Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

Ἀπόκαυκος μὲν ἐξ ἀνθρώπων ἦν, ἀγώνισμα ξίφους γενόμενος, καὶ ἔδει Βυζαντίοις ἀνδρὸς θερμοτέρου καὶ δραστήριον ἐπιεικῶς ἔχοντος φρόνημα, γράμματα ἐφοίτα συχνὰ πρὸς τῆς βασιλίδος Ἄννης αὐτῷ, μακρῶν δωρεῶν καὶ ἀξιωμάτων ἐπαγγελίας κομίζοντα, εἰ βούλοιτο διάδοχος ἐλθὼν καταστῆναι καὶ βουλῆς καὶ τρόπων καὶ δόλων Καντακουζηνοῦ. ταῦτα τὴν ἐκείνου διάνοιαν ἔθραυσε, καὶ τὴν γνώμην μετήνεγκεν· καὶ τοῦ καιροῦ καθάπερ ὀστράκου μεταπεσόντος, πλείω τὴν συμμαχίδα δύναμιν ἐκ Περσῶν μετεπέμπετο· καὶ συχνὰ κατατρέχων ἐδῄου καὶ ἔκαε τὰς τῷ Καντακουζηνῷ προσεῤῥυηκυίας χώρας καὶ πόλεις, καὶ τὰ τῶν Βυζαντίων ἔπειθε ῥᾷστα φρονεῖν, τὴν ἐνεστῶσαν ἀνάγκην διαδιδράσκειν ἐθέλοντας. (∆.) Ἀλλ' οὐδ' αὐτὸς τῆς τοιαύτης ὤνατο σπουδῆς. ἐπεὶ γὰρ ὁ Καντακουζηνὸς τὴν διαστροφὴν καὶ μετάθεσιν τῆς τοῦ Βατάτζη διακήκοε γνώμης, τάχιστα συνέστειλεν εἰς τὰ φρούρια πάντας καρποὺς ὁμοῦ τοῖς ἀνθρώποις καὶ τοῖς βοσκήμασιν, ἐπειπὼν, ὡς εὑρήσει τὰς τῆς ἐπιορκίας ἐκτίσεις πρὸς τοῦ ἐπιορκουμένου θεοῦ· ὡς ἐντεῦθεν ἐλθόντα μετὰ τῆς Περσικῆς δυνάμεως Βατάτζην ἐρήμοις τε ἐντυγχάνειν οἰκητόρων ταῖς χώραις καὶ ταῖς πόαις ἄνευ βοσκημάτων, καὶ λιμῷ διὰ ταῦτα πιεζομένους ἐπάγεσθαι Πέρσας. ταῦτα παρὰ τὰς ἐπαγγελίας καὶ τὰς ἐμβριθεῖς ἐκείνας ἐλπίδας θεασαμένοις τοῖς βαρβάροις ἀχθε 2.743 σθῆναί τε ἐξεγένετο καὶ ἀποκτείνασι τοῦτον ἐς Καντακουζηνὸν τὴν ταχίστην μεταθεῖναι τὴν γνώμην ὁμοῦ τῇ χειρί. τοῦτο δὴ βουληθεῖσι καὶ πέπρακται παραχρῆμα· κἀκ τοῦ δεινοῦ καὶ προσάντους ἐς τὸ δεξιόν τε καὶ εὐμενέστερον τὰ τῆς τύχης ἔῤῥει τῷ Καντακουζηνῷ, τοσούτων ἐχθρῶν ἀπονητὶ οἷον ἐξ αὐτομάτου φάναι καταστρεφομένων. 2.746 αʹ. Κράλῃ δὲ τῷ Τριβαλλῶν ἡγεμόνι κόρος οὐκ ἦν, ἐντρυφῶντι ταῖς Ῥωμαϊκαῖς κατ' ἀλλήλων καὶ δι' ἀλλήλων στάσεσι, καὶ καιρὸν εἶναι λογιζομένῳ προσήκοντα μάλιστα τοῦτον αὐτοῦ τῇ πλεονεξίᾳ καὶ δώρων τῆς τύχης τὸ κράτιστον. διὸ καὶ καθάπερ φλὸξ ἐπῄει καὶ ἐπενέμετο διηνεκῶς τὰς πρόσω πόλεις καὶ χώρας Ῥωμαίων