Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

δ' ἄλλα τε χωρία καὶ προσόδων εὐπορίας, τέως μὲν ἐν ἐγγύαις ἐγγράφοις· ὅτε δ' ἐγκρατὴς καθάπαξ τῆς ὅλης γένοιτο βασιλείας, ἐπιτελῆ καὶ τὰ ἐν ἐγγύαις ἐπηγγελμένα καθίστασθαι. μηδὲ γὰρ ἐπ' ἀδήλοις ἐλπίσιν οὕτω διακυβεύειν τὸ ζῇν, ἐν ὀφθαλμοῖς ἤδη τῶν κινδύνων ἑστώτων, οἴεσθαι τὴν τοῦ βελτίστου σφίσι μοῖραν ἱδρύσθαι, ἀλλ' ἐνέχυρον εἶναί τι βέβαιον, οὗ πριάμενος ἄν τις τὸν θάνατον ἀνεπίφθονον γοῦν τὴν τῶν περιλειφθέντων ψῆφον ἔχοι καρποῦσθαι. (Ε.) Τοιαῦτά γε μὴν ἀπαιτοῦσιν ἐκείνοις πρὸς οὐδὲν οὐδαμῆ γε ἐνδιδόναι ἐπῄει τῷ βασιλεῖ, φάσκοντι, μὴ δύνασθαι τἀλλότρια μήτε νῦν ὑπισχνεῖσθαι, μήτε μὴν μετά γε τὴν τῆς αὐτοκρατορίας ἀντίληψιν, εἰ γένοιτο, προΐεσθαι τοῖς οὐκ ἐν λόγῳ ζητοῦσιν. νῦν μὲν γὰρ τὸ παράπαν ὑπάρχειν ἀλλότρια, πολιορκουμένων τε καὶ ζῇν ἀσφαλῶς μηδαμῆ πω συγχωρουμένων· καὶ τότε δ' αὖ ἕτερον ἀλλότρια τρόπον· πάντων γὰρ πάντ' εἶναι τῶν ὑπεικόντων τῇ βασιλείᾳ τὰ τῆς βασιλείας πράγματα· τῶν βασιλευόντων δ' οὔ. οἷς οὖν πρὸς βουλήσεως εἴη ἂν τοὺς παρόντας συνδιενεγκεῖν ἡμῖν τῶν κινδύνων 2.710 διαύλους, οὐκ ἂν ἀμελήσαιμεν οὐδ' αὐτοὶ, εἰ περιγενέσθαι γένοιτο, μὴ οὐκ ἀμείψασθαι τοῖς ἀνήκουσι τρόποις, ὁπόσα τῶν ἐφ' ἡμῖν· οἷς δ' οὔ, τούτοις δ' οὐκ ἄν ποτ' ἐνοχλήσαιμεν, ὁπότερον ἕλοιντ' ἂν δρᾷν, εἴτε πρὸς τὰς τῶν πολεμίων ἐπαγγελίας αὐτομολεῖν, εἴτε καθημένους οἴκοι πόῤῥω γίνεσθαι βελῶν. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον. ( ʹ.) Χρόνου δὲ περὶ τὴν πολιορκίαν συχνοῦ τριβομένου, καὶ περὶ ἀνέσεις ἀσχολουμένων τῶν νέων ἐν τῷ τῶν πολεμίων στρατοπέδῳ, ἔδοξε τῷ ἐπὶ θυγατρὶ τοῦ Ἀποκαύκου γαμβρῷ Ἀνδρονίκῳ τῷ Παλαιολόγῳ, ἀναψύξεώς τε εἵνεκα καὶ φιλοτιμίας ἅμα νεωτεριζούσης, ἀποδυσαμένῳ διανήξασθαι πᾶν τὸ τοῦ ποταμοῦ πλάτος ἐκείνου. ἀλλὰ πρὶν μέσον διαβῆναι τοῦ ποταμοῦ τὸ ῥόθιον, νάρκῃ τινὶ πεδηθεὶς ὑπὸ ψύχους, ὡς ἔοικεν, ὥσπερ τις ἄψυχος φόρτος, ἐς τοὺς τῶν ὑδάτων πυθμένας νεκρὸς κατενήνεκται. πρώτη μὲν οὖν αὕτη γέγονε θραῦσις Ἀποκαύκῳ τῆς