Historia Romana
Historia Romana Historia Romana
καθαιρέτης ὑπῆρχον αὐτὸς, μηχανήμασιν ἀνθιστὰς μηχανήματα καὶ ἑλεπόλεσιν ἑλεπόλεις, καὶ πύργος σοι γινόμενος κράτιστος καὶ θεμέλιος ἄσειστος. ∆έον οὖν καὶ σὲ τοῖς ὁμοίοις ἡμᾶς ἀμείβεσθαι, σὺ δὲ καὶ προσεπιδαψιλεύσω τὰ χείριστα καθ' ἡμῶν. δεηθῆναί σε χρεὼν τοίνυν τοῦ θεοῦ, μὴ παραπλησίου τυχεῖν ἐκείνου κριτοῦ. καὶ εἰ μὲν εἰς πεῖ 2.756 ραν ἰὼν πρότερον συνεβούλευες μὲν ἐμοὶ τὰ δοκοῦντα χρηστὰ, εὕρισκες δ' οὖν δυσανασχετοῦντα καὶ μὴ πειθόμενον, ἄν τινα πρόφασιν ἡ σὴ καθ' ἡμῶν τῆς κακίας ταύτης συσκευή. νῦν δ' οὐδένα σοι λόγον εὐπροφάσιστον οἶμαι λελεῖφθαι, πρὸς ἀπολογίαν τῶν οὕτω δρωμένων ἰόντι. ἅπαξ γὰρ ἀπειρηκότι παντάπασι τὴν πρὸς ἐμὲ τοῦ λοιποῦ συμφωνίαν, ἐξ οὐδεμιᾶς προφάσεως, οὐδένα περὶ τῶν ἀποβαινόντων ἐντεῦθεν τοῖς Ῥωμαίων πράγμασι δυσχερῶν ποιεῖσθαι λόγον πεφρόντικας. Εἰ οὖν ὀψὲ γοῦν, μετὰ τὴν πεῖραν τῆς ἀποβάσεως καὶ τῶν ἐν ὄψει διηνεκεῖ κακῶν, εἰς τὸ τῆς εἰρήνης ἀποβλέψαις καλὸν, σώζεις μὲν τὸ κατάλειμμα τῶν Ῥωμαίων, σώζεις δὲ σαυτὸν, καὶ βασιλέα τὸν νέον, μετὰ τῆς μητρὸς καὶ βασιλίδος Ἄννης. εἰ δὲ τοῖς ὁμοίοις ἔτι θέλεις ἐμμένειν, ἡμεῖς μὲν οὐκ ἐθελονταὶ βουληθείημεν ἄν ποτε γενέσθαι τῆς οἰκείας τύχης καὶ ζωῆς προδόται· σοὶ δ' ἔσται μετάμελος ἀνόνητος, αἰσχυνομένῳ καὶ κινδυνεύοντι περὶ τὰ μέγιστα, σύν γε δὴ τοῖς ταὐτά σοι συμβουλευομένοις. Ὄμνυμι δέ σοι τὴν ἁγίαν καὶ ζωαρχικὴν τριάδα, τὸν ἕνα θεὸν, ὡς οὔτε ζῶντος τοῦ μακαρίτου βασιλέως, οὔτε θανόντος, μεμελέτηκα οὔτε βεβούλευμαι δρᾷν τῶν ἁπάντων οὐδὲν, ὃ μὴ κατὰ γνώμην ἦν ἐκείνῳ, τῶν βασιλείων ἕνεκα πραγμάτων δηλαδὴ, οὔτε μὴν κατὰ τῆς ἐκείνου συζύγου, οὔτ' αὖ κατὰ τοῦ νέου βασιλέως κἀκείνων υἱέως· οὔθ' ἣν ἀπεδίδουν μετὰ τὸν τοῦ βασιλέως θάνατον βασιλικὴν ἔμοιγε τιμὴν, ἐν ταῖς ὑπαντήσεσι τῶν οἰκείων ἀποβάντες ἵππων, τῆς 2.757 ἐμῆς ἐτύγχανε γνώμης, ἀλλά τις ἰδιότροπος ἐκείνων ὁρμή. ἐγὼ δὲ πάντ' ἔδρων ἀεὶ μετὰ τῆς οἴκοθεν δαπάνης, ὅσα συντήρησιν εἶχε τῆς τούτων ζωῆς, καὶ ἀσφαλείας σφίσιν