Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

διάφοροι γλῶσσαι τῶν τηνικαῦτα παρόντων ἐκεῖ πρὸς αὐτὸν ἐπετόξευον σκώμμασι· καὶ σύνδυο καὶ σύντρεις ἐκ διαστήματος ἀθροιζόμενοι διηπόρουν ἀλλήλοις τά γε τοιαῦτα κοινούμενοι καὶ τὴν ἀναίδειαν λοιδοροῦντες ἐκείνου λάθρα καὶ ὑπ' 2.793 ὀδόντα. (Β.) Ἦσαν δ' οἳ καὶ ἐκκεκαλυμμένως ἐς προὖπτον ἐλοιδοροῦντο τἀνδρὶ, μηδὲν ὑγιὲς μήτε δρῶντι, μήτε λαλοῦντι, μήτ' ἐν τῷ τότε παρόντι τῆς ὥρας, μήτ' ἐς τοὐπιὸν τοῦ χρόνου. μετὰ γὰρ βραχύν τινα χρόνον, διὰ τὸ τῆς αὐτοῦ ῥαγῆναι κοινωνίας τοὺς πλείους τῶν ἐπισκόπων καὶ πρεσβυτέρων, πλῆθος ἀγοραῖον ἑαυτῷ θιασώτας ἀθροίσας τοιούτων τὴν ἐκκλησίαν ἀντὶ τῶν ῥαγέντων ἐνέπλησεν, ἐπισκόπους σχεδιάσας καὶ πρεσβυτέρους ἑτέρους, ὥσπερ οἱ μῦθοι πάλαι τοὺς σπαρτοὺς καὶ αὐθημερινοὺς γίγαντας, καὶ οὕτω κατὰ τῆς εὐσεβείας ἀμαθῶν λογίων ὁπλίσας πλεῖστα συνέδρια. (Γ.) Ἔπειτα θεραπεύειν ἠξίου λυπούμενον τῆς τῶν πατριαρχικῶν ἀποτυχίας θρόνων τὸν Παλαμᾶν, διδάσκαλόν τε ὄντα τοῦ θιάσου καὶ τῆς φατρίας καί οἱ τῶν ἀξιωμάτων αἴτιον· καὶ τοῦτον ἐπίσκοπον χειροτονεῖ Θεσσαλονικέων· οἷ καὶ ἀπιόντα μήτε τινὸς τετυχηκέναι ξενίας πρὸς τῶν ἐκεῖ ξυμπέπτωκε πολιτῶν, καὶ ἅμα τὴν ἀπὸ Σκυθῶν πόῤῥωθεν εἰληφότα ῥῆσιν, εἰπεῖν, καθάπερ τι Κυλώνειον ἄγος ἐξ αὐτῶν εὐθὺς ἐπανιέναι ἐληλαμένον τῶν τῆς πόλεως ἀγρῶν καὶ προαστείων, πρὶν ἐντὸς γενέσθαι πυλῶν καὶ πρὶν ἐγγὺς ἐληλυθέναι τείχους. (∆.) Ἀλλὰ ταυτὶ μὲν ἑτέροις καταλελοιπότας ἡμᾶς, οἳ πραγματείαν εἰς μῆκος ἰδίαν πεποίηνται πάνθ' ὁπόσα τοῖς ἐκκλησιαστικοῖς συμβέβηκε τότε δόγμασιν, χρεὼν, ἃ τῇ ἱστορίᾳ κεφαλαιώδως πως εἰρῆσθαι προσῆκον, ἤδη διεξιέναι κατὰ τὸν ἄνω που παραλελειμμένον εἱρμόν. 2.795 αʹ. Τῶν μὲν οὖν Θρᾳκικῶν πόλεων οὐδεμία, πλὴν τῆς παραλίου Μηδείας, ἐλέλειπτο, τοῦ μὴ ἐς ὑποταγὴν καταστῆναι τῷ Καντακουζηνῷ μετὰ τὴν ἐς Βυζάντιον εἴσοδόν τε καὶ τὸ τῆς αὐτοκρατορικῆς ἀναγορεύσεως ἐντελές. ἐν δὲ Μακεδονίᾳ, τῶν ἄλλων ὑπηκουσῶν τῷ τῶν Τριβαλλῶν ἡγεμόνι, Βέῤῥοια μὲν καὶ αὐτὴ μετ' ὀλίγον τῶν ὑπηκόων αὐτοῦ ἐγεγόνει, συμμαχίας ἄνευ ἐπὶ μακρὸν ἀντέχειν οὐ δυναμένη πρὸς βαρβαρικὴν καὶ ἐπίμονον μάχην, φυγάδος ἐκεῖθεν μεταξὺ γενομένου τοῦ τηνικαῦτα ἐπιτροπεύοντος Μανουὴλ, τοῦ τοῦ βασιλέως υἱοῦ. Θεσσαλονίκῃ δ' οὐκ ἤρεσκεν οὐδενὶ προσρυῆναι, μήτε τῷ Καντακουζηνῷ, μήτε μὴν τῷ τῶν Τριβαλλῶν ἡγεμόνι. (Β.) Στάσις γὰρ ἐκ πολλοῦ κατεῖ 2.796 χεν αὐτήν· καὶ Ζηλωτῶν οὑτωσί πως ὠνομασμένων ἄθροισμα τῶν ἄλλων ἐπρώτευε· καὶ ἦν πρὸς οὐδεμίαν τῶν πολιτειῶν τὴν μίμησιν ἀναφέρουσα. οὔτε γὰρ ἀριστοκρατική τις ἦν, ὁποίαν τοῖς πάλαι Λυκοῦργος Λακεδαιμονίοις ἀνύειν προσετετάχει· οὔτε τις δημοκρατικὴ, καθάπερ τῶν Ἀθηναίων ἡ πρώτη τε καὶ ἣν ἐκ τετραφύλων εἰς δεκαφύλους ἐπεπράχει Κλεισθένης· οὔθ' ἥν τε Ζάλευκος τοῖς Ἐπιζεφυρίοις Λοκροῖς ἐβράβευσε καὶ ἣν τοῖς ἐν Σικελίᾳ Χαρώνδας ὁ Καταναῖος· οὔτε τις ὑπὸ δυοῖν ἢ πλειόνων εἰς ἕν τι κραθεῖσα καινότερον εἶδος, ὁποῖαί τινες ἦσαν ἥ τε Κυπρίων καὶ ἣν ἐν τῇ πάλαι Ῥώμῃ τὸν δῆμον, κατὰ τῶν ὑπατικῶν ἀνδρῶν στασιάσαντας, καταστήσασθαι λέγεται· ἀλλ' ὀχλοκρατία ξένη τις καὶ οἵαν φέροι ἂν καὶ ἄγοι τὸ αὐτόματον. θρασύτεροι γάρ τινες, εἰς αὐτοχειροτόνητον αὐθεντίας ἄθροισμα συλλεγέντες, πᾶσαν ἐκεῖ κατατρέχουσιν ἡλικίαν, τῆς τε πόλεως ἐκδημαγωγοῦντες τὸν ὄχλον πρὸς τὸ βουλόμενον καὶ τῶν πλουτούντων ἀφαιρούμενοι τὰς οὐσίας, τρυφῶντές τε αὐτοὶ καὶ μηδενὶ τῶν ἔξωθεν ὑπεῖξαι κελεύοντες ἡγεμόνων, ἀλλὰ τοῦτ' εἶναι κανόνα καὶ νόμον τοῖς ἄλλοις, ὅπερ ἂν ἐκείνοις δόξειεν. (Γ.) Ἥ γε μὴν Θρᾳκικὴ Μήδεια, ἣ δυτικωτέραν τε ἔχει Βυζαντίου τὴν θέσιν καὶ πρὸς τῷ ἄκρῳ τοῦ Εὐξείνου κειμένη πόντου σταδίους ἐντεῦθεν ἀπέχει μικρόν τι τετρακοσίων ἐπέκεινα, πρὸς ὀλίγον ἀποστατήσασα, καὶ καθ' ἑαυτὴν γενομένη, πολλὰ μὲν ἔδρασε κατὰ Βυζαντίων δεινὰ, πλεῖστα δ' ἐπεπόνθει· τέλος δὲ πολιορκηθεῖσα 2.797 προὔδωκεν ἑαυτὴν Καντακουζηνῷ καθ' ὁμολογίαν. καὶ ταῦτα μὲν τῇδέ πη ἔσχε. (∆.) Σεβαστοκράτορες δ' ἐπὶ τούτοις ὑπὸ τοῦ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 284

