Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

τῶν πραγμάτων οὔπω συγχύσεως εἰς φῶς ἐκραγείσης, ἀλλ' ἐν ὠδῖσιν ἔτι καὶ μελέταις κυοφορουμένης, συνέβη καθ' ὕπνους τῇ τοῦ Καντακουζηνοῦ μητρὶ, τὸ ἱερὸν δοκεῖν ἀνὰ χεῖρας εὐαγγέλιον εἰληφυῖαν ἄλλο τῶν πάντων οὐδὲν γεγραμμένον ὁρᾷν, ἢ "1αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου"2, καὶ τοῦτο χρυσοῖς τε καὶ πρὸς ἅπαν κάλλος ἠσκημένοις γράμμασιν ὁμοίως ἀεὶ πανταχῆ· διαπορεῖσθαί τε καθ' ἑαυτὴν, πῶς ἱερὸν εὐαγγέλιον ὂν μηδὲν μηδαμῆ τῶν εὐαγγελικῶν εἶχε ῥητῶν, ἀλλὰ μικρὰ τῶν τῷ θείῳ ∆αβὶδ εἰρημένων. τοῦτο ἀφυπνισθεῖσα διηγεῖτο πρὸς ἐνίους τῶν φίλων· καίτοι θεῖον ἔφασκεν εἶναι χρησμῴδημα, καὶ πέρας προαναφωνεῖν τῶν καθ' αὑτὴν πραγμάτων εὐκλεές τε καὶ πάνυ χρηστόν. τὸ δ' ἦν οὐ τοιοῦτον· ὅμως ἔσχεν οὕτω ταυτί. ( ʹ.) Ἓν μὲν δὴ τοῦτο σημεῖον ἦν, ὃ προανεφώνησεν ἐξ ὕπνων καὶ νυκτῶν τὴν τῆς μεγάλης ταυτησὶ 2.619 καὶ περιφανοῦς οἰκίας καθαίρεσιν. δεύτερον δ' ἐκ νυκτῶν μὲν καὶ αὐτὸ, μὴ ἐξ ὕπνου γε μὲν, ἀλλ' ἐξ ἐγρηγόρσεως φάντασμα θεαθὲν ἐναργῶς. εἰωθὸς γὰρ τοῖς εὐγενείᾳ καὶ δόξῃ μεγάλῃ συζῶσι προσώποις, ἄχρι καὶ ἐς μέσας που νύκτας συνδιανυκτερεύειν τοῖς ὅσοι χρείας οἱασδηποτοῦν προσίασιν ἕνεκα, τῇ Καντακουζηνῇ τοῦτο μάλιστα πάντων προσῆν, ἅτε καὶ μάλιστα πάντων δόξῃ καὶ περιφανείᾳ προεχούσῃ, καὶ βουλῶν καὶ ἀποῤῥήτων προεστηκυίᾳ βασιλικῶν. τῆς δὴ τοιαύτης ἐχομένῃ καὶ νῦν συνηθείας, καὶ πόῤῥω νυκτῶν γενομένης τῆς ὁμιλίας, ἔδοξεν αὐτῇ, στᾶσαν πρὸ τῶν θυρῶν ἀφ' ὑψηλοῦ τοῦ πύργου τῆς οἰκίας θεάσασθαί τε τὴν σελήνην ἀνίσχουσαν ἄρτι τοῦ ὁρίζοντος καὶ τῆς ὥρας ἐκεῖθεν καταστοχάσασθαι. τὸ γὰρ περίγειον ἐκ περιστροφῆς τοῦ οἰκείου ἐπαναλαμβάνουσα κύκλου, καὶ ἐς τετράγωνον αὖθις τῷ ἡλίῳ καθισταμένη τὸ δεύτερον ἤδη σχηματισμὸν, ἀκρονύκτους οὐ μάλα ἐβούλετο παρέχειν τῇ γῇ τὰς αὐγὰς, πρὶν ἐς μέσην ἀφικέσθαι τὴν νύκτα τηνικαῦτα τὸν χρόνον. (Ζ.) Οὕτω δὲ στάσεώς τε καὶ σκέψεως ἔχουσα, καὶ ἅμα φροντίδων οὖσα τῶν μελλόντων