Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

σύμβουλον, καὶ ὅλαις παλάμαις πόῤῥω που τῶν ὀφθαλμῶν ἐώθει τὸν ἄνθρωπον. αὕτη σκανδάλων ἀρχὴ καὶ κατάστασις πρώτη κατὰ τοῦ πατριάρχου τῇ βασιλίδι καθίσταται. (∆.) Ἀφ' οὗ γὰρ τὸ τῆς ζηλοτυπίας αὐτὴν κατέσχε πάθος, ὃ κατὰ τοῦ βασιλέως Καντακουζηνοῦ καὶ τῆς βασιλίδος Εἰρήνης εἰς τὸ δαψιλέστερον ἔθρεψεν, οὐδ' ἄκροις ὠσὶν οὐδαμῆ ποτ' ἠνείχετο λόγον ἀκούειν ὑπὲρ ἐκείνων συμβατικόν. ἀλλ' ἦν αὐτῇ διάπυρος ἔρως καὶ ξένον ἐντρύφημα, λοιδορίας ἁπάσας καὶ βλασφημίας ἀσέμνους κατ' ἐκείνων καὶ λέγειν ἀεὶ, καὶ λεγόντων ἄλλων ἀκούειν. τοῦτο περιφανῆ καὶ κατάδηλον πέπραχε πᾶσιν ἐν βραχεῖ τῆς ὅλης κακίας τὴν ῥίζαν, ὅθεν καὶ ἡ τῆς ἐμφυλίου μάχης ἐβλάστησε πρόφασις, καὶ ὅπως εἰς τέλος παρέμεινε δαπανῶσα καὶ φθείρουσα τὰ Ῥωμαίων πράγματα. ἦν δ' ἡ τῆς βασιλίδος Ἄννης ζηλότυπος καὶ χαιρέκακος γνώμη, καθάπερ ἡμῖν ἐν τοῖς ἀνωτέρω πολλάκις εἴρηται λόγοις· ἧς τὴν Ῥωμαίων ἠλλάξατο προδήλως εὐδαιμονίαν αὕτη, καὶ δι' ἣν τῶν ὅλων προδότις πραγμάτων ἐγένετο. (Ε.) Οὐ τοσοῦτον δ' οἶμαι νεμεσῴη ἄν τις αὐτῇ, μὴ δυνηθείσῃ διαβλέψαι καὶ διακρῖναι τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος, γυναικί τε οὔσῃ καὶ ἀλλοφύλου τροφῆς καὶ διαίτης ἡλικιώτιδι, καὶ ἅμα μὴ δυναμένῃ παντάπασιν ἀνανῆψαι τοῦ τῆς ζηλοτυπίας πάθους, ὅσον αὐτῷ τε πατριάρχῃ καὶ συγκλήτῳ πάσῃ καὶ γερουσίᾳ τοσαύτῃ, τῇ παραλόγῳ ταύτῃ καθάπερ ἀν 2.762 δράποδα πειθομένοις ἐξουσίᾳ, κύβον τ' ἀναῤῥῖψαι τοσοῦτον 2.762 καὶ πρὸς ἕνα λαθόντας ἐθελοντὰς ῥιφῆναι κίνδυνον, καὶ κοινὸν ἀλλήλοις γενέσθαι δυστύχημα καὶ ναυάγιον. ἀλλὰ ταῦτα μὲν ἐν τούτοις ἦν· καὶ ἡ τῶν τῆς βασιλίδος Ἄννης κατὰ τοῦ πατριάρχου σκανδάλων πρόφασις ἐκ τοιούτων σπινθήρων ἀναῤῥιπίζεσθαι πρὸς αἰθερίας φλόγας ἔσχε τὴν ἀρχήν. εʹ. Ὁ δὲ Καντακουζηνὸς, ἀπογνοὺς τὴν ἐντεῦθεν εἰρήνην, ἑτέρας ἐπεχείρησε τέμνειν αὔλακας ἐννοιῶν τε καὶ πράξεων. καὶ πρῶτον μὲν σπεύσας εἷλε Σηλυβρίαν καθ' ὁμολογίαν, ἐν ᾗ καὶ πύργον εἰς ἀκροπόλεως ἀσφάλειαν ᾠκοδομήσατο