Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ἀπαλλαγήν. ὃ τοίνυν ἐκεῖνος ἐτόλμα καθ' ἑαυτοῦ, τοῦτ' ἔδρων ἐπιεικῶς οἱ Βυζάντιοι κατὰ τοῦ βασιλέως, μήτε μηδενὸς τῶν δηλητηρίων φαρμάκων, μήτε μηδεμιᾶς φειδόμενοι τῶν ἐπιβουλῶν, ὁπόσαι τε τοῖς πάλαι εὕρηνται δεινοῖς τὴν κακίαν καὶ ὁπόσαι τοῖς νῦν διὰ τὴν τοιαύτην ἐπινενόηνται χρείαν. (Ε.) Θαυμάσαι δ' ἄν τις, ὅπως ἅπαντ' αὐτόθεν ἠλέγχετό τε καὶ ἄπρακτα ἦν, τοῦ θεοῦ τὸν ἄνδρα φυλάττοντος ἀπαθῆ καὶ πάντων ἀνώτερον· οὐκ οἶδ' ὁπότερον, εἴτε τὴν ἄδικον καταδίκην, ἣν οἱ Βυζάντιοι καθάπαξ ἐψηφίσαντο κατ' αὐτοῦ, καὶ ὧν ἐζημίωται πολυειδῶν καὶ ποικίλων χρημάτων, ἃ προσῆν ὑπὲρ ἀριθμὸν τουτωῒ, μακρόθυμον ὑπομονὴν ἀποχρῶσαν ἡγουμένου πρὸς βάσανον γνώμης, περὶ ἣν τὸ κριτήριον ἅπαν τῆς θείας ταλαντεύεται δίκης· εἴθ' ὅτι μάλιστα πάντων αὐτὸς ὑβριζόμενος οὔτε μὴν ἀνθύβριζεν ἐς τὸ παρὸν, οὔτ' εἰς τὸ μέλλον ἠπείλει, κότον ἴσως ἔχων ὄφρα τελέσσῃ· ἀλλ' ἐκήδετο μάλιστα τῆς τῶν ὑβριζόντων καὶ πολεμούντων σωτηρίας ἅπαντα τρόπον, καθόσα φιλία δίδωσιν ἀκραιφνής. ( ʹ.) Καὶ ἵν' ἐκ πολλῶν μέτρια παραθῶμεν ἐνταυθοῖ· τοσαύτην εἶχε τὴν τῶν κακῶν ἀμνηστίαν, ὥστ' ἐν τοσούτοις συνειλημμένος κινδύνοις, καὶ οἷον εἰπεῖν ἐν ᾅδου βεβυθισμένος γαστρὶ, μεμνῆσθαι τῷ ἱερεῖ παρεκελεύετο πρῶτον μὲν Ἄννης τῆς βασιλίδος ἐν ταῖς ἱεραῖς ὑμνῳδίαις, δεύτερον δὲ τοῦ ταύτης υἱέως, καὶ τρίτον αὐτοῦ 2.644 μετὰ τῆς ὁμοζύγου βασιλίδος Εἰρήνης· καὶ ταῦτα ἐν ἀλλοτρίᾳ ὢν δυναστείᾳ καὶ γῇ, καὶ μηδ' ἐλεύθερον ἀέρα δυνάμενος ἀναπνεῖν. οὐ μόνον δ', ἀλλὰ καὶ ὅπουπερ ἂν ἀλλαχῆ πανταχῆ δι' εὐφήμου τῆς μνήμης τὸ οἰκεῖον ἤλπιζεν ὄνομα δύνασθαι φέρεσθαι, κἀκεῖ προηγεῖσθαι τῆς βασιλίδος Ἄννης τοὔνομα καὶ πρός γε τοῦ ταύτης υἱέως μεθ' ἁπάσης ἐκέλευε γνώμης καὶ προαιρέσεως· ὥσπερ ἄρα καὶ πρὸς Αἰτωλούς τε καὶ Θετταλοὺς τὸν Ἄγγελον ἀποστέλλοντι Ἰωάννη, ὥσθ' ἑκόντων ἄρχειν αὐτῶν, ὡς προϊόντες ἐροῦμεν πλατύτερον, προὔργου γέγονε διακελεύεσθαί τε καὶ παραγγέλλειν τούτου γε εἵνεκα μάλιστα πάντων, καὶ μὴ πρότερον