Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

Ῥωμαίων ἐπικρατείας, καθάπερ τις πλούσιος ποταμὸς ἐξ ὄρους ὑψηλοῦ τινος ἐς τὸ κάταντες ῥαγδαίως καταῤῥαγείς· μάταιοι τῆς ἀπονοίας, ταῦτα ἐλπίζοντες ἃ δὴ οὐ τελέεσθαι ἤμελλεν. οὐ γὰρ ἴσασιν, ὡς πᾶσα ῥώμη σώματος καὶ πλῆθος ἵππου καὶ ὅπλων ἐπισκευὴ μυρμήκων ἀγέλης οὐδὲν οὐδαμῇ διενήνοχε, μὴ συναιρομένου θεοῦ. διὸ καὶ ἀλαζονείᾳ τὸ πᾶν ἐπιτρέψαντες καὶ οἰήσει οὕτως ἐχώρουν κατὰ Ῥωμαίων. ταῦτ' ἄρα καὶ τοῖς ματαίοις λογισμοῖς ἀνάλογον ἐπηκολούθει τὸ τέλος. οἱ δὲ Ῥωμαῖοι οὐδὲν ἑαυτοὺς λογιζόμενοι πλὴν τῆς θεόθεν ἐπικουρίας θεῷ καὶ τῇ ἐκεῖθεν ἀρωγῇ πᾶσαν τὴν σφῶν αὐτῶν ἐπιτρέψαντες κίνησιν διαγωνίζεσθαι πρὸς πολλαπλασίους ἐθάῤῥησαν· καὶ μέντοι καὶ λαμπρὰν συναιρομένου 1.74 θεοῦ τὴν νίκην εἰργάσαντο, ὡς αὐτίκα εἰρήσεται. (∆.) Ἐπεὶ γὰρ ἐγγὺς ἤδη τῶν πολεμίων οἱ Ῥωμαῖοι ἐπήξαντο τὰ στρατόπεδα, πέμπουσι δή τινα τῶν μάλα ἐπιτηδείων ἐκπολεμῶσαι καὶ συνταράξαι κατ' ἀλλήλων τὰ τῶν πολεμίων στρατεύματα. οὐ γὰρ ἕν τι τῶν ἀδυνάτων τοῦτό γε ἦν, τοῦ τε τῆς Ἀχαΐας πρίγκιπος καὶ τοῦ ῥηγὸς Σικελίας ἑτεροφύλων ὄντων καὶ οὐχ ὁμογενῶν τῷ Ἀγγέλῳ Μιχαήλ. διαναστὰς οὖν ἐκεῖνος αὐτόθεν αὐτόμολος δῆθεν ἀπῄει νύκτωρ ἐς τοὺς πολεμίους καὶ προσελθὼν λάθρα τῷ τῆς Αἰτωλίας ἄρχοντι Μιχαὴλ τῷ Ἀγγέλῳ, "1ἴσθι,"2 φησὶν, "1ὡς σοί τε καὶ πᾶσι τοῖς ὑπό σε μέγας ἐπήρτηται κίνδυνος σήμερον· ἄμφω γὰρ οἱ σοὶ γαμβροί τε καὶ σύμμαχοι, ὅ, τε πρίγκιψ Πελοποννήσου καὶ Ἀχαΐας καὶ ὁ τῆς Σικελίας ῥὴξ λάθρα διαπρεσβεύονται πρὸς Ῥωμαίους περὶ σπονδῶν ἐπὶ δώροις τακτοῖς. εἴ σοι τοίνυν ζωῆς μέλει, προνοήθητι τὴν ταχίστην σαυτοῦ, πρὶν εἰς πέρας ἐλθεῖν τὰς ἐκείνων σπονδάς τε καὶ συμφωνίας."2 πείθεται ὁ Μιχαὴλ καὶ διαμηνυσάμενος ἡσυχῇ τῶν οἰκείων ὁπόσους αὐτός τε ἐδύνατο καὶ ὁ καιρὸς ἐχορήγει, φεύγων ᾤχετο πρὶν ἢ ἀνατεῖλαι τὸν ἥλιον. καὶ τούτου κατόπιν ἄλλος ἐξ ἄλλου τὴν φυγὴν ψιθυριζομένην ἀκούοντες τοῦ Μιχαὴλ σποράδες ἔθεον ἅπαντες οἱ στρατιῶται, τῇ φυγῇ προλαμβάνειν ἕτερος ἕτερον σπεύδοντες. (Ε.) Ἅμα