ὑπῆρχεν ἀκρόπολις. Οὐ τοίνυν σιωπήσειν εἰς τέλος τὴν θείαν οἴομαι δίκην, τοσαύτης μὲν ῥαγείσης κατ' ἐμοῦ καὶ τῶν σὺν ἐμοὶ τῆς ἀδικίας ἐξ ὑμῶν, τοσούτων δὲ χεθέντων αἱμάτων, τοσούτων δὲ γενομένων καὶ γινομένων διὰ τὴν ὑμετέραν κακίαν ἐφόδων βαρβαρικῶν, τοσούτων δ' αἰχμαλώτων νύκτωρ καὶ μεθ' ἡμέραν ἀπαγομένων· ἀλλὰ ταχεῖαν καὶ ἀποχρῶσαν καὶ καθ' ὑμῶν ἐποίσειν τὴν ἐκδίκησιν, ὥσπερ δῆτα καὶ κατὰ τῶν ἄλλων, οὓς ἔργον ξίφους, ἐμοῦ σιωπῶντος, ἐπεπράχει τὸ θεῖον πρὸ ὀφθαλμῶν ὑμῶν, ἵν' ὑμεῖς τοῖς τῶν ἄλλων κακοῖς παιδευθείητε. εἰ μέντοι τοσαύτην ἐθρέψατε δι' ἐμὲ τὴν θηριωδίαν ἐν τῇ ψυχῇ κατὰ πάντων ἁπλῶς Χριστιανῶν, καὶ σιδήρου μὲν παντὸς σκληροτέραν ἐκτήσασθε τὴν καρδίαν, φειδὼ δὲ πᾶσα καὶ οἶκτος ἅπας καθάπαξ ἐῤῥύη τῶν σπλάγχνων, μάρτυς ἔστω πρῶτον μὲν ὁ τὰ πάντα βλέπων ἀκοίμητος ὀφθαλμὸς τοῦ θεοῦ· δεύτερον δ', ἡ τὰ πάντα βόσκουσα τἀν γῇ λαμπὰς ἡλίου, ὡς τό γ' ἐμὸν παντάπασι μέρος ἀπολελόγημαι, καὶ πλειόνων οὐ δέομαι λόγων. Ἅπτομαι δ' οὖν καὶ τῶν σῶν γονάτων ἁπάσῃ προθέσει ψυχῆς, καὶ πρὸς τὸν ἁπάντων ὁρκίζω σε ποιητὴν, μὴ κατοκνήσαντι γένοιτό σοι τὴν ἡμετέραν ταύτην γραφὴν λήθης ἐκδοῦναι ῥοθίοις καὶ ἀφανείας πυθμέσι καλύψαι. ἀλλὰ κοινῶσαι φίλοις καὶ συγγενέσι, κοινῶσαι συνετοῖς ἀνδράσιν· ἵνα δυοῖν θάτερον, ἢ τὰ συνοίσοντα συμβουλεύσασι πείθεσθαι ἔχῃς, 2.758 ἢ μάρτυρες γοῦν τῶν γινομένων τε καὶ ἀποβαινόντων εἶεν αὐτοί."2 (Ε.) Ἐκεῖνος μὲν οὖν ἐρυθροῖς τε καὶ οἰκειοχείροις εἰς μῆκος ἐκτείνας γράμμασι τὴν ἐπιστολὴν, καὶ πολλῇ τῇ περὶ τὴν δέησιν σμικροπρεπείᾳ τοῦ ἤθους χρησάμενος, ἵνα τῷ ἄκρῳ τοῦ μέσου τύχῃ, τὸν λόγον ἐνταῦθά που κατέπαυσεν. ἡμεῖς δὲ, τἀναγκαιότερα τῆς προθέσεως ἐκεῖθεν ἐρανισάμενοι, τὴν προσήκουσαν ἐξεθέμεθα δήλωσιν ἐνταυθοῖ. δʹ. Τῷ γε μὴν πατριάρχῃ ταῦτα ἀκηκοότι, οὐχ οἵαν κατὰ τῶν πρὶν πεμπομένων, τοιαύτην κἀνταῦθα τὴν ὀφρὺν ἐπεδείξατο· ἀλλ' ἐς τὸ σωφρονέστερον τὴν διάθεσιν τῆς ψυχῆς ὑπὸ τῶν τοῦ χρόνου κυμάτων πεπεισμένος τρέπειν τοιάδε τινὰ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 270