πάνυ τοι ὀχυρόν. ἔπειτ' ἀπιὼν εἰς Ὀρεστιάδα καὶ συνηθροικὼς τούς τε κατὰ Θρᾴκην ἐπισκόπους, καὶ ὅσοι φυγάδες ἐκ Βυζαντίου γενόμενοι συμπαρῆσαν αὐτῷ, βασιλικὴν περιτίθησι τῇ κεφαλῇ ταινίαν, κατὰ τὸ πάλαι κεκρατηκὸς τοῖς βασιλεῦσιν ἔθος, τῇ τοιαύτῃ πανηγύρει διακονησαμένου τοῦ τῶν Ἱεροσολύμων πατριάρχου. ἔτυχε γὰρ καὶ αὐτὸς μετὰ τῶν ἐκ Βυζαντίου φυγάδων ἐκεῖ τηνικαῦτα παρών. ἔπειτα κραταιότερον ἐπέθετο Βυζάντιον ἑλεῖν ταῖς κρύφα συσκευαῖς καὶ ἐπιβουλαῖς. (Β.) ∆ιὸ καὶ τὸν τῆς Βιθυνίας σατράπην Ὑρκανὸν, μεγίσταις δωρεαῖς τε καὶ ὑποσχέσεσι τῆς βασιλίδος Ἄννης ὁρῶν ὑποκλίνειν σκεπτόμενον, καὶ ἅμα συννοῶν, ὡς τὰ μέγιστα σφῆλαι δύναται πᾶσαν ἣν ἂν οὗτος ἐπιβάληται δρᾷν κατὰ Βυζαντίων ἐγχείρησιν, γείτων τε ὢν ἐγγύτατος καὶ τῇ δυνάμει τοὺς κατ' αὐτὸν ἤδη Περσικοὺς ὑπεραίρων σατράπας, τῶν ἀναγκαίων ἐνόμισεν, ἀγαγέσθαι γαμβρὸν ἐπὶ τῇ θυγατρὶ 2.763 Μαρίᾳ, πάλαι τοῦτο ζητοῦντα σὺν σφοδρῷ καὶ φλέγοντι τῷ πόθῳ, καὶ πρὸς τοὺς ἐσχάτους ἐλάσαι κινδύνους, εἰ μὴ τῆς ἐρωμένης ἐπιτυχὴς γένοιτο, σφοδρῶς ἀπειλοῦντα. οὐ γὰρ ἦν που τῶν εἰκότων, ὡς ποῤῥωτάτω που διαιτώμενον, πάνυ τοι νέας οὔσης καὶ εὐπροσώπου τῆς κόρης καὶ γένους εὐδαίμονος, ἐραστὴν ἐκ μόνης γενέσθαι τῆς ἀκοῆς, ἄνδρα παρηβηκότα καὶ βάρβαρον. κἀπειδὴ τοὺς περὶ ψυχῆς ἑώρα τὸν Καντακουζηνὸν ἀγῶνας τέως σταδιοδρομοῦντα, καιρὸν ἔχειν ᾠήθη, κραταιότερον ἐπιθέσθαι τῇ ζητήσει. διὸ καὶ νῦν μὲν ταῖς τῆς συμμαχίας ὑποσαίνων ἐλπίσι, νῦν δὲ ταῖς ἀπειλαῖς περιδεᾶ καθιστῶν (ἦν γὰρ εἰς πλοῦτον ἐληλακὼς βαθὺν καὶ σφόδρα πολυτελῆ, καὶ μεγάλην ἔχων ἀρχὴν ἐν Ἀσίᾳ, καὶ πολλὴν περιβεβλημένος δύναμιν ὅπλων καὶ στρατῶν Περσικῶν) οὐκ εἰς μακράν γε ἐτετυχήκει τοῦ ποθουμένου, καὶ τὰς τῆς βασιλίδος Ἄννης σπονδὰς εὐθὺς ἀπείπατο. καὶ ἦν ἐντεῦθεν φοβερός τις καὶ ἄμαχος Καντακουζηνός. (Γ.) Ἀχθεσθεῖσά γε μὴν ἡ βασιλὶς Ἄννα τῷ γεγονότι καὶ ἀπογνοῦσα τῶν ἐκεῖθεν ἐλπίδων ἐφ' ἑτέρας ἐτρέπετο· καὶ δῶρα τὴν ταχίστην δαψιλέστερα Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 272