μεθιέναι, πρὶν αὐτὸν τελεσιουργὰ τὰ τοιάδε πρὸ παντὸς ἐπαγγείλασθαι δρᾷν παραγγέλματα. εἴσεται δὲ πάντως ἐς τὸ ἀκριβὲς, ὃς ἂν ἐντύχῃ ζητήσας τῷ πρὸς αὐτὸν θεσπίσματι, ταῦτά τε καὶ ὅσα τούτοις προστίθησιν ὅμοια, τῇ βασιλείᾳ Ῥωμαίων πᾶσαν νέμειν αἰδῶ καὶ εὐλάβειαν διὰ βίου κελεύων. (Ζ.) Τοῦθ' ἱκανὸν ἔγωγε μόνον καὶ ἀποχρῶν ἥγημαι, τῶν ἄλλων ὁπόσα τὴν ὁμοίαν τοῦ ἤθους εὐγένειαν ἔχει σιωπωμένων, ἅπαντας πείθειν, οἷς νοῦ καὶ φρονήσεως μέτεστιν ὁπωσοῦν, θειοτέρᾳ προνοίᾳ διοικεῖσθαι τὰ πάντα, καὶ μηδαμῆ κατὰ τὸ αὐτόματον φέρεσθαι, μηδ' ἀπὸ τύχης τινὸς, μήτε μηδὲν τῶν ἁπάντων ἕτερον, μήτε τὴν τούτου πρὸς τὴν βασιλεύουσαν πόλιν ἀναίμακτον εἴσοδον καὶ τὴν τῶν βασιλικῶν ἀντίληψιν θρόνων, οὕτω μακροὺς καὶ πολυειδεῖς καὶ θανάτου φάναι γείτονας νενικηκότι κινδύνους· ἀλλ' αὐτῷ μὲν ἀμοιβὴν τῆς μακρᾶς καρτερίας, πᾶσι δ' αὖ ἐλπίδων 2.645 ἔρεισμα χρηστῶν, οἷς ἡ γνώμη τὴν τῶν δεινῶν καρτερίαν πέρας εὐγενὲς ἐκδέξεσθαι ὑπισχνεῖται. (Η.) Εἰ γὰρ πάντα καθ' ἕκαστα βουληθείημεν ἀφηγεῖσθαι, ὁπόσα πέπρακται μὲν ἐπίβουλα κατ' αὐτοῦ τοῖς ἐχθροῖς, καὶ ὁπόσοι φιλίας ὑποκριταὶ, πάντων δ' ὑπέρτερος πρὸς τῆς ἄνωθεν ἦν τηρούμενος δεξιᾶς, δέδια μή τις φιλίας με γράψηται πρὸς τὸν ἄνδρα μακρᾶς τῶν ὅσοι γυμνάσιον ἕτεροι γλώττης ποιοῦνται τὴν τῶν ἔν γε τῷ παρόντι γινομένων συγγραφικὴν ἀφήγησιν ἡμῖν γε παραπλησίως. εἰ γάρ τις τῶν ἔξωθεν τοῦ τὰ τοιάδε συγγράφειν ἑστὼς γυμνασίου, καθάπερ τις Ἑλλανοδίκης καὶ ἀπαθὴς ἀθλοθέτης, ἐθέλοι σκοπεῖν, ὄψεται μὲν τοὺς ἄλλους ὀργῇ καὶ θυμῷ στρατηγουμένους καὶ γράφοντας παρὰ τοσοῦτον πάθους ἐκείνους οὐ μάλα ἐκτὸς, παρόσον ἀληθείας οὐδ' ὅλως ἔμεγε ἐκτός. (Θ.) Οὐ γὰρ λελείψεταί μοι τῶν πάντων ὥσπερ οὐδὲν τῶν ἐπαινουμένων, οὕτως οὐδὲ τῶν ψεγομένων οὐδὲν, εἴ τι καὶ τούτῳ σαφῶς ἀνθρώπῳ γε ὄντι ἡμάρτηται, εἴτε κατὰ γνώμην καὶ βούλησιν, εἴτε κατ' ἄγνοιαν, εἴτε καὶ τῆς τοῦ χρόνου τε καὶ τῶν ἀναγκαίων βιαζομένης πραγμάτων φορᾶς. πάντων γὰρ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 230