ἀπεφθέγξατο. (Β.) "1Ἀμφοτέροις (φησὶν) εἰκότως ἄν τις ἐπιτιμήσειε, Καντακουζηνῷ τε κἀμοὶ, ἀνθρωπίνως διατεθεῖσι πρὸς τὴν παροῦσαν σπουδὴν, καὶ μηδὲν ὑψηλότερον ἐννοεῖν βουληθεῖσιν, ὡς εἰ μὴ κἂν τὰ τῆς ἄνωθεν συνεπιλαμβάνοι προνοίας, μάταιος πᾶσα καθάπαξ εἰπεῖν τῶν ἀνθρώπων σπουδή. ὅθεν ὀψὲ, μετὰ μακρὰν καὶ δριμυτέραν τὴν πεῖραν, τὸ δέον μανθάνειν ἀρχόμεθα, ὅτε δυσχερὴς ἡ τῶν σφαλμάτων ἐστὶ διόρθωσις. ὁ μὲν γὰρ εἰς τὸν βασιλέα Μιχαὴλ τὸν Παλαιολόγον τὴν μνήμην ἀνενεγκὼν ἐμέμψατο τὴν εἰς τὸν τοῦ τελευτήσαντος βασιλέως υἱὸν ἀδικίαν καὶ τὴν τοῦ βασιλείου κράτους τυραννικὴν ἀντίληψιν· καὶ βέλτιον ἢ κατ' ἐκεῖνον εἰς τὴν τοιαύτην καὶ αὐτὸς ἐληλυθέναι βεβουλημένος ἐγχείρησιν, αὐτὸς μὲν ὑπούλως καὶ μετά τινων ἀπατηλῶν καὶ σεσοφισμένων προφάσεων, τὸ βασίλειον περιζώσασθαι κράτος βεβού 2.759 λευται· τὸν δὲ τοῦ τετελευτηκότος υἱὸν βασιλέως εἰληφέναι γαμβρὸν ἐπὶ θυγατρὶ πρὸς διαδοχὴν τῆς βασιλείας· πρᾶγμα δικαιότερον ἴσως καὶ ἥμερον, καὶ πάσης μέμψεως ὑπερόριον ἔχον τὸν πόδα. οὗ κατὰ βούλησιν θείαν οὐκ ὄντος, ὡς ἔοικε, συνεπεπτώκει κἀμὲ πρὸς ἐπισφαλεῖς διανοίας τὸν νοῦν ἀγαγεῖν, καὶ πολέμιον ἰσχυρὸν τοῖς ἐκείνου τοιούτοις βουλεύμασι καταστῆναι, ἀναμνησθέντα τῆς τοῦ τηνικαῦτα πατριαρχεύοντος Ἀρσενίου νωθρότητος· δι' ἣν, ὡς ἡμῖν γε νενόμισται, ἐπιορκίαι ποικίλαι τε καὶ φρικώδεις προὔβησαν, καὶ τὰ τῆς τότ' ἀδικίας ἐπὶ τὸ μέγιστον προκεχωρήκει· ὡς ἐκεῖθεν τῆς τοῦ θεοῦ σφοδρῶς ἐκκαυθείσης ὀργῆς, τὰ μέγιστα κατὰ Ῥωμαίων βλαστῆσαι κακὰ, καὶ μακροὺς κακοδαιμονίας ἐγερθῆναι κατὰ τῶν κοινῶν πραγμάτων καὶ βιαίους κλύδωνας ἄχρι καὶ ἐς τὴν τήμερον. ᾤμην γὰρ, ὡς εἰ ζῶσαν ἔχων ἐκεῖνος τότε ψυχὴν ἀνθίστατο τοῖς ἐκείνου περὶ τῆς βασιλείας βουλεύμασί τε καὶ πράγμασιν, ἥκιστ' ἂν δήπου τοσαῦτα κατὰ Ῥωμαίων ἐκέχυτο τὰ δεινά. ὅθεν τὴν τότε προσήκουσαν μὲν θεραπείαν, ἥκιστα δὲ γενομένην, ἐν τοῖς νῦν καιροῖς καὶ πράγμασιν ἐπιδείκνυσθαι θέλων αὐτὸς, καὶ πολύν τινα τὸν τῦφον καὶ τὴν ὀφρὺν ἐπισυρομένους θρέψας