δ' ἕω διεγερθέντες οἱ σύμμαχοι καὶ τὴν μὲν φυγὴν μαθόντες τοῦ Μιχαὴλ, τὴν δὲ τῆς φυγῆς αἰτίαν οὐκ ἔχοντες συμβαλεῖν, ἀχανεῖς ἦσαν. καὶ τὸ μὲν ὅπλα 1.75 κατὰ Ῥωμαίων κινεῖν ἀπηγόρευον, τοῦτο μὲν καὶ ὡς ἀγνοοῦντες τὰ δρώμενα, τοῦτο δὲ καὶ ὡς βραχύτεροι τὸν ἀριθμὸν ἐκ πάνυ πολλῶν καταστάντες. ὅθεν καὶ πρὸς φυγὴν ἤδη ἐτρέποντο προδεδομένους ἑαυτοὺς ὑπὸ Μιχαὴλ λογισάμενοι. τούτοις οὕτω τεταραγμένοις αἰφνιδίως οἱ Ῥωμαῖοι ἐπεισπεσόντες τοὺς μὲν πλείστους ἔργον ἀπέφηναν ξίφους, τοὺς δ' ἄλλους πλὴν ὀλίγων ἐζώγρησαν, μεθ' ὧν ἦν καὶ ὁ πρίγκιψ Πελοποννήσου καὶ Ἀχαΐας. ὁ δὲ τῆς Σικελίας ῥὴξ διέδρα λαθὼν σὺν ὀλίγοις πάνυ τῶν ἑαυτοῦ. 1.78 αʹ. Ἀλλὰ τούτων οὕτως ἐκεῖ τελουμένων, ἐπὶ τῆς ἀσπίδος ἐνταῦθα περὶ τὴν Μαγνησίαν καθίσαντες Μιχαὴλ τὸν Παλαιολόγον ἀναγορεύουσι βασιλέα οἱ δόξῃ καὶ γένει προὔχοντες. ὅπερ ἀκηκοὼς ὁ πατριάρχης Ἀρσένιος, κατὰ Νίκαιαν τότε διάγων, ξίφους παντὸς χαλεπωτέραν κατὰ καρδίας τὴν λύπην ἐδέξατο· καὶ ἠρεμεῖν ὅλως οὐκ εἶχε δεδιὼς περὶ τοῦ παιδός. ὅθεν ἀφορισμῷ καθυποβαλεῖν ἐπεχείρησε πρῶτον τόν τε ἀνηγορευμένον καὶ τοὺς ἀναγορεύσαντας. ἔπειτα ἐπέσχε μετριώτερόν τε καὶ βέλτιον ἡγησάμενος ὅρκοις φρικώδεσιν αὐτοὺς ἀσφαλίσασθαι, μήτε τῇ ζωῇ τοῦ παιδὸς ἐπίβουλον χεῖρα ἐπιβαλεῖν, μήτε στέρησίν τινα καὶ παρευδοκίμησιν τῆς αὐτοῦ βασιλείας ἐνθυμηθῆναι. καὶ δὴ γίνεται τοῦτο, Καλανδῶν ∆εκεμβρίων ἄρτι ἐπιλαμπουσῶν· οὔπω δ' ὅλος ἀπηρτίζετο μὴν καὶ αὐτὸς ὁ ταῦτα μὲν δεδιὼς, 1.79 ἐκεῖνα δ' ἐμπεδῶν καὶ ἀσφαλιζόμενος ὑπὲρ τοῦ παιδὸς, οἰκείαις χερσὶν ἐπὶ τοῦ ἱεροῦ καταστέφει βήματος Μιχαὴλ τὸν Παλαιολόγον· καὶ τῷ βασιλικῷ κοσμεῖ διαδήματι, ταῖς γνώμαις τῶν ἄλλων ὅσοι τῆς συγκλήτου καὶ ὅσοι τοῦ ἱερατικοῦ καταλόγου συγκαθελκυσθεὶς καὶ αὐτός. πλὴν οὐκ αὐτῷ γε διηνεκῆ τὴν αὐτοκρατορικὴν ἀρχὴν χαρίζεται, ἀλλ' ὡς τῶν πραγμάτων τέως ἀναγκαζόντων διοικεῖν αὐτὸν αὐτὴν, μέχρις ἂν ἐς ἥβην ὁ γνήσιος τῆς βασιλείας κληρονόμος ὁμοῦ καὶ διάδοχος φθάσῃ. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 26