δουλούμενος, μηδενὸς ὄντος, ὅτῳ ἂν ἀνθίστασθαι ᾖ ταῖς τοιαύταις αὐτοῦ γε ὁρμαῖς. Βυζαντίοις μὲν γὰρ πολλῷ δι' ἐφέσεως μᾶλλον ἦν, καὶ σιωπῶσι καὶ ἐκλαλοῦσι, προδεδόσθαι οἱ μέχρι Χριστουπόλεως ἅπαντα, ἢ Καντακουζηνῷ προσγενέσθαι κτήσασθαι. Καντακουζηνῷ δὲ τοῦτο μὲν ἀβούλητον ὅλως ἦν· περισπωμένῳ δ' ὅμως ἐς τὰς ἐκ τῶν ὁμοφύλων μάχας καιρὸς ὑπερμαχεῖν οὐκ ἐνῆν. διὰ δὴ ταῦτα καὶ πλὴν Θεσσαλονίκης ἅπαντα μέχρι στενῶν Χριστουπόλεως ἐκείνῳ δεδούλωνται· μεθ' ὧν καὶ Σεῤῥῶν ὑπάρχει τὸ μέγα τε καὶ θαυμάσιον ἄστυ, λιμῷ καὶ πολιορκίᾳ μακρᾷ προδοθὲν καθ' ὁμολογίαν, δυοῖν ἀμηχάνοις ἐχθροῖς. (Β.) Ἐντεῦθεν ὁ Κράλης μείζων ἑαυτοῦ καταστὰς καὶ δαψιλεστέραν ἑαυτῷ ποριζόμενος τὴν ὀφρὺν (ᾤετο γὰρ οὐδὲ τῶν μέχρι Βυζαντίου λειπομένων Ῥωμαίοις ἀνθέξειν οὐδὲν πρὸς 2.747 τὴν ἐκείνου ῥώμην τε καὶ ἡγεμονικὴν ἀρχὴν) βασιλέα Ῥωμαίων ἑαυτὸν ἀνηγόρευσε, τήν τε βάρβαρον δίαιταν ἐς τὰ Ῥωμαίων ἤμειψεν ἤθη καὶ καλύπτρᾳ καὶ πάσαις στολαῖς διασήμοις, ὁπόσαι τῇ μεγάλῃ ταύτῃ γε προσήκουσιν ἀρχῇ, περιφανῶς ἐχρήσατό τε καὶ χρῆταί γε μέχρι καὶ ἐς ἐμέ. ἤδη δὲ καὶ πρὸς τὸν υἱὸν τὴν ὅλην ἡγεμονίαν ἐνείματο· καὶ τῷ μὲν ἄρχειν παρέσχε, κατὰ τὰ εἰθισμένα τοῖς Τριβαλλοῖς, τῆς ἔκ τε κόλπου τοῦ Ἰονίου καὶ αὖ Ἴστρου τοῦ ποταμοῦ μέχρι τῆς τῶν Σκοπίων πόλεως, ἧς καὶ ποταμὸς Ἀξιὸς ἄνωθέν ποθεν μέγιστος κάτεισι παραψαύων ἡγεμονίας· ἑαυτῷ δ' αὖ τῶν ἐκεῖθεν Ῥωμαϊκῶν χωρῶν καὶ πόλεων, κατὰ τὴν εἰθισμένην Ῥωμαίοις δίαιταν, ἄχρι καὶ ἐς τὰ περὶ Χριστούπολιν τῶν παρόδων στενά. τά γε μὴν ἐκ τῶν τοιούτων στενῶν ἄχρι Σηλυβρίας καὶ ∆έρκου πάντ' εἶχεν ἤδη Καντακουζηνὸς ὑποχείρια, πλὴν Χεῤῥονήσου. (Γ.) Περσικαὶ δὲ δυνάμεις, ἐξ Ἀσίας δι' Ἑλλησπόντου πᾶσαν ὥραν διαπεραιούμεναι, καθάπερ ἐξ οἰκείων ἐς οἰκείας νομὰς καὶ ἐπαύλεις, συχνὰς ἐποιοῦντο νύκτωρ καὶ μεθ' ἡμέραν τὰς θηριώδεις ἐφόδους κατὰ τῶν Θρᾳκικῶν πόλεων, νῦν μὲν αὐτονομίᾳ χρώμενοι λῃστρικῇ, νῦν δὲ συμμαχεῖν προσποιούμενοι Καντακουζηνῷ. ὅπως δ' ἄρα Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 266