δόξης καὶ ἅμα προαναφώνησις τῆς ἐπὶ τὰ χείρω μεταβολῆς καὶ καταστροφῆς. (Ζ.) ∆εύτερον δ' ἐπὶ τούτῳ συνεπεπτώκει τῷ Ἀποκαύκῳ δυστύχημα τόδε. ὁ Γαβαλᾶς Ἰωάννης, ἐκ πολλῶν ἤδη σημείων αἰσθόμενος Ἀπόκαυκον παραλογιζόμενον, κἀν τῷ παρακρούεσθαί πως δεικνύντα τὸ ἥκιστα βούλεσθαι τὴν πρὸς αὐτὸν τοῦ κήδους ἐγγύην, λάθρα προσιὼν Ἄννῃ μηνύει τῇ βασιλίδι, ὡς Ἀπόκαυκος μελετῴη, μετενεγκὼν εἰς τὸ ἑαυτοῦ φρούριον βασιλέα τὸν σὸν υἱὸν, διὰ τοῦ πατριάρχου συζεῦξαι τῇ ἑαυτοῦ θυγατρί. χρεὼν οὖν ἐκ Πειρίν 2.711 θου σε τάχιστα μεταπέμψασθαι τοῦτον, πρινὴ τὸ θήραμα γενέσθαι δικτύων ἐντός. (Η.) Οὗ τελεσθέντος εὐθὺς, φωραθεῖσαν αἰσθόμενος τὴν ἐπιβουλὴν ὁ Ἀπόκαυκος ἔγνω παραχρῆμα καταλελυκὼς τὴν πολιορκίαν ἐκείνην φθῆναι τὸν ἐφεστῶτα κίνδυνον, διαβὰς εἰς Βυζάντιον τὴν ταχίστην. ἔδοξεν οὖν ἐπανιόντι, πρὶν αἰσχυνομένοις ὄμμασι τὴν βασιλίδα θεάσασθαι, χρήμασι παμπληθέσι περιελθεῖν τὴν γυναικωνῖτιν, ἐν ᾗ τὸ μάλιστα δυνάμενον ἦν τηνικαῦτα, καὶ ἅμα τὴν θεραπείαν ἅπασαν, ὅση τὴν αὐτοκρατορικὴν οἰκίαν ἐπλήρου. ὃ δὴ τάχιστα πεπραχὼς, καὶ δι' αὐτῶν καὶ βασιλίδι τὰ κάλλιστά τε καὶ τιμιώτατα τῶν κειμηλίων προσοίσειν ἐπαγγειλάμενος, τῆς προτέρας αὖθις ἔτυχεν εὐδοξίας. καὶ σπεύσας ὠχύρωσεν αὖθις καὶ ἀνεπλήρωσεν, εἴ τί που τοῦ μεγάλου τείχους τῆς πόλεως τεθραυσμένον ὑπὸ τῶν σεισμῶν ἐλλέλειπται, καὶ εἴ τί που τῶν ἔξωθεν ἐληλαμένων δύο προτειχισμάτων, τοῦ τε πάλαι τῷ τῆς πόλεως οἰκιστῇ συγκατοικοδομηθέντος ὁμοῦ τοῖς μεγάλοις τείχεσι καὶ οὗπερ ἀρτίως, διὰ τὸν τοῦ Καντακουζηνοῦ καὶ τῆς ἐκεῖθεν πολιορκίας φόβον, πρὸς ἀνδρόμηκες ὕψος αὐτὸς ἀνήγειρεν ἐξωτέρω, περὶ τὰ χείλη τῶν μεγίστων καὶ θαυμασίων τάφρων, ἀρξάμενος ἀπὸ τῶν πρὸ τοῦ παλατίου πυλῶν, καὶ περιελάσας ἄχρι τῶν χρυσέων ἔγγιστα διὰ τῆς χέρσου πρὸς ἕω. ʹ. Γεγονέναι δ' ἐν τούτοις τοῖς χρόνοις συμπέπτωκε καὶ χαλάζης φορὰν συνεχῆ καὶ ῥαγδαίαν, τῆς ἐπιπολαζούσης ἤδη περὶ τὰ Ῥωμαίων πράγματα θεομηνίας σύμβολον οὖσαν καὶ ταύτην, 2.712 καὶ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 254