πλήρης, ἔνοπλον ἱππέα τεθέαται, κάτωθέν τε ἑστῶτα τοῦ πύργου καὶ τῷ δόρατι σημειούμενον τὸ τοῦ πύργου μέγεθος· ὡς ἐκπλαγῆναί τε αὐτὴν τῷ αἰφνιδίῳ καὶ ἀπροσδοκήτῳ τοῦ φάσματος καὶ συστραφεῖσαν ἐκπέμψαι τοὺς καθέξοντας τὸν ἐν ἀωρίᾳ τοιαύτῃ τοιαῦτα μηχανώμενον, καὶ ἀκουσομένους, ὅτου χάριν καὶ ὅθεν ἐκείνῳ ταῦτα δρᾷν προστεταγμένον εἴη. ἐπεὶ δὲ τὴν ταχίστην παλινδρομήσαντας φάναι μηδένα τῶν πάντων ἑωρα 2.620 κέναι, μηδ' εἶναι πάροδον οὐδεμίαν, ὁπόθεν εἰσιτητά γε εἴη ξένοις καὶ ἱππόταις ἀνδράσι, τῶν θυρῶν ἁπασῶν κεκλεισμένων, ἤδη καταπλαγῆναί τε αὐτὴν καὶ, πρὸς ἄλλας ἐννοίας ἀνενεγκοῦσαν τὸ μάντευμα, λύπης πλησθῆναι καὶ δακρύων γενέσθαι ἐγγύς. ιδʹ. Ἐγὼ δ' ἐκεῖσε ἐπάνειμι. τῷ Καντακουζηνῷ γὰρ οὔτε πρὸς τοσαῦτα τὴν ψυχὴν κατενηνέχθαι ῥόθια τῶν δεινῶν συνηνέχθη, οὔτε πρὸς οὓς εὕρισκε συνεχῶς κατ' αὐτοῦ συσκευαζομένους λαθραίας καὶ ἄλλοτ' ἄλλας ἐπιβουλὰς ἀπηγορευκέναι, ἀλλ' ἑστάναι τῶν ἰδίων ὅρων ἐντὸς, ἀκλινεῖς τὰς πρὸς θεὸν ἐλπίδας ὁμοίως ἀεὶ φυλάττοντι· καὶ γράφοντι μὲν ἀεὶ καὶ δεομένῳ λήγειν οὐκ ἦν οὐδαμῆ, κυρωθῆναι ὁπόσα περιὼν ὁ βασιλεὺς ἐνετέλλετο περί γε αὐτοῦ. ἀλλὰ τῶν Βυζαντίων οὐδ' ἄκροις τῶν λεγομένων ἀκούειν θελόντων ὠσὶν, ὅτι μὴ καὶ τοὺς ἀγγέλους σὺν ἀτιμίᾳ καὶ κουρᾷ πομπευόντων ἐπ' ἀγορᾶς καὶ δεσμοῖς καὶ εἱρκταῖς συγκλειόντων, τῷ δὲ οὐ διὰ γλώττης ἐγένετο λοιδορεῖν οὐδενὶ τῶν ἁπάντων. οὐ μὴν οὐδὲ τοὺς ἐν τῷ ὄρει τῷ Ἄθῳ διαπρέποντας ἀρετῇ καὶ ἀσκήσει μεσίτας εἰρήνης ἀπηξίου γίνεσθαι. ἀλλὰ καὶ τούτων ἐλθόντων, ἄπρακτος ἔδοξεν ἡ σπουδή. τὰ μέντοι χρήματα, καὶ εἴ τι κειμήλιον ἦν ἀμφοτέροις ἐκ πολλοῦ τεθησαυρισμένον, πάντα ἀνάλωται πρός τε ἄλλα τῶν κοινῶν καὶ πρὸς τὰς τῶν στρατιωτῶν χρείας. (Β.) Κρύφα γε μὴν συχνοὶ τῶν τῆς Ὀρεστιάδος προὐχόντων, ἑταιρείαν πεποιηκότες, συνέθεντο περιελθόντι Καντακουζηνῷ τὰς πύλας ἀνοῖξαι, πρὶν αἰσθέσθαι τοὺς τυραννήσαντας δημότας, καὶ γράμματα ἔπεμψαν 2.621 ἤδη καλοῦντες αὐτὸν, τὴν Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 222

