Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

τιθηνούμενος ἔτι, καὶ γονέων, εἴπερ ποτὲ, νῦν μάλιστα χρῄζων, ὁ καὶ ἀμφοτέρων στερούμενος. θυγατέρες μὲν γὰρ ἐγέ 1.63 νοντο τῷ βασιλεῖ τελεωτέραν ἄγουσαι ἡλικίαν τέτταρες· ἄῤῥην δ' ἄλλος οὐκ ἦν, πλὴν τούτου δὴ τοῦ βρεφικὴν ἄγοντος ἄρτι τὴν ἡλικίαν Ἰωάννου. ὧν δὴ θυγατέρων τὴν πρώτην φημὶ τὴν Μαρίαν, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν, εἶχεν ἤδη λαβὼν εἰς γυναῖκα νόμιμον ὁ Αἰτωλὸς Νικηφόρος, ὁ καὶ δεσπότης διὰ τὸ κῆδος παρὰ τοῦ πενθεροῦ καὶ βασιλέως τετιμημένος. τὴν δέ γε δευτέραν τὴν Θεοδώραν εἶχεν ὁμοίως ὁ τῶν Βουλγάρων ἄρχων Κωνσταντῖνος ὁ Τοῖχος, ὡς ἄρα δὴ καὶ τοῦτ' ἔφθημεν εἰρηκότες. ἐλείποντο δὲ ἤδη τὸν αὐτὸν τῆς ὀρφανίας ἕλκουσαι ζυγὸν ἕτεραι θυγατέρες δύω, καὶ ὁ νεώτατος οὗτος παῖς Ἰωάννης· δι' ὃν αἵ τε τοῦ βασιλέως ἔγγραφοι ἐξετίθεντο διαθῆκαι ἐπίτροπον τὸν Μουζάλωνα καθιστῶσαι καὶ πρός γε δὴ φρικώδεις ὁρκωμοσίαι παρὰ πάντων ὁμοῦ μεγάλων τε καὶ μικρῶν ἐτελέσθησαν. ἐτελέσθησαν δὲ οὐχ ἅπαξ, ἀλλὰ πρῶτον μὲν τελευτῶντος τοῦ βασιλέως· ἔπειτ' εὐθὺς μετὰ τὴν αὐτοῦ τελευτήν. (Γ.) Τῶν γὰρ ἐν ἀξιώμασί τινες κἀπὶ γένους σεμνυνομένων λαμπρότητι νεωτερίσασαν οὕτω ταχέως ἰδόντες τὴν τοῦ Μουζάλωνος τύχην διεψιθύριζον πρὸς ἀλλήλους, ἀχθόμενοι τῇ πέρα τούτου τιμῇ, πολλῶν ὄντων ἑτέρων οἱ μᾶλλον ἐκείνου προσήκουσι τήν τε ἐπιτροπὴν τοῦ βασιλικοῦ παιδὸς ἀναδέχεσθαι καὶ ἅμα τὴν τῶν κοινῶν πραγμάτων διοίκησιν ἔκ τε τοῦ προσεχῶς ἐς βασιλέα τὸ γένος ἀναφέρειν καὶ αὖ ἔκ γε τοῦ δεξιωτέρους πολλῷ πεφυκέναι ἐς τὰ τοιαῦτα ἢ κατὰ τὸν Μουζάλωνα, ἄνδρα πολλὰς κεκτημένον τὰς ἀφορμὰς ἐς τὸ περιφρονεῖσθαί τε καὶ μισεῖσθαι παρὰ πάντων, ὡς αὐτοὶ 1.64 διετείνοντο. τό, τε γὰρ μὴ γένους φησὶν εὔκλειαν ἕλκειν ἀπὸ τῶν φύντων, τό, τε συνεργὸν γενέσθαι τῷ βασιλεῖ πολλάκις ἐς τὰς τῶν πολλῶν τιμωρίας, ἱκανὰ ταῦτα μῖσος δεινὸν ἐντεκεῖν ταῖς ψυχαῖς τῶν πολλῶν κατ' αὐτοῦ. εἰ δὲ καὶ βασιλείας ἤρα καὶ ταύτην ὠνειροπόλει, καθώς τινες διαβάλλοντες προὔφερον, τοῦτο δὲ ποίους οὐκ ἂν ἀνῆπτε κακίας πυρσοὺς κατὰ τῆς αὐτοῦ κεφαλῆς; ταῦτα δ' οὐκ ἐλελήθει Μουζάλωνα. δεινὸς μὲν γὰρ ὁ ἀνὴρ καὶ πρότερον ἦν ἐς τὸ συνιέναι τοιαῦτα· τότε δὲ καὶ τῶν πραγμάτων ζεόντων καὶ ἀγωνίαν μεγίστην τῇ τούτου ψυχῇ προξενούντων, συνετώτερος αὐτὸς ἐδόκει πολλῷ ἑαυτοῦ. καὶ δὴ τὴν ταχίστην ἐς βουλευτήριον ἅπαντας μεγιστᾶνας συνηθροικὼς δεξιάν τε ἐδίδου τοῖς ὅλοις καὶ ἀπὸ τοῦ ἥττονος προὔφερε τὴν ὁμιλίαν· καὶ δῆλος ἦν παραχωρήσων ἀσμένως τῷ βουλομένῳ τὴν ἐπιτροπὴν τῶν τε κοινῶν πραγμάτων καὶ αὐτοῦ δὴ τοῦ παιδὸς τοῦ βασιλέως. (∆.) Ἐπεὶ δὲ πάντες μὲν ὥσπερ ἀπὸ συνθήματος ὁμοῦ παρῃτοῦντο, αὐτὸν προτιμᾶσθαι τῶν ἄλλων ὁμολογοῦντες, ὃν καὶ βασιλεὺς αὐτὸς ὁ τῶν πραγμάτων καὶ τοῦ παιδὸς ἐδικαίωσε κύριός τε καὶ αὐτοκράτωρ, ὁ δὲ Μουζάλων οὐδ' ὁπωσοῦν ἐνεδίδου, ἀλλὰ γενναίως ἀνθίστατο, τήν τε ἡσυχίαν αἱρούμενος καὶ τὸ πρᾶγμα ἀποσειόμενος ὅλαις ὁρμαῖς καὶ κινήσεσι τῆς ψυχῆς διά τε τὸν ὑφέρποντα φθόνον τῷ πράγματι καὶ μάλιστα διὰ τὸν ἐντεῦθεν ὑποφαινόμενόν τε καὶ πλαστουργούμενον κίνδυνον· φρικωδέστεροι τῶν προτέρων ὅρκοι πάλιν ἐγίγνον 1.65 το· καὶ ὤμνυον ἅπαντες ὅσοι τῶν ἐν ἀξιώματι καὶ ὅσοι τοῦ δήμου τοῦ στρατιωτικοῦ· καὶ σφίσι τε αὑτοῖς ἦσαν ἐπαρώμενοι πανωλεθρίαν καὶ ἅπαντι τῷ γένει σφῶν ἕκαστος, εἰ μὴ τοῖς ὅρκοις ἐμμένοιεν ἀσφαλῶς καὶ διατηροῖεν τῷ μὲν Μουζάλωνι τὴν ἐπιτροπὴν, τῷ δὲ τοῦ βασιλέως υἱῷ τὴν βασιλείαν ἀνεπιβούλευτόν τε καὶ ἀπαράτρεπτον μέχρι διαπαντὸς, αὐτῷ τε καὶ τοῖς ἐξ αὐτοῦ γεννηθησομένοις. καὶ οὕτως οἱ μὲν ἀπηλλάττοντο, τὰ δὲ πράγματα ἦσαν αὖθις ὑπὸ τῷ Μουζάλωνι διοικούμενα. (Ε.) Ἀλλὰ τέλειαι μὲν οὔπω παρήλλαττον ἡμέραι ἐννέα, καί τινες τῶν γένει καὶ πλούτῳ προὐχόντων φθόνῳ δεινῷ στρατηγούμενοι τὸν στρατὸν συνεκύκησαν καὶ τὰς αὐτῶν ὥπλισαν δεξιὰς κατὰ τῆς σφαγῆς τοῦ Μουζάλωνος. τοὺς δὲ χθὲς καὶ πρότριτα τελεσθέντας φρικώδεις ὅρκους ἐκείνους καὶ τὰς παλαμναιοτάτας ἀρὰς, φεῦ τῆς ἀρχῆς τῶν κακῶν, λήθης ἀπολαβόντες βυθοὶ καὶ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 22