ἦν, ἐνόσουν αἱ πόλεις καὶ μάλα πονήρως εἶχον Ῥωμαίοις πᾶσι τὰ πράγματα. οὔτε γὰρ ὑποζυγίων, οὔτε ποιμνίων οὐδὲν τοῖς ταλαιπώροις Θρᾳξὶν ἐλέλειπτο, οὔτε βοῶν ἀροτήρων οὐδεὶς, δι' ὧν οἱ γεωργοὶ τὰς τῆς γῆς ἀναμοχλεύοντες αὔλακας τὸν ἡμερήσιον καὶ ἀναγκαῖον ἐκπορίζονται δασμὸν τῇ γαστρί. κἀντεῦθεν ἀσπό 2.748 ρου τε καταλελειμμένης τῆς γῆς καὶ ἀνθρώπων ἐρήμου παντάπασι, καὶ τὸ ὅλον εἰπεῖν θηριώδους, ἀπορία χρημάτων ἐμάστιζε μὲν ἱκανῶς τὸν βασιλέα Καντακουζηνὸν, περιϊόντα Θρᾴκην· ἐμάστιζε δ' οὐχ ἧττον καὶ Βυζαντίους, τῆς βασιλίδος Ἄννης καίριον οὐδὲν περὶ τὴν τῶν πραγμάτων μελετᾷν οὔτ' εἰδυίας οὔτ' ἐθελούσης διοίκησιν· ἀλλ' ἀφαιρουμένης μὲν τὸν τῶν ἱερῶν εἰκόνων κόσμον ἀνέδην, καὶ ὃν μὲν ἐκποιουμένης, ὃν δὲ χωνείᾳ παραπεμπούσης· προφάσει μὲν διὰ τὴν ἐς τὰ κοινὰ χρείαν, τὸ δὲ πλεῖστον εἰς ἑαυτῆς ἴδιον κέρδος. (∆.) Ταῦτα δ' ἐργαζομένη οὐδὲ τοῦ κακουργεῖν ἀπέσχετο τοὺς ἐνδόξους, καὶ ὅσοι χρημάτων οἰκείων περιουσίᾳ προὔχειν ἐδόκουν. δι' ἃ δὴ καὶ ἐς τὸ μέγα καὶ περιβόητον ἱερὸν τῆς τοῦ θεοῦ Σοφίας, ἀσύλου πάλαι καταφυγῆς κεκτημένον προνόμια, καταφεύγοντας ἀπέσπων φεῦ ἀπηνῶς, καὶ πάσαις ἀπεώθουν χερσὶν εἰς εἱρκτὴν καὶ λήθης ἅπαν φάναι φρούριον· ὡς ἀναγκασθέντας ἤδη λοιπὸν τοὺς ταλαιπώρους (ἐφευρετικὸν γὰρ εἶναί φασι τὴν ἀνάγκην) ἐς τὸ τοῦ Γαλάτου καταφεύγειν φρούριον, τῆς περιστάσεως τοῦτο μηχανησαμένης ἐξ αὐτομάτου φρούριον ὀχυρὸν καὶ ἱεράν τινα ἄγκυραν καὶ ἄσυλον ὄντως καταφυγήν. καίτοι καὶ βαρβάροις καὶ Ἕλλησι, καὶ πάσῃ γῇ καὶ θαλάσσῃ, καὶ πάσαις ἡγεμονικαῖς ἐξουσίαις, εἰθισμένον ἀεὶ δι' αἰῶνος οἴκτου καὶ σπλάγχνων τοιαῦτα κεκτῆσθαι δείγματα. Χριστιανοῖς δ' οὖσιν ἡμῖν, καὶ νῦν μάλιστα χρῄζουσι τῆς ὁμοίας πρὸς θεοῦ τυγχάνειν συμμαχίας, 2.749 ἀπείρηταί τε καὶ παραλέλυται. (Ε.) Οὐ μόνον δὲ, ἀλλ' ὥσπερ κάλω ῥαγέντος καὶ δόγματα τῆς ἐκκλησίας ἀνατέτραπται, καὶ θεῖοι πατέρων κανόνες συγκέχυνται καὶ πεπάτηνται. δι' ἃ δὴ καὶ αὐτὸ τοῦ ναοῦ τὸ κάλλος ἠκρωτηρίασται, καὶ ἐς τὸ ἔδαφος