Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

δυνηθείη τρόπῳ. ὁ δὲ τῶν τε ἐν Βυζαντίῳ καὶ πάσῃ πόλει τοῦ Καντακουζηνοῦ φίλων καὶ συγγενῶν τοὺς ἰσχύοντας ἐν Καρὸς ἐτίθετο μοίρᾳ, καὶ βασιλικῶς ἐνσεσημασμένας ἐπιστολὰς διέπεμπε, τὸν μὲν Καντακουζηνὸν τῆς ἐπιτροπῆς τῶν βασιλικῶν καθαιρούσας πραγμάτων καὶ ἀργὸν ἐν ∆ιδυμοτείχῳ καθῆσθαι 2.608 καθάπερ δεσμώτην διακελευομένας· τὸν δ' αὐτῷ προσανέχοντα στρατὸν τὴν ταχίστην ἐπανακάμψαι πρὸς τὸ Βυζάντιον. ιαʹ. Οἱ μὲν οὖν ἐν Βυζαντίῳ λογάδες τῶν τοῦ Καντακουζηνοῦ φίλων καὶ συγγενῶν, καὶ σὺν αὐτοῖς ἔνιοι τῶν ἄλλως προσηκόντων, δείσαντες μὴ κατ' ἄνδρα συλλαμβανόμενοι τῆς ἑαυτῶν ἀνδρίας ἀνάξια πάθωσι, συναθροίζονταί τε πρὸς ἑνός τινος οἶκον καὶ κοινολογησάμενοι πρεσβεύονται πρός τε τὸν πατριάρχην καὶ τὸν Ἀπόκαυκον περὶ τοῦ μὴ παθεῖν τι τῶν φημιζομένων δεινῶν· μηδὲ γὰρ ἂν ἀνέξεσθαι παραλόγως οὑτωσί πως ἀγεννές τι πρὶν δρᾶσαι παθεῖν· τοὺς δ' ἀποκρίνασθαι μὲν οὐδὲν πρὸς αὐτούς· πέμψαντας δ' ἀνὰ πᾶν τὸ Βυζάντιον ἀνασεῖσαι τὸν ὄχλον διὰ τῶν δημάρχων, καὶ ἀναφλέξαι τὴν ἄλογον καὶ ἀταμίευτον τοῦ δήμου φορὰν κατ' αὐτῶν τόξοις, καὶ ξίφεσι, καὶ χειροπληθέσι χερμαδίοις τοῖς προστυχοῦσι. (Β.) Τοῦτο δὴ παρὰ πᾶσαν ἐλπίδα βλέποντες ἐκεῖνοι, τοῦ πλήθους ἤδη συῤῥέοντος ἐπ' αὐτοὺς κατὰ ποταμοὺς καὶ σμήνη μελισσῶν καὶ χειμέρια πελάγους κύματα, δραμόντες ἀνεμόχλευσαν μίαν εὐθὺς τῶν ἐκ πολλοῦ κεκλεισμένων τοῦ τείχους πυλῶν· κἀκεῖθεν ἐξιόντες ᾤχοντο ἅπαντες ἀβλαβεῖς, καὶ ὑπὲρ ἑξήκοντά που τὸν ἀριθμὸν ὑπάρχοντες. τὴν μὲν οὖν ἑσπέραν ἐκείνην, καὶ ἅμα τὴν ἐφεξῆς ἡμέραν ἄχρι δείλης ὀψίας, ἐν ἑνί τινι χώρῳ τῶν τοῦ Βυζαντίου ηὐλίσαντο προαστείων, περιμένοντες ἴσως ἐκ Βυζαντίου πρᾶόν τινα καὶ πρὸς εἰρήνην βλέποντα λόγον. ἐπεὶ δὲ τήν τε τῶν οἰκιῶν αἰφνίδιον καθαίρεσιν σφῶν ἠκηκόεισαν, καὶ ἀπαγωγὴν καὶ δή 2.609 μευσιν τῶν οἰκείων, καὶ πάντα δήπου τὰ τῶν ἐλπίδων ἐναντιώτατα, ἄραντες ἐκεῖθεν πλήρεσι ταῖς ἡνίαις ἀφικνοῦνται ἐς ∆ιδυμότειχον, πλεῖστα τὸ παράλογον