τούτων μόνα τὰ κατὰ γνώμην καὶ βούλησιν ἔχει τὸ κράτος τῶν ψόγων καὶ τῶν ἐπαίνων. ὅσα δὲ ῥεούσης τό γε δοκεῖν αὐτομάτως καὶ λόγων τῶν προσηκόντων τῆς τύχης ἐκτὸς, καὶ νῦν μὲν τὸ εὔδαιμον χορηγούσης τοῖς γινομένοις ὅλῃ δεξιᾷ καὶ δρόμοις ἀσχέτοις, νῦν δὲ τῆς εὐθείας ἀποπλανώσης, καὶ πρὸς κρημνοὺς ὁδηγουμένης ὁμοῦ καὶ σκοπέλους ἀτοπημάτων, καὶ πράγματα θρήνων μεστὰ καὶ δακρύων μακρῶν προ 2.646 ξενούσης, οἷς κακοπραγεῖν πρὸς τῆς ἀγούσης τὰ πάντα προνοίας νενομοθέτηται, ταῦτα δ' οὔτ' ἂν αὐτὸς ἐπαινοίην ἑκών γε εἶναι, οὔθ' ὁλοσχερῶς ταῖς τῶν ψεγομένων ἔγωγε θείην μερίσιν. οὐ γὰρ πράξεις μᾶλλον αὐτὸς ὁμολογήσαιμ' ἂν ταῦτ' εἶναι τοῦ δρῶντος, ἢ φοράν τινα ἄλογον (ὥς γε εἴρηται) τύχης, ἢ εὐγνωμονούσης, ἢ χοίνικας συμφορῶν οὐ μάλα εὐμενῶς ἀπεμπολεῖν αἱρουμένης καθ' ὧν ἐπείγεται δυσμενῶς. ὡς γοῦν ἀστεφάνωτον, ὃ μὴ κατὰ πρόθεσιν γνώμης εὐδοκιμεῖ, οὕτως ἀκατηγόρητον οἴομαι δεῖν, ὃ μὴ κατὰ προαίρεσιν ἀτυχεῖ. (Ι.) ∆ειχθέντος τοιγαροῦν, ὡς διὰ τὴν ἑκούσιόν τε καὶ ἀπὸ γνώμης ἐκείνην καρτερίαν, καὶ τὸ μὴ ἐθέλειν ἀμύνεσθαι τοὺς τότε λυποῦντας, οὐδὲ μέχρι χειλέων ἄκρων, νηνεμίαν αὐτῷ τῶν κινδύνων κατέστησεν ὁ δίκαιος ἄνωθεν ἀθλοθέτης ἐν τοσούτῳ χειμῶνι καὶ κλύδωνι τῶν κακῶν, δειχθήσεται πάντως πλατύτερον κατὰ χώραν ἡμῖν γενομένοις, τοῦ λόγου προβαίνοντος, καὶ ὅπως ἐν ὑστέροις συμπέπτωκε τούτῳ πάντα τἀναντιώτατα, τηρεῖν βουλομένοις τὸ τῆς ἱστορίας ἀληθὲς ταυτησὶ, καὶ πεῖσαι τοὺς ταύτῃ συνεσομένους τῷ χρόνῳ, καὶ κατ' ἐμπάθειαν ἡντιναοῦν μήτε τὰ ἐπαίνων καὶ θαύματος τοῦ ἀνδρὸς, μήθ' ὅσα τῆς ἐναντίας ἐβλάστησε ῥίζης, ἐξαίρειν τῷ λόγῳ νομίζειν ἡμᾶς τοῦ χρεὼν ὑψηλότερον· ἀλλ' αὐτὴν ὡς ἔτυχεν ἔχουσα τὴν ἀλήθειαν ἀφηγουμένοις πιστεύειν, καὶ μίαν τινὰ τὴν ὠφέλειαν ἑκατέρωθεν πάντας καρποῦσθαι, συνορῶντας εἰκός τε καὶ μάλα τοῖς σπέρμασιν ἁρμόττον κατόπιν ἰὸν τὸ γεώργιον· οἷς μὲν ἐξ ἀγαθῆς προαιρέσεως ὁρμᾶσθαι ἐνῆν, 2.647 ἀγαθόν· οἷς δ' ἐξ ἧς ἀντιβαίνει μοίρας τὰ χείρω καὶ μοχθηρῶς τὸ ἀδικοῦν