ἔῤῥιπται· δεικνύντος οὑτωσὶ προφανῶς τοῦ θεοῦ καὶ διὰ τῶν φαινομένων τὴν τῶν οὕτω παρανομουμένων ὑπερβολὴν, καὶ οἷον τὴν μέλλουσαν προαναφωνοῦντος καὶ ἀπειλοῦντος ἐκδίκησιν. καί μοι δοκεῖ διὰ τοῦτ' ἄνευ σεισμοῦ καὶ περικλονήσεως γῆς γεγενῆσθαι τὸ πάθος τουτί. βʹ. Ἑσπέρα μὲν γὰρ ἦν ἤδη καὶ οὐρανὸς αἴθριος, περί που τὰ μέσα τῆς νυκτὸς, ὅτε πᾶσι μὲν ἀνθρώπων ὀφθαλμοῖς βαθεῖς ληνοβατοῦσα κίρνησι τοὺς ὕπνους ἡ τῆς νυκτὸς σιωπὴ, πρὸς δ' ᾠδὰς νυκτερινὰς ἀλεκτρυόνες τάς τε πτέρυγας κινεῖν καὶ τὰς ἐμφύτους σάλπιγγας ἀνοίγειν ἐμμελῶς μελετῶσι, καὶ τηνικαῦτα πέπτωκεν ἡ μία τῶν αἰθερίων φάναι τεττάρων ἁψίδων, ἡ πρὸς ἥλιον ἀνίσχοντα βλέπουσα, συνεφελκύσασά τε καὶ συγκαθελοῦσα ἑαυτῇ καὶ ὅσον ὑπήρειδεν ὃ ἐπεκάθητο ἡμισφαίριον· καὶ συντέτριπται μὲν τὰ κρυπτόμενα κάλλη τοῦ βήματος· συντέτριπται δ' ὁ τῶν θείων ἐκείνων κόσμος εἰκόνων· ἡ δὲ διὰ πάντων ἥκουσα χάρις ἔσβεσται ταχὺ, καθάπερ ἄνθος ἐν ἀγρῷ καὶ ῥόδον ἐν λειμῶνι, ὁπότ' ἀκρὶς καὶ κάμπη τις ἀδόκητος ἀθρόον ἐπιδράμοι. ἡ δὲ τοὺς ἱεροὺς ἐκείνους κιόνας περιελίττουσά τε καὶ ποικίλλουσα καὶ νικῶσα τὸ ἁμιλλώμενον ἅπαν Φειδίου λαξευτικὴ παντάπασιν ἐῤῥύη τε καὶ ἔσβεσται, λεπτότητα μιμησαμένη ψηφίδων. πανη 2.750 γύρεις δὲ καὶ ξυναυλίαι καὶ ἅμιλλαι συνήθεις ἐκεῖ, λογικαί τε καὶ ἱεραὶ, παννύχιοί τε καὶ πανημέριοι, πρὸς ἀφωνίαν μετήνεγκαν τὴν σπουδὴν ὑπ' ἐκπλήξεως. καὶ νῦν τὸ παγκόσμιον θέατρον, τὸ πάσης γλώττης τερπνὸν ἀφήγημα, ὁ πάσης ἀκοῆς γλυκὺς θόρυβος, ἀόρατον ἕστηκε θέαμα, καὶ στήλη τις οἷον ἔμψυχος δι' αἰθέρος ποιουμένη τὴν τραγῳδίαν, καὶ πάσης γῆς προκαλουμένη δάκρυα, καὶ ὥσπερ στόμα διὰ τῆς ὀροφῆς ἄνω διάρασα περιφανῶς ἡλίῳ καὶ ἀστράσι τὴν ἀδικίαν προσαγγέλλει, καὶ τοὺς οὐρανοὺς μονονουχὶ προσκαλουμένη μάρτυρας ἐκεῖνα δὴ τὰ τῶν προφητῶν περιᾴδει πρὸς κύριον· "1υἱοὶ μητρός μου ἐμαχέσαντό με· ἐπάταξάν με, ἐτραυμάτισάν με· καὶ ἡ ὑπερηφανία τῶν μισούντων με ἀνέβη διὰ παντός."2 (Β.) Τούτων δ' οὕτω Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 267