πλημμύραι διέφθειραν. ἐννάτη μὲν γὰρ ἡμέρα παρῆν μετὰ τὴν τελευτὴν τοῦ βασιλέως καὶ ἅπασαι τῶν ἐνδόξων συνῄεσαν γυναικῶν ἐπὶ τῇ μονῇ τῶν Σωσάνδρων, ἔνθα καὶ τὸ τοῦ βασιλέως τέθαπται σῶμα, τὸ νενομισμένον τελέσουσαι πένθος καὶ τὰ μνημόσυνα. παρῆσαν δ' ὁμοῦ καὶ πάντες ἄρχοντες καὶ ἀρχόμενοι, ἐν οἷς καὶ οἱ τὴν ἐπιβουλὴν ἐξαρτύσαντες ἦσαν· καὶ συνέῤῥει πᾶς ὁ στρατὸς, οἱ μὲν πένθους ἕνεκα, οἱ δὲ φονικὴν ὠδίνοντες ὁρμήν. καὶ τί δεῖ διατρίβειν; ἔτι τῆς ἱερᾶς τελουμένης ὑμνῳδίας, τὰ ξίφη γυμνώσαντες πάντες οἱ στρατιῶται ἔνδον ἐξαίφνης τοῦ νεὼ εἰσεπήδησαν καὶ παρὰ τῇ θείᾳ καὶ ἱερᾷ τραπέζῃ καταφυγόντα τὸν Μουζάλωνα κατέσφαξαν ἀπηνῶς, κἀπὶ 1.66 τούτῳ τοὺς δύο ἅμα ἀδελφοὺς, Ἀνδρόνικόν τέ φημι τὸν μέγαν δομέστικον καὶ Θεόδωρον τὸν πρωτοκυνηγόν· καὶ πρὸς τούτοις τὸν σφῶν ὑπογραμματέα δι' ὁμοιότητα προσώπου τινὰ, συμβὰν οὑτωσί πως, σφαλέντες. καὶ οὕτως αἵ τε γυναῖκες καὶ ὁ λοιπὸς ὄχλος ἀτέλεστον ἀφέντες τὸ πένθος ἄλλος ἐπ' ἄλλῳ συντριβόμενοι διὰ τὸν φόβον ἔφυγον ὅλοις ποσὶν ὅποι τύχοιεν ἕκαστοι. τὸ δὲ ἱερατικὸν ἅπαν καὶ ὁ τῶν μοναχῶν σύλλογος ἔνδον τοῦ ἱεροῦ τεμένους ἑκόντες ἄκοντες συνελαθέντες ὠλίσθαινόν τε καὶ ἔπιπτον ἄλλος ἐπ' ἄλλῳ, τοῦτο μὲν καὶ διὰ τὸ βίᾳ καὶ ῥύμῃ σφοδρᾷ παρ' ἀλλήλων συνωθεῖσθαι, τοῦτο δὲ καὶ ὅτι ἀνέδραστον εἶχον τὴν τῶν ποδῶν βάσιν ἐκ τῶν χεθέντων αἱμάτων. ( .) Ὀλίγαι παρῆλθον ἡμέραι καὶ ὁ πατριάρχης Ἀρσένιος ἐπίτροπος ὢν καὶ αὐτὸς καὶ γινώσκων ὡς εἰ μὴ διανασταίη νῦν, διὰ τοσούτου θορύβου τῶν Ῥωμαϊκῶν φερομένων πραγμάτων καὶ μέγιστον ἐν ποσὶν εἶναι ὑπισχνουμένων τὸν κίνδυνον τοῦ τε παιδὸς καὶ τῶν ὅλων πραγμάτων, οὐδὲν ἔσται τὸ κωλύον ἐς κακίας ἔσχατα χωρήσειν αὐτίκα τὰ πράγματα· δι' ἃ δὴ τὴν ψυχὴν μεριζόμενος ἐς διαφόρους ὁδοὺς λογισμῶν ἀμφιβόλων οὐκ εἶχεν ὅ, τι πράξειε καίριον. ἦν μὲν γὰρ τὴν πρὸς ἀρετὴν φέρουσαν καὶ κατὰ θεὸν ἀγωγὴν ὁ ἀνὴρ οὐ πολὺ τῶν ἄκρων ἀπολειπόμενος· ἐς δὲ πραγμάτων πεῖραν καὶ πολιτικὴν διοίκησιν καὶ αὐτῶν ὡς εἰπεῖν τῶν ἀπὸ σκαπάνης ὀψὲ τῆς ὥρας