λογισμοὺς, ἁπάσῃ προθέσει ψυχῆς εἰς τὸν κατὰ τοῦ Καντακουζηνοῦ διανέστην πόλεμον, λαμπρᾶς τινος δῆθεν προφάσεως ἔχων ἐφόδια πρὸς διέγερσιν, τά τε ἄλλα καὶ ὅπως ἐκ τοῦ παραχρῆμα πρὸς ὑπεροψίαν ἤθους ἑαυτὸν μετεσκεύασε, καὶ ἅμα κἀν ταῖς τῶν οἰκείων ἐπιστολῶν ἐπισημασίαις τὸ σύνηθες δοῦλον ἀπείπατο, ἀφαιρούμενος 2.760 ἄντικρυς Ἄννης τῆς βασιλίδος καὶ τοῦ ταύτης υἱοῦ τὴν ἡγεμονικὴν ἐξουσίαν. διὸ καὶ πεπράχαμεν ἄμφω πλέον οὐδὲν, ἢ πᾶσαν ἐκτρῖψαι Ῥωμαίων ἄρδην ἰσχὺν, καὶ μέχρι θεμελίων αὐτῶν καθελεῖν, εἴ τί που χρηστῶν ἐλπίδων τοῖς πράγμασι λέλειπται ζώπυρον. τοῖς γὰρ ἀνθρωπίναις ἀναρτῶσι τὸ πᾶν ἐπινοίαις ἐξ ἀβουλίας ἐς τοιαύτας κατενηνέχθαι κῆρας οὐδὲν ἀπεικὸς ὅτι μὴ καὶ τῷ θείῳ μάλα προσῆκον σκοπῷ, χαλινὸν μὲν ἐπιτιθέντι σαφῆ τῇ τῶν ἀνθρωπίνων λογισμῶν αὐθαδείᾳ, διδασκαλίαν δ' ἐναργῆ διὰ τῆς τῶν πραγμάτων πείρας περιφανῶς τοῖς ἐφεξῆς αἰῶσι παραπέμποντι· ὡς ἡμῖν τὰ τῆς παροιμίας ἄντικρυς συμβαίνειν ἐκείνης, ἡ κάμηλος (λεγούσης) ἐπιθυμιάσασα κεράτων καὶ τὰ ὦτα προσαπώλεσεν. ἐπιθυμιάσαντες γὰρ καὶ αὐτοὶ δόξης καὶ τύχης μείζονος, καὶ καιρὸν ἔχειν ἑκάτεροι δόξαντες ἐκτεῖναι τοὺς τῶν Ῥωμαίων ὅρους, καὶ τῶν ὄντων ἐξέστημεν· κἀκ πλουσίων πένητες, κἀξ ἐνδόξων ἄδοξοι γεγενήμεθα. ἃ τοίνυν ἐχρῆν ἡμῖν καὶ διανοεῖσθαι καὶ δρᾷν ὑπὲρ τοῦ κοινῇ συμφέροντος, πρὶν ἢ παθεῖν, ὀψὲ γοῦν, μετὰ τὸ παθεῖν, ἄξιον καὶ διανοεῖσθαι καὶ δρᾷν· ἵνα μὴ καὶ τῶν ἁλιέων ἐκείνων ὦμεν χείρους, οἷς μετὰ τὸ πληγῆναι τὴν τῶν καθηκόντων προσγίνεσθαι ἔπεισιν αἴσθησιν."2 (Γ.) Ταῦτα διανοηθεὶς καὶ φθεγξάμενος ὁ πατριάρχης λόγοις πιθανωτέροις ὑπῄει καὶ ἐπεχείρει πείθειν συνθέσθαι καὶ τὴν βασιλίδα Ἄνναν. εἶναι γὰρ ἔφασκε βέλτιον, ἑκόντας Καντακουζηνῷ σπεισαμένους, τὴν κρείττω μοῖραν καρποῦσθαι, πρὶν ἀφαιρε 2.761 θέντας ἅπαντα οὐχ ἑκόντας μηδὲ τῆς ἐλαχίστης ἀδακρυτὶ κληρούχους εἶναι δύνασθαι. πρὸς ταῦτα δυσχεράνασα λίαν ἡ βασιλὶς ἐπίβουλον ἐκάλει τὸν Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 271
- Page 219 and 220: γενέσθαι οὐκ εἶχε