βασιλέως οἱ δύο τῆς βασιλίδος Εἰρήνης κεχειροτόνηνται ἀδελφοὶ, Ἰωάννης καὶ Μανουὴλ, καὶ τοῖς τῷ τοιούτῳ προσήκουσιν ἀξιώματι παρασήμοις, ἔν τε καλύπτραις καὶ ὑποδήμασιν ἅμα, κεκόσμηνται. ὧν ἅτερος, ὁ Ἰωάννης, ὀλίγῳ ὕστερον ἐς τὸ τῶν Ἐπιβατῶν ἀπιὼν φρούριον τῇ Ἀλεξίου τοῦ Ἀποκαύκου θυγατρὶσυνεζύγη· ᾗ συνῳκήκει πρότερον ὁ Παλαιολόγος Ἀνδρόνικος, ὃν πνιγῆναι κατὰ τὸν περὶ ∆ιδυμότειχον καὶ Ἀδριανούπολιν ποταμὸν ἀνωτέρω που δεδηλώκαμεν. βραχὺν δ' ἐκεῖ διατετριφότα χρόνον ἔπειθ' ἑκόντα προὔπεμπε τὸν Ἰωάννην σύν γε τῇ νέᾳ συζύγῳ λαμπρῶς ἡ πενθερὰ ἐς τὸ τῆς Τραϊανουπόλεως ἔγγιστα φρούριον, τὴν τῶν Ἀδήλων λέγω μονήν. ἔνθα τὰς τῶν οἰκήσεων ἐπαύλεις καὶ τοὺς ἀγροὺς ἐκ πολλοῦ πρὸς Καντακουζηνοῦ κεκλήρωται τοῦ βασιλέως. ἐδεδίει γὰρ ἐκείνη, μὴ χειρωσάμενος ἐκεῖνος τὸ τῶν Ἐπιβατῶν φρούριον μετὰ τῶν χρημάτων ἐκεῖθεν ἐξόριστον ταύτην ποιήσηται. (Ε.) Κατὰ τοῦτον μέντοι τὸν χρόνον νόσημα τοῖς ἀνθρώποις ἐνέσκηψε βαρὺ καὶ λοιμῶδες, ἀρξάμενον ἀπὸ Σκυθῶν καὶ Μαιώτιδος καὶ τῶν τοῦ Τανάϊδος ἐκβολῶν ἦρος ἄρτι καθισταμένου, καὶ διήρκεσεν ἅπαντα τὸν ἐνιαυτὸν ἐκεῖνον, μεταβαῖνον καὶ διαφθεῖρον ὡσαύτως μόνην ἐς τἀκριβὲς τὴν παράλιον οἰκουμένην, πόλεις ὁμοῦ καὶ χώρας, τάς τε ἡμετέρας καὶ ὅσαι κατὰ τὸ συνεχὲς διήκουσιν ἄχρι Γαδείρων τε καὶ στηλῶν Ἡρακλείων. δευτέρου δ' ἐπιόντος ἔτους μετέβη καὶ ἐς τὰς τοῦ Αἰγαίου νήσους. ἔπειτα καὶ Ῥοδίων ἥψατο, καὶ Κυπρίων ὁμοίως, 2.798 καὶ ὅσοι τὰς ἄλλας νέμονται νήσους. ἐπενέμετο δὲ τὸ πάθος ἐπίσης ἄνδρας καὶ γυναῖκας, πλουσίους καὶ πένητας, γηραιοὺς καὶ νέους, καὶ ἁπλῶς εἰπεῖν, οὐδεμιᾶς οὔθ' ἡλικίας οὔτε τύχης ἐφείδετο. ἐκενοῦντο δ' οἰκίαι πλεῖσται καθάπαξ τῶν οἰκητόρων ἁπάντων μιᾶς ἡμέρας, ἢ καὶ δυοῖν ἐνίοτε, μηδενὸς μηδενὶ βοηθεῖν δυναμένου, μήτε δὴ τῶν γειτονούντων, μήτε μὴν τῶν κατὰ γένος καὶ καθ' αἷμα προσηκόντων οὐδενός. οὐ μόνους γε μὴν ἀνθρώπους τὸ πάθος οὑτωσὶ διετέλει μαστίζον· ἀλλὰ καὶ εἴ τι κατ' οἶκον ὡς τὰ πολλὰ τοῖς ἀνθρώποις ἐκείνοις συνέζη τε καὶ συνῴκει τῶν ἄλλων ζώων· κύνας φημὶ καὶ ἵππους καὶ ὀρνίθων παντοῖα γένη, καὶ εἴ τινες ἐν τοῖς τῶν οἴκων τοίχοις οἰκοῦντες ἔτυχον μύες. σημεῖα δὲ τοῦ τοιοῦδε νοσήματος ἦν ἐξανθοῦντα, καὶ τοῦ ἀθρόου πρόδρομα θανάτου ἐκείνου, ὀγκώδης τε ἔκφυσίς τις περὶ τὰς ἀρχὰς τῶν μηρῶν καὶ τῶν βραχιόνων καὶ ἅμα αἱματώδης φθόη· ἃ τοὺς συσχεθέντας αὐθημερὸν ἐνίοτε, καθημένους ἢ βαδίζοντας, τοῦ παρόντος ἀπῆγε τάχιστα βίου. ὅτε δὴ καὶ Ἀνδρόνικος, ὁ τῶν υἱέων τοῦ βασιλέως νεώτερος, ἐτεθνήκει. βʹ. Τῶν μέντοι πραγμάτων ἐν τούτοις ὄντων, ἔδοξε τῷ Ἀσὰν Ἰωάννῃ, τοῖς περὶ τὴν Ἀδριανούπολιν χωρίοις ἄρτι τὰςδιατριβὰς ποιουμένῳ, τὸν ἀδελφιδοῦν ἰδίᾳ παρειληφότι Ματθαῖον (ὃς καθ' ἡλικίαν προὔχων τῶν βασιλέως παίδων τῶν τε ἐν Θρᾴκῃ πόλεων τὴν ἐπιτροπὴν πρὸς τοῦ πατρὸς καὶ βασιλέως ἐκληρώσατο τηνικαῦτα, καί οἱ συμβέβηκεν ἐν ταὐτῷ ξυνιέναι τῷ θείῳ, καὶ κυνηγεσίοις χρήσασθαι τοῖς αὐτοῖς) ὧν αἱ καρδίας αὔ 2.799 λακες θαλαμεύουσι λογισμῶν ἐκείνῳ κοινώσασθαι· καὶ ἀρξάμενος ἔλεξε τοιάδε. (Β.) "1Εἰ μὲν τύχην"2, φησὶν, "1τινὰ καὶ τυραννοῦσαν πεπρωμένην τοῖς ἀνθρώποις τὰ πράγματα πρυτανεύειν οἴεσθαι ἔπεισί σοι, ἢ τῷ αὐτομάτῳ δεδωκυῖαν τὴν τῶν πραγμάτων ὀθόνην ἀτέκμαρτόν τινα καὶ ἀκυβέρνητον φέρεσθαι πλοῦν, σιωπᾷν τε ἄμεινον καὶ τὸν τῆς πεπρωμένης ἄδηλον περιμένειν μίτον. εἰ δὲ προαιρέσει καὶ βουλῇ τὰ ἐφ' ἡμῖν ὡς ἐπὶ τὸ πλεῖστον διοικεῖσθαι δέδοται, τοῦ χάριν, παρὸν ἡμᾶς ἐκ τοῦ ῥᾴστου καρποῦσθαι τὸ ζῇν ἀκινδύνως, ἐθελοντὰς ἡμῖν αὐτοῖς παντοδαπῶν περιπλέκειν δίκτυα φόβων; οἶσθα γὰρ, ὡς μυρίους ἐν τῇ ὑπερορίᾳ διηντλήκαμεν μόχθους μετὰ μακρῶν καὶ παντοδαπῶν τῶν κινδύνων, ὁπόσοι θανάτου γείτονες ἐπεφύκεσαν, τῷ σῷ πατρὶ περιποιούμενοι τὸ ἀκίνδυνον· ὡς δεύτερα εἶναι τὰ ∆ιοσκούρων ἐγκώμια, καὶ εἴ τινες Ὀρέσται καὶ Πυλάδαι τὸν μακρὸν ἐμπεπληκότες αἰῶνα φιλαδελφίας ὑποδειγμάτων, εἴ τις τὰ ἡμέτερα τοῖς ἐκείνων ἀντεξετάζειν ἐθέλει. καὶ ἦν ἡ τοὺς τοιούτους ἀεὶ κατὰ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 285

