Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ἐμφορεῖσθαι δίδωσιν ἀφθόνως, ἵν' οὑτωσὶ τοῦ καθήκοντος ἐκστάντες λογισμοῦ μαινομένων δίκην χωρῶσι πρὸς τὰς τῶν ἀνθρώπων σφαγάς. ἐπεὶ δ' οὕτω ταῦτ' εἶχε καὶ ὁ τοῦ ἡλίου δρόμος ἤδη τὰ μεσημβρινὰ παρήλλαττε ὑψώματα, δραμόντες ἐκεῖνοι κύκλῳ τὸ φρούριον περιέστησαν ἅπαν, ἀσπίσι καὶ ὅπλοις ἅπασι πεφραγμένοι, καὶ ἅπαν βέλος ἑκηβόλον ἐν χεροῖν περιφέροντες, καὶ ὅσα θύρας ἀναμοχλεύουσιν ὄργανα καὶ κατασείουσι τείχη καὶ ἀποσπῶσι λίθους ἐκ θεμελίων· ὧν οἱ μὲν τὰ βέλη πέμποντες ἔξωθεν κατὰ 2.737 πλῆθος καὶ δίκην βαθέων νεφῶν πάντας τοὺς ἔνδον τῶν ἐπάλξεων ἀπήλασαν ἐκ τοῦ παραχρῆμα, μηδὲν ὁθενοῦν ἔχοντας ὅπλον, ἢ φυλακτήριον, ἢ δι' ὧν ἀμυνεῖταί τις τὸν ἐπιόντα πολέμιον. οἱ δὲ τὰ ἐκμοχλευτήρια φέροντες ὄργανα, προσιόντες ἔξωθεν τά τε τείχη πολλαχόθεν διώρυττον καὶ τὰς πύλας ἀνεμόχλευον· ὡς ἐν πάνυ βραχείᾳ καιροῦ ῥοπῇ, πολλῶν πολλαχόθεν τῶν εἰσόδων ἀνοιχθεισῶν, πάντας ἄρδην εἰσρυῆναι τοὺς πολεμίους. (ΙΒ.) Ἦν τότε ἰδεῖν τοὺς μὲν ἀθλίους ἐκείνους ἀφειδῶς ἀναιρουμένους καὶ πρὸς ᾅδην ἐκ τῶν χθὲς πεμπομένους δεσμῶν· τοὺς δὲ φόνου πνέοντας ἄνδρας ἐκείνους εἰς πολυειδεῖς καὶ ποικίλας σφαγὰς χρωμένους τοῖς ξίφεσι ξὺν πολλῇ καὶ μανιώδει τινὶ τῇ ὠμότητι καὶ βαρβαρικῇ τῇ θρασύτητι. γυμνοὶ μὲν οὖν ἀσπίδων οἱ τάλανες ὄντες ἐκεῖνοι καὶ ἄοπλοι, καὶ ἥκιστα διαφυγεῖν τὸν παρόντα δυνάμενοι κίνδυνον, οἱ μὲν ἤδη ἐκόπτοντο, οἱ δ' ἐξεχέοντο φεύγοντες σύνδυο καὶ σύντρεις καὶ κατὰ πλῆθος, καὶ διὰ τῶν μεσοτοίχων καταῤῥέοντες ἐς τὴν ἐχομένην τῆς Νέας μονὴν διεμερίζοντό τε τὰς θείας εἰκόνας ἀντ' ἄλλου φυλακτηρίου παντὸς ἱεροῦ· οἱ δ' ἐνεχειρίζοντο τὰ ἐπὶ τῆς θείας τραπέζης τῶν μυστηρίων ἱερὰ σκεύη, δυσωπήσειν οἰόμενοι τοὺς ἀναιδεῖς ἐκείνους καὶ μανιώδεις λῃστὰς διὰ τῶν τοιούτων· οἱ δ' ἠγκαλίζοντο τήν τε θείαν τράπεζαν καὶ τὸν ὑπὸ ταύτῃ στυλίσκον· οἱ δὲ γυμνούμενοι τέλεον ἐθελονταὶ τὰ ἱμάτια πρὸ ποδῶν ἐῤῥίπτουν, οἰόμενοι διὰ τῆς γυμνώσεως πρὸς οἶκτόν τε μαλάξειν τὸν φονικὸν ἐκείνων 2.738 