τότε δ' αὐτὸν ἑκόντα παραχωρεῖν ἐκείνῳ μόνῳ τῶν τε αὐτοκρατορικῶν θρόνων καὶ πάντων ἅμα τῶν βασιλικῶν συμβόλων. καὶ ἐπὶ τούτοις αὖθις ὅρκοι ἐτελοῦντο φρικωδέστεροι τῶν προτέρων. (Β.) Τηνικαῦτά γε μὴν καθάπερ τις ἄριστος οἰωνὸς τῆς αὐτοῦ βασιλείας ἀγγέλλονται τούτῳ τὰ δυτικὰ τῶν Ῥωμαίων τρόπαια, καὶ μετ' ὀλίγον ἥκουσι καὶ οἱ τὰ τρόπαια πεπραχότες αἰχμάλωτον ἄγοντες τόν τε Πελοποννήσου καὶ Ἀχαΐας πρίγκιπα καὶ πλείστους ἄλλους τῶν πολεμίων. κἀκεῖνοι μὲν ἄξια κομίζονται τὰ γέρα καὶ τῶν πόνων τὰ ἔπαθλα. ὁ μὲν γὰρ Σεβαστοκράτωρ ἐς τὸ ∆εσποτικὸν ἀνάγεται παρὰ τοῦ βασιλέως ἀξίωμα· ὁ δὲ μέγας ∆ομέστικος ἐς τὸ τοῦ Καίσαρος· ὁ δὲ Καῖσαρ ἅμα τῷ πενθερῷ τοῦ ∆εσπότου ἐς τὸ τοῦ Σεβαστοκράτορος. ἐποίει δ' ἐπίσημον τὴν ἐκ τοῦ πενθεροῦ διαφορὰν, ὅτι ἐν τοῖς κυανοῖς πεδίλοις καὶ χρυσοϋφεῖς αὐτῷ ἐνηρμόζοντο ἀετοί. ὅ γε μὴν πρίγκιψ Πελοποννήσου καὶ Ἀχαΐας ὠνούμενος τὴν ἐλευθερίαν μετὰ τῆς ἑαυτοῦ ζωῆς δίδωσι τῷ βασιλεῖ τῶν ἐν Πελοποννήσῳ πόλεων τρεῖς τὰς 1.80 βελτίους, τήν τε Μονεμβασίαν καὶ τὴν περὶ τὰ Λεῦκτρα Μαίνην, ἣ Ταιναρία πάλαι παρ' Ἕλλησιν ἄκρα ἐκαλεῖτο, καὶ τρίτην τὴν προκαθεζομένην τῆς Λακωνικῆς Σπάρτην. καὶ οὕτως ὥσπερ ἐξ ᾅδου κευθμώνων ἀπροσδόκητος ἐχαρίζετο τοῖς ἰδίοις. ἐγκρατὴς δὲ τῶν εἰρημένων στέλλεται πόλεων ἐν Πελοποννήσῳ Κωνσταντῖνος ὁ ἀμφιμήτριος ἀδελφὸς τοῦ βασιλέως, ὃν, ὡς μικρῷ πρόσθεν εἰρήκειμεν, ἐκ Καισάρων Σεβαστοκράτορα πεποίηκε. καὶ ἀπελθὼν ἐκεῖσε πολλὰς εἰργάσατο νίκας κατὰ τῶν Πελοποννησίων Λατίνων· καὶ πολλὰς ἑτέρας προσεκτήσατο πόλεις ὡς ἐξ ὁρμητηρίων μεγάλων τριῶν ἐκείνων ὁπλιζόμενος πόλεων. (Γ.) Ἐπὶ τούτοις καταλιπὼν τὸν πατριαρχικὸν ὁ Ἀρσένιος θρόνον ᾤχετο ἡσυχάσων ἐς τὸ παράλιον τοῦ Πασχασίου μονύδριον. πρόφασις δ' ἦν τῆς ὑποχωρήσεως ἡ περιφρόνησις Ἰωάννου τοῦ Λάσκαρι τοῦ βασιλέως παιδός. ἔπεμψε γὰρ αὐτὸν πρὸ βραχέος ὁ βασιλεὺς Μιχαὴλ ὁ Παλαιολόγος ἐν Μαγνησίᾳ φυλάττεσθαι, μήποτε νεωτερισμόν τινα δῆθεν πράξῃ παρά τισιν ἔχουσιν εἰς τοῦτο ἐπιῤῥεπῶς