- Page 221 and 222: καὶ ἅμα ὡς τὸ εἰκ
- Page 223 and 224: ταχίστην ἐλθόντα
- Page 225 and 226: τἀδελφῷ Μανουὴλ τ
- Page 227 and 228: οὐδὲν, ὁπόσα στρα
- Page 229 and 230: τῇ συζύγῳ πολυτελ
- Page 231 and 232: τούτων μόνα τὰ κα
- Page 233 and 234: τῶν ἀτοπωτάτων, ἐ
- Page 235 and 236: δαψίλειαν. (Ζ.) Ἐβο
- Page 237 and 238: τὸ σὸν καταλείπει
- Page 239 and 240: δ' ὅλην ἀκραιφνῆ χ
- Page 241 and 242: ναύσταθμον, τῆς Θε
- Page 243 and 244: ἕτερον τρόπον οἰκ
- Page 245 and 246: τούτῳ τῷ χρόνῳ σ
- Page 247 and 248: πόλεως ἀγεννέστε
- Page 249 and 250: συνάφειαν· παραμε
- Page 251 and 252: ∆ιογένους αἰδούμ
- Page 253 and 254: συνεκύκησε τοῦ τε
- Page 255 and 256: οἷόν τι πῦρ ἐπὶ π
- Page 257 and 258: ἐπαιρόμενον, ἐπε
- Page 259 and 260: ἧκε κἀκ τῶν Κελτι
- Page 261 and 262: ἐκαρτέρει τοῦ Μομ
- Page 263 and 264: πεπονθέναι τῶν ἀθ
- Page 265 and 266: ἐπιδεικνύμενοί τ
- Page 267 and 268: ἦν, ἐνόσουν αἱ πό
- Page 269: παραπλησίως τῶν ἰ
- Page 273 and 274: πέμψασα τοῖς περὶ
- Page 275 and 276: πειρᾶσθαι γνώμης.
- Page 277 and 278: φυλάκων καὶ φρουρ
- Page 279 and 280: ἀκαίρων ἐκείνων
- Page 281 and 282: συγκεκροτημένον 2.7
- Page 283 and 284: καὶ τῶν Ἐπικουρε
- Page 285 and 286: βασιλέως οἱ δύο τ
- Page 287 and 288: λογισμῶν, ὥσπερ ν
- Page 289 and 290: ἐγκυβιστᾷν, ἀνάγ
- Page 291 and 292: σφισιν αἴτιος, ἀφ'
- Page 293 and 294: δύναμιν. Ἔπειτα τ
- Page 295 and 296: φοιτᾷν ἐς αὐτὸν π
- Page 297 and 298: ξυνενόει, Ἰσιδώρο
- Page 299 and 300: καὶ τὴν τῆς τοιαύ
- Page 301 and 302: προδιδόντων ψυχάς
- Page 303 and 304: ἐμπορίας καὶ ναυτ
- Page 305 and 306: ὁλκάδων προτειχί
- Page 307 and 308: κατέγνωσαν δ' ἑαυτ
- Page 309 and 310: ἀπὸ μόνης τῆς πρ
- Page 311 and 312: δηλαδὴ τοὺς οἰκε
- Page 313 and 314: τῇ γῇ κρύπτειν ἔρ
- Page 315 and 316: σεσίγηται γὰρ κατ
- Page 317 and 318: διαλεκτικῶν πιθήκ
- Page 319 and 320: χωρίοις καὶ ἀμπελ
καθαιρέτης ὑπῆρχον αὐτὸς, μηχανήμασιν ἀνθιστὰς μηχανήματα καὶ ἑλεπόλεσιν