ἀνθοπλίζεται πρὸς τὴν τῆς ἀληθείας εὐθύτητα, τούτοις δ' αὖ τοὐναντίον ἅπαν. ὅθεν δὴ καὶ ἐπανακτέον τὸν λόγον. (ΙΑ.) Ὁ γάρ τοι βασιλεὺς, τριάκοντά που μόνας ἡμέρας ὡμιληκὼς τῷ Κράλῃ μετά γε τὴν εἰς αὐτὸν κάθοδον, τελευτῶντος ἤδη τοῦ θέρους ἐκείνου, καὶ ἀρχομένου τοῦ φθινοπώρου, καὶ τῶν ἀμπέλων ἀκμαζουσῶν καὶ μονονουχὶ τοὺς τρυγητῆρας τρανῇ τῇ γλώττῃ προκαλουμένων, ἧκε μετά τε τῶν οἰκείων δυνάμεων, καὶ πρός γε μακρῷ πλειόνων τῶν ἐκ Σερβίας ὅπλων, ἐπὶ τὴν πόλιν Σεῤῥῶν, αἱρήσειν ἐλπίζων αὐτὴν ἀμαχητὶ, συλλαμβανόντων ἴσως ἔνδοθεν συχνῶν προδοτῶν, ὁπόσοι θερμότερον τούτῳ προσέκειντο, καὶ μάλα ῥᾳδίαν τὴν εἴσοδον κρύφα γράφοντες ἐπηγγέλλοντο. ἀλλὰ τοῦ θεοῦ κἀνταῦθα σαφῶς τοῖς τούτου βουλήμασιν ἀντιπράττοντος, ἄπρακτός τε ἦν ἡ σπουδὴ καὶ μάταιος ὄχλος ἡ πᾶσα παρασκευή. πρὶν γὰρ αὐτὸν περιστρατοπεδεύσαντα τῇ πόλει πολεμίους χεῖρας ἐπενεγκεῖν, νόσημά τι θανάσιμον ἐνσκήπτει τῷ στρατοπέδῳ τῶν Τριβαλλῶν· εἴτε τῆς τῶν σταφυλῶν ἀταμιεύτου καὶ ἀφειδοῦς βρώσεως, εἴτ' ἄλλης ἡγησαμένης αἰτίας, οὐκ οἶδ' ὁπότερον. πάσης οὖν ἀμηχανούσης καὶ χειρὸς καὶ γνώμης ἰατρικῆς πρὸς τὸ πάθος, συχνοὶ καθ' ἡμέραν ἑκάστην νεκροὶ κατωρύττοντο· καὶ ἐπειδὴ βραχυτάτων ἐντὸς ἡμερῶν ὑπὲρ τοὺς χιλίους ὁ θάνατος ἐξήνεγκε τοῦ βίου, καὶ πλείους ἐπὶ τούτοις ἐξάγειν ἠπείγετό τε καὶ ἐπηγγέλλετο, ἄραντες 2.648 τὴν ταχίστην ἐπανῆκον ἐκεῖθεν ἅπαντες, ἀπαγγέλλοντες τῷ Κράλῃ τὸ χωρὶς ἀνθρωπίνου πολέμου συμπεπτωκὸς δυστύχημα τῷ στρατῷ. δʹ. Τούτων δ' οὕτως ἐχόντων, ἐπειδὴ καὶ ὁ τοῦ φθινοπώρου καιρὸς ἑξῆς ἐτελεύτα, καὶ ῥᾴδιον οὔπω μανθάνειν τοῖς φίλοις ἦν, ὅπως ἔχει τὰ βασιλέως, ἐν ἀλλοτρίᾳ γῇ συνδιαιτωμένου βαρβάροις καὶ ξένοις ἤθεσι, δέδειχε μὲν δὴ πρῶτος Ἀμοὺρ ὁ Πέρσης, ὁ Λυδῶν ἀρχηγὸς, ὅσον ἐν τοῖς καρδίας θαλάμοις ἔθαλπε τὸν τοῦ βασιλέως ἔρωτα. χειμῶνος γὰρ ἤδη μεσοῦντος, καὶ θαλάσσης ὁμοῦ καὶ ἀέρος πολλὴν ἐχόντων τὴν ἀταξίαν καὶ σύγχυσιν, σὺν πολλῷ τῷ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 231