τρόπον, αἰδεσθέντων ἴσως τὴν κοινὴν τῆς φύσεως γύμνωσιν· καὶ ἅμα μηδεμίαν τοῦ λοιποῦ πρόφασιν ὑποψίας λιπεῖν, τοῦ κρύπτεσθαι εἵνεκα Καίσαρος ἐν σφίσι νόμισμα, μηδ' ἄλλο τῶν πάντων εἶδος κέρδους ἄξιον ἔχειν οὐδέν. δειναὶ γὰρ αἱ μὴ προμελετηθεῖσαι περιστάσεις ἐπινοίας πρὸς τὸ ἀκίνδυνον ἄλλοις ἄλλας αὐτοσχεδιάζειν, αὐτοφυᾶ διδάσκαλον τὴν περιϊσταμένην ἀνάγκην λαμβάνουσιν, ὅταν αἰφνίδιος θάνατος εἰς ἀπόγνωσιν σφᾶς ἀπελαύνῃ βίου. (ΙΓ.) Ἀλλὰ τὴν ἀναιδῆ καὶ θηριώδη τῶν ἀνδροφόνων ἐκείνων ὁρμὴν μαλάττειν ὅλως ὥραν οὐκ εἶχεν οὔτε δάκρυα τῶν πασχόντων, οὔτ' ἦθος ἐλεεινὸν, οὔθ' ὁ ἱερὸς ἐκεῖνος τόπος, ἐν ᾧ σωτηρίας εἵνεκα κατεπεφεύγεσαν οἱ ταλαίπωροι· ἀλλὰ δίκην ἱερείων ἐπὶ βωμοῦ τηνικαῦτα καὶ οὗτοι ξὺν οὐδενὶ κόσμῳ πάντες ἐθύοντο, καὶ ῥύακες αἱμάτων ἐντεῦθεν τὸ θεῖον ἔβαπτον ἔδαφος· εἰκόναι τε θεῖαι καὶ ἔπιπλα, καὶ ὅσα τῆς θείας μυσταγωγίας σκεύη παρῆν, ἀσμένως ἅπαντα καὶ ἀδεῶς ἐῤῥιπτοῦντό τε καὶ διηρπάζοντο· τά θ' ἱμάτια τῶν ἀνῃρημένων οἱ πάντολμοί τε καὶ ἀναιδεῖς ἐκεῖνοι, πλουσίων αἱμάτων πλήρη, τῇ θείᾳ λαμβάνοντες ἐπετίθουν τραπέζῃ. πῶς ἂν δυναίμην ἀδακρυτὶ καταλέγειν τὰ θρήνων μακρῶν καὶ δακρύων ἄξια, ὅσα ἐπὶ τοῦ θείου τεμένους τότε τὴν ἐλεεινὴν τραγῳδίαν ἐκείνην βαρβαρικῶς καὶ ἀσμένως χορηγεῖν ἐξεγένετο; εἴθε ἦν ἀντὶ μέλανος εἰς δάκρυα τὸν κάλαμον βάπτοντι γράφειν καὶ διηγεῖσθαι τῆς τόθ' ἡμέρας τὴν συμφορὰν ἐναργέστερον, ὡς ἕκαστα πέπρακται. οὕτω 2.739 γὰρ ἂν οἶμαι δακρύσειν ἅπαντας ἐκ τοῦ ῥᾴστου θερμῶς, οἴκτου καὶ σπλάγχνων φυσικῶν ἐμπλησθέντας. ὅμως εἶχεν οὕτω ταυτί. καὶ τὸ μὲν ἄλλο πλῆθος, ὅσον ἐκ τοῦ σύρφακος ὄχλου κατὰ ποταμοὺς συνέῤῥει, τὰς καλύβας τῶν ἐκεῖ μοναζόντων ἠνδραποδίζοντό τε καὶ διήρπαζον ἀδεῶς· καὶ αὐτὰς δ' οὖν μετὰ τῶν παστάδων τὰς θύρας ἀναμοχλεύοντές τε καὶ διαμεριζόμενοι τοῖς χαμαιτυπείοις προσῆγον, ἀσελγείας μίσθωμα. οἱ δ' ἀναιδεῖς ἐκεῖνοι καὶ φόνου πνέοντες ἄνδρες, τῶν ἀνῃρημένων τὰς κεφαλὰς ἔστι δ' ὧν καὶ τὰς χεῖρας ἐκτέμνοντες, περιῄεσαν Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 264