ἑλεπόλεις, καὶ πύργος σοι γινόμενος κράτιστος καὶ θεμέλιος ἄσειστος. ∆έον οὖν καὶ

σὲ τοῖς ὁμοίοις ἡμᾶς ἀμείβεσθαι, σὺ δὲ καὶ προσεπιδαψιλεύσω τὰ χείριστα καθ'

ἡμῶν. δεηθῆναί σε χρεὼν τοίνυν τοῦ θεοῦ, μὴ παραπλησίου τυχεῖν ἐκείνου κριτοῦ.

καὶ εἰ μὲν εἰς πεῖ 2.756 ραν ἰὼν πρότερον συνεβούλευες μὲν ἐμοὶ τὰ δοκοῦντα

χρηστὰ, εὕρισκες δ' οὖν δυσανασχετοῦντα καὶ μὴ πειθόμενον, ἄν τινα πρόφασιν ἡ σὴ

καθ' ἡμῶν τῆς κακίας ταύτης συσκευή. νῦν δ' οὐδένα σοι λόγον εὐπροφάσιστον

οἶμαι λελεῖφθαι, πρὸς ἀπολογίαν τῶν οὕτω δρωμένων ἰόντι. ἅπαξ γὰρ ἀπειρηκότι

παντάπασι τὴν πρὸς ἐμὲ τοῦ λοιποῦ συμφωνίαν, ἐξ οὐδεμιᾶς προφάσεως, οὐδένα

περὶ τῶν ἀποβαινόντων ἐντεῦθεν τοῖς Ῥωμαίων πράγμασι δυσχερῶν ποιεῖσθαι

λόγον πεφρόντικας. Εἰ οὖν ὀψὲ γοῦν, μετὰ τὴν πεῖραν τῆς ἀποβάσεως καὶ τῶν ἐν

ὄψει διηνεκεῖ κακῶν, εἰς τὸ τῆς εἰρήνης ἀποβλέψαις καλὸν, σώζεις μὲν τὸ

κατάλειμμα τῶν Ῥωμαίων, σώζεις δὲ σαυτὸν, καὶ βασιλέα τὸν νέον, μετὰ τῆς μητρὸς

καὶ βασιλίδος Ἄννης. εἰ δὲ τοῖς ὁμοίοις ἔτι θέλεις ἐμμένειν, ἡμεῖς μὲν οὐκ ἐθελονταὶ

βουληθείημεν ἄν ποτε γενέσθαι τῆς οἰκείας τύχης καὶ ζωῆς προδόται· σοὶ δ' ἔσται

μετάμελος ἀνόνητος, αἰσχυνομένῳ καὶ κινδυνεύοντι περὶ τὰ μέγιστα, σύν γε δὴ τοῖς

ταὐτά σοι συμβουλευομένοις. Ὄμνυμι δέ σοι τὴν ἁγίαν καὶ ζωαρχικὴν τριάδα, τὸν

ἕνα θεὸν, ὡς οὔτε ζῶντος τοῦ μακαρίτου βασιλέως, οὔτε θανόντος, μεμελέτηκα οὔτε

βεβούλευμαι δρᾷν τῶν ἁπάντων οὐδὲν, ὃ μὴ κατὰ γνώμην ἦν ἐκείνῳ, τῶν

βασιλείων ἕνεκα πραγμάτων δηλαδὴ, οὔτε μὴν κατὰ τῆς ἐκείνου συζύγου, οὔτ' αὖ

κατὰ τοῦ νέου βασιλέως κἀκείνων υἱέως· οὔθ' ἣν ἀπεδίδουν μετὰ τὸν τοῦ βασιλέως

θάνατον βασιλικὴν ἔμοιγε τιμὴν, ἐν ταῖς ὑπαντήσεσι τῶν οἰκείων ἀποβάντες ἵππων,

τῆς 2.757 ἐμῆς ἐτύγχανε γνώμης, ἀλλά τις ἰδιότροπος ἐκείνων ὁρμή. ἐγὼ δὲ πάντ'