ἀπαλλαγήν. ὃ τοίνυν ἐκεῖνος ἐτόλμα καθ' ἑαυτοῦ, τοῦτ' ἔδρων ἐπιεικῶς οἱ Βυζάντιοι

κατὰ τοῦ βασιλέως, μήτε μηδενὸς τῶν δηλητηρίων φαρμάκων, μήτε μηδεμιᾶς

φειδόμενοι τῶν ἐπιβουλῶν, ὁπόσαι τε τοῖς πάλαι εὕρηνται δεινοῖς τὴν κακίαν καὶ

ὁπόσαι τοῖς νῦν διὰ τὴν τοιαύτην ἐπινενόηνται χρείαν. (Ε.) Θαυμάσαι δ' ἄν τις, ὅπως

ἅπαντ' αὐτόθεν ἠλέγχετό τε καὶ ἄπρακτα ἦν, τοῦ θεοῦ τὸν ἄνδρα φυλάττοντος

ἀπαθῆ καὶ πάντων ἀνώτερον· οὐκ οἶδ' ὁπότερον, εἴτε τὴν ἄδικον καταδίκην, ἣν οἱ

Βυζάντιοι καθάπαξ ἐψηφίσαντο κατ' αὐτοῦ, καὶ ὧν ἐζημίωται πολυειδῶν καὶ

ποικίλων χρημάτων, ἃ προσῆν ὑπὲρ ἀριθμὸν τουτωῒ, μακρόθυμον ὑπομονὴν

ἀποχρῶσαν ἡγουμένου πρὸς βάσανον γνώμης, περὶ ἣν τὸ κριτήριον ἅπαν τῆς θείας

ταλαντεύεται δίκης· εἴθ' ὅτι μάλιστα πάντων αὐτὸς ὑβριζόμενος οὔτε μὴν

ἀνθύβριζεν ἐς τὸ παρὸν, οὔτ' εἰς τὸ μέλλον ἠπείλει, κότον ἴσως ἔχων ὄφρα τελέσσῃ·

ἀλλ' ἐκήδετο μάλιστα τῆς τῶν ὑβριζόντων καὶ πολεμούντων σωτηρίας ἅπαντα

τρόπον, καθόσα φιλία δίδωσιν ἀκραιφνής. ( ʹ.) Καὶ ἵν' ἐκ πολλῶν μέτρια παραθῶμεν

ἐνταυθοῖ· τοσαύτην εἶχε τὴν τῶν κακῶν ἀμνηστίαν, ὥστ' ἐν τοσούτοις

συνειλημμένος κινδύνοις, καὶ οἷον εἰπεῖν ἐν ᾅδου βεβυθισμένος γαστρὶ, μεμνῆσθαι

τῷ ἱερεῖ παρεκελεύετο πρῶτον μὲν Ἄννης τῆς βασιλίδος ἐν ταῖς ἱεραῖς ὑμνῳδίαις,

δεύτερον δὲ τοῦ ταύτης υἱέως, καὶ τρίτον αὐτοῦ 2.644 μετὰ τῆς ὁμοζύγου βασιλίδος

Εἰρήνης· καὶ ταῦτα ἐν ἀλλοτρίᾳ ὢν δυναστείᾳ καὶ γῇ, καὶ μηδ' ἐλεύθερον ἀέρα

δυνάμενος ἀναπνεῖν. οὐ μόνον δ', ἀλλὰ καὶ ὅπουπερ ἂν ἀλλαχῆ πανταχῆ δι'

εὐφήμου τῆς μνήμης τὸ οἰκεῖον ἤλπιζεν ὄνομα δύνασθαι φέρεσθαι, κἀκεῖ

προηγεῖσθαι τῆς βασιλίδος Ἄννης τοὔνομα καὶ πρός γε τοῦ ταύτης υἱέως μεθ'