ἐπιδεικνύμενοί τε τὸ τῆς κακίας ἄγος, εἰς ἔκπληξιν τῶν ὁρώντων καὶ δέος, καὶ πᾶσαν ἀγυιὰν ἐμπιπλῶντες ἀνθρωπίνων αἱμάτων τε καὶ σαρκῶν. (Ι∆.) Καὶ ἦν μὲν θρήνων καὶ δακρύων ἄξια τὰ δρώμενα καὶ θέατρον ἀνόσιον τῇ βασιλευούσῃ ταύτῃ τῶν πόλεων· οὐδεὶς δ' ἐτόλμα τοῖς ὁρωμένοις ἢ τοῖς νεκροῖς ἐκείνοις ἐπιδακρῦσαι καὶ στεναγμὸν ἀποδοῦναι, οὔτε τις τῶν φίλων, οὔτε τις τῶν συγγενῶν, οὔτε μὲν οὐδεὶς τῶν ἄλλως φίλοικτον ἐχόντων καρδίαν. ἔφεδροι γὰρ ὀφθαλμοὶ παραπορευόμενοι συνήρπαζόν τε καὶ τὰ ἱμάτια περιδύοντες ἔπαιον ὡς ἐπιβούλους καὶ ἀντιθέτους Ἄννῃ τῇ βασιλίδι. πάντα γὰρ ἦν εὐφροσύνη λαμπρά τις καὶ τέρψις ἄῤῥητος ἐκείνῃ τὰ δρώμενα, καὶ πάνυ τοι σφόδρα κατὰ γνώμης ἐντρύφημα· ὡς ἐντεῦθεν καὶ δέει μακρῷ συσχεθέντας τοὺς περιστέλλειν κατὰ τὸν ἀνθρώπινον καὶ φύσει πρέποντα νόμον ἐθέλοντας, ὁπόσοι κατὰ γένος καὶ φιλίαν τοῖς κειμένοις προσῆκον, 2.740 ἀπέχεσθαι τούτων ἁπάσῃ σπουδῇ, μὴ μετὰ τοῦ ἀποτυχεῖν τῆς βουλήσεως καὶ τοῖς ὁμοίοις δεινοῖς περιπέσωσι. τοιαῦτα γὰρ ἔφασκον εἶναι τὰ τῇ βασιλίδι ἐντεταλμένα, καὶ ἅμα ἀτάφους κατὰ θαλάττης ῥιφέντας τροφὴν ὀρνέοις καὶ ἰχθύσι γενέσθαι. ἀλλὰ τοῦτο μὲν οὐκ ἐτελέσθη, ἐνίων τὴν τοῦ λαοῦ κραυγὴν καὶ τὴν ἐντεῦθεν λοιδορίαν εἰς τὰς ἐκείνης ἀνενεγκόντων ἀκοὰς, καὶ τὸν ἀναφυόμενον οὐκ ἀκίνδυνον θόρυβον. διὸ καὶ φιλοθέων ἔνιοι, δειλίαν ἀποκρουσάμενοι πᾶσαν, ἄλλος ἄλλον ἄλλοθι τῆς μονῆς ἀνελόμενοι κατώρυξαν. τὰ δ' ἐπὶ τούτοις ἔστιν ἀκούειν διαρκέστερον ἄλλων διεξιόντων. (ΙΕ.) Ἐπεὶ δ' ὁ ἐκ τῆς προτέρας συζύγου πρῶτος Ἀποκαύκου υἱὸς ἐπίτροπος ἦν τηνικαῦτα Θεσσαλονίκης καὶ τὸν τοῦ πατρὸς φόνον ἀκήκοε, τὴν γνώμην εὐθὺς ἐς Καντακουζηνὸν μεταθεῖναι κέκρικε δεῖν, καὶ ἅμα συμφέρειν εἰς ἔργον αὐτῷ τὰ τῆς γνώμης προενεγκεῖν. ὅθεν καὶ τρόπον λοιπὸν ἐζήτει, δι' οὗ Θεσσαλονίκην ἂν αὐτῷ παραδοίη. προσεταιρισάμενος οὖν ὁπόσον ἔκκριτον ἦν τῆς Θεσσαλονίκης τὸν Ἀθηναῖον μιμεῖται Πεισίστρατον καὶ τὴν Θεσσαλονικέων χειροῦται ἀκρόπολιν, ἵν' ἐκεῖθεν ὡς ἐξ ὁρμητηρίου τῆς κεφαλῆς