οἷόν τι πῦρ ἐπὶ πυρὶ προσεπενηνεγμένην. πολύχουν γὰρ κατά τε τῶν ἀσταχύων καὶ τῶν γε ἄλλων ἐγγενέσθαι τὸ βλάβος καρπῶν· τῶν γε μὴν ἀμπέλων, τούτων δὲ καὶ πάντων μάλιστα, ὡς μηδὲ τοὺς ἔπειτα χρόνους ἀναβιῶναι δύνασθαι. (Β.) Εἰδέναι γὰρ οἶμαι πάντας, ὡς οὐχ ὅτε καὶ καθ' ὧν ἐνσκήπτει τὸ τῆς χαλάζης σῶμα καρπῶν, τότε μόνον καὶ τούτους μόνους ἐκτυφλοῖ καὶ μαραίνει, ἀλλὰ καὶ τὰ πέριξ ἅμα, καὶ ἐς πολὺν τὸν χρόνον ὁ μαρασμὸς ἐπιβόσκεται πάντα, ὥσπερ αἰσθήσει τινὶ διοικουμένων καὶ τῶν φυτῶν, καὶ τὸν τοῦ κοινοῦ δεσπότου θυμὸν καθάπαξ ἐκπληττομένων, καὶ ὑπὸ δέους συστελλομένων, καὶ αὐτῆς ἀποῤῥηγνυμένων τῆς ζωογόνου ψυχῆς. λίθῳ μὲν γὰρ ὑπ' ἀνθρωπίνης πληγέντος χειρὸς ἀπίου καὶ μήλου καὶ βότρυος καὶ τῶν τοιούτων, τὸ μὲν πληγὲν τραῦμα μὲν ἔχει, νεκροῦται δ' ἥκιστα· τὸ γειτονοῦν δ' ὅμως οὔτε πληγῆς τινος ᾔσθετο, οὔτ' ἐπεπόνθει φθορὰν, καὶ ταῦτα τοῦ μὲν πλήττοντος λίθου τραχέος τε ὄντος καὶ ὀξύτητας περὶ αὐτὸν διαφόρους τε καὶ πλείστας ἴσως ἔχοντος, τῆς δὲ χαλάζης ἥκιστα τούτων οὐδέν· γίνεσθαι γὰρ τὴν χάλαζαν, ὅταν τῆς ἀναγούσης καπνώδους κάτωθεν ἀναθυμιάσεως ἐπὶ τὰ μετεωρότερα διακρίνηται διὰ θέρμης ἔνδειαν ἡ ἀτμώδης αὐτῆς ἀνάχυσις. ἐκείνης γὰρ διὰ κουφότητα φερομένης μετεωρότερον, ὑπολείπεται διὰ βάρος αὕτη περὶ τὸν μεταξὺ τόπον, ἔνθα πολυτελέστερον τὸ ψύχος οἱ τοῦ ἀέρος ταμιεύουσι κόλποι. τῶν μὲν γὰρ ἑκατέρωθεν τόπων ὁ μὲν ἄνω τῇ κύκλῳ φορᾷ καὶ περι 2.713 στροφῇ τοῦ οὐρανίου συμπεριδινούμενος σώματος νεφῶν ἥκιστα ποιεῖσθαι δύναται σύστασιν· ὁ δ' αὖ περιγειότερος, καὶ αὐτὸς διὰ τὸ τῶν ἡλιακῶν ἀνακλάσεων ἔντονον διαῤῥέων, ἥκιστά πως οὐδ' αὐτὸς ἂν δυνηθείη νέφους σύστασιν ποιεῖσθαι· ὡς τῆς ἑκατέρωθεν μάχης ἐς τὸ ἀπρακτοῦν οὑτωσὶ τελευτώσης, ἰσχύος λαμπρᾶς τινος ἀντίληψιν λείπεσθαι ἔχειν ἐνταυθοῖ τὸ ψυχρὸν, καὶ νεφῶν τῇ τῶν ὑγρῶν ἀνάλογον πηλικότητι σύστασιν ἤδη ποιεῖσθαι. ὧν μεταβαλλομένων, ὄμβρον γίνεσθαι πρότερον, οἱονεὶ συνθλιβομένου τοῦ ἀέρος, καὶ μηκέτι μηδαμῆ δυναμένου φέρειν τὴν