖ κειμένων πατρίων (ἔφασκον) νομίμων οὐδεμία τολμᾶται παράβασις, εὔδρομον μὲν τὴν τοῦ βίου φορὰν πρὸς εὐδαιμονίαν, εὐέλπιδα δὲ τὴν τῶν ἐπηγγελμένων τοῖς δικαίοις ἐς τὸ μέλλον ἀποκατάστασιν εἶναι· οἷς δὲ τοῖς εὖ κειμένοις οὐχ ἕπεται δόγμασιν ἕπεσθαι τῶν πατέρων, τούτοις δ' ἀνήκεστα μὲν τὰ τοῦ βίου περιχωρεῖν παλαίσματα, καὶ μάλα ταῖς προαιρέσεσιν ἐναν 2.824 τία τῶν πραττομένων τὰ τέλη· ἀνηκέστους δὲ καὶ δυσέλπιδας μᾶλλον τὰς μετὰ τὸν βίον καταγωγὰς ἀπαντᾷν."2 ( ʹ.) Ἄρτι δὲ καὶ τὴν ἀντικειμένην φατρίαν ξυνενόουν ἐγκειμένην ἑτέρωθεν, λάθρα τε καὶ προφανῶς αὐτὸν διεγείροντας, ἐξορίας με δρᾷν τὴν ταχίστην ὑπεύθυνον. ἐδεδίεσαν γὰρ, οἶμαι, μὴ τῷ τοῦ ἡμετέρου ζήλου πυρὶ, καθάπερ σίδηρος, ὀψέ ποτε μαλαχθεὶς εὐπαθέστερος γένηται πρὸς πειθὼ, καὶ ὅλην μεταβαλὼν τὴν τῶν δικτύων ἐπίβουλον θήραν ἀνασοβήσῃ. διὸ καὶ ἐς τὸ παραβολώτερον μᾶλλον ἐκεῖθεν τὸν ἐμὸν καὶ αὐτὸς ἀνεχάλκευον τρόπον, καὶ ἀφειδέστερον ἤδη τοῖς πρὸς αὐτὸν ἐλέγχοις ἐχρώμην, δυοῖν ἕνεκα· ἢ γὰρ αἰδεσθέντα παύσειν τὸ τοῦ κατὰ τῆς ἐκκλησίας πολέμου βίαιον, ἢ κἀμὲ τοῦ Βυζαντίου τάχιστα ποιεῖν ἠναγκάσθαι ἐξόριστον. μηδὲ γὰρ ἀνεκτὸν εἶναί μοι, τὴν τῶν δογμάτων καινοτομίαν ὀφθαλμοῖς ὁρᾷν εὐσεβεῖν αἱρουμένοις. ἀλλ' ἦν ἄρα τὰ λεγόμενα μάταιος ὄχλος, καὶ ἐπόνουν ἀνήνυτα. οὔτε γὰρ οὐδὲ βραχὺ τῆς προθέσεως ἐκείνης ἐκεῖνος ἐνδοῦναι προῄρηται· αἰσχύνην γὰρ ἐνόμιζεν εἶναί οἱ τὴν τοῦ τρόπου μετάθεσιν, καὶ τὴν τῆς δόξης μεταβολὴν, ᾗ τὴν ἰσχὺν αὐτὸς ἐξ ἀρχῆς χαρισάμενος τῆς ὅλης μάλιστα πάντων ἔδοξεν ὑποθέσεως αἴτιος· οὔτ' ἐμοί τι δεινὸν ἐπάγειν, πάνυ τοι λοιδοροῦντί τε καὶ χλευάζοντι, οὔτ' οἴκοθεν αὐτὸς βεβούλευται, οὔτε ξυνωθούντων ἄλλων παρενήνεκται. ἀλλ' ἦν ἀπὸ τοῦ ἴσου μοι διαλεγόμενος, μετὰ τῆς συνήθους πραότητος ἀεὶ, ὥσπερ οἱ μὴ δυνάμενοι τοὺς ἐναντίους ἀμύνεσθαι· τὴν μίμησιν, οἶμαι, πρὸς Ἀδριανὸν εὐστόχως ἀνάγων τὸν αὐτοκράτορα, 2.825 ὃς αὐτῷ φιλονείκως ποτὲ διαφερομένου Φαβωρίνου τοῦ φιλοσόφου, ἐξὸν ἀποκτείνειν, ὁ δὲ οὐδαμῆ παρωξύνετο, ἀλλ' ἐνεκαρτέρει τῷ μειλιχίῳ τοῦ ἤθους, ἀπὸ τοῦ ἴσου διαφερόμενος. διὸ κἀνταῦθα μᾶλλον ὁ βασιλεὺς ἐθαυμάζετο πρὸς τῶν παρόντων διὰ τὸ τοῦ ἤθους ἥμερον, ἤπερ ἐγὼ διὰ τὸ τοῦ ζήλου θυμοειδές. (Ζ.) Τούτων δ' οὕτως ἐχόντων, καὶ οὕτω χωρούσης τῆς τῶν πραγμάτων τύχης, οὐδ' οὕτως ἦν ἡσυχῆ καθήμενον φέρειν ἐμέ· ἀλλ' ἐδυσφόρουν καὶ ἤσχαλλον, καὶ μέσης ἥπτετό μου τῆς καρδίας τὸ πάθος· καὶ καιρὸν τῆς ἐμῆς ἐζήτουν προθέσεως ἄξιόν τι, πρὶν ὑπὸ λύπης παθεῖν, δεδρακέναι. τοῦ δὲ χρόνου χωροῦντος ἐς τὸ τοῦ φθινοπώρου πέρας, ἐπειδὴ τῷ βασιλεῖ διὰ Ματθαῖον τὸν υἱὸν, ὡς εἴρηται, διὰ σπουδῆς ἀφικνεῖσθαι