ταχίστην ἐλθόντα λαβεῖν ἀπονητὶ τὴν πόλιν. καὶ ὃς εὐθὺς διαναστὰς τόν τε στρατὸν ὥπλισε καὶ τὸν Ἄγγελον Ἰωάννην, τὸ Παμφίλου πολίχνιον ὀχυρώσαντα ὡς προσήκει, τάχιστα ἥκειν ἐπ' Ὀρεστιάδα διεμηνύσατο σὺν ἱππεῦσιν ἔγγιστα ὀγδοήκοντα. (Γ.) Καὶ δὴ συνεληλυθότων σφῶν ἐπὶ τὰς ὄχθας τοῦ παραῤῥέοντος τῇ Ὀρεστιάδι ποταμοῦ, χειμὼν τηνικαῦτα ὥσπερ ἐξ αὐτομάτου γέγονε τῆς νυκτὸς ἐκείνης μάλα πολύς· καὶ ὁ ποταμὸς ἐκεῖνος, ὥσπερ αἴσθησιν εἰληφὼς ἀπειλοῦντος θεοῦ, ἀγριαίνων ἦν καὶ σφόδρα πλημμύροντα συνελαύνων ὑπὲρ τὰς ὄχθας τὰ ῥεύματα· ὥστε ἄπορον πρὸς διάβασιν εἶναι τοῖς τοῦ Καντακουζηνοῦ στρατεύμασιν. ἡμέρας οὖν ἔγγιστα διατετριφόσι περὶ αὐτὸν οὐκ ὀλίγας, οὐκ ἔληγεν ὁ χειμών· ἀλλ' ἦν ἑαυτῷ τὴν ὁμοίαν διηνεκῶς συντηρῶν ἀγριότητα. ἀπειρηκότος δ' ὀψὲ καὶ ἀπαλλαγέντος ἐκεῖθεν, ὅ,τε χειμὼν ἐς τὴν ὑστεραίαν ἐλώφα καὶ ὁ ποταμὸς ἠρέμα ἐκείνης ὑφεῖτο τῆς ὕβρεώς τε καὶ ἀγριότητος. τῆς δὴ τοιαύτης πείρας δὶς ἤδη γενομένης, καὶ τῶν ποταμίων ῥευμάτων αὖθις ἐς τὴν ὁμοίαν ἐκείνην ἀναῤῥηγνυμένων ὑπερηφανίαν, ἔγνωσαν ὀψὲ, μὴ ἔκ τινος τύχης, ἀλλ' ἐκ θειοτέρας προνοίας εἶναι τὸ ἐναντίωμα, ῥᾷστα μὲν τὰ πάντα μετασκευαζούσης ὅπη βούλοιτο, καὶ νῦν δ' ἀντιπραττούσης μάλα τοῖς τοῦ Καντακουζηνοῦ προφανῶς ἐγχειρήμασιν· ὡς ἕπεσθαι καὶ τὴν τῶν στοιχείων εὐθὺς ἀγανάκτησιν πολλῷ τῷ θυμῷ ῥέουσαν, ὥσπερ αἰσθανομένων ὀργιζομένου τοῦ δεσπότου, καὶ συνεπιλαμβανομένων, ὡς δούλοις εἰκὸς, καὶ δεικνύντων ἔμπρακτον τὴν πρὸς τὸν δεσπότην τιμὴν διὰ τῆς βλα 2.622 πτούσης ὁρμῆς καὶ μάλα τοι σφόδρα βιαίας ἀνταποδόσεως. (∆.) Ἐπεκθέοντες δ' οὖν ἑκατέρωθεν ἐνίοτε, νῦν μὲν ἐκ ∆ιδυμοτείχου τινὲς τῶν στρατιωτῶν, νῦν δ' ἐξ Ὀρεστιάδος καὶ τῶν πέριξ πολιχνίων, πολλὴν μὲν ἐκεῖθεν ἐνθάδε λείαν ἤλαυνον, πολλὴν δ' ἐντεῦθεν ἐκεῖσε· νίκην δὲ καὶ τέλος ἐπιθεῖναι τῇ σπουδῇ, οὐκ ἦν οὐδετέρῳ κατ' οὐδετέρου· ἀλλ' ἐδίωκον ἀνήνυτα. αἱ δὲ πόλεις ἐφθείροντο διηνεκῶς ὑφ' ἑαυτῶν ἠρέμα καὶ κατὰ μικρόν· καὶ ἦν, ὡς ἔοικε, βούλημα θεῖον καὶ ψῆφος ἄνωθεν