ἁπάσης ἐκέλευε γνώμης καὶ προαιρέσεως· ὥσπερ ἄρα καὶ πρὸς Αἰτωλούς τε καὶ

Θετταλοὺς τὸν Ἄγγελον ἀποστέλλοντι Ἰωάννη, ὥσθ' ἑκόντων ἄρχειν αὐτῶν, ὡς

προϊόντες ἐροῦμεν πλατύτερον, προὔργου γέγονε διακελεύεσθαί τε καὶ

παραγγέλλειν τούτου γε εἵνεκα μάλιστα πάντων, καὶ μὴ πρότερον μεθιέναι, πρὶν

αὐτὸν τελεσιουργὰ τὰ τοιάδε πρὸ παντὸς ἐπαγγείλασθαι δρᾷν παραγγέλματα. εἴσεται

δὲ πάντως ἐς τὸ ἀκριβὲς, ὃς ἂν ἐντύχῃ ζητήσας τῷ πρὸς αὐτὸν θεσπίσματι, ταῦτά τε

καὶ ὅσα τούτοις προστίθησιν ὅμοια, τῇ βασιλείᾳ Ῥωμαίων πᾶσαν νέμειν αἰδῶ καὶ

εὐλάβειαν διὰ βίου κελεύων. (Ζ.) Τοῦθ' ἱκανὸν ἔγωγε μόνον καὶ ἀποχρῶν ἥγημαι,

τῶν ἄλλων ὁπόσα τὴν ὁμοίαν τοῦ ἤθους εὐγένειαν ἔχει σιωπωμένων, ἅπαντας

πείθειν, οἷς νοῦ καὶ φρονήσεως μέτεστιν ὁπωσοῦν, θειοτέρᾳ προνοίᾳ διοικεῖσθαι τὰ

πάντα, καὶ μηδαμῆ κατὰ τὸ αὐτόματον φέρεσθαι, μηδ' ἀπὸ τύχης τινὸς, μήτε μηδὲν

τῶν ἁπάντων ἕτερον, μήτε τὴν τούτου πρὸς τὴν βασιλεύουσαν πόλιν ἀναίμακτον

εἴσοδον καὶ τὴν τῶν βασιλικῶν ἀντίληψιν θρόνων, οὕτω μακροὺς καὶ πολυειδεῖς

καὶ θανάτου φάναι γείτονας νενικηκότι κινδύνους· ἀλλ' αὐτῷ μὲν ἀμοιβὴν τῆς

μακρᾶς καρτερίας, πᾶσι δ' αὖ ἐλπίδων 2.645 ἔρεισμα χρηστῶν, οἷς ἡ γνώμη τὴν τῶν

δεινῶν καρτερίαν πέρας εὐγενὲς ἐκδέξεσθαι ὑπισχνεῖται. (Η.) Εἰ γὰρ πάντα καθ'

ἕκαστα βουληθείημεν ἀφηγεῖσθαι, ὁπόσα πέπρακται μὲν ἐπίβουλα κατ' αὐτοῦ τοῖς

ἐχθροῖς, καὶ ὁπόσοι φιλίας ὑποκριταὶ, πάντων δ' ὑπέρτερος πρὸς τῆς ἄνωθεν ἦν

τηρούμενος δεξιᾶς, δέδια μή τις φιλίας με γράψηται πρὸς τὸν ἄνδρα μακρᾶς τῶν

ὅσοι γυμνάσιον ἕτεροι γλώττης ποιοῦνται τὴν τῶν ἔν γε τῷ παρόντι γινομένων

συγγραφικὴν ἀφήγησιν ἡμῖν γε παραπλησίως. εἰ γάρ τις τῶν ἔξωθεν τοῦ τὰ τοιάδε

συγγράφειν ἑστὼς γυμνασίου, καθάπερ τις Ἑλλανοδίκης καὶ ἀπαθὴς ἀθλοθέτης,

ἐθέλοι σκοπεῖν, ὄψεται μὲν τοὺς ἄλλους ὀργῇ καὶ θυμῷ στρατηγουμένους καὶ

γράφοντας παρὰ τοσοῦτον πάθους ἐκείνους οὐ μάλα ἐκτὸς, παρόσον ἀληθείας οὐδ'

ὅλως ἔμεγε ἐκτός. (Θ.) Οὐ γὰρ λελείψεταί μοι τῶν πάντων ὥσπερ οὐδὲν τῶν

ἐπαινουμένων, οὕτως οὐδὲ τῶν ψεγομένων οὐδὲν, εἴ τι καὶ τούτῳ σαφῶς ἀνθρώπῳ

γε ὄντι ἡμάρτηται, εἴτε κατὰ γνώμην καὶ βούλησιν, εἴτε κατ' ἄγνοιαν, εἴτε καὶ τῆς

τοῦ χρόνου τε καὶ τῶν ἀναγκαίων βιαζομένης πραγμάτων φορᾶς. πάντων γὰρ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

230

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!