Ἀπόκαυκος μὲν ἐξ ἀνθρώπων ἦν, ἀγώνισμα ξίφους γενόμενος, καὶ ἔδει Βυζαντίοις

ἀνδρὸς θερμοτέρου καὶ δραστήριον ἐπιεικῶς ἔχοντος φρόνημα, γράμματα ἐφοίτα

συχνὰ πρὸς τῆς βασιλίδος Ἄννης αὐτῷ, μακρῶν δωρεῶν καὶ ἀξιωμάτων ἐπαγγελίας

κομίζοντα, εἰ βούλοιτο διάδοχος ἐλθὼν καταστῆναι καὶ βουλῆς καὶ τρόπων καὶ

δόλων Καντακουζηνοῦ. ταῦτα τὴν ἐκείνου διάνοιαν ἔθραυσε, καὶ τὴν γνώμην

μετήνεγκεν· καὶ τοῦ καιροῦ καθάπερ ὀστράκου μεταπεσόντος, πλείω τὴν συμμαχίδα

δύναμιν ἐκ Περσῶν μετεπέμπετο· καὶ συχνὰ κατατρέχων ἐδῄου καὶ ἔκαε τὰς τῷ

Καντακουζηνῷ προσεῤῥυηκυίας χώρας καὶ πόλεις, καὶ τὰ τῶν Βυζαντίων ἔπειθε

ῥᾷστα φρονεῖν, τὴν ἐνεστῶσαν ἀνάγκην διαδιδράσκειν ἐθέλοντας. (∆.) Ἀλλ' οὐδ'

αὐτὸς τῆς τοιαύτης ὤνατο σπουδῆς. ἐπεὶ γὰρ ὁ Καντακουζηνὸς τὴν διαστροφὴν καὶ

μετάθεσιν τῆς τοῦ Βατάτζη διακήκοε γνώμης, τάχιστα συνέστειλεν εἰς τὰ φρούρια

πάντας καρποὺς ὁμοῦ τοῖς ἀνθρώποις καὶ τοῖς βοσκήμασιν, ἐπειπὼν, ὡς εὑρήσει τὰς

τῆς ἐπιορκίας ἐκτίσεις πρὸς τοῦ ἐπιορκουμένου θεοῦ· ὡς ἐντεῦθεν ἐλθόντα μετὰ τῆς

Περσικῆς δυνάμεως Βατάτζην ἐρήμοις τε ἐντυγχάνειν οἰκητόρων ταῖς χώραις καὶ

ταῖς πόαις ἄνευ βοσκημάτων, καὶ λιμῷ διὰ ταῦτα πιεζομένους ἐπάγεσθαι Πέρσας.

ταῦτα παρὰ τὰς ἐπαγγελίας καὶ τὰς ἐμβριθεῖς ἐκείνας ἐλπίδας θεασαμένοις τοῖς

βαρβάροις ἀχθε 2.743 σθῆναί τε ἐξεγένετο καὶ ἀποκτείνασι τοῦτον ἐς

Καντακουζηνὸν τὴν ταχίστην μεταθεῖναι τὴν γνώμην ὁμοῦ τῇ χειρί. τοῦτο δὴ

βουληθεῖσι καὶ πέπρακται παραχρῆμα· κἀκ τοῦ δεινοῦ καὶ προσάντους ἐς τὸ δεξιόν

τε καὶ εὐμενέστερον τὰ τῆς τύχης ἔῤῥει τῷ Καντακουζηνῷ, τοσούτων ἐχθρῶν

ἀπονητὶ οἷον ἐξ αὐτομάτου φάναι καταστρεφομένων. 2.746 αʹ. Κράλῃ δὲ τῷ

Τριβαλλῶν ἡγεμόνι κόρος οὐκ ἦν, ἐντρυφῶντι ταῖς Ῥωμαϊκαῖς κατ' ἀλλήλων καὶ δι'