τῆς σφῶν αὐτῶν θαυμάζοντές τε καὶ ὀδυρόμενοι συμφορᾶς. ὡς δὲ ταῦτα ἰδεῖν καὶ ἀκοῦσαι τὸν Καντακουζηνὸν, περιαλγῆσαί τε τὴν ψυχὴν καὶ δακρύων γενέσθαι ἐγγὺς, καὶ τρικυμίαν ἐξ ἀπορίας μακρὰν ἀναλαβεῖν λογισμῶν, ἐκπληττόμενον τὴν ἀτοπίαν τοῦ πράγματος. (Γ.) Οὔπω τὸ πρῶτον ἠρέμησε κῦμα, καὶ δεύτερον ἀνεῤῥάγη τοῦ προτέρου πολλῷ χαλεπώτερον. ἧκε γάρ τις ἐς τὴν ὑστεραίαν ἀγγέλλων τήν τε τῆς μητρὸς ἄτιμον κάθειρξιν καὶ τὴν τῶν οἴκων αὐτῆς καθαίρεσιν, καὶ τὴν τῆς περιουσίας ἁπάσης δήμευσιν· καὶ ὡς πολλοὶ τῶν γνησίων, ἀνακρινόμενοι καθ' ἡμέραν καὶ ἀπαιτούμενοι τὰ ἐκείνης χρήματα, πᾶσαν ἰδέαν ὑπομένουσι πόνων. οὐδὲν οὖν θαυμαστὸν, εἰ πρὸς τὴν τοιαύτην συμφορὰν οὐκ ἀπέῤῥηξε τὴν ψυχὴν, οὐδ' ἐξέστη τοὺς λογισμοὺς ἐκεῖνος, ἀλλὰ πάνυ θαυμασιώτερον, πῶς παιδείαν εἶναι κυρίου ταῦτα ξυννενοηκὼς ἐπαπεδύσατο πρὸς τοὺς τῆς καρτερίας δούλους, καὶ διετέλεσε τοῖς ὅλοις δεινοῖς ὡς ἀδάμας ἐγκαρτερῶν. ὁ γὰρ καιρὸς ἄλλα ἐπ' ἄλλοις ἡμέρᾳ ἐφ' ἡμέρᾳ ἐπήντλει τὰ τῶν δεινῶν κύματα. (∆.) Οὔπω συχναὶ παρῆλθον ἡμέραι, καὶ ἧκέ τις ἐκ Βυζαντίου φέρων αὐτῷ βασιλικῶς ἐνσεσημασμένα γράμματα, αὐτὸν μὲν οἴκοι καθήμενον ἠρεμεῖν ἐπιτάττοντα, καὶ μήδ' ὁτιοῦν ἐνεργεῖν τοῦ λοιποῦ τῶν βασιλικῶν· τοὺς δὲ στρατιώτας ἐς Βυζάντιον τὴν ταχίστην ἐπανιέναι. κἄπειτα ἐφοίτων ἕτεραι ἀγγελίαι, φάσκουσαι τὴν 2.610 ἀφαίρεσιν καὶ διανομὴν τῶν αὐτοῦ χωρίων πρὸς βαναύσους ἀνθρώπους καὶ ἀγοραίους, καὶ ὅσοι τῶν συγκλύδων τὴν γλῶσσαν θρασεῖαν ἐξώπλισαν μάλιστα κατ' ἐκείνου. ἆθλα γὰρ καὶ βραβεῖα προὐτίθεντο μὴ τὰ ἐκείνου χωρία μόνα τοῖς ὅσοι πλείους καὶ μείζους ἐξήντλουν κατ' ἐκείνου τὰς λοιδορίας, ἀλλὰ καὶ τιμαὶ καὶ δόξαι καὶ προβιβασμοὶ γερῶν, κἂν ἁλιεύς τις ἦν, κἂν ἀγροῦ καὶ σκαπάνης ἀπόζων ὁ πρὸς τοιαύτας ἐξασκῶν λοιδορίας τὴν γλῶτταν. (Ε.) Ταῦθ' ὁρῶν καὶ ἀκούων ἐκεῖνος νῦν μὲν ἐνεκαρτέρει τῇ συνήθει πραότητι, καὶ ταύτης τροφίμου καὶ ἡλικιώτιδος οὔσης προδότης ἐκ τοῦ ῥᾴστου Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 218