βασιλέως οἱ δύο τῆς βασιλίδος Εἰρήνης κεχειροτόνηνται ἀδελφοὶ, Ἰωάννης καὶ

Μανουὴλ, καὶ τοῖς τῷ τοιούτῳ προσήκουσιν ἀξιώματι παρασήμοις, ἔν τε καλύπτραις

καὶ ὑποδήμασιν ἅμα, κεκόσμηνται. ὧν ἅτερος, ὁ Ἰωάννης, ὀλίγῳ ὕστερον ἐς τὸ τῶν

Ἐπιβατῶν ἀπιὼν φρούριον τῇ Ἀλεξίου τοῦ Ἀποκαύκου θυγατρὶσυνεζύγη· ᾗ

συνῳκήκει πρότερον ὁ Παλαιολόγος Ἀνδρόνικος, ὃν πνιγῆναι κατὰ τὸν περὶ

∆ιδυμότειχον καὶ Ἀδριανούπολιν ποταμὸν ἀνωτέρω που δεδηλώκαμεν. βραχὺν δ'

ἐκεῖ διατετριφότα χρόνον ἔπειθ' ἑκόντα προὔπεμπε τὸν Ἰωάννην σύν γε τῇ νέᾳ

συζύγῳ λαμπρῶς ἡ πενθερὰ ἐς τὸ τῆς Τραϊανουπόλεως ἔγγιστα φρούριον, τὴν τῶν

Ἀδήλων λέγω μονήν. ἔνθα τὰς τῶν οἰκήσεων ἐπαύλεις καὶ τοὺς ἀγροὺς ἐκ πολλοῦ

πρὸς Καντακουζηνοῦ κεκλήρωται τοῦ βασιλέως. ἐδεδίει γὰρ ἐκείνη, μὴ

χειρωσάμενος ἐκεῖνος τὸ τῶν Ἐπιβατῶν φρούριον μετὰ τῶν χρημάτων ἐκεῖθεν

ἐξόριστον ταύτην ποιήσηται. (Ε.) Κατὰ τοῦτον μέντοι τὸν χρόνον νόσημα τοῖς

ἀνθρώποις ἐνέσκηψε βαρὺ καὶ λοιμῶδες, ἀρξάμενον ἀπὸ Σκυθῶν καὶ Μαιώτιδος καὶ

τῶν τοῦ Τανάϊδος ἐκβολῶν ἦρος ἄρτι καθισταμένου, καὶ διήρκεσεν ἅπαντα τὸν

ἐνιαυτὸν ἐκεῖνον, μεταβαῖνον καὶ διαφθεῖρον ὡσαύτως μόνην ἐς τἀκριβὲς τὴν

παράλιον οἰκουμένην, πόλεις ὁμοῦ καὶ χώρας, τάς τε ἡμετέρας καὶ ὅσαι κατὰ τὸ

συνεχὲς διήκουσιν ἄχρι Γαδείρων τε καὶ στηλῶν Ἡρακλείων. δευτέρου δ' ἐπιόντος

ἔτους μετέβη καὶ ἐς τὰς τοῦ Αἰγαίου νήσους. ἔπειτα καὶ Ῥοδίων ἥψατο, καὶ Κυπρίων

ὁμοίως, 2.798 καὶ ὅσοι τὰς ἄλλας νέμονται νήσους. ἐπενέμετο δὲ τὸ πάθος ἐπίσης

ἄνδρας καὶ γυναῖκας, πλουσίους καὶ πένητας, γηραιοὺς καὶ νέους, καὶ ἁπλῶς εἰπεῖν,

οὐδεμιᾶς οὔθ' ἡλικίας οὔτε τύχης ἐφείδετο. ἐκενοῦντο δ' οἰκίαι πλεῖσται καθάπαξ

τῶν οἰκητόρων ἁπάντων μιᾶς ἡμέρας, ἢ καὶ δυοῖν ἐνίοτε, μηδενὸς μηδενὶ βοηθεῖν

δυναμένου, μήτε δὴ τῶν γειτονούντων, μήτε μὴν τῶν κατὰ γένος καὶ καθ' αἷμα

προσηκόντων οὐδενός. οὐ μόνους γε μὴν ἀνθρώπους τὸ πάθος οὑτωσὶ διετέλει

μαστίζον· ἀλλὰ καὶ εἴ τι κατ' οἶκον ὡς τὰ πολλὰ τοῖς ἀνθρώποις ἐκείνοις συνέζη τε