κατατρέχων καὶ τὸ πᾶν τῆς πόλεως ἐκ τοῦ ῥᾴστου σῶμα κατάσχῃ. ἀλλ' οὐδὲν τῆς τοιαύτης ἀπώνατο ἐπινοίας. αἱ γὰρ τραγικαὶ κῆρες τοῦ πατρὸς, μᾶλλον ἢ αὐτοῦ, τὰς παρούσας περιφανῶς ἀντέκρουον τύχας. διὸ καὶ δυοῖν ἡμερῶν μεταξὺ κηρύγματος γενομένου δημοτικοῦ, πάντες ἐπεξέθεον κατὰ ποταμοὺς ἐπὶ τὴν ἀκρόπολιν, καὶ οὐ πρότερον ἐκεῖθεν ἀπέστησαν, πρὶν τὴν ἀκρόπολιν ἐκπο 2.741 λιορκῆσαι, καὶ τοὺς ἔνδον πολέμου νόμοις ἀνδραποδίσασθαι, καὶ τὸν τοῦ Ἀποκαύκου υἱέα σὺν τοῖς ἀμφ' αὐτὸν ξίφει διαχρησαμένους ἀνὰ πάσας τὰς τῆς πόλεως πλατείας περιενεγκεῖν ἀπηνῶς τὰς δυστυχεῖς αὐτῶν κεφαλὰς, εἰς ἔκπληξιν τῶν ὅμοια βουλευομένων. ιαʹ. Ἀλλ' ἐκεῖνο μικροῦ με παρέδραμε, τὸ τοῦ Βατάτζη δηλαδὴ Ἰωάννου· ὃς καὶ αὐτὸς ἀσήμου γένους ὑπάρχων πλούσιος ἐξ ἀπογραφικῶν ἐγεγόνει ἐμποριῶν, ἄλλας ἐξ ἄλλων ταχὺ μετιὼν, καὶ παραλλάττων ἀεὶ τῶν εὐτελεστέρων τὰς μείζους. ἄρτι δὲ καὶ τὴν τῆς Θεσσαλονίκης ἐπιτροπείαν χρήμασι μακροῖς ὠνησάμενος πρὸς τῆς βασιλίδος ἐκεῖσε πέμπεται Ἄννης. οὐ μάλα δὲ συχνοῦ ῥυέντος χρόνου, πρὶν τὴν κερδαίνουσαν πήραν ἐμβριθεστέραν ὡς ἐβούλετο διαπράξασθαι, ἐκεῖθεν ἐκβάλλεται, τοῦ Ἀποκαύκου διάδοχον τὸν υἱὸν ἀποστείλαντος· ὃν τὴν τοῦ δήμου φορὰν παρανάλωμα ξίφους ἐργασαμένην μικρῷ δεδηλώκαμεν πρότερον. (Β.) Οὗτος οὖν ὁ Βατάτζης, εἰς αἰσχύνης λόγον τὸ πρᾶγμα θέμενος, καὶ λύπης μεστὸς γεγονὼς, προσεῤῥύη τῷ Καντακουζηνῷ· καὶ ὁρμητήριον τὸ τῆς Θρᾳκικῆς περιστάσεως ἔχων φρούριον συνεχεῖς ἐκεῖθεν ἐποιεῖτο τὰς ἐκδρομάς· καὶ ἦν ἐς τὰ μάλιστα φοβερός τε καὶ ὄλεθρος προφανὴς οἷς ἐπῄει καὶ καθ' ὧν ὡπλίζετο, ἅτε δύναμιν ἔχων συχνὴν ἐξ Ἀσίας, ἣν ἐκ Τροίας ἐζητηκότι πέπομφεν ὁ σατράπης Σουλυμὰν, γαμβρὸς ἐπὶ θυγατρὶ πρὸ βραχέος αὐτῷ καταστάς. (Γ.) Ἕως μὲν οὖν Ἀπόκαυκος ἔζη, θερμὸς ἦν καὶ μάλα τοι σφόδρα Βυζαντίοις λυπηρὸς ὁ Βατάτζης, 2.742 διὰ τὸν τοῦ Ἀποκαύκου παῖδα δηλαδὴ καὶ τὴν ἀφαίρεσιν τῆς ἐπιτροπῆς ἀπεχθῶς διακείμενος πρὸς αὐτόν. ἐπεὶ δ' Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 265