ἀπαλλαττόντων ἀπολειπόμενος. οὐ γὰρ θεωρία πνευματικὴ καὶ πρᾶξις πολιτικὴ ὡς τὰ πολλὰ συνεῖναι πεφύκασιν· εὐκτὸν δ' ἂν, εἰ μὴ μαχόμενα τὸ 1.67 πλέον πρὸς ἄλληλα φαίνοιντο, καθάπερ σῶμα καὶ πνεῦμα καὶ αὖ ὅσα τῶν αἰσθητῶν πρός γε τὰ ὑπὲρ αἴσθησιν. ἐμοὶ δ' ἀρέσκει κρᾶσιν ἐξ ἀμφοτέρων ἔχειν, ὅστις ποτέ ἐστιν ὁ βουλόμενος ἄρχειν, καθάπερ κἀν τοῖς μουσικοῖς ὁρῶμεν ὀργάνοις τοὺς αὐτῶν ἐπιστήμονας πράττοντας. οὐ γὰρ ἰσοτόνους τὰς νευρὰς καθιστῶσιν ἁπάσας· ἄμουσον γὰρ τὸ τοιοῦτον καὶ ἐκμελές· ἀλλὰ τὰς μὲν πρὸς τὸ βαρύτερον τείναντες, τὰς δὲ πρὸς τὸ ὀξύτερον, καὶ τὰς μὲν μᾶλλον, τὰς δ' ἧττον, οὕτω ποικίλην τινὰ καὶ ἔμμουσον καθιστῶσι τὴν ἁρμονίαν. τῷ γὰρ μόνῃ προσέχοντι τὸν νοῦν τῇ κατὰ θεὸν θεωρίᾳ ὄρεσι καὶ σπηλαίοις ἐνδιατρίβειν προσήκει, ἀκοινώνητον ὡς τὰ πολλὰ τὸ ἦθος ἀσκήσαντι καὶ πάνυ τοι ἄμικτον καὶ τοῖς πολλοῖς ἠλλοτριωμένον. ὅστις δὲ μετὰ τῆς ἀρετῆς καὶ πολιτικὸν ἤσκησεν ἦθος καὶ χάριεν καὶ κοινωνικὸν καὶ πεῖραν ἔσχε πραγμάτων παντοίων, οὗτος λαὸν ὁδηγεῖν ἐς τὰ βέλτιστα καὶ σωτήρια κράτιστος. ἐπεὶ καὶ ὁ σωτὴρ ἡμῶν καὶ θεὸς, εἰ μὴ τοῖς ἀνθρωπίνοις ὑπέκυπτε πάθεσι καὶ τελώναις συνήσθιε καὶ κοινωνικὸν ἐδείκνυτο ἦθος καὶ τοῖς πᾶσι τὰ πάντα μετὰ τοῦ καθήκοντος ἐγίγνετο λόγου, οὐκ ἂν οἶμαι πρὸς τὰ λυσιτελοῦντά τε καὶ σωτήρια ῥᾳδίως ὅλους ἦγε δήμους καὶ πόλεις. (Ζ.) Ἀλλ' ἐκεῖσε ἐπάνειμι. διηπορεῖτο μὲν οὖν ὁ πατριάρχης Ἀρσένιος, μέσος ἐναποληφθεὶς τοσούτου θορύβου πραγμάτων, καὶ ἐπεσκοπεῖτο καθ' ἑαυτὸν μὲν ἥκιστα· πῶς γὰρ, πεῖραν πραγμάτων τοιούτων καὶ λογισμῶν λαβυρίνθους οὐκ ἔχων, ὡς εἴρηται· 1.68 ἐσκοπεῖτο δ' οὖν μετὰ τῶν ἐν τέλει τὸ ποιητέον, πρὶν ἐπίβουλον ὁπλισθῆναι σίδηρον κατὰ τῆς κεφαλῆς Ἰωάννου τοῦ βασιλέως υἱέως. ἐλάνθανε δὲ ἄρα πάντως αὐτὸν, ὡς ἡ πεῖραν βαθεῖαν καὶ φρένας ποικίλας οὐκ ἔχουσα σκέψις αὕτη μᾶλλον ἂν εἴη ταχύτερος ὄλεθρος ὑπὲρ οὗ γίνεται, ἢ πάντα ξίφη πολέμια. δηλώσει δὲ προϊὼν ὁ λόγος. δʹ. Ὁ Κομνηνὸς Μιχαὴλ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 23