ἐς ∆ιδυμότειχον ἦν, ἵνα δὴ λυπούμενον ἐκεῖνον παραμυθούμενος τὰς τῆς βασιλίδος Εἰρήνης ἐπαγγελίας εἰς ἔργον ἀγάγῃ, τοῦτον ἐγὼ τὸν καιρὸν ἀγαθὸν ἡγησάμενος ἕρμαιον, καὶ τοῖς σκοπουμένοις ἐπιεικῶς μοι προσήκοντα, πρόσειμι κατ' ἰδίαν Εἰρήνῃ τῇ βασιλίδι, καὶ ἅμα τοῦ τε ζήλου δῆλον τίθημι τὸ φλέγον καὶ τούς γε ὑπὲρ εὐσεβείας ἄνθρακας ἀνακαλύπτω τῆς ἐμῆς καρδίας, κἀπὶ νέῳ καὶ ἀκμάζοντι τῷ τοῦ παιδὸς τὴν καρδίαν τέως ἠσχολημένην πένθει τῆς ἐκείνου τελευτῆς αἰτιώτατον Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 295
- Page 243 and 244: ἕτερον τρόπον οἰκ
- Page 245 and 246: τούτῳ τῷ χρόνῳ σ
- Page 247 and 248: πόλεως ἀγεννέστε
- Page 249 and 250: συνάφειαν· παραμε
- Page 251 and 252: ∆ιογένους αἰδούμ
- Page 253 and 254: συνεκύκησε τοῦ τε
- Page 255 and 256: οἷόν τι πῦρ ἐπὶ π
- Page 257 and 258: ἐπαιρόμενον, ἐπε
- Page 259 and 260: ἧκε κἀκ τῶν Κελτι
- Page 261 and 262: ἐκαρτέρει τοῦ Μομ
- Page 263 and 264: πεπονθέναι τῶν ἀθ
- Page 265 and 266: ἐπιδεικνύμενοί τ
- Page 267 and 268: ἦν, ἐνόσουν αἱ πό
- Page 269 and 270: παραπλησίως τῶν ἰ
- Page 271 and 272: ἀπεφθέγξατο. (Β.) "1
- Page 273 and 274: πέμψασα τοῖς περὶ
- Page 275 and 276: πειρᾶσθαι γνώμης.
- Page 277 and 278: φυλάκων καὶ φρουρ
- Page 279 and 280: ἀκαίρων ἐκείνων
- Page 281 and 282: συγκεκροτημένον 2.7
- Page 283 and 284: καὶ τῶν Ἐπικουρε
- Page 285 and 286: βασιλέως οἱ δύο τ
- Page 287 and 288: λογισμῶν, ὥσπερ ν
- Page 289 and 290: ἐγκυβιστᾷν, ἀνάγ
- Page 291 and 292: σφισιν αἴτιος, ἀφ'
- Page 293: δύναμιν. Ἔπειτα τ
- Page 297 and 298: ξυνενόει, Ἰσιδώρο
- Page 299 and 300: καὶ τὴν τῆς τοιαύ
- Page 301 and 302: προδιδόντων ψυχάς
- Page 303 and 304: ἐμπορίας καὶ ναυτ
- Page 305 and 306: ὁλκάδων προτειχί
- Page 307 and 308: κατέγνωσαν δ' ἑαυτ
- Page 309 and 310: ἀπὸ μόνης τῆς πρ
- Page 311 and 312: δηλαδὴ τοὺς οἰκε
- Page 313 and 314: τῇ γῇ κρύπτειν ἔρ
- Page 315 and 316: σεσίγηται γὰρ κατ
- Page 317 and 318: διαλεκτικῶν πιθήκ
- Page 319 and 320: χωρίοις καὶ ἀμπελ
- Page 321 and 322: παρόντας ἔφασκον,
- Page 323 and 324: στήλην τῆς ἐκείν
- Page 325 and 326: πολλοῦ μεντἂν ἦν
- Page 327 and 328: δευσοποιόν τε καὶ
- Page 329 and 330: ποικίλην, ἣν διορθ
- Page 331 and 332: Παλαμᾶ παραφθεγξα
- Page 333 and 334: τῶν θείων μακαρίζ
- Page 335 and 336: ταῖς τῶν σχημάτων
- Page 337 and 338: οὐκ ἐν ἑαυτῇ θεωρ
- Page 339 and 340: μετὰ τῆς θεότητος
- Page 341 and 342: λόγος καὶ ὁ θεῖος
- Page 343 and 344: τοίνυν καὶ ὁ πολὺ
φοιτᾷν ἐς αὐτὸν περιῆν, δι' οὐδέν τι τῶν πάντων ἕτερον ἐμὲ τῆς προθυμίας εἰς τὴν