πέμψασα τοῖς περὶ Φιλαδελφίαν σατράπαις Κᾶρας καὶ Λυδοὺς συνήθροισε, καὶ Ἴωνας, καὶ ὅσοι τῶν ἱππέων ἦσαν ἐκεῖθεν ἐπίλεκτοι Περσῶν. καὶ τὸ ἔαρ ἐν τούτοις ἐτελεύτα. (∆.) Ἄρτι δὲ τοῦ ἡλίου τὰς θερινὰς ποιουμένου τροπὰς, τὸν Ἑλλήσποντον ἡ Περσικὴ διαπεραιωσαμένη δύναμις αὕτη, εἰς ἓξ χιλιάδας ἔγγιστά που τὸν ἀριθμὸν ἀναφέρουσα, λείαν Μυσῶν τὰ ἐκεῖθεν ἄχρι καὶ ἐς Βυζάντιον ἐπιπορευομένη πάντα πεποίηται, μη 2.764 δὲν διακρίνουσα, ὁποτέρας εἴη τὰ ἐν ποσὶν αὐθεντίας· ἀλλ' ὁμοῦ πάντα κέρδους ἕνεκα λογιζομένη χρήματα. ἐπεὶ δὲ ξύν γε τῷ πάντ' ἀριθμὸν ὑπερβαίνοντι πλήθει τῶν αἰχμαλώτων καὶ τῶν λαφύρων ἐκείνων πρὸ τῶν τοῦ Βυζαντίου τειχῶν ἰόντες ηὐλίσαντο, πολλῆς τῆς δεξιώσεως καὶ φιλοφροσύνης ἠξίωνται πρὸς τῆς βασιλίδος Ἄννης, μηδαμῆ τῶν πρασσομένων αἰσθάνεσθαι βουλομένης, μηδ' οἶκτον γοῦν τινα βραχὺν λαμβανούσης ὁπωσοῦν τοῦ μεγάλου πάθους ἐκείνου καὶ τῆς κοινῆς τῶν αἰχμαλώτων κραυγῆς, ἣ μέχρι τῶν αἰθερίων ἁψίδων ἀναφερομένη μικροῦ πᾶσαν ἐξέπληττεν ἀκοὴν Βυζαντίων καὶ πάντας ἠνάγκαζεν ὀφθαλμοὺς ἀφιέναι δακρύων πηγάς· καὶ μάλισθ' ὅτε δίκην ὁρμαθῶν ἁλύσεσι δεδεμένους ἐκ τῶν τραχήλων κομίζοντες τοὺς ἀθλίους οἱ βάρβαροι παρὰ τὰς τῆς πόλεως πύλας συχναῖς ταῖς μάστιξιν ἔπαιον, ἔπληττον, ἐτίτρωσκον, πολυταλάντου πράσεως ἕνεκα. ἐφ' οἷς ἀμείλικτος ἔμενε τὸ παράπαν αὐτὴ, καὶ ὥσπερ ἐπεντρυφῶσα τοῖς γινομένοις. ἅτε γὰρ οἶμαι ἀλλόφυλος οὖσα, καὶ ἅμα τὴν τῆς γνώμης ἕξιν σκληροτέραν ἐκ φύσεως ἐσχηκυῖα, πᾶσιν ὁμοίως ἤχθετο Ῥωμαίοις καὶ κατὰ πάσης ἄρδην ἐχώρει τύχης. (Ε.) Ἐπεὶ δ' ἐκείνων ζητούντων τοὺς ἐπὶ τοὺς πολεμίους ἄξοντας, καὶ ἡγεμόνας ἐσομένους τῆς ὁδοῦ καὶ τῆς μάχης, στρατιώτας Ῥωμαίων πολλή τις ἦν ἀπορία καὶ σπάνις, καὶ οὐδ' εἰς τὴν τοῦ Βυζαντίου φρουρὰν ἀρκέσειν ᾤοντο τοὺς ἐν ὅπλοις τηνικαῦτα παρόντας, ἀναστρέψαντες πάντα τε ἐδῄωσαν τὰ τοῦ Βυζαντίου προάστεια 2.765 μέχρι Σηλυβρίας, κἀκεῖ σπεισάμενοι τῷ Καντακουζηνῷ καὶ δῶρα πρὸς ἐκείνου λαβόντες, ὁπόσα εἰκὸς, διεπεραιώθησαν οἴκαδε, μήτε μηδὲν ὧν χάριν ἐκλήθησαν καὶ πᾶν τοὐναντίον δράσαντες. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον. ( ʹ.) Πρό γε μὴν τοῦ ἐνιαυτοῦ τούτου, κατ' αὐτὰς τοῦ Ὠρίωνος τὰς ἐπιτολὰς, ἤρξατο φαίνεσθαι Ξιφίας ἐν οὐρανῷ, περὶ τὴν κεφαλὴν τῆς Ἑλίκης τὰ πρῶτα· ἐκεῖθεν ἐπὶ τὸν ζωδιακὸν ὁσημέραι ποιούμενος τὴν πορείαν ἧκε περὶ τὰ τέλη τοῦ λέοντος, ὅπη καὶ τὰς ἡλίου πορείας ἔτυχε τηνικαῦτα γίγνεσθαι, κἀκεῖ διελύθη. καὶ εἶναι Ῥωμαίων καὶ τοῦτο τοῖς πράγμασιν ἔδοξεν ἥκιστα πάνυ χρηστὸς οἰωνός. ʹ. Τοῖς δ' ἐκ Γεννούας ὑπὸ Τούζου τοῦ νέου δουκὸς ἐξωσθεῖσιν ἐκείνοις Λατίνοις διὰ τὸ τοῦ τρόπου τυραννικώτερον, ὡς εἰρήκειμεν, ἐπειδὴ πλούτῳ καὶ δόξῃ τῶν πολλῶν διαφέρειν ἐνῆν, ἄδοξόν τι καὶ ἀγεννὲς ἐδόκει, πλανήτην ἐπὶ μακρὸν οὑτωσὶ βίον τρίβειν ἀπόλιδάς τε καὶ ἀνεστίους. ὅθεν τριήρεις κατασκευάσαντες ἐγγύς που τριάκοντα ἐς Χίον τὴν νῆσον ἐξαίφνης κατέπλευσαν, μηδαμῆ τῶν Χίων τὸν τοιοῦτον προεγνωκότων ἐπίπλουν. ἦ γὰρ ἂν ἐς τὸ δαψιλέστερον ἐσκομισάμενοι τἀπιτήδεια δυσάλωτοί πως ἢ μᾶλλον ἀνάλωτοι τὸ παράπαν ὄντες ἐτύγχανον. δῆλον δέ· καὶ γὰρ ἕως τὰ προστυχόντα σφίσιν ἐνῆν εἰς ἀποτροπὴν τοῦ λιμοῦ, θαῤῥαλεώτερον τοῖς πολεμίοις ἀνθίσταντο, καὶ συχνὰ τῶν πυλῶν ἐπεκθέοντες συχνοὺς τῶν Λατίνων ἐτίτρωσκόν τε καὶ ἔκτεινον. (Β.) Τῆς δὲ πολιορκίας ἐκτεινομένης 2.766 διὰ γῆς καὶ θαλάττης, καὶ πάσης ἐντεῦθεν ἀποκλεισθείσης ἔξωθεν σιτοπομπίας καὶ πάσης ὅπλων ἐπικουρίας, τά τε χρειώδη πάντα ἐπέλιπε καὶ ὁ λιμὸς ὑφέρπων ἐντὸς ἠνδραποδίζετό τε καὶ ψυχὰς ὁμοῦ τοῖς σώμασιν ἐδαπάνα, μαστίζων τε καὶ περιελαύνων ἐς τὸ ἀμήχανον. ὅθεν ἀπογνόντες οἱ Χῖοι παρέδοσαν ἑαυτοὺς ὑποσπόνδους τοῖς πολεμίοις. τοῦ δὴ τοιούτου δυστυχήματος ἔργον καὶ Φωκαεῖς, οἱ πρὸς τῇ παραλίᾳ τῆς Ἰωνίας οἰκοῦντες, γεγένηνται, καταπλευσάντων σφίσι τῶν πολεμίων εὐθὺς μετὰ τὴν τῶν Χίων ἅλωσιν. καὶ τὸ θέρος ἐν τούτοις ἐτελεύτα. (Γ.) Φθινοπώρου δ' ἐπιγενομένου Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 273