τιθηνούμενος ἔτι, καὶ γονέων, εἴπερ ποτὲ, νῦν μάλιστα χρῄζων, ὁ καὶ ἀμφοτέρων

στερούμενος. θυγατέρες μὲν γὰρ ἐγέ 1.63 νοντο τῷ βασιλεῖ τελεωτέραν ἄγουσαι

ἡλικίαν τέτταρες· ἄῤῥην δ' ἄλλος οὐκ ἦν, πλὴν τούτου δὴ τοῦ βρεφικὴν ἄγοντος

ἄρτι τὴν ἡλικίαν Ἰωάννου. ὧν δὴ θυγατέρων τὴν πρώτην φημὶ τὴν Μαρίαν, ὡς ὁ

λόγος φθάσας ἐδήλωσεν, εἶχεν ἤδη λαβὼν εἰς γυναῖκα νόμιμον ὁ Αἰτωλὸς

Νικηφόρος, ὁ καὶ δεσπότης διὰ τὸ κῆδος παρὰ τοῦ πενθεροῦ καὶ βασιλέως

τετιμημένος. τὴν δέ γε δευτέραν τὴν Θεοδώραν εἶχεν ὁμοίως ὁ τῶν Βουλγάρων

ἄρχων Κωνσταντῖνος ὁ Τοῖχος, ὡς ἄρα δὴ καὶ τοῦτ' ἔφθημεν εἰρηκότες. ἐλείποντο δὲ

ἤδη τὸν αὐτὸν τῆς ὀρφανίας ἕλκουσαι ζυγὸν ἕτεραι θυγατέρες δύω, καὶ ὁ νεώτατος

οὗτος παῖς Ἰωάννης· δι' ὃν αἵ τε τοῦ βασιλέως ἔγγραφοι ἐξετίθεντο διαθῆκαι

ἐπίτροπον τὸν Μουζάλωνα καθιστῶσαι καὶ πρός γε δὴ φρικώδεις ὁρκωμοσίαι παρὰ

πάντων ὁμοῦ μεγάλων τε καὶ μικρῶν ἐτελέσθησαν. ἐτελέσθησαν δὲ οὐχ ἅπαξ, ἀλλὰ

πρῶτον μὲν τελευτῶντος τοῦ βασιλέως· ἔπειτ' εὐθὺς μετὰ τὴν αὐτοῦ τελευτήν. (Γ.)

Τῶν γὰρ ἐν ἀξιώμασί τινες κἀπὶ γένους σεμνυνομένων λαμπρότητι νεωτερίσασαν

οὕτω ταχέως ἰδόντες τὴν τοῦ Μουζάλωνος τύχην διεψιθύριζον πρὸς ἀλλήλους,

ἀχθόμενοι τῇ πέρα τούτου τιμῇ, πολλῶν ὄντων ἑτέρων οἱ μᾶλλον ἐκείνου

προσήκουσι τήν τε ἐπιτροπὴν τοῦ βασιλικοῦ παιδὸς ἀναδέχεσθαι καὶ ἅμα τὴν τῶν

κοινῶν πραγμάτων διοίκησιν ἔκ τε τοῦ προσεχῶς ἐς βασιλέα τὸ γένος ἀναφέρειν καὶ

αὖ ἔκ γε τοῦ δεξιωτέρους πολλῷ πεφυκέναι ἐς τὰ τοιαῦτα ἢ κατὰ τὸν Μουζάλωνα,

ἄνδρα πολλὰς κεκτημένον τὰς ἀφορμὰς ἐς τὸ περιφρονεῖσθαί τε καὶ μισεῖσθαι παρὰ

πάντων, ὡς αὐτοὶ 1.64 διετείνοντο. τό, τε γὰρ μὴ γένους φησὶν εὔκλειαν ἕλκειν ἀπὸ

τῶν φύντων, τό, τε συνεργὸν γενέσθαι τῷ βασιλεῖ πολλάκις ἐς τὰς τῶν πολλῶν

τιμωρίας, ἱκανὰ ταῦτα μῖσος δεινὸν ἐντεκεῖν ταῖς ψυχαῖς τῶν πολλῶν κατ' αὐτοῦ. εἰ