σπουδὴν ἐγειρούσης, εἰ χρὴ τὸ τῆς καρδίας ἀνακαλύπτειν ἀπόῤῥητον ἐνταυθοῖ καὶ

μὴ παρακρούεσθαι τὴν ἀλήθειαν, ἢ τοῦ μὴ καθυφεῖναι, οἷς ἂν δι' ἐφέσεως εἴη,

πατέρων ὅρια κινοῦσιν, ἐκτόπους ἀντεισάγειν καινοφωνίας, ἀλλ' ἐμμένειν τοῖς

δεδομένοις δόγμασι παραινεῖν ἀσφαλῶς. καὶ ἦν οὐδὲν, ὃ μὴ ποιῶν καὶ λέγων

ὑπῆρχον ἐγὼ, παντοδαπὸς γιγνόμενος, καὶ πάντα κάλων κινῶν, νῦν μὲν τὸν

κολακικώτερον τρόπον καὶ λόγοις καὶ γράμμασι πρὸς αὐτὸν ἐνδεικνύμενος, ἵν'

οὑτωσί πως τὸ ἦθος πρότερον τιθασσεύσας αὐτοῦ πρὸς τὸ βουλόμενον σχοίην

πειθόμενον· νῦν δ' ἐλέγχων καὶ ψυχῆς αὐτῷ νωθρότητα ὀνειδίζων, καὶ ὅσα

Ῥωμαίους δεινὰ καταλήψεται προλέγων διὰ τὰ τοιαῦτα τῆς ἐκκλησίας ναυάγια.