ἐμφορεῖσθαι δίδωσιν ἀφθόνως, ἵν' οὑτωσὶ τοῦ καθήκοντος ἐκστάντες λογισμοῦ

μαινομένων δίκην χωρῶσι πρὸς τὰς τῶν ἀνθρώπων σφαγάς. ἐπεὶ δ' οὕτω ταῦτ' εἶχε

καὶ ὁ τοῦ ἡλίου δρόμος ἤδη τὰ μεσημβρινὰ παρήλλαττε ὑψώματα, δραμόντες ἐκεῖνοι

κύκλῳ τὸ φρούριον περιέστησαν ἅπαν, ἀσπίσι καὶ ὅπλοις ἅπασι πεφραγμένοι, καὶ

ἅπαν βέλος ἑκηβόλον ἐν χεροῖν περιφέροντες, καὶ ὅσα θύρας ἀναμοχλεύουσιν

ὄργανα καὶ κατασείουσι τείχη καὶ ἀποσπῶσι λίθους ἐκ θεμελίων· ὧν οἱ μὲν τὰ βέλη

πέμποντες ἔξωθεν κατὰ 2.737 πλῆθος καὶ δίκην βαθέων νεφῶν πάντας τοὺς ἔνδον

τῶν ἐπάλξεων ἀπήλασαν ἐκ τοῦ παραχρῆμα, μηδὲν ὁθενοῦν ἔχοντας ὅπλον, ἢ

φυλακτήριον, ἢ δι' ὧν ἀμυνεῖταί τις τὸν ἐπιόντα πολέμιον. οἱ δὲ τὰ ἐκμοχλευτήρια

φέροντες ὄργανα, προσιόντες ἔξωθεν τά τε τείχη πολλαχόθεν διώρυττον καὶ τὰς

πύλας ἀνεμόχλευον· ὡς ἐν πάνυ βραχείᾳ καιροῦ ῥοπῇ, πολλῶν πολλαχόθεν τῶν

εἰσόδων ἀνοιχθεισῶν, πάντας ἄρδην εἰσρυῆναι τοὺς πολεμίους. (ΙΒ.) Ἦν τότε ἰδεῖν

τοὺς μὲν ἀθλίους ἐκείνους ἀφειδῶς ἀναιρουμένους καὶ πρὸς ᾅδην ἐκ τῶν χθὲς

πεμπομένους δεσμῶν· τοὺς δὲ φόνου πνέοντας ἄνδρας ἐκείνους εἰς πολυειδεῖς καὶ

ποικίλας σφαγὰς χρωμένους τοῖς ξίφεσι ξὺν πολλῇ καὶ μανιώδει τινὶ τῇ ὠμότητι καὶ

βαρβαρικῇ τῇ θρασύτητι. γυμνοὶ μὲν οὖν ἀσπίδων οἱ τάλανες ὄντες ἐκεῖνοι καὶ

ἄοπλοι, καὶ ἥκιστα διαφυγεῖν τὸν παρόντα δυνάμενοι κίνδυνον, οἱ μὲν ἤδη

ἐκόπτοντο, οἱ δ' ἐξεχέοντο φεύγοντες σύνδυο καὶ σύντρεις καὶ κατὰ πλῆθος, καὶ διὰ

τῶν μεσοτοίχων καταῤῥέοντες ἐς τὴν ἐχομένην τῆς Νέας μονὴν διεμερίζοντό τε τὰς

θείας εἰκόνας ἀντ' ἄλλου φυλακτηρίου παντὸς ἱεροῦ· οἱ δ' ἐνεχειρίζοντο τὰ ἐπὶ τῆς