κυρωθεῖσα, ἐκτριβῆναι καὶ γυμνωθῆναι τὰς πόλεις χρημάτων καὶ δόξης καὶ τάξεως ἐκ τῆς ἐμφυλίου ταυτησὶ στάσεως. (Ε.) Τῆς γε μὴν ἐμφυλίου μάχης καὶ ἀλλοφύλου τὸ ἐξαλλάττον καὶ ὑπερέχον ὁ Καντακουζηνὸς ἐξετάζων τὴν μὲν παροξυσμῷ καὶ πυρετῷ, τὴν δὲ θέρμῃ τε θέρους καὶ ψύξει χειμῶνος ἔλεγεν ἐοικέναι· καὶ εἶναι τὸ ὑπερέχον θατέρου πρὸς θάτερον μάλα πολύ. τὴν μὲν γὰρ ἔξωθεν ψύξιν εἶναι καὶ προσθήκαις ἐνδυμάτων ἰᾶσθαι καὶ πυρὸς εὐπορίᾳ· καὶ αὖ τὴν ἔξωθεν ἐπεισόδιον θέρμην ἐνδυμάτων τε ὑφαιρέσεσι καὶ ἀνέμων πνοαῖς· τοὺς δ' ἔνδοθεν τικτομένους πυρετοὺς ἐξ ἐγκάτων δύσμαχον εἶναι καὶ μάλα ἀνανταγώνιστον χρῆμα. ( .) Οἱ δὲ διὰ τὸν Καντακουζηνὸν ἐξόριστοι καὶ δεσμῶται, καὶ ὅσοι λεληθότως ἐν ταῖς πόλεσι τὰ ἐκείνου διετέλουν φρονοῦντες, μετέωροι ταῖς ἐλπίσιν ἦσαν ἔαρος ἐπισείοντος, εὐμενῆ καταστήσεσθαί σφισι τὴν τύχην. ἀλλ' ἄρα ἦσαν μάταια τὰ τῶν ἐλπίδων. ὡς γὰρ ἐπὶ μανδραβόλου τὰ ἐκείνου διηνεκῶς ἐχώρει. 2.623 ιεʹ. Ἐπανακτέον δὲ βραχὺ τὴν διήγησιν, ἵνα σαφέστερα γένοιτο τοῖς ἀκούουσι τὰ ἑξῆς. Θεσσαλονίκης μὲν γὰρ, καὶ τῶν πέριξ ἄχρι Στρυμόνος τοῦ ποταμοῦ πόλεων, ἦν ἐπίτροπος ὁ πρωτοστράτωρ Θεόδωρος ὁ Συναδηνός· τῆς δὲ τῶν Σεῤῥῶν πόλεως, καὶ τῶν ἄχρι Χριστουπόλεως πολιχνίων, ὁ τοῦ θανόντος βασιλέως ἐξάδελφος, Γὴμ ὁ Ἀρμένιος· ὃς πρὸ τεττάρων καὶ εἴκοσιν ἐτῶν μετάπεμπτος γεγονὼς ἐξ Ἀρμενίας εἰς Βυζάντιον ὑπὸ τῆς τοῦ πατρὸς ἀδελφῆς, τῆς βασιλίδος δηλαδὴ καὶ μητρὸς Ἀνδρονίκου τοῦ βασιλέως, συνεζύγη τῇ τοῦ Καντακουζηνοῦ ἐξαδέλφῃ, καὶ πολὺν αὐτῇ συνοικήσας χρόνον ἄπαις διέμεινε· θανούσης δ' ἐκείνης, συνεζύγη τῇ τοῦ Συργιάννου θυγατρὶ, ἐξ ἧς καὶ παίδων ἐγεγόνει πατήρ. ἦν δ' ἀεὶ τῇ πατρίῳ τῶν Ἀρμενίων θρησκείᾳ χρώμενος. (Β.) Οὗτος οὖν ἕρμαιον τὴν τοῦ καιροῦ καὶ πραγμάτων σύγχυσιν εὑρηκὼς καὶ λημμάτων πρόφασιν κατέσχε τὰ ἐκεῖ τοῦ Καντακουζηνοῦ χωρία τε καὶ τὰς προσόδους, καὶ ζεύγη μυρία βοῶν, καὶ παντοίων ἄλλων ἀγέλας κτηνῶν, καὶ πάντα ἐξαργυρώσας Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 223