ἡ αὐτοῦ γε ἐμφάνεια. καὶ δὴ Νικηφόρος ἀντ' ἐκείνου ἐς τὸν πατριαρχικὸν ἀνάγεται θρόνον, ὁ τῆς Ἐφέσου μητροπολίτης, ὃς ἕνα ἐπιβιοὺς ἐνιαυτὸν ἐτελεύτησεν. (∆.) Ὁ μέντοι βασιλεὺς σὺν πολλοῖς τοῖς στρατεύμασι διεπεραιοῦτο εἰς Θρᾴκην ἐπίδοξος ὢν ἐσβαλεῖν καὶ ἐς τὰ τῆς Κωνσταντινουπόλεως προαύλια πείρας εἵνεκα πολεμικῆς. καὶ δὴ μετὰ τὴν ἔξω διατριβὴν παρελάσας ἐπολιόρκει πρῶτον τὸ κατὰ τὴν περαίαν τοῦ Γαλάτου ἐπικεκλημένον φρούριον, ὡς ῥᾳ 1.81 δίως ἐντεῦθεν ἁλωσομένης αὐτῷ καὶ τῆς Κωνσταντίνου, εἰ αὐτὸ παραστήσαιτο πρότερον. ἀλλ' ἦσαν ἄρα τὰ τῶν τοιούτων ἐλπίδων αὐτῷ γρηγορούντων ἐνύπνια. πλεῖστα γὰρ τῶν λιθοβόλων μηχανημάτων ἀντιπεριστήσας αὐτῷ καὶ πολλὰς ἐπενεγκὼν, βίας ἑλεῖν οὐ δεδύνηται. ὅθεν ὀχυρώσας τὰ πρὸ τῆς Βυζαντίδος φρούρια καὶ ὁπλίτας ἀφεὶς ἐν αὐτοῖς προσετετάχει συνεχεῖς ἐπιδρομὰς καὶ ἐνέδρας ποιεῖσθαι κατὰ τῶν Βυζαντίων Λατίνων, ὡς μηδὲ προκύπτειν ἐᾷν εἰ δυνατὸν αὐτοὺς τῶν τειχῶν. ὃ δὴ πρὸς τοσαύτην ἤλασε τοὺς Λατίνους πενίαν, ὡς τῇ τῶν ξύλων σπάνει καὶ τὰς τοῦ Βυζαντίου πλείστας καὶ περιφανεῖς οἰκίας καθελεῖν εἰς δαπάνην χρειώδη τοῦ πυρός. ἐντεῦθεν ἐς Νίκαιαν αὖθις ὑποστρέφει· αὕτη γὰρ ἐγεγόνει Ῥωμαίων βασίλειον μετὰ τὴν τῆς Βυζαντίδος πόρθησιν, καὶ ἦν ἐκεῖ διατρίβων ἐφ' ἱκανόν. (Ε.) Ἐν τούτοις μέντοι τοῖς χρόνοις διαβάντες καὶ τὸν Εὐφράτην οἱ Σκύθαι τὴν ἄχρι Παλαιστίνης οἰκειοῦνται Συρίαν καὶ Ἀραβίαν. μηδὲ γὰρ εἶναι τῶν πάνυ ῥᾳδίων πέρας λαμβάνειν τὴν ἀνθρώπων πλεονεξίαν, μέχρις ἂν ἐπιμένῃ τῇ δεξιᾷ καὶ τῇ αἰχμῇ τὸ δύνασθαι. καὶ πολλοῖς ἐκεῖ τοῖς λαφύροις περιτυχόντες βριθούσαις ἐπανήκουσι δεξιαῖς, φόρους ἐτησίους, ὅσα καὶ δούλοις ἀθλίοις, τάξαντες τοῖς ἐναπολειφθεῖσιν Ἄραψί τε καὶ Σύροις καὶ Φοίνιξι. κατὰ μέντοι τὸ ἐπιὸν ἔτος εἰσβάλλουσι καὶ ἐς τὴν ἔνδον Εὐφράτου Ἀσίαν καὶ πᾶσαν ῥᾳδίως καταστρέφουσι καὶ ληΐζονται, ὅρους ποιησάμενοι τοῦ τοιούτου δρόμου καὶ κλόνου πρὸς μὲν ἄρκτους Καππαδοκίαν καὶ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 27