θείας τραπέζης τῶν μυστηρίων ἱερὰ σκεύη, δυσωπήσειν οἰόμενοι τοὺς ἀναιδεῖς

ἐκείνους καὶ μανιώδεις λῃστὰς διὰ τῶν τοιούτων· οἱ δ' ἠγκαλίζοντο τήν τε θείαν

τράπεζαν καὶ τὸν ὑπὸ ταύτῃ στυλίσκον· οἱ δὲ γυμνούμενοι τέλεον ἐθελονταὶ τὰ

ἱμάτια πρὸ ποδῶν ἐῤῥίπτουν, οἰόμενοι διὰ τῆς γυμνώσεως πρὸς οἶκτόν τε μαλάξειν

τὸν φονικὸν ἐκείνων 2.738 τρόπον, αἰδεσθέντων ἴσως τὴν κοινὴν τῆς φύσεως

γύμνωσιν· καὶ ἅμα μηδεμίαν τοῦ λοιποῦ πρόφασιν ὑποψίας λιπεῖν, τοῦ κρύπτεσθαι

εἵνεκα Καίσαρος ἐν σφίσι νόμισμα, μηδ' ἄλλο τῶν πάντων εἶδος κέρδους ἄξιον ἔχειν

οὐδέν. δειναὶ γὰρ αἱ μὴ προμελετηθεῖσαι περιστάσεις ἐπινοίας πρὸς τὸ ἀκίνδυνον

ἄλλοις ἄλλας αὐτοσχεδιάζειν, αὐτοφυᾶ διδάσκαλον τὴν περιϊσταμένην ἀνάγκην

λαμβάνουσιν, ὅταν αἰφνίδιος θάνατος εἰς ἀπόγνωσιν σφᾶς ἀπελαύνῃ βίου. (ΙΓ.)

Ἀλλὰ τὴν ἀναιδῆ καὶ θηριώδη τῶν ἀνδροφόνων ἐκείνων ὁρμὴν μαλάττειν ὅλως

ὥραν οὐκ εἶχεν οὔτε δάκρυα τῶν πασχόντων, οὔτ' ἦθος ἐλεεινὸν, οὔθ' ὁ ἱερὸς

ἐκεῖνος τόπος, ἐν ᾧ σωτηρίας εἵνεκα κατεπεφεύγεσαν οἱ ταλαίπωροι· ἀλλὰ δίκην

ἱερείων ἐπὶ βωμοῦ τηνικαῦτα καὶ οὗτοι ξὺν οὐδενὶ κόσμῳ πάντες ἐθύοντο, καὶ

ῥύακες αἱμάτων ἐντεῦθεν τὸ θεῖον ἔβαπτον ἔδαφος· εἰκόναι τε θεῖαι καὶ ἔπιπλα, καὶ

ὅσα τῆς θείας μυσταγωγίας σκεύη παρῆν, ἀσμένως ἅπαντα καὶ ἀδεῶς ἐῤῥιπτοῦντό τε

καὶ διηρπάζοντο· τά θ' ἱμάτια τῶν ἀνῃρημένων οἱ πάντολμοί τε καὶ ἀναιδεῖς ἐκεῖνοι,

πλουσίων αἱμάτων πλήρη, τῇ θείᾳ λαμβάνοντες ἐπετίθουν τραπέζῃ. πῶς ἂν

δυναίμην ἀδακρυτὶ καταλέγειν τὰ θρήνων μακρῶν καὶ δακρύων ἄξια, ὅσα ἐπὶ τοῦ

θείου τεμένους τότε τὴν ἐλεεινὴν τραγῳδίαν ἐκείνην βαρβαρικῶς καὶ ἀσμένως

χορηγεῖν ἐξεγένετο; εἴθε ἦν ἀντὶ μέλανος εἰς δάκρυα τὸν κάλαμον βάπτοντι γράφειν

καὶ διηγεῖσθαι τῆς τόθ' ἡμέρας τὴν συμφορὰν ἐναργέστερον, ὡς ἕκαστα πέπρακται.

οὕτω 2.739 γὰρ ἂν οἶμαι δακρύσειν ἅπαντας ἐκ τοῦ ῥᾴστου θερμῶς, οἴκτου καὶ

σπλάγχνων φυσικῶν ἐμπλησθέντας. ὅμως εἶχεν οὕτω ταυτί. καὶ τὸ μὲν ἄλλο

πλῆθος, ὅσον ἐκ τοῦ σύρφακος ὄχλου κατὰ ποταμοὺς συνέῤῥει, τὰς καλύβας τῶν

ἐκεῖ μοναζόντων ἠνδραποδίζοντό τε καὶ διήρπαζον ἀδεῶς· καὶ αὐτὰς δ' οὖν μετὰ

τῶν παστάδων τὰς θύρας ἀναμοχλεύοντές τε καὶ διαμεριζόμενοι τοῖς χαμαιτυπείοις

προσῆγον, ἀσελγείας μίσθωμα. οἱ δ' ἀναιδεῖς ἐκεῖνοι καὶ φόνου πνέοντες ἄνδρες,

τῶν ἀνῃρημένων τὰς κεφαλὰς ἔστι δ' ὧν καὶ τὰς χεῖρας ἐκτέμνοντες, περιῄεσαν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

264

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!