Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

συσκευάζων αὖθις Ἀπόκαυκος οὐ παύεται δόλους καὶ ἔνεδρα κατ' αὐτοῦ, καὶ οὐκ εἰς μακρὰν ἠρεμήσας ἐπιβουλὴν ἐκραγεῖσαν ὄψεται φόνου μεστὴν κατὰ τῆς ἑαυτοῦ κεφαλῆς, ἰδίᾳ παραλαβὼν ἅμα βασιλίδι τὸν πατριάρχην τοιάδε φησί. (∆.) "1Τῶν ἔξω σοφῶν οἱ χαριέστεροι 2.592 τἀναντία κατὰ τὸν αὐτὸν χρόνον ἐν τῷ αὐτῷ γενέσθαι ὑποκειμένῳ τῶν ἀμηχάνων εἶναί φασι. τούτου δ' οὕτως ἔχοντος, οὐχ ὁρῶ τίς ἂν ἐμοὶ γένοιτο μηχανὴ, ἣ μεριζομένη πρὸς δύο τἀναντιώτατα παρέχοιτο δρᾷν ἀσφαλῶς ἃ προκεχείρισμαι. τὸ μὲν γὰρ τῶν κοινῶν προνοεῖσθαι πραγμάτων ἁπάντων ἕνα με ὄντα αὐτὸν, καὶ πάντων ἐπιμελεῖσθαι τῶν ὑπεικόντων τῇ βασιλείᾳ ἀνθρώπων μὴ ῥᾳδίως ὑπὸ τῶν πολεμίων βλάπτεσθαι, πᾶσαν ἕλκει πρὸς ἑαυτὸ διάνοιαν, καὶ πᾶσαν λογισμῶν ὑποτάττει φροντίδα· τὸ δ' αὐτοῖς ἐκείνοις, ὧν προνενόημαι, ἐπιβούλοις κεχρῆσθαι κατὰ τῆς ἐμαυτοῦ ζωῆς, τοῦτο δὲ παγχάλεπον ὂν ἀναγκάζει πάντων ἀποστάντα με τῶν ἄλλων φροντίδων μόνης τῆς ἐμαυτοῦ ζωῆς προνοεῖσθαι, καὶ τὴν οἰκείαν ἀσφάλειαν ἐκ παντὸς πραγματεύεσθαι τρόπου. τούτου δὲ τὴν διόρθωσιν ἀμφοῖν ὑμῖν ἀνηρτῆσθαι ἐχρῆν, εἰ τὰ δίκαια πράττειν ἐβούλεσθε, οἷς χρέος ἅπαν ἀνῆπται πᾶσι τρόποις ἐπείγεσθαι ἀποτρέπειν καὶ ἀποκόπτειν, εἴ τι που κατά τε τῶν τῆς βασιλείας ὁμοῦ καὶ τῆς ἐκκλησίας ὑποφύοιτο κακίας βλάστημα, ὃ λυμανεῖται προβαῖνον εἰς αὔξησιν καὶ ἅπαν ἄρδην ἀφανιεῖ τὸ κράτος ἀμφοῖν. ὑμεῖς δὲ μοχθηροῖς ἀνδράσι λάθρα καὶ συχνὰ κοινολογούμενοι, καὶ τοῖς αὐτῶν παραλόγοις ἑπόμενοι λόγοις, τῇ ἀριστερᾷ χειρὶ τὴν δεξιὰν ἀποκόπτειν ἐπειγομένοις ἑκόντες ἐοίκατε. ἔπειτα εἰ μὲν ἐμοῦ τὴν ψυχὴν ἐξάγειν τοῦ σώματος τοῖς ἐπιβούλοις ἦν πρὸς βουλήσεως μόνου, καὶ μὴ κατὰ παντὸς ἐχώρει, τῶν τε φίλων καὶ τῶν ἐκγόνων, τὸ τῆς σφῶν ἀναιδείας ξίφος, ἴσως μὲν ἐσί 2.593 γων ἂν, ἴσως δ' οὔ. οὐ γὰρ πάνυ μοι φαίνεται θεμιτὸν οὐδὲ τοῦτο, προδιδόναι τὴν ἑαυτοῦ τις ἑκών γε εἶναι ψυχὴν, ἄλλου κτῆμα καὶ παρακαταθήκην οὖσαν, πρὶν πρὸς τοῦ δεσπότου γενέσθαι τὴν λύσιν. εἰ δ' οὖν, φρασάτω τις