ἐμβρίθειαν τοῦ ὑγροῦ. ἀλλ' ἐπειδὰν εἰς ὄμβρον οὕτω διαλυθῇ τὸ ἐκ τοῦ νέφους ὑγρὸν, βιαιοτέραν ἔχοντος ἤδη τὴν θέρμην τοῦ περιέχοντος, καὶ πανταχόθεν ἀντιπεριϊσταμένου, καὶ βίᾳ περὶ τὰ μέσα ξυνελαύνοντος, χάλαζα γίνεται, πλίνθου τινὸς συμπίλησιν μιμουμένης, ὡς εἰπεῖν, καὶ δημιουργούσης τῆς φύσεως, ἐξ ἀγεωργήτων καὶ μετεώρων πηγῶν καὶ ῥευμάτων. τὰ δὲ τοιαῦτα συμπτώματα σπάνια μεντἂν ἐν θέρει που γίγνεσθαι διὰ τὴν βραχύτητα τοῦ τῷ ἀέρι ἐγκαρτεροῦντος ὑγροῦ· δαψιλέστερα δ' ἐν ἔαρος ὥρᾳ τε καὶ φθινοπώρου, ἅτε παραπλησίως πως τὴν μέσην θέρους καὶ χειμῶνος χώραν εἰληφότων, καὶ θέρμης εὐπορίαν ὁμοῦ καὶ ὑγρότητος ἐντεῦθεν ἐχόντων, ἃ τὴν χάλαζαν, ὡς εἰρήκειμεν, ἰσχύει κατασκευάζειν. (Γ.) Ἐκ γοῦν ὕδατος οὕτω τῆς χαλάζης τὴν γένεσιν ἐχούσης, χαύνου στοιχείου καὶ διαῤῥέοντος, κἄπειτα πετρῶν καὶ ξύλων καὶ φλογῶν ἁπασῶν τὴν βλάβην πολλῷ 2.714 τῷ μέτρῳ κραταιοτέραν ποιούσης, πῶς οὐ θεομηνίας ἂν εἴη σαφοῦς τὰ ἐκ τῶν τοιούτων; ζʹ. Ἀλλὰ γὰρ ὅσα γε ἐκ πολλῶν τῶν πρὸς ἡμᾶς τῆς τοῦ θεοῦ φιλανθρώπου καὶ δικαίας ὀργῆς σημείων ἐρανισάμενοι τῇδε τῇ ἱστορίᾳ συνυφάναμέν τε καὶ συνυφανοῦμεν, εἰ ζῇν ἡμῖν ἐξείη, μεγάλα μέν πως δόξειεν ἂν τοῖς τε νῦν ὁρῶσιν ἅπανθ' ὁμοῦ καὶ τοῖς ἔπειτ' ἐντευξομένοις, καὶ οἷα μήπω πρίν. ὅμως ἦν ἄν πως φορητὰ, εἰ μὴ πᾶσιν, ἀλλ' οὖν οἷς ἡ τῶν πραγμάτων ἐντέθεικε πεῖρα σύνεσιν, καὶ οὓς ἡ τῆς ψυχῆς εὐλάβεια πέπεικε, ταῖς γραφαῖς ἑπομένους, κυρίου παιδείαν εἶναι νομίζειν καὶ τῶν συντρόφων καὶ ὁμηλίκων κηλίδων ἰατρείαν τινὰ, εἰ μὴ καὶ τὰ τῆς ἐκκλησίας ναυάγια προσετίθετο, καὶ τῶν πάλαι κοιμηθέντων σκανδάλων ἀρτιγενεῖς ὁμοίως ἐπεφύοντο κῆρες, μακροὺς ὀλέθρους ψυχῆς ἐπιφέρουσαι καὶ ῥᾷστα πρὸς ἀπωλείας πυθμένας καταβαπτίζουσαι. (Β.) Ἀλλὰ τούτων ἔνια καὶ ἡμῖν κατ' ἐπιτομὴν ἐνταῦθα λελέξεται. πάντα γὰρ ὁμοῦ διεξιέναι, πρὸς ἄλλην ἀσχολουμένοις πραγματείαν, ῥᾴδιον οὐκ ἂν εἴη, μέγιστόν τε ὂν ἔργον καὶ μεγίστης δεόμενον πραγματείας. καὶ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 255

οἷόν τι πῦρ ἐπὶ πυρὶ προσεπενηνεγμένην. πολύχουν γὰρ κατά τε τῶν ἀσταχύων καὶ

τῶν γε ἄλλων ἐγγενέσθαι τὸ βλάβος καρπῶν· τῶν γε μὴν ἀμπέλων, τούτων δὲ καὶ

πάντων μάλιστα, ὡς μηδὲ τοὺς ἔπειτα χρόνους ἀναβιῶναι δύνασθαι. (Β.) Εἰδέναι γὰρ

οἶμαι πάντας, ὡς οὐχ ὅτε καὶ καθ' ὧν ἐνσκήπτει τὸ τῆς χαλάζης σῶμα καρπῶν, τότε

μόνον καὶ τούτους μόνους ἐκτυφλοῖ καὶ μαραίνει, ἀλλὰ καὶ τὰ πέριξ ἅμα, καὶ ἐς

πολὺν τὸν χρόνον ὁ μαρασμὸς ἐπιβόσκεται πάντα, ὥσπερ αἰσθήσει τινὶ

διοικουμένων καὶ τῶν φυτῶν, καὶ τὸν τοῦ κοινοῦ δεσπότου θυμὸν καθάπαξ

ἐκπληττομένων, καὶ ὑπὸ δέους συστελλομένων, καὶ αὐτῆς ἀποῤῥηγνυμένων τῆς

ζωογόνου ψυχῆς. λίθῳ μὲν γὰρ ὑπ' ἀνθρωπίνης πληγέντος χειρὸς ἀπίου καὶ μήλου

καὶ βότρυος καὶ τῶν τοιούτων, τὸ μὲν πληγὲν τραῦμα μὲν ἔχει, νεκροῦται δ' ἥκιστα·