ἔδρων ἀεὶ μετὰ τῆς οἴκοθεν δαπάνης, ὅσα συντήρησιν εἶχε τῆς τούτων ζωῆς, καὶ

ἀσφαλείας σφίσιν ὑπῆρχεν ἀκρόπολις. Οὐ τοίνυν σιωπήσειν εἰς τέλος τὴν θείαν

οἴομαι δίκην, τοσαύτης μὲν ῥαγείσης κατ' ἐμοῦ καὶ τῶν σὺν ἐμοὶ τῆς ἀδικίας ἐξ

ὑμῶν, τοσούτων δὲ χεθέντων αἱμάτων, τοσούτων δὲ γενομένων καὶ γινομένων διὰ

τὴν ὑμετέραν κακίαν ἐφόδων βαρβαρικῶν, τοσούτων δ' αἰχμαλώτων νύκτωρ καὶ

μεθ' ἡμέραν ἀπαγομένων· ἀλλὰ ταχεῖαν καὶ ἀποχρῶσαν καὶ καθ' ὑμῶν ἐποίσειν τὴν

ἐκδίκησιν, ὥσπερ δῆτα καὶ κατὰ τῶν ἄλλων, οὓς ἔργον ξίφους, ἐμοῦ σιωπῶντος,

ἐπεπράχει τὸ θεῖον πρὸ ὀφθαλμῶν ὑμῶν, ἵν' ὑμεῖς τοῖς τῶν ἄλλων κακοῖς

παιδευθείητε. εἰ μέντοι τοσαύτην ἐθρέψατε δι' ἐμὲ τὴν θηριωδίαν ἐν τῇ ψυχῇ κατὰ

πάντων ἁπλῶς Χριστιανῶν, καὶ σιδήρου μὲν παντὸς σκληροτέραν ἐκτήσασθε τὴν

καρδίαν, φειδὼ δὲ πᾶσα καὶ οἶκτος ἅπας καθάπαξ ἐῤῥύη τῶν σπλάγχνων, μάρτυς

ἔστω πρῶτον μὲν ὁ τὰ πάντα βλέπων ἀκοίμητος ὀφθαλμὸς τοῦ θεοῦ· δεύτερον δ', ἡ

τὰ πάντα βόσκουσα τἀν γῇ λαμπὰς ἡλίου, ὡς τό γ' ἐμὸν παντάπασι μέρος

ἀπολελόγημαι, καὶ πλειόνων οὐ δέομαι λόγων. Ἅπτομαι δ' οὖν καὶ τῶν σῶν

γονάτων ἁπάσῃ προθέσει ψυχῆς, καὶ πρὸς τὸν ἁπάντων ὁρκίζω σε ποιητὴν, μὴ

κατοκνήσαντι γένοιτό σοι τὴν ἡμετέραν ταύτην γραφὴν λήθης ἐκδοῦναι ῥοθίοις καὶ

ἀφανείας πυθμέσι καλύψαι. ἀλλὰ κοινῶσαι φίλοις καὶ συγγενέσι, κοινῶσαι συνετοῖς

ἀνδράσιν· ἵνα δυοῖν θάτερον, ἢ τὰ συνοίσοντα συμβουλεύσασι πείθεσθαι ἔχῃς, 2.758

ἢ μάρτυρες γοῦν τῶν γινομένων τε καὶ ἀποβαινόντων εἶεν αὐτοί."2 (Ε.) Ἐκεῖνος μὲν

οὖν ἐρυθροῖς τε καὶ οἰκειοχείροις εἰς μῆκος ἐκτείνας γράμμασι τὴν ἐπιστολὴν, καὶ

πολλῇ τῇ περὶ τὴν δέησιν σμικροπρεπείᾳ τοῦ ἤθους χρησάμενος, ἵνα τῷ ἄκρῳ τοῦ

μέσου τύχῃ, τὸν λόγον ἐνταῦθά που κατέπαυσεν. ἡμεῖς δὲ, τἀναγκαιότερα τῆς

προθέσεως ἐκεῖθεν ἐρανισάμενοι, τὴν προσήκουσαν ἐξεθέμεθα δήλωσιν ἐνταυθοῖ. δʹ.

Τῷ γε μὴν πατριάρχῃ ταῦτα ἀκηκοότι, οὐχ οἵαν κατὰ τῶν πρὶν πεμπομένων,

τοιαύτην κἀνταῦθα τὴν ὀφρὺν ἐπεδείξατο· ἀλλ' ἐς τὸ σωφρονέστερον τὴν διάθεσιν

τῆς ψυχῆς ὑπὸ τῶν τοῦ χρόνου κυμάτων πεπεισμένος τρέπειν τοιάδε τινὰ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

270