δὲ καὶ βασιλείας ἤρα καὶ ταύτην ὠνειροπόλει, καθώς τινες διαβάλλοντες

προὔφερον, τοῦτο δὲ ποίους οὐκ ἂν ἀνῆπτε κακίας πυρσοὺς κατὰ τῆς αὐτοῦ

κεφαλῆς; ταῦτα δ' οὐκ ἐλελήθει Μουζάλωνα. δεινὸς μὲν γὰρ ὁ ἀνὴρ καὶ πρότερον ἦν

ἐς τὸ συνιέναι τοιαῦτα· τότε δὲ καὶ τῶν πραγμάτων ζεόντων καὶ ἀγωνίαν μεγίστην

τῇ τούτου ψυχῇ προξενούντων, συνετώτερος αὐτὸς ἐδόκει πολλῷ ἑαυτοῦ. καὶ δὴ

τὴν ταχίστην ἐς βουλευτήριον ἅπαντας μεγιστᾶνας συνηθροικὼς δεξιάν τε ἐδίδου

τοῖς ὅλοις καὶ ἀπὸ τοῦ ἥττονος προὔφερε τὴν ὁμιλίαν· καὶ δῆλος ἦν παραχωρήσων

ἀσμένως τῷ βουλομένῳ τὴν ἐπιτροπὴν τῶν τε κοινῶν πραγμάτων καὶ αὐτοῦ δὴ τοῦ

παιδὸς τοῦ βασιλέως. (∆.) Ἐπεὶ δὲ πάντες μὲν ὥσπερ ἀπὸ συνθήματος ὁμοῦ

παρῃτοῦντο, αὐτὸν προτιμᾶσθαι τῶν ἄλλων ὁμολογοῦντες, ὃν καὶ βασιλεὺς αὐτὸς ὁ

τῶν πραγμάτων καὶ τοῦ παιδὸς ἐδικαίωσε κύριός τε καὶ αὐτοκράτωρ, ὁ δὲ

Μουζάλων οὐδ' ὁπωσοῦν ἐνεδίδου, ἀλλὰ γενναίως ἀνθίστατο, τήν τε ἡσυχίαν

αἱρούμενος καὶ τὸ πρᾶγμα ἀποσειόμενος ὅλαις ὁρμαῖς καὶ κινήσεσι τῆς ψυχῆς διά τε

τὸν ὑφέρποντα φθόνον τῷ πράγματι καὶ μάλιστα διὰ τὸν ἐντεῦθεν ὑποφαινόμενόν

τε καὶ πλαστουργούμενον κίνδυνον· φρικωδέστεροι τῶν προτέρων ὅρκοι πάλιν

ἐγίγνον 1.65 το· καὶ ὤμνυον ἅπαντες ὅσοι τῶν ἐν ἀξιώματι καὶ ὅσοι τοῦ δήμου τοῦ

στρατιωτικοῦ· καὶ σφίσι τε αὑτοῖς ἦσαν ἐπαρώμενοι πανωλεθρίαν καὶ ἅπαντι τῷ

γένει σφῶν ἕκαστος, εἰ μὴ τοῖς ὅρκοις ἐμμένοιεν ἀσφαλῶς καὶ διατηροῖεν τῷ μὲν

Μουζάλωνι τὴν ἐπιτροπὴν, τῷ δὲ τοῦ βασιλέως υἱῷ τὴν βασιλείαν ἀνεπιβούλευτόν

τε καὶ ἀπαράτρεπτον μέχρι διαπαντὸς, αὐτῷ τε καὶ τοῖς ἐξ αὐτοῦ γεννηθησομένοις.

καὶ οὕτως οἱ μὲν ἀπηλλάττοντο, τὰ δὲ πράγματα ἦσαν αὖθις ὑπὸ τῷ Μουζάλωνι

διοικούμενα. (Ε.) Ἀλλὰ τέλειαι μὲν οὔπω παρήλλαττον ἡμέραι ἐννέα, καί τινες τῶν

γένει καὶ πλούτῳ προὐχόντων φθόνῳ δεινῷ στρατηγούμενοι τὸν στρατὸν

συνεκύκησαν καὶ τὰς αὐτῶν ὥπλισαν δεξιὰς κατὰ τῆς σφαγῆς τοῦ Μουζάλωνος.

τοὺς δὲ χθὲς καὶ πρότριτα τελεσθέντας φρικώδεις ὅρκους ἐκείνους καὶ τὰς

παλαμναιοτάτας ἀρὰς, φεῦ τῆς ἀρχῆς τῶν κακῶν, λήθης ἀπολαβόντες βυθοὶ καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

22

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!