Ῥωμαίων ἐπικρατείας, καθάπερ τις πλούσιος ποταμὸς ἐξ ὄρους ὑψηλοῦ τινος ἐς τὸ

κάταντες ῥαγδαίως καταῤῥαγείς· μάταιοι τῆς ἀπονοίας, ταῦτα ἐλπίζοντες ἃ δὴ οὐ

τελέεσθαι ἤμελλεν. οὐ γὰρ ἴσασιν, ὡς πᾶσα ῥώμη σώματος καὶ πλῆθος ἵππου καὶ

ὅπλων ἐπισκευὴ μυρμήκων ἀγέλης οὐδὲν οὐδαμῇ διενήνοχε, μὴ συναιρομένου θεοῦ.

διὸ καὶ ἀλαζονείᾳ τὸ πᾶν ἐπιτρέψαντες καὶ οἰήσει οὕτως ἐχώρουν κατὰ Ῥωμαίων.

ταῦτ' ἄρα καὶ τοῖς ματαίοις λογισμοῖς ἀνάλογον ἐπηκολούθει τὸ τέλος. οἱ δὲ

Ῥωμαῖοι οὐδὲν ἑαυτοὺς λογιζόμενοι πλὴν τῆς θεόθεν ἐπικουρίας θεῷ καὶ τῇ ἐκεῖθεν

ἀρωγῇ πᾶσαν τὴν σφῶν αὐτῶν ἐπιτρέψαντες κίνησιν διαγωνίζεσθαι πρὸς

πολλαπλασίους ἐθάῤῥησαν· καὶ μέντοι καὶ λαμπρὰν συναιρομένου 1.74 θεοῦ τὴν

νίκην εἰργάσαντο, ὡς αὐτίκα εἰρήσεται. (∆.) Ἐπεὶ γὰρ ἐγγὺς ἤδη τῶν πολεμίων οἱ

Ῥωμαῖοι ἐπήξαντο τὰ στρατόπεδα, πέμπουσι δή τινα τῶν μάλα ἐπιτηδείων

ἐκπολεμῶσαι καὶ συνταράξαι κατ' ἀλλήλων τὰ τῶν πολεμίων στρατεύματα. οὐ γὰρ

ἕν τι τῶν ἀδυνάτων τοῦτό γε ἦν, τοῦ τε τῆς Ἀχαΐας πρίγκιπος καὶ τοῦ ῥηγὸς Σικελίας