καὶ συνῴκει τῶν ἄλλων ζώων· κύνας φημὶ καὶ ἵππους καὶ ὀρνίθων παντοῖα γένη,

καὶ εἴ τινες ἐν τοῖς τῶν οἴκων τοίχοις οἰκοῦντες ἔτυχον μύες. σημεῖα δὲ τοῦ τοιοῦδε

νοσήματος ἦν ἐξανθοῦντα, καὶ τοῦ ἀθρόου πρόδρομα θανάτου ἐκείνου, ὀγκώδης τε

ἔκφυσίς τις περὶ τὰς ἀρχὰς τῶν μηρῶν καὶ τῶν βραχιόνων καὶ ἅμα αἱματώδης φθόη·

ἃ τοὺς συσχεθέντας αὐθημερὸν ἐνίοτε, καθημένους ἢ βαδίζοντας, τοῦ παρόντος

ἀπῆγε τάχιστα βίου. ὅτε δὴ καὶ Ἀνδρόνικος, ὁ τῶν υἱέων τοῦ βασιλέως νεώτερος,

ἐτεθνήκει. βʹ. Τῶν μέντοι πραγμάτων ἐν τούτοις ὄντων, ἔδοξε τῷ Ἀσὰν Ἰωάννῃ, τοῖς

περὶ τὴν Ἀδριανούπολιν χωρίοις ἄρτι τὰςδιατριβὰς ποιουμένῳ, τὸν ἀδελφιδοῦν ἰδίᾳ

παρειληφότι Ματθαῖον (ὃς καθ' ἡλικίαν προὔχων τῶν βασιλέως παίδων τῶν τε ἐν

Θρᾴκῃ πόλεων τὴν ἐπιτροπὴν πρὸς τοῦ πατρὸς καὶ βασιλέως ἐκληρώσατο

τηνικαῦτα, καί οἱ συμβέβηκεν ἐν ταὐτῷ ξυνιέναι τῷ θείῳ, καὶ κυνηγεσίοις

χρήσασθαι τοῖς αὐτοῖς) ὧν αἱ καρδίας αὔ 2.799 λακες θαλαμεύουσι λογισμῶν ἐκείνῳ

κοινώσασθαι· καὶ ἀρξάμενος ἔλεξε τοιάδε. (Β.) "1Εἰ μὲν τύχην"2, φησὶν, "1τινὰ καὶ

τυραννοῦσαν πεπρωμένην τοῖς ἀνθρώποις τὰ πράγματα πρυτανεύειν οἴεσθαι ἔπεισί

σοι, ἢ τῷ αὐτομάτῳ δεδωκυῖαν τὴν τῶν πραγμάτων ὀθόνην ἀτέκμαρτόν τινα καὶ

ἀκυβέρνητον φέρεσθαι πλοῦν, σιωπᾷν τε ἄμεινον καὶ τὸν τῆς πεπρωμένης ἄδηλον

περιμένειν μίτον. εἰ δὲ προαιρέσει καὶ βουλῇ τὰ ἐφ' ἡμῖν ὡς ἐπὶ τὸ πλεῖστον

διοικεῖσθαι δέδοται, τοῦ χάριν, παρὸν ἡμᾶς ἐκ τοῦ ῥᾴστου καρποῦσθαι τὸ ζῇν

ἀκινδύνως, ἐθελοντὰς ἡμῖν αὐτοῖς παντοδαπῶν περιπλέκειν δίκτυα φόβων; οἶσθα

γὰρ, ὡς μυρίους ἐν τῇ ὑπερορίᾳ διηντλήκαμεν μόχθους μετὰ μακρῶν καὶ

παντοδαπῶν τῶν κινδύνων, ὁπόσοι θανάτου γείτονες ἐπεφύκεσαν, τῷ σῷ πατρὶ

περιποιούμενοι τὸ ἀκίνδυνον· ὡς δεύτερα εἶναι τὰ ∆ιοσκούρων ἐγκώμια, καὶ εἴ τινες

Ὀρέσται καὶ Πυλάδαι τὸν μακρὸν ἐμπεπληκότες αἰῶνα φιλαδελφίας ὑποδειγμάτων,

εἴ τις τὰ ἡμέτερα τοῖς ἐκείνων ἀντεξετάζειν ἐθέλει. καὶ ἦν ἡ τοὺς τοιούτους ἀεὶ κατὰ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

285

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!