τῶν πραγμάτων οὔπω συγχύσεως εἰς φῶς ἐκραγείσης, ἀλλ' ἐν ὠδῖσιν ἔτι καὶ

μελέταις κυοφορουμένης, συνέβη καθ' ὕπνους τῇ τοῦ Καντακουζηνοῦ μητρὶ, τὸ

ἱερὸν δοκεῖν ἀνὰ χεῖρας εὐαγγέλιον εἰληφυῖαν ἄλλο τῶν πάντων οὐδὲν

γεγραμμένον ὁρᾷν, ἢ "1αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου"2, καὶ τοῦτο

χρυσοῖς τε καὶ πρὸς ἅπαν κάλλος ἠσκημένοις γράμμασιν ὁμοίως ἀεὶ πανταχῆ·

διαπορεῖσθαί τε καθ' ἑαυτὴν, πῶς ἱερὸν εὐαγγέλιον ὂν μηδὲν μηδαμῆ τῶν

εὐαγγελικῶν εἶχε ῥητῶν, ἀλλὰ μικρὰ τῶν τῷ θείῳ ∆αβὶδ εἰρημένων. τοῦτο

ἀφυπνισθεῖσα διηγεῖτο πρὸς ἐνίους τῶν φίλων· καίτοι θεῖον ἔφασκεν εἶναι

χρησμῴδημα, καὶ πέρας προαναφωνεῖν τῶν καθ' αὑτὴν πραγμάτων εὐκλεές τε καὶ

πάνυ χρηστόν. τὸ δ' ἦν οὐ τοιοῦτον· ὅμως ἔσχεν οὕτω ταυτί. ( ʹ.) Ἓν μὲν δὴ τοῦτο

σημεῖον ἦν, ὃ προανεφώνησεν ἐξ ὕπνων καὶ νυκτῶν τὴν τῆς μεγάλης ταυτησὶ 2.619

καὶ περιφανοῦς οἰκίας καθαίρεσιν. δεύτερον δ' ἐκ νυκτῶν μὲν καὶ αὐτὸ, μὴ ἐξ ὕπνου