ἑτεροφύλων ὄντων καὶ οὐχ ὁμογενῶν τῷ Ἀγγέλῳ Μιχαήλ. διαναστὰς οὖν ἐκεῖνος

αὐτόθεν αὐτόμολος δῆθεν ἀπῄει νύκτωρ ἐς τοὺς πολεμίους καὶ προσελθὼν λάθρα

τῷ τῆς Αἰτωλίας ἄρχοντι Μιχαὴλ τῷ Ἀγγέλῳ, "1ἴσθι,"2 φησὶν, "1ὡς σοί τε καὶ πᾶσι

τοῖς ὑπό σε μέγας ἐπήρτηται κίνδυνος σήμερον· ἄμφω γὰρ οἱ σοὶ γαμβροί τε καὶ

σύμμαχοι, ὅ, τε πρίγκιψ Πελοποννήσου καὶ Ἀχαΐας καὶ ὁ τῆς Σικελίας ῥὴξ λάθρα

διαπρεσβεύονται πρὸς Ῥωμαίους περὶ σπονδῶν ἐπὶ δώροις τακτοῖς. εἴ σοι τοίνυν

ζωῆς μέλει, προνοήθητι τὴν ταχίστην σαυτοῦ, πρὶν εἰς πέρας ἐλθεῖν τὰς ἐκείνων

σπονδάς τε καὶ συμφωνίας."2 πείθεται ὁ Μιχαὴλ καὶ διαμηνυσάμενος ἡσυχῇ τῶν

οἰκείων ὁπόσους αὐτός τε ἐδύνατο καὶ ὁ καιρὸς ἐχορήγει, φεύγων ᾤχετο πρὶν ἢ

ἀνατεῖλαι τὸν ἥλιον. καὶ τούτου κατόπιν ἄλλος ἐξ ἄλλου τὴν φυγὴν ψιθυριζομένην

ἀκούοντες τοῦ Μιχαὴλ σποράδες ἔθεον ἅπαντες οἱ στρατιῶται, τῇ φυγῇ

προλαμβάνειν ἕτερος ἕτερον σπεύδοντες. (Ε.) Ἅμα δ' ἕω διεγερθέντες οἱ σύμμαχοι

καὶ τὴν μὲν φυγὴν μαθόντες τοῦ Μιχαὴλ, τὴν δὲ τῆς φυγῆς αἰτίαν οὐκ ἔχοντες

συμβαλεῖν, ἀχανεῖς ἦσαν. καὶ τὸ μὲν ὅπλα 1.75 κατὰ Ῥωμαίων κινεῖν ἀπηγόρευον,

τοῦτο μὲν καὶ ὡς ἀγνοοῦντες τὰ δρώμενα, τοῦτο δὲ καὶ ὡς βραχύτεροι τὸν ἀριθμὸν

ἐκ πάνυ πολλῶν καταστάντες. ὅθεν καὶ πρὸς φυγὴν ἤδη ἐτρέποντο προδεδομένους

ἑαυτοὺς ὑπὸ Μιχαὴλ λογισάμενοι. τούτοις οὕτω τεταραγμένοις αἰφνιδίως οἱ

Ῥωμαῖοι ἐπεισπεσόντες τοὺς μὲν πλείστους ἔργον ἀπέφηναν ξίφους, τοὺς δ' ἄλλους

πλὴν ὀλίγων ἐζώγρησαν, μεθ' ὧν ἦν καὶ ὁ πρίγκιψ Πελοποννήσου καὶ Ἀχαΐας. ὁ δὲ

τῆς Σικελίας ῥὴξ διέδρα λαθὼν σὺν ὀλίγοις πάνυ τῶν ἑαυτοῦ. 1.78 αʹ. Ἀλλὰ τούτων

οὕτως ἐκεῖ τελουμένων, ἐπὶ τῆς ἀσπίδος ἐνταῦθα περὶ τὴν Μαγνησίαν καθίσαντες

Μιχαὴλ τὸν Παλαιολόγον ἀναγορεύουσι βασιλέα οἱ δόξῃ καὶ γένει προὔχοντες. ὅπερ

ἀκηκοὼς ὁ πατριάρχης Ἀρσένιος, κατὰ Νίκαιαν τότε διάγων, ξίφους παντὸς

χαλεπωτέραν κατὰ καρδίας τὴν λύπην ἐδέξατο· καὶ ἠρεμεῖν ὅλως οὐκ εἶχε δεδιὼς

περὶ τοῦ παιδός. ὅθεν ἀφορισμῷ καθυποβαλεῖν ἐπεχείρησε πρῶτον τόν τε

ἀνηγορευμένον καὶ τοὺς ἀναγορεύσαντας. ἔπειτα ἐπέσχε μετριώτερόν τε καὶ βέλτιον

ἡγησάμενος ὅρκοις φρικώδεσιν αὐτοὺς ἀσφαλίσασθαι, μήτε τῇ ζωῇ τοῦ παιδὸς

ἐπίβουλον χεῖρα ἐπιβαλεῖν, μήτε στέρησίν τινα καὶ παρευδοκίμησιν τῆς αὐτοῦ

βασιλείας ἐνθυμηθῆναι. καὶ δὴ γίνεται τοῦτο, Καλανδῶν ∆εκεμβρίων ἄρτι

ἐπιλαμπουσῶν· οὔπω δ' ὅλος ἀπηρτίζετο μὴν καὶ αὐτὸς ὁ ταῦτα μὲν δεδιὼς, 1.79

ἐκεῖνα δ' ἐμπεδῶν καὶ ἀσφαλιζόμενος ὑπὲρ τοῦ παιδὸς, οἰκείαις χερσὶν ἐπὶ τοῦ ἱεροῦ

καταστέφει βήματος Μιχαὴλ τὸν Παλαιολόγον· καὶ τῷ βασιλικῷ κοσμεῖ διαδήματι,

ταῖς γνώμαις τῶν ἄλλων ὅσοι τῆς συγκλήτου καὶ ὅσοι τοῦ ἱερατικοῦ καταλόγου

συγκαθελκυσθεὶς καὶ αὐτός. πλὴν οὐκ αὐτῷ γε διηνεκῆ τὴν αὐτοκρατορικὴν ἀρχὴν

χαρίζεται, ἀλλ' ὡς τῶν πραγμάτων τέως ἀναγκαζόντων διοικεῖν αὐτὸν αὐτὴν,

μέχρις ἂν ἐς ἥβην ὁ γνήσιος τῆς βασιλείας κληρονόμος ὁμοῦ καὶ διάδοχος φθάσῃ.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

26

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!