σύμβουλον, καὶ ὅλαις παλάμαις πόῤῥω που τῶν ὀφθαλμῶν ἐώθει τὸν ἄνθρωπον.

αὕτη σκανδάλων ἀρχὴ καὶ κατάστασις πρώτη κατὰ τοῦ πατριάρχου τῇ βασιλίδι

καθίσταται. (∆.) Ἀφ' οὗ γὰρ τὸ τῆς ζηλοτυπίας αὐτὴν κατέσχε πάθος, ὃ κατὰ τοῦ

βασιλέως Καντακουζηνοῦ καὶ τῆς βασιλίδος Εἰρήνης εἰς τὸ δαψιλέστερον ἔθρεψεν,

οὐδ' ἄκροις ὠσὶν οὐδαμῆ ποτ' ἠνείχετο λόγον ἀκούειν ὑπὲρ ἐκείνων συμβατικόν.

ἀλλ' ἦν αὐτῇ διάπυρος ἔρως καὶ ξένον ἐντρύφημα, λοιδορίας ἁπάσας καὶ

βλασφημίας ἀσέμνους κατ' ἐκείνων καὶ λέγειν ἀεὶ, καὶ λεγόντων ἄλλων ἀκούειν.

τοῦτο περιφανῆ καὶ κατάδηλον πέπραχε πᾶσιν ἐν βραχεῖ τῆς ὅλης κακίας τὴν ῥίζαν,

ὅθεν καὶ ἡ τῆς ἐμφυλίου μάχης ἐβλάστησε πρόφασις, καὶ ὅπως εἰς τέλος παρέμεινε

δαπανῶσα καὶ φθείρουσα τὰ Ῥωμαίων πράγματα. ἦν δ' ἡ τῆς βασιλίδος Ἄννης

ζηλότυπος καὶ χαιρέκακος γνώμη, καθάπερ ἡμῖν ἐν τοῖς ἀνωτέρω πολλάκις εἴρηται

λόγοις· ἧς τὴν Ῥωμαίων ἠλλάξατο προδήλως εὐδαιμονίαν αὕτη, καὶ δι' ἣν τῶν

ὅλων προδότις πραγμάτων ἐγένετο. (Ε.) Οὐ τοσοῦτον δ' οἶμαι νεμεσῴη ἄν τις αὐτῇ,

μὴ δυνηθείσῃ διαβλέψαι καὶ διακρῖναι τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος, γυναικί τε