γενέσθαι οὐκ εἶχε· νῦν δ' ἐσχίζετο τὴν διάνοιαν, καὶ τοὺς λογισμοὺς περί γε τὸ ποιητέον ἐταλαντεύετο. οὐ γὰρ ἑώρα τὴν ἡσυχίαν ἀκίνδυνον, οὔθ' ἑαυτῷ, οὔτε τῷ τοῦ βασιλέως υἱῷ Ἰωάννῃ τῷ Παλαιολόγῳ, οὔτε τοῖς εἰς αὐτὸν συνδραμοῦσιν εὐγενέσιν ἀνδράσιν ἐκ Βυζαντίου. ἤδη γὰρ κἀκεῖνοι πολὺν μὲν ἐν τῇ καρδίᾳ τρέφοντες ἐξ ὧν ἐπεπόνθεισαν τὸν θυμὸν, δεδιότες δ' ἔτι μᾶλλον καὶ ἐς τὸ μέλλον περὶ τὸ ζῇν, προφανῆ τὴν σφαγὴν ἐπέσειον αὐτῷ, εἰ μὴ βασιλικῶς ὑπὸ σφῶν ἀναγορευθείη. αὐτοῦ γὰρ μὴ τοῦτο θελήσαντος, ἕτερον ἐξ αὐτῶν παρεσκευάσθαι πρὸς τοῦτο. μηδὲ γὰρ εἶναι τούτου χωρὶς εἰς τὴν τῶν Ῥωμαίων σωτηρίαν ἀνυσιμώτερον ἕτερον τῶν ἁπάντων πρᾶγμα καὶ διανόημα. ( ʹ.) Εἰς δὴ τοιούτους χειμῶνας θορύβων καὶ περιστάσεων ἐμπεπτωκότι τῷ Καντακουζηνῷ ὅμως οὐδ' οὕτως ἐνδοῦναι νενόμισται πρότερον δεῖν, πρὶν ἐς Βυζάντιον ἁπάσῃ πεπομφότι σπουδῇ πρὸς ἀνάμνησιν αὖθις 2.611 Ἄνναν κομίσαι τὴν βασιλίδα τῶν τε τοῦ βασιλέως συνθηκῶν ἐκείνων, καὶ ὅσα θανόντος ἐκείνου πέπραχεν αὕτη ξύν γε τῶν ἀμφ' αὐτὴν εὐγενῶν ὁρκωμοτήρια, φόβου καὶ φρίκης μεστὰ, τῶν ὁμοίων ἐχόμενα καταστάσεων. ἀλλὰ καὶ οὕτω τοῦ πράγματος γεγονότος ἤνυσται πλέον αὐτῷ γε οὐδὲν, ἢ βλασφημίας καὶ ὅλας ἁμάξας ὕβρεων ἐκεῖνον ἀλλάξασθαι τῆς πραότητος. ιβʹ. Ταῦτ' ἄρα καὶ βιασθεὶς τὰ τῆς βασιλείας περιζώννυται σύμβολα, οὐ τοῦτο βουλόμενος, ὡς ἔλεγεν, οὐδὲ προθεσμίαν τινὰ πάλαι μελετηθεῖσαν ψυχῆς τελῶν. ἀλλ' ὥσπερ οἱ τὸν ἐκ μεγάλου πελάγους ῥέοντα φεύγοντες κλύδωνα τοῖς λιμέσιν ὁρμίζειν τὰς ὁλκάδας ἐπείγονται, οὕτω καὶ αὐτὸς, διαφυγεῖν οὐ δυνάμενος τὸν περιστάντα βίαιον κίνδυνον ἄλλως, ὡς εἰς λιμένα τινὰ τὴν βασιλικὴν κατέφυγε πορφύραν· οἶμαι τοῦ θεοῦ περαίνοντος ἔργον πάλαι προωρισμένον, κἀκ βρέφους αὐτῷ συμβόλοις οὐ πάνυ τυφλοῖς καὶ ἀσαφέσι προαναφωνούμενον, κἂν αὐτὸς ἐδειλία πρὸς τὴν ἐγχείρησιν, μυστήρια θεοῦ γινώσκειν οὐ μάλα δυνάμενος. ἵνα δ' ἐκ πολλῶν ἐνίων μνησθῶμεν, πρῶτον μὲν ἦν ***. (Β.) Ἡμέρα δ' ἦν, καθ' ἣν τὰ τῆς βασιλείας