ἀλλήλων στάσεσι, καὶ καιρὸν εἶναι λογιζομένῳ προσήκοντα μάλιστα τοῦτον αὐτοῦ

τῇ πλεονεξίᾳ καὶ δώρων τῆς τύχης τὸ κράτιστον. διὸ καὶ καθάπερ φλὸξ ἐπῄει καὶ

ἐπενέμετο διηνεκῶς τὰς πρόσω πόλεις καὶ χώρας Ῥωμαίων δουλούμενος, μηδενὸς

ὄντος, ὅτῳ ἂν ἀνθίστασθαι ᾖ ταῖς τοιαύταις αὐτοῦ γε ὁρμαῖς. Βυζαντίοις μὲν γὰρ

πολλῷ δι' ἐφέσεως μᾶλλον ἦν, καὶ σιωπῶσι καὶ ἐκλαλοῦσι, προδεδόσθαι οἱ μέχρι

Χριστουπόλεως ἅπαντα, ἢ Καντακουζηνῷ προσγενέσθαι κτήσασθαι. Καντακουζηνῷ

δὲ τοῦτο μὲν ἀβούλητον ὅλως ἦν· περισπωμένῳ δ' ὅμως ἐς τὰς ἐκ τῶν ὁμοφύλων

μάχας καιρὸς ὑπερμαχεῖν οὐκ ἐνῆν. διὰ δὴ ταῦτα καὶ πλὴν Θεσσαλονίκης ἅπαντα

μέχρι στενῶν Χριστουπόλεως ἐκείνῳ δεδούλωνται· μεθ' ὧν καὶ Σεῤῥῶν ὑπάρχει τὸ

μέγα τε καὶ θαυμάσιον ἄστυ, λιμῷ καὶ πολιορκίᾳ μακρᾷ προδοθὲν καθ' ὁμολογίαν,

δυοῖν ἀμηχάνοις ἐχθροῖς. (Β.) Ἐντεῦθεν ὁ Κράλης μείζων ἑαυτοῦ καταστὰς καὶ

δαψιλεστέραν ἑαυτῷ ποριζόμενος τὴν ὀφρὺν (ᾤετο γὰρ οὐδὲ τῶν μέχρι Βυζαντίου

λειπομένων Ῥωμαίοις ἀνθέξειν οὐδὲν πρὸς 2.747 τὴν ἐκείνου ῥώμην τε καὶ

ἡγεμονικὴν ἀρχὴν) βασιλέα Ῥωμαίων ἑαυτὸν ἀνηγόρευσε, τήν τε βάρβαρον δίαιταν

ἐς τὰ Ῥωμαίων ἤμειψεν ἤθη καὶ καλύπτρᾳ καὶ πάσαις στολαῖς διασήμοις, ὁπόσαι τῇ

μεγάλῃ ταύτῃ γε προσήκουσιν ἀρχῇ, περιφανῶς ἐχρήσατό τε καὶ χρῆταί γε μέχρι καὶ

ἐς ἐμέ. ἤδη δὲ καὶ πρὸς τὸν υἱὸν τὴν ὅλην ἡγεμονίαν ἐνείματο· καὶ τῷ μὲν ἄρχειν

παρέσχε, κατὰ τὰ εἰθισμένα τοῖς Τριβαλλοῖς, τῆς ἔκ τε κόλπου τοῦ Ἰονίου καὶ αὖ

Ἴστρου τοῦ ποταμοῦ μέχρι τῆς τῶν Σκοπίων πόλεως, ἧς καὶ ποταμὸς Ἀξιὸς ἄνωθέν

ποθεν μέγιστος κάτεισι παραψαύων ἡγεμονίας· ἑαυτῷ δ' αὖ τῶν ἐκεῖθεν Ῥωμαϊκῶν

χωρῶν καὶ πόλεων, κατὰ τὴν εἰθισμένην Ῥωμαίοις δίαιταν, ἄχρι καὶ ἐς τὰ περὶ

Χριστούπολιν τῶν παρόδων στενά. τά γε μὴν ἐκ τῶν τοιούτων στενῶν ἄχρι

Σηλυβρίας καὶ ∆έρκου πάντ' εἶχεν ἤδη Καντακουζηνὸς ὑποχείρια, πλὴν Χεῤῥονήσου.

(Γ.) Περσικαὶ δὲ δυνάμεις, ἐξ Ἀσίας δι' Ἑλλησπόντου πᾶσαν ὥραν διαπεραιούμεναι,

καθάπερ ἐξ οἰκείων ἐς οἰκείας νομὰς καὶ ἐπαύλεις, συχνὰς ἐποιοῦντο νύκτωρ καὶ

μεθ' ἡμέραν τὰς θηριώδεις ἐφόδους κατὰ τῶν Θρᾳκικῶν πόλεων, νῦν μὲν αὐτονομίᾳ

χρώμενοι λῃστρικῇ, νῦν δὲ συμμαχεῖν προσποιούμενοι Καντακουζηνῷ. ὅπως δ' ἄρα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

266

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!