οὔσῃ καὶ ἀλλοφύλου τροφῆς καὶ διαίτης ἡλικιώτιδι, καὶ ἅμα μὴ δυναμένῃ

παντάπασιν ἀνανῆψαι τοῦ τῆς ζηλοτυπίας πάθους, ὅσον αὐτῷ τε πατριάρχῃ καὶ

συγκλήτῳ πάσῃ καὶ γερουσίᾳ τοσαύτῃ, τῇ παραλόγῳ ταύτῃ καθάπερ ἀν 2.762

δράποδα πειθομένοις ἐξουσίᾳ, κύβον τ' ἀναῤῥῖψαι τοσοῦτον 2.762 καὶ πρὸς ἕνα

λαθόντας ἐθελοντὰς ῥιφῆναι κίνδυνον, καὶ κοινὸν ἀλλήλοις γενέσθαι δυστύχημα

καὶ ναυάγιον. ἀλλὰ ταῦτα μὲν ἐν τούτοις ἦν· καὶ ἡ τῶν τῆς βασιλίδος Ἄννης κατὰ

τοῦ πατριάρχου σκανδάλων πρόφασις ἐκ τοιούτων σπινθήρων ἀναῤῥιπίζεσθαι πρὸς

αἰθερίας φλόγας ἔσχε τὴν ἀρχήν. εʹ. Ὁ δὲ Καντακουζηνὸς, ἀπογνοὺς τὴν ἐντεῦθεν

εἰρήνην, ἑτέρας ἐπεχείρησε τέμνειν αὔλακας ἐννοιῶν τε καὶ πράξεων. καὶ πρῶτον

μὲν σπεύσας εἷλε Σηλυβρίαν καθ' ὁμολογίαν, ἐν ᾗ καὶ πύργον εἰς ἀκροπόλεως

ἀσφάλειαν ᾠκοδομήσατο πάνυ τοι ὀχυρόν. ἔπειτ' ἀπιὼν εἰς Ὀρεστιάδα καὶ

συνηθροικὼς τούς τε κατὰ Θρᾴκην ἐπισκόπους, καὶ ὅσοι φυγάδες ἐκ Βυζαντίου

γενόμενοι συμπαρῆσαν αὐτῷ, βασιλικὴν περιτίθησι τῇ κεφαλῇ ταινίαν, κατὰ τὸ

πάλαι κεκρατηκὸς τοῖς βασιλεῦσιν ἔθος, τῇ τοιαύτῃ πανηγύρει διακονησαμένου τοῦ

τῶν Ἱεροσολύμων πατριάρχου. ἔτυχε γὰρ καὶ αὐτὸς μετὰ τῶν ἐκ Βυζαντίου

φυγάδων ἐκεῖ τηνικαῦτα παρών. ἔπειτα κραταιότερον ἐπέθετο Βυζάντιον ἑλεῖν ταῖς

κρύφα συσκευαῖς καὶ ἐπιβουλαῖς. (Β.) ∆ιὸ καὶ τὸν τῆς Βιθυνίας σατράπην Ὑρκανὸν,

μεγίσταις δωρεαῖς τε καὶ ὑποσχέσεσι τῆς βασιλίδος Ἄννης ὁρῶν ὑποκλίνειν

σκεπτόμενον, καὶ ἅμα συννοῶν, ὡς τὰ μέγιστα σφῆλαι δύναται πᾶσαν ἣν ἂν οὗτος

ἐπιβάληται δρᾷν κατὰ Βυζαντίων ἐγχείρησιν, γείτων τε ὢν ἐγγύτατος καὶ τῇ

δυνάμει τοὺς κατ' αὐτὸν ἤδη Περσικοὺς ὑπεραίρων σατράπας, τῶν ἀναγκαίων

ἐνόμισεν, ἀγαγέσθαι γαμβρὸν ἐπὶ τῇ θυγατρὶ 2.763 Μαρίᾳ, πάλαι τοῦτο ζητοῦντα σὺν

σφοδρῷ καὶ φλέγοντι τῷ πόθῳ, καὶ πρὸς τοὺς ἐσχάτους ἐλάσαι κινδύνους, εἰ μὴ τῆς

ἐρωμένης ἐπιτυχὴς γένοιτο, σφοδρῶς ἀπειλοῦντα. οὐ γὰρ ἦν που τῶν εἰκότων, ὡς

ποῤῥωτάτω που διαιτώμενον, πάνυ τοι νέας οὔσης καὶ εὐπροσώπου τῆς κόρης καὶ

γένους εὐδαίμονος, ἐραστὴν ἐκ μόνης γενέσθαι τῆς ἀκοῆς, ἄνδρα παρηβηκότα καὶ

βάρβαρον. κἀπειδὴ τοὺς περὶ ψυχῆς ἑώρα τὸν Καντακουζηνὸν ἀγῶνας τέως

σταδιοδρομοῦντα, καιρὸν ἔχειν ᾠήθη, κραταιότερον ἐπιθέσθαι τῇ ζητήσει. διὸ καὶ

νῦν μὲν ταῖς τῆς συμμαχίας ὑποσαίνων ἐλπίσι, νῦν δὲ ταῖς ἀπειλαῖς περιδεᾶ

καθιστῶν (ἦν γὰρ εἰς πλοῦτον ἐληλακὼς βαθὺν καὶ σφόδρα πολυτελῆ, καὶ μεγάλην

ἔχων ἀρχὴν ἐν Ἀσίᾳ, καὶ πολλὴν περιβεβλημένος δύναμιν ὅπλων καὶ στρατῶν

Περσικῶν) οὐκ εἰς μακράν γε ἐτετυχήκει τοῦ ποθουμένου, καὶ τὰς τῆς βασιλίδος

Ἄννης σπονδὰς εὐθὺς ἀπείπατο. καὶ ἦν ἐντεῦθεν φοβερός τις καὶ ἄμαχος

Καντακουζηνός. (Γ.) Ἀχθεσθεῖσά γε μὴν ἡ βασιλὶς Ἄννα τῷ γεγονότι καὶ ἀπογνοῦσα

τῶν ἐκεῖθεν ἐλπίδων ἐφ' ἑτέρας ἐτρέπετο· καὶ δῶρα τὴν ταχίστην δαψιλέστερα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

272

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!