ἐμοὶ παρελθὼν, ὅτου χάριν ἀτάφους τῶν πάλαι δικαστῶν οἱ σοφώτεροι ῥιπτεῖσθαι κατεψηφίσαντο, ὧν αἱ χεῖρες καθ' ἑαυτῶν ἐστρατεύσαντο. ὅμοιον γὰρ εἶναί πως δοκεῖ τὸ τοιοῦτον, ὥσπερ ἂν εἴ τις ἐξ ἀλλοδαπῆς ἰὼν ἄλλου δεσμώτην δραπέτην ἐργάσαιτο. εἰ δὲ πρὸς ἅπαντας ἄρδην ὁμοίως διαβαίνοι τά τε τῆς ἐπιβουλῆς τῶν μοχθηρῶν καὶ τοῦ γε κινδύνου τοὐμοῦ, μανίας οὐκ ἂν ἐλεύθερον ἐς τέλος εἴη τὸ σιγᾷν. εἰ δ' ἀκίβδηλος μὲν ὑμῶν ἡ πρόθεσις ἐμοὶ τετήρηται μέχρι νῦν, ὑπισχνεῖσθε δ' ἔτι καὶ τὴν ἐφεξῆς συντήρησιν αὐτῆς τὸ παράπαν διαφυλάξειν κακίας πάσης ἀμέθεκτον, καὶ ὅσα κατὰ τῆς ἐμῆς ὁμοίως μαίνεται ψυχῆς, ἕτοιμος αὖθις ἐγὼ τήν τε ὑμετέραν ἄρτι περαίνειν δέησιν, καὶ ὁμοῦ τὰς τοῦ μακαρίτου βασιλέως περὶ τῆς τῶν κοινῶν πραγμάτων ἐπιτροπῆς τε καὶ διοικήσεως ἐντολάς. τοῦτο δ' οὐκ ἄλλως ἀναμφισβήτητον ἂν γένοιτο πᾶσιν ἡμῖν, πρὶν ἔνορκον ἡμῖν τὴν ὑπόσχεσιν καταστῆσαι, καθὰ πολλαχῆ καὶ πολλάκις ἐν ταῖς τῶν ἀνθρωπίνων πραγμάτων ἀμφισβητήσεσιν εἴωθε γίνεσθαι. τοῦτο γὰρ ἐμοὶ καταφύγιον ἀσφαλὲς ἐν τῷ παρόντι δοκεῖ, καταστορέσαι δυνάμενον πᾶσαν ἐμῆς ψυχῆς ὑποψίαν καὶ λογισμῶν τρικυμίαν. εἶναι γὰρ καὶ βοτάνην Ἀσκληπιάδαι φασὶ τοῖς λύκοις θανάσιμον, ὑφ' ἣν ταῖς ἀλώπεξι προσιούσαις ἀφόβως καθεύδειν περίεστιν. εἰ οὖν καὶ τοῖς ἀλόγοις 2.594 εὐμήχανόν πως ἡ ἀνάγκη πρὸς σωτηρίαν γίνεται, ἄμεινον δήπου τοῖς λόγῳ καὶ νῷ συμφυεῖ κεχρημένοις ἡμῖν ἐν τοῖς ἐπικινδύνοις πράγμασιν ἐγγύας ἀπαιτεῖν, ὁπόσαι πρὸς τὴν δι' ὅρκων καταφεύγουσι πίστωσιν. ἀμειψαίμην δ' ἂν καὶ αὐτὸς ὑμᾶς τοῖς παραπλησίοις, εἰ μὴ ἱκανὰ πρὸς ἀσφάλειαν πίστεως τὰ προϋπηργμένα δοκοίη. ἐν γὰρ ἐξουσίᾳ γενόμενος τοῦ τῆς αὐτοκρατορίας περιβαλέσθαι τὸ σχῆμα, πρὸς ἐσχάτας ἤδη τοῦ βασιλέως ὄντος πνοὰς, ὅτε καὶ σὺν τοῖς δυσὶν υἱέσιν ἐκείνου τῶν βασιλείων ἔνδον αὐτὸς γενόμενος φρουραῖς στρατιωτικαῖς ἠσφαλισάμην αὐτὰ, μηδενὸς ἀντιπράττοντος, ἀλλὰ πάντων ὑπεπτηχότων τῷ δέει, οὐ ταὐτὸν πέπονθα τοῖς παρ' ἀξίαν ἐντυχοῦσί τινι θησαυρῷ, Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 212