περιεζώσατο σύμβολα, ἐν ᾗ τὰ τῆς μνήμης ἤγετο ∆ημητρίου τοῦ θείου μάρτυρος. προστάττει δ' ἀναγορεύεσθαι τελευταῖον τοῦτον ὁμοῦ τῇ συζύγῳ βασιλικῶς, μετά γε τὴν τῆς βασιλίδος Ἄννης εὐφημίαν καὶ τοῦ ταύτης υἱοῦ βασιλέως Ἰωάννου. ἐμέμνητο γὰρ ἀεὶ τῆς τοῦ θανόντος βασιλέως φιλίας, καὶ τῶν ἐκείνου περὶ τῆς βασι 2.612 λείας συνθηκῶν ἐκλαθέσθαι οὐ μάλα ἐβούλετο· ἀλλ' ὡς ἐκεῖνον τοὺς ἐκείνου προὐτίθει. πύργον γὰρ ἔλεγεν ἑαυτὸν πρὸς ἐκείνου τοῦ βασιλέως ᾠκοδομῆσθαι πρὸς ἀσφάλειαν τῆς τοῦ παιδὸς βασιλείας· παρὰ τοσοῦτον οὖν εἶναι τῷ παιδὶ τὰ τῆς ἀσφαλείας ἀκίνδυνά τε καὶ βεβαιότερα, παρόσον αὐτὸν ἰσχυρότερον. (Γ.) Ὅθεν καὶ μετὰ τρίτην αὖθις ἡμέραν ἤμειψε τὴν ἐσθῆτα, διὰ τὴν τοῦ θανόντος βασιλέως ἐντάφιον λύπην, ἐκ τῆς πορφύρας ἐς τὸ λευκὸν, ὡς εἴθιστο τοὺς βασιλέας περὶ τὰς λύπας ἀεὶ ποιεῖν· καὶ διήρκεσεν ἐκεῖθεν λευκοῖς ἐνδύμασι χρώμενος, ἕως καὶ τὴν βασιλίδα πόλιν ἑλὼν αὐτοκράτωρ ἀναμφισβήτητος ἐγεγόνει τῆς ὅλης Ῥωμαίων ἀρχῆς. κἀμοὶ τὴν αἰτίαν διαποροῦντι τριῶν ἕνεκα ποιεῖν ἀπεκρίνατο τοῦτο· πρῶτον μὲν τῷ φίλῳ βασιλεῖ τελευτήσαντι δίκαιον ἐκτιννὺς ὄφλημα· δεύτερον διὰ τὴν κατόπιν ἐπιδραμοῦσαν τῆς μητρὸς τελευτήν· καὶ τρίτον, ἐπειδὴ τοὺς σὺν αὐτῷ μακρὸν ὑπομένοντας ἑώρα τὸν κίνδυνον μετὰ τῆς τῶν ἀναγκαίων ἐνδείας, δεῖν ἔκρινε τὴν πολυτελῆ τῶν βασιλικῶν ἐνδυμάτων δαπάνην ἐκείνοις μᾶλλον ἢ ἑαυτῷ ἀναλοῦν. ἀλλὰ γὰρ αὐτὸς μὲν ἐξαπίνης ἐντυχὼν βιαίῳ καὶ ἀνταγωνιστῇ τῷ καιρῷ καὶ τοῖς πράγμασιν οὕτω τὰ κατ' αὐτόν τε διῳκήσατο καὶ ταῖς τοῦ θανόντος βασιλέως συνθήκαις καθόσον ἐφικτὸν διετήρησε τὴν αἰδῶ. (∆.) Ἡ δ' ὁμόψυχος ξυνωρὶς ἐκείνη, ἀκούσασα τὴν τῶν βασιλικῶν παρασήμων ἐκείνου περιβολὴν, ἀνεπήδησέ τε ὑφ' ἡδονῆς καὶ, μεμηνότων ὥσπερ μιμησαμένη διάθεσιν, πρὸς τερα 2.613 τώδη βακχείαν ἐκίνει τὰ ἤθη. ἀφορμὴν γὰρ εἰληφυῖα τὸ πρᾶγμα, καὶ δικαίωμα μέγιστον εἰς τὸ φανερῶς ἀμύνεσθαι, καὶ τὰ πάλαι τῆς ψυχῆς ἀπόῤῥητα Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 219