γε μὲν, ἀλλ' ἐξ ἐγρηγόρσεως φάντασμα θεαθὲν ἐναργῶς. εἰωθὸς γὰρ τοῖς εὐγενείᾳ

καὶ δόξῃ μεγάλῃ συζῶσι προσώποις, ἄχρι καὶ ἐς μέσας που νύκτας

συνδιανυκτερεύειν τοῖς ὅσοι χρείας οἱασδηποτοῦν προσίασιν ἕνεκα, τῇ

Καντακουζηνῇ τοῦτο μάλιστα πάντων προσῆν, ἅτε καὶ μάλιστα πάντων δόξῃ καὶ

περιφανείᾳ προεχούσῃ, καὶ βουλῶν καὶ ἀποῤῥήτων προεστηκυίᾳ βασιλικῶν. τῆς δὴ

τοιαύτης ἐχομένῃ καὶ νῦν συνηθείας, καὶ πόῤῥω νυκτῶν γενομένης τῆς ὁμιλίας,

ἔδοξεν αὐτῇ, στᾶσαν πρὸ τῶν θυρῶν ἀφ' ὑψηλοῦ τοῦ πύργου τῆς οἰκίας θεάσασθαί

τε τὴν σελήνην ἀνίσχουσαν ἄρτι τοῦ ὁρίζοντος καὶ τῆς ὥρας ἐκεῖθεν

καταστοχάσασθαι. τὸ γὰρ περίγειον ἐκ περιστροφῆς τοῦ οἰκείου ἐπαναλαμβάνουσα

κύκλου, καὶ ἐς τετράγωνον αὖθις τῷ ἡλίῳ καθισταμένη τὸ δεύτερον ἤδη

σχηματισμὸν, ἀκρονύκτους οὐ μάλα ἐβούλετο παρέχειν τῇ γῇ τὰς αὐγὰς, πρὶν ἐς

μέσην ἀφικέσθαι τὴν νύκτα τηνικαῦτα τὸν χρόνον. (Ζ.) Οὕτω δὲ στάσεώς τε καὶ

σκέψεως ἔχουσα, καὶ ἅμα φροντίδων οὖσα τῶν μελλόντων πλήρης, ἔνοπλον ἱππέα

τεθέαται, κάτωθέν τε ἑστῶτα τοῦ πύργου καὶ τῷ δόρατι σημειούμενον τὸ τοῦ πύργου

μέγεθος· ὡς ἐκπλαγῆναί τε αὐτὴν τῷ αἰφνιδίῳ καὶ ἀπροσδοκήτῳ τοῦ φάσματος καὶ

συστραφεῖσαν ἐκπέμψαι τοὺς καθέξοντας τὸν ἐν ἀωρίᾳ τοιαύτῃ τοιαῦτα

μηχανώμενον, καὶ ἀκουσομένους, ὅτου χάριν καὶ ὅθεν ἐκείνῳ ταῦτα δρᾷν

προστεταγμένον εἴη. ἐπεὶ δὲ τὴν ταχίστην παλινδρομήσαντας φάναι μηδένα τῶν

πάντων ἑωρα 2.620 κέναι, μηδ' εἶναι πάροδον οὐδεμίαν, ὁπόθεν εἰσιτητά γε εἴη

ξένοις καὶ ἱππόταις ἀνδράσι, τῶν θυρῶν ἁπασῶν κεκλεισμένων, ἤδη καταπλαγῆναί

τε αὐτὴν καὶ, πρὸς ἄλλας ἐννοίας ἀνενεγκοῦσαν τὸ μάντευμα, λύπης πλησθῆναι καὶ

δακρύων γενέσθαι ἐγγύς. ιδʹ. Ἐγὼ δ' ἐκεῖσε ἐπάνειμι. τῷ Καντακουζηνῷ γὰρ οὔτε

πρὸς τοσαῦτα τὴν ψυχὴν κατενηνέχθαι ῥόθια τῶν δεινῶν συνηνέχθη, οὔτε πρὸς οὓς

εὕρισκε συνεχῶς κατ' αὐτοῦ συσκευαζομένους λαθραίας καὶ ἄλλοτ' ἄλλας ἐπιβουλὰς

ἀπηγορευκέναι, ἀλλ' ἑστάναι τῶν ἰδίων ὅρων ἐντὸς, ἀκλινεῖς τὰς πρὸς θεὸν ἐλπίδας

ὁμοίως ἀεὶ φυλάττοντι· καὶ γράφοντι μὲν ἀεὶ καὶ δεομένῳ λήγειν οὐκ ἦν οὐδαμῆ,

κυρωθῆναι ὁπόσα περιὼν ὁ βασιλεὺς ἐνετέλλετο περί γε αὐτοῦ. ἀλλὰ τῶν

Βυζαντίων οὐδ' ἄκροις τῶν λεγομένων ἀκούειν θελόντων ὠσὶν, ὅτι μὴ καὶ τοὺς

ἀγγέλους σὺν ἀτιμίᾳ καὶ κουρᾷ πομπευόντων ἐπ' ἀγορᾶς καὶ δεσμοῖς καὶ εἱρκταῖς

συγκλειόντων, τῷ δὲ οὐ διὰ γλώττης ἐγένετο λοιδορεῖν οὐδενὶ τῶν ἁπάντων. οὐ

μὴν οὐδὲ τοὺς ἐν τῷ ὄρει τῷ Ἄθῳ διαπρέποντας ἀρετῇ καὶ ἀσκήσει μεσίτας εἰρήνης

ἀπηξίου γίνεσθαι. ἀλλὰ καὶ τούτων ἐλθόντων, ἄπρακτος ἔδοξεν ἡ σπουδή. τὰ μέντοι

χρήματα, καὶ εἴ τι κειμήλιον ἦν ἀμφοτέροις ἐκ πολλοῦ τεθησαυρισμένον, πάντα

ἀνάλωται πρός τε ἄλλα τῶν κοινῶν καὶ πρὸς τὰς τῶν στρατιωτῶν χρείας. (Β.)

Κρύφα γε μὴν συχνοὶ τῶν τῆς Ὀρεστιάδος προὐχόντων, ἑταιρείαν πεποιηκότες,

συνέθεντο περιελθόντι Καντακουζηνῷ τὰς πύλας ἀνοῖξαι, πρὶν αἰσθέσθαι τοὺς

τυραννήσαντας δημότας, καὶ γράμματα ἔπεμψαν 2.621 ἤδη καλοῦντες αὐτὸν, τὴν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

222

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!