"1οἷς μὲν γὰρ τῶν εὖ κειμένων πατρίων (ἔφασκον) νομίμων οὐδεμία τολμᾶται

παράβασις, εὔδρομον μὲν τὴν τοῦ βίου φορὰν πρὸς εὐδαιμονίαν, εὐέλπιδα δὲ τὴν

τῶν ἐπηγγελμένων τοῖς δικαίοις ἐς τὸ μέλλον ἀποκατάστασιν εἶναι· οἷς δὲ τοῖς εὖ

κειμένοις οὐχ ἕπεται δόγμασιν ἕπεσθαι τῶν πατέρων, τούτοις δ' ἀνήκεστα μὲν τὰ

τοῦ βίου περιχωρεῖν παλαίσματα, καὶ μάλα ταῖς προαιρέσεσιν ἐναν 2.824 τία τῶν

πραττομένων τὰ τέλη· ἀνηκέστους δὲ καὶ δυσέλπιδας μᾶλλον τὰς μετὰ τὸν βίον

καταγωγὰς ἀπαντᾷν."2 ( ʹ.) Ἄρτι δὲ καὶ τὴν ἀντικειμένην φατρίαν ξυνενόουν

ἐγκειμένην ἑτέρωθεν, λάθρα τε καὶ προφανῶς αὐτὸν διεγείροντας, ἐξορίας με δρᾷν

τὴν ταχίστην ὑπεύθυνον. ἐδεδίεσαν γὰρ, οἶμαι, μὴ τῷ τοῦ ἡμετέρου ζήλου πυρὶ,

καθάπερ σίδηρος, ὀψέ ποτε μαλαχθεὶς εὐπαθέστερος γένηται πρὸς πειθὼ, καὶ ὅλην

μεταβαλὼν τὴν τῶν δικτύων ἐπίβουλον θήραν ἀνασοβήσῃ. διὸ καὶ ἐς τὸ

παραβολώτερον μᾶλλον ἐκεῖθεν τὸν ἐμὸν καὶ αὐτὸς ἀνεχάλκευον τρόπον, καὶ

ἀφειδέστερον ἤδη τοῖς πρὸς αὐτὸν ἐλέγχοις ἐχρώμην, δυοῖν ἕνεκα· ἢ γὰρ αἰδεσθέντα

παύσειν τὸ τοῦ κατὰ τῆς ἐκκλησίας πολέμου βίαιον, ἢ κἀμὲ τοῦ Βυζαντίου τάχιστα

ποιεῖν ἠναγκάσθαι ἐξόριστον. μηδὲ γὰρ ἀνεκτὸν εἶναί μοι, τὴν τῶν δογμάτων

καινοτομίαν ὀφθαλμοῖς ὁρᾷν εὐσεβεῖν αἱρουμένοις. ἀλλ' ἦν ἄρα τὰ λεγόμενα

μάταιος ὄχλος, καὶ ἐπόνουν ἀνήνυτα. οὔτε γὰρ οὐδὲ βραχὺ τῆς προθέσεως ἐκείνης

ἐκεῖνος ἐνδοῦναι προῄρηται· αἰσχύνην γὰρ ἐνόμιζεν εἶναί οἱ τὴν τοῦ τρόπου

μετάθεσιν, καὶ τὴν τῆς δόξης μεταβολὴν, ᾗ τὴν ἰσχὺν αὐτὸς ἐξ ἀρχῆς χαρισάμενος

τῆς ὅλης μάλιστα πάντων ἔδοξεν ὑποθέσεως αἴτιος· οὔτ' ἐμοί τι δεινὸν ἐπάγειν,

πάνυ τοι λοιδοροῦντί τε καὶ χλευάζοντι, οὔτ' οἴκοθεν αὐτὸς βεβούλευται, οὔτε

ξυνωθούντων ἄλλων παρενήνεκται. ἀλλ' ἦν ἀπὸ τοῦ ἴσου μοι διαλεγόμενος, μετὰ

τῆς συνήθους πραότητος ἀεὶ, ὥσπερ οἱ μὴ δυνάμενοι τοὺς ἐναντίους ἀμύνεσθαι· τὴν

μίμησιν, οἶμαι, πρὸς Ἀδριανὸν εὐστόχως ἀνάγων τὸν αὐτοκράτορα, 2.825 ὃς αὐτῷ

φιλονείκως ποτὲ διαφερομένου Φαβωρίνου τοῦ φιλοσόφου, ἐξὸν ἀποκτείνειν, ὁ δὲ

οὐδαμῆ παρωξύνετο, ἀλλ' ἐνεκαρτέρει τῷ μειλιχίῳ τοῦ ἤθους, ἀπὸ τοῦ ἴσου

διαφερόμενος. διὸ κἀνταῦθα μᾶλλον ὁ βασιλεὺς ἐθαυμάζετο πρὸς τῶν παρόντων διὰ

τὸ τοῦ ἤθους ἥμερον, ἤπερ ἐγὼ διὰ τὸ τοῦ ζήλου θυμοειδές. (Ζ.) Τούτων δ' οὕτως

ἐχόντων, καὶ οὕτω χωρούσης τῆς τῶν πραγμάτων τύχης, οὐδ' οὕτως ἦν ἡσυχῆ

καθήμενον φέρειν ἐμέ· ἀλλ' ἐδυσφόρουν καὶ ἤσχαλλον, καὶ μέσης ἥπτετό μου τῆς

καρδίας τὸ πάθος· καὶ καιρὸν τῆς ἐμῆς ἐζήτουν προθέσεως ἄξιόν τι, πρὶν ὑπὸ λύπης

παθεῖν, δεδρακέναι. τοῦ δὲ χρόνου χωροῦντος ἐς τὸ τοῦ φθινοπώρου πέρας, ἐπειδὴ

τῷ βασιλεῖ διὰ Ματθαῖον τὸν υἱὸν, ὡς εἴρηται, διὰ σπουδῆς ἀφικνεῖσθαι ἐς

∆ιδυμότειχον ἦν, ἵνα δὴ λυπούμενον ἐκεῖνον παραμυθούμενος τὰς τῆς βασιλίδος

Εἰρήνης ἐπαγγελίας εἰς ἔργον ἀγάγῃ, τοῦτον ἐγὼ τὸν καιρὸν ἀγαθὸν ἡγησάμενος

ἕρμαιον, καὶ τοῖς σκοπουμένοις ἐπιεικῶς μοι προσήκοντα, πρόσειμι κατ' ἰδίαν

Εἰρήνῃ τῇ βασιλίδι, καὶ ἅμα τοῦ τε ζήλου δῆλον τίθημι τὸ φλέγον καὶ τούς γε ὑπὲρ

εὐσεβείας ἄνθρακας ἀνακαλύπτω τῆς ἐμῆς καρδίας, κἀπὶ νέῳ καὶ ἀκμάζοντι τῷ τοῦ

παιδὸς τὴν καρδίαν τέως ἠσχολημένην πένθει τῆς ἐκείνου τελευτῆς αἰτιώτατον

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

295