τὸ γειτονοῦν δ' ὅμως οὔτε πληγῆς τινος ᾔσθετο, οὔτ' ἐπεπόνθει φθορὰν, καὶ ταῦτα

τοῦ μὲν πλήττοντος λίθου τραχέος τε ὄντος καὶ ὀξύτητας περὶ αὐτὸν διαφόρους τε

καὶ πλείστας ἴσως ἔχοντος, τῆς δὲ χαλάζης ἥκιστα τούτων οὐδέν· γίνεσθαι γὰρ τὴν

χάλαζαν, ὅταν τῆς ἀναγούσης καπνώδους κάτωθεν ἀναθυμιάσεως ἐπὶ τὰ

μετεωρότερα διακρίνηται διὰ θέρμης ἔνδειαν ἡ ἀτμώδης αὐτῆς ἀνάχυσις. ἐκείνης

γὰρ διὰ κουφότητα φερομένης μετεωρότερον, ὑπολείπεται διὰ βάρος αὕτη περὶ τὸν

μεταξὺ τόπον, ἔνθα πολυτελέστερον τὸ ψύχος οἱ τοῦ ἀέρος ταμιεύουσι κόλποι. τῶν

μὲν γὰρ ἑκατέρωθεν τόπων ὁ μὲν ἄνω τῇ κύκλῳ φορᾷ καὶ περι 2.713 στροφῇ τοῦ

οὐρανίου συμπεριδινούμενος σώματος νεφῶν ἥκιστα ποιεῖσθαι δύναται σύστασιν· ὁ

δ' αὖ περιγειότερος, καὶ αὐτὸς διὰ τὸ τῶν ἡλιακῶν ἀνακλάσεων ἔντονον διαῤῥέων,

ἥκιστά πως οὐδ' αὐτὸς ἂν δυνηθείη νέφους σύστασιν ποιεῖσθαι· ὡς τῆς ἑκατέρωθεν

μάχης ἐς τὸ ἀπρακτοῦν οὑτωσὶ τελευτώσης, ἰσχύος λαμπρᾶς τινος ἀντίληψιν

λείπεσθαι ἔχειν ἐνταυθοῖ τὸ ψυχρὸν, καὶ νεφῶν τῇ τῶν ὑγρῶν ἀνάλογον πηλικότητι

σύστασιν ἤδη ποιεῖσθαι. ὧν μεταβαλλομένων, ὄμβρον γίνεσθαι πρότερον, οἱονεὶ

συνθλιβομένου τοῦ ἀέρος, καὶ μηκέτι μηδαμῆ δυναμένου φέρειν τὴν ἐμβρίθειαν τοῦ

ὑγροῦ. ἀλλ' ἐπειδὰν εἰς ὄμβρον οὕτω διαλυθῇ τὸ ἐκ τοῦ νέφους ὑγρὸν, βιαιοτέραν

ἔχοντος ἤδη τὴν θέρμην τοῦ περιέχοντος, καὶ πανταχόθεν ἀντιπεριϊσταμένου, καὶ

βίᾳ περὶ τὰ μέσα ξυνελαύνοντος, χάλαζα γίνεται, πλίνθου τινὸς συμπίλησιν

μιμουμένης, ὡς εἰπεῖν, καὶ δημιουργούσης τῆς φύσεως, ἐξ ἀγεωργήτων καὶ

μετεώρων πηγῶν καὶ ῥευμάτων. τὰ δὲ τοιαῦτα συμπτώματα σπάνια μεντἂν ἐν θέρει

που γίγνεσθαι διὰ τὴν βραχύτητα τοῦ τῷ ἀέρι ἐγκαρτεροῦντος ὑγροῦ· δαψιλέστερα

δ' ἐν ἔαρος ὥρᾳ τε καὶ φθινοπώρου, ἅτε παραπλησίως πως τὴν μέσην θέρους καὶ

χειμῶνος χώραν εἰληφότων, καὶ θέρμης εὐπορίαν ὁμοῦ καὶ ὑγρότητος ἐντεῦθεν

ἐχόντων, ἃ τὴν χάλαζαν, ὡς εἰρήκειμεν, ἰσχύει κατασκευάζειν. (Γ.) Ἐκ γοῦν ὕδατος

οὕτω τῆς χαλάζης τὴν γένεσιν ἐχούσης, χαύνου στοιχείου καὶ διαῤῥέοντος, κἄπειτα

πετρῶν καὶ ξύλων καὶ φλογῶν ἁπασῶν τὴν βλάβην πολλῷ 2.714 τῷ μέτρῳ

κραταιοτέραν ποιούσης, πῶς οὐ θεομηνίας ἂν εἴη σαφοῦς τὰ ἐκ τῶν τοιούτων; ζʹ.

Ἀλλὰ γὰρ ὅσα γε ἐκ πολλῶν τῶν πρὸς ἡμᾶς τῆς τοῦ θεοῦ φιλανθρώπου καὶ δικαίας

ὀργῆς σημείων ἐρανισάμενοι τῇδε τῇ ἱστορίᾳ συνυφάναμέν τε καὶ συνυφανοῦμεν, εἰ

ζῇν ἡμῖν ἐξείη, μεγάλα μέν πως δόξειεν ἂν τοῖς τε νῦν ὁρῶσιν ἅπανθ' ὁμοῦ καὶ τοῖς

ἔπειτ' ἐντευξομένοις, καὶ οἷα μήπω πρίν. ὅμως ἦν ἄν πως φορητὰ, εἰ μὴ πᾶσιν, ἀλλ'

οὖν οἷς ἡ τῶν πραγμάτων ἐντέθεικε πεῖρα σύνεσιν, καὶ οὓς ἡ τῆς ψυχῆς εὐλάβεια

πέπεικε, ταῖς γραφαῖς ἑπομένους, κυρίου παιδείαν εἶναι νομίζειν καὶ τῶν

συντρόφων καὶ ὁμηλίκων κηλίδων ἰατρείαν τινὰ, εἰ μὴ καὶ τὰ τῆς ἐκκλησίας

ναυάγια προσετίθετο, καὶ τῶν πάλαι κοιμηθέντων σκανδάλων ἀρτιγενεῖς ὁμοίως

ἐπεφύοντο κῆρες, μακροὺς ὀλέθρους ψυχῆς ἐπιφέρουσαι καὶ ῥᾷστα πρὸς ἀπωλείας

πυθμένας καταβαπτίζουσαι. (Β.) Ἀλλὰ τούτων ἔνια καὶ ἡμῖν κατ' ἐπιτομὴν ἐνταῦθα

λελέξεται. πάντα γὰρ ὁμοῦ διεξιέναι, πρὸς ἄλλην ἀσχολουμένοις πραγματείαν,

ῥᾴδιον οὐκ ἂν εἴη, μέγιστόν τε ὂν ἔργον καὶ μεγίστης δεόμενον πραγματείας. καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

255

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!