δυνηθείη τρόπῳ. ὁ δὲ τῶν τε ἐν Βυζαντίῳ καὶ πάσῃ πόλει τοῦ Καντακουζηνοῦ φίλων

καὶ συγγενῶν τοὺς ἰσχύοντας ἐν Καρὸς ἐτίθετο μοίρᾳ, καὶ βασιλικῶς

ἐνσεσημασμένας ἐπιστολὰς διέπεμπε, τὸν μὲν Καντακουζηνὸν τῆς ἐπιτροπῆς τῶν

βασιλικῶν καθαιρούσας πραγμάτων καὶ ἀργὸν ἐν ∆ιδυμοτείχῳ καθῆσθαι 2.608

καθάπερ δεσμώτην διακελευομένας· τὸν δ' αὐτῷ προσανέχοντα στρατὸν τὴν

ταχίστην ἐπανακάμψαι πρὸς τὸ Βυζάντιον. ιαʹ. Οἱ μὲν οὖν ἐν Βυζαντίῳ λογάδες τῶν

τοῦ Καντακουζηνοῦ φίλων καὶ συγγενῶν, καὶ σὺν αὐτοῖς ἔνιοι τῶν ἄλλως

προσηκόντων, δείσαντες μὴ κατ' ἄνδρα συλλαμβανόμενοι τῆς ἑαυτῶν ἀνδρίας

ἀνάξια πάθωσι, συναθροίζονταί τε πρὸς ἑνός τινος οἶκον καὶ κοινολογησάμενοι

πρεσβεύονται πρός τε τὸν πατριάρχην καὶ τὸν Ἀπόκαυκον περὶ τοῦ μὴ παθεῖν τι τῶν

φημιζομένων δεινῶν· μηδὲ γὰρ ἂν ἀνέξεσθαι παραλόγως οὑτωσί πως ἀγεννές τι

πρὶν δρᾶσαι παθεῖν· τοὺς δ' ἀποκρίνασθαι μὲν οὐδὲν πρὸς αὐτούς· πέμψαντας δ' ἀνὰ

πᾶν τὸ Βυζάντιον ἀνασεῖσαι τὸν ὄχλον διὰ τῶν δημάρχων, καὶ ἀναφλέξαι τὴν

ἄλογον καὶ ἀταμίευτον τοῦ δήμου φορὰν κατ' αὐτῶν τόξοις, καὶ ξίφεσι, καὶ

χειροπληθέσι χερμαδίοις τοῖς προστυχοῦσι. (Β.) Τοῦτο δὴ παρὰ πᾶσαν ἐλπίδα

βλέποντες ἐκεῖνοι, τοῦ πλήθους ἤδη συῤῥέοντος ἐπ' αὐτοὺς κατὰ ποταμοὺς καὶ

σμήνη μελισσῶν καὶ χειμέρια πελάγους κύματα, δραμόντες ἀνεμόχλευσαν μίαν

εὐθὺς τῶν ἐκ πολλοῦ κεκλεισμένων τοῦ τείχους πυλῶν· κἀκεῖθεν ἐξιόντες ᾤχοντο

ἅπαντες ἀβλαβεῖς, καὶ ὑπὲρ ἑξήκοντά που τὸν ἀριθμὸν ὑπάρχοντες. τὴν μὲν οὖν

ἑσπέραν ἐκείνην, καὶ ἅμα τὴν ἐφεξῆς ἡμέραν ἄχρι δείλης ὀψίας, ἐν ἑνί τινι χώρῳ

τῶν τοῦ Βυζαντίου ηὐλίσαντο προαστείων, περιμένοντες ἴσως ἐκ Βυζαντίου πρᾶόν

τινα καὶ πρὸς εἰρήνην βλέποντα λόγον. ἐπεὶ δὲ τήν τε τῶν οἰκιῶν αἰφνίδιον

καθαίρεσιν σφῶν ἠκηκόεισαν, καὶ ἀπαγωγὴν καὶ δή 2.609 μευσιν τῶν οἰκείων, καὶ

πάντα δήπου τὰ τῶν ἐλπίδων ἐναντιώτατα, ἄραντες ἐκεῖθεν πλήρεσι ταῖς ἡνίαις

ἀφικνοῦνται ἐς ∆ιδυμότειχον, πλεῖστα τὸ παράλογον τῆς σφῶν αὐτῶν θαυμάζοντές

τε καὶ ὀδυρόμενοι συμφορᾶς. ὡς δὲ ταῦτα ἰδεῖν καὶ ἀκοῦσαι τὸν Καντακουζηνὸν,

περιαλγῆσαί τε τὴν ψυχὴν καὶ δακρύων γενέσθαι ἐγγὺς, καὶ τρικυμίαν ἐξ ἀπορίας

μακρὰν ἀναλαβεῖν λογισμῶν, ἐκπληττόμενον τὴν ἀτοπίαν τοῦ πράγματος. (Γ.) Οὔπω

τὸ πρῶτον ἠρέμησε κῦμα, καὶ δεύτερον ἀνεῤῥάγη τοῦ προτέρου πολλῷ

χαλεπώτερον. ἧκε γάρ τις ἐς τὴν ὑστεραίαν ἀγγέλλων τήν τε τῆς μητρὸς ἄτιμον

κάθειρξιν καὶ τὴν τῶν οἴκων αὐτῆς καθαίρεσιν, καὶ τὴν τῆς περιουσίας ἁπάσης

δήμευσιν· καὶ ὡς πολλοὶ τῶν γνησίων, ἀνακρινόμενοι καθ' ἡμέραν καὶ

ἀπαιτούμενοι τὰ ἐκείνης χρήματα, πᾶσαν ἰδέαν ὑπομένουσι πόνων. οὐδὲν οὖν

θαυμαστὸν, εἰ πρὸς τὴν τοιαύτην συμφορὰν οὐκ ἀπέῤῥηξε τὴν ψυχὴν, οὐδ' ἐξέστη

τοὺς λογισμοὺς ἐκεῖνος, ἀλλὰ πάνυ θαυμασιώτερον, πῶς παιδείαν εἶναι κυρίου

ταῦτα ξυννενοηκὼς ἐπαπεδύσατο πρὸς τοὺς τῆς καρτερίας δούλους, καὶ διετέλεσε

τοῖς ὅλοις δεινοῖς ὡς ἀδάμας ἐγκαρτερῶν. ὁ γὰρ καιρὸς ἄλλα ἐπ' ἄλλοις ἡμέρᾳ ἐφ'

ἡμέρᾳ ἐπήντλει τὰ τῶν δεινῶν κύματα. (∆.) Οὔπω συχναὶ παρῆλθον ἡμέραι, καὶ ἧκέ

τις ἐκ Βυζαντίου φέρων αὐτῷ βασιλικῶς ἐνσεσημασμένα γράμματα, αὐτὸν μὲν οἴκοι

καθήμενον ἠρεμεῖν ἐπιτάττοντα, καὶ μήδ' ὁτιοῦν ἐνεργεῖν τοῦ λοιποῦ τῶν

βασιλικῶν· τοὺς δὲ στρατιώτας ἐς Βυζάντιον τὴν ταχίστην ἐπανιέναι. κἄπειτα

ἐφοίτων ἕτεραι ἀγγελίαι, φάσκουσαι τὴν 2.610 ἀφαίρεσιν καὶ διανομὴν τῶν αὐτοῦ

χωρίων πρὸς βαναύσους ἀνθρώπους καὶ ἀγοραίους, καὶ ὅσοι τῶν συγκλύδων τὴν

γλῶσσαν θρασεῖαν ἐξώπλισαν μάλιστα κατ' ἐκείνου. ἆθλα γὰρ καὶ βραβεῖα

προὐτίθεντο μὴ τὰ ἐκείνου χωρία μόνα τοῖς ὅσοι πλείους καὶ μείζους ἐξήντλουν κατ'

ἐκείνου τὰς λοιδορίας, ἀλλὰ καὶ τιμαὶ καὶ δόξαι καὶ προβιβασμοὶ γερῶν, κἂν ἁλιεύς

τις ἦν, κἂν ἀγροῦ καὶ σκαπάνης ἀπόζων ὁ πρὸς τοιαύτας ἐξασκῶν λοιδορίας τὴν

γλῶτταν. (Ε.) Ταῦθ' ὁρῶν καὶ ἀκούων ἐκεῖνος νῦν μὲν ἐνεκαρτέρει τῇ συνήθει

πραότητι, καὶ ταύτης τροφίμου καὶ ἡλικιώτιδος οὔσης προδότης ἐκ τοῦ ῥᾴστου

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

218

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!