καὶ ἀμφοτέραις τὸ τῆς ψυχῆς ἀναπιμπλάναι τοῦ ἔρωτος φίλτρον ἐπειγομένοις· ἀλλ' ἔμεινα τῶν τῆς ἐξαρχῆς προθέσεως ὅρων ἐντός. πολλῷ δὲ δήπου σαφέστερον ἐξουσία καὶ πλοῦτος καὶ αὐτόνομος δύναμις γνώμην ἀνθρώπου δηλοῦσιν, ἢ πενία καὶ ὑπεξούσιος δίαιτα. τῷ γὰρ ἀκουσίῳ βιαίως ἐνίων τὰ ἤθη τυραννούμενα λανθάνει διὰ μακροῦ τὰς τῶν ἔξωθεν κρίσεις τῆς ἀληθείας καταψευδόμενα. ἓν μὲν οὖν ἐκεῖνο μετὰ τὴν τοῦ βασιλέως τελευτὴν τῆς ἐμῆς καθαρότητος παραστατικὸν, καὶ ἅμα τῆς ὑμῶν δειλίας ἀναιρετικὸν, ὅτι παρὸν ἐκ τοῦ ῥᾴστου τὸ βασίλειον περιζώσασθαι κράτος, οὔτε πέπραχα τοιοῦτον οὐδὲν, οὔτε βεβούλευμαι, ἀλλ' ἔμεινα πάμπαν τῶν ὅρων τῆς εἰθισμένης τάξεως ἔνδον, ἀκήρατον συντηρῶν τὸ φρονοῦν τῆς ψυχῆς. οὐ γὰρ τοσοῦτον ἀνθρώποις ἀρέσκειν ἔκρινα δεῖν, ὅσον τῷ τῶν ἀδήλων ἐπόπτῃ θεῷ. οἱ 2.595 μὲν γὰρ τῶν δρωμένων ἐς τοὐμφανὲς καθίστανται μάρτυρες μόνων, οὓς καὶ παραλογίσασθαι ἔξεστιν ἐνίοτε, εἴ τις τοὺς τῆς κακίας καρποὺς τοῖς τῆς ἀρετῆς ὑποτίθησι σχήμασί τε καὶ χρώμασι. θεὸς δ' ἐν αὐτοῖς πρὸ τῶν ἔργων τοῖς τῆς καρδίας κινήμασιν ἐρείδει τὰ τῆς ἐξετάσεως ἴχνη, καὶ τὸ βῆμα τῆς δίκης ἐν αὐταῖς συγκροτεῖ τῶν λογισμῶν ταῖς ἀρχαῖς, ἔνθα χώραν οὐκ ἔχει σχῆμα καὶ χρῶμα καλύπτειν, εἴ τι κακίας ἐκεῖ παραφαίνεσθαι βούλοιτο βλάστημα. δεύτερον δὲ, τὸ παρὸν, ὃ καὶ πάσης κέκτηται κακίας ὑπεροχήν. δέον γὰρ τὴν ἐμὴν ἐκείνην αἰδουμένους πραότητα καὶ δικαιοσύνην ὅλῃ γνώμῃ καὶ χειρὶ καὶ γλώττῃ συναίρεσθαι πράξεσι ταῖς ἐμαῖς καθημένους ἀφρόντιδας, ὑμεῖς δὲ ... ἀλλὰ σιωπᾷν ἄμεινον θεῷ τὸ πᾶν ἐπιτρέψαντας."2 (Ε.) Ὁ μὲν οὖν Καντακουζηνὸς ἐνταυθοῖ κατακλείσας τοῦ λόγου τὸν δρόμον, καὶ ὅρκους δοὺς καὶ λαβὼν πρός τε τῆς βασιλίδος πρός τε τοῦ πατριάρχου, μηδὲν τὸ παράπαν ἐπίβουλον μήτε δρᾶσαι μήτε βουλεύσασθαι, ἀναστὰς ἐξῄει τοῦ βήματος. ( ʹ.) Καὶ ἦν ὅλος εὐθὺς ἐν ἑτοιμασίᾳ τῆς ἐκστρατείας καὶ τοῦ πρὸς πέρας ἄγειν τὰ πάλαι καλῶς βουλευθέντα. τὰ δ' ἦν, πρῶτον μὲν διανομαὶ κτημάτων πρὸς ἅπαν τὸ στρατιωτικόν· ἔτι τε δωρεαὶ καὶ χάριτες καὶ τῶν πρὶν ὀφλημάτων ἐκτίσεις ἐκ τῶν οἰκείων χρημάτων αὐτοτελῆ τὴν διάρκειαν ἔχουσαι· χρημάτων γὰρ τηνικαῦτα καὶ τοιαύτης δαπάνης ἐσπάνιζε τὰ βασιλικὰ πρυτανεῖα· ἔπειτα ἐκστρατεῖαι κατὰ τῶν πέριξ ἐχθρῶν· ὧν οἱ μὲν ἐπετίθεντο πάλαι καὶ τὰς Ῥωμαίων ἐδῄουν ἀνέδην ὁπόσαι πρὸ 2.596 ὀφθαλμῶν ἐκείνοις ἔκειντο πόλεις ἅμα καὶ χῶραι· οἱ δ' ἐν παρασκευῇ τοῦ λῃστεύειν ἦσαν ἤδη διὰ τὴν τοῦ βασιλέως αἰφνίδιον τελευτήν. (Ζ.) Ἧκον δ' αὐτῷ καὶ γράμματα λάθρα πολλὰ πολλαχόθεν, ἔκ τε Ἀκαρνάνων καὶ Τριβαλλῶν ἔκ τε Θετταλῶν καὶ Πελοποννησίων Λατίνων, τὴν σφῶν ὑποταγὴν ὑπισχνούμενα. ἀρεσκόμενοι γὰρ ἀεὶ τῇ αὐτοῦ μεγαλοπρεπεῖ τε καὶ εὐγενεῖ διαθέσει τῆς γνώμης, ἑκόντες αὐτῷ προῃροῦντο σφᾶς τε αὐτοὺς προδιδόναι καὶ πόλεις τὰς ἑαυτῶν ἐκεῖνοι. καὶ ἦν ἐν μελέτῃ λοιπὸν περιϊὼν, ἅπαντα Ῥωμαίοις ὑπήκοα πεπραχέναι· οἷς μὲν ἐνῆν ἑκοντὶ προσχωρεῖν, νόμοις δεξιοῦσθαι φιλίας· οἷς δὲ πρὸς βουλήσεως ἀνθίστασθαι, τούτους δ' ὅπλων καὶ μάχης τῇ κρίσει παραχωρεῖν. ζʹ. Μετὰ μέντοι τὰς τοῦ Ἀρκτούρου ἐπιτολὰς ἄρας ἐς Θρᾴκην ἐκ Βυζαντίου περὶ τὰ μεθόρια τῶν τε Μυσῶν καὶ Ῥωμαίων περιφανῶς κατεστρατοπέδευσε, δυοῖν ἕνεκα· ἢ γὰρ, δείσαντος Ἀλεξάνδρου, τοῦ τῶν Μυσῶν βασιλέως, τὰς πρὶν ἀνανεώσασθαι καὶ κυρῶσαι σπονδάς· ἢ πολέμῳ τὴν τῶν πραγμάτων ἐπιτρέψαι κρίσιν. οὐ γὰρ ἦν εἰκὸς εἰς Θετταλούς τε καὶ Τριβαλλοὺς ἀπιόντας κατόπιν ἀφεῖναι τὴν τούτου μάχην, ὥσπερ τινὰ κεραυνὸν ἐγγύθεν κατὰ τῆς Θρᾴκης ἐπαιωρούμενον. ὅθεν καὶ κατὰ τὸ τῆς γνώμης βουλόμενον τὰς διαλύσεις ῥᾷστα καταπραξάμενος περιῄει τὰς Θρᾳκικὰς πόλεις καὶ χώρας περισκοπῶν, καὶ ἀναλόγους ποιούμενος αὐταῖς τὰς φρουρὰς ἐκεῖθεν ἄχρι Καλλιουπόλεως· ἔνθα δὴ καὶ ναυτικὴν ἠκηκόει δύναμιν παμπληθῆ 2.597 τῶν Περσῶν ἐξ Ἀσίας εἰς Εὐρώπην μέλλουσαν διαβαίνειν ἐπὶ πονήρῳ τῆς Θρᾴκης καὶ τῶν ἐν ταύτῃ Ῥωμαϊκῶν χωρῶν καὶ πόλεων, ναυαρχοῦντος καὶ τὸν τοιοῦτον ἄγοντος στόλον ἑνός τινος, ὄνομα Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 213

καὶ ἀμφοτέραις τὸ τῆς ψυχῆς ἀναπιμπλάναι τοῦ ἔρωτος φίλτρον ἐπειγομένοις· ἀλλ'

ἔμεινα τῶν τῆς ἐξαρχῆς προθέσεως ὅρων ἐντός. πολλῷ δὲ δήπου σαφέστερον

ἐξουσία καὶ πλοῦτος καὶ αὐτόνομος δύναμις γνώμην ἀνθρώπου δηλοῦσιν, ἢ πενία

καὶ ὑπεξούσιος δίαιτα. τῷ γὰρ ἀκουσίῳ βιαίως ἐνίων τὰ ἤθη τυραννούμενα

λανθάνει διὰ μακροῦ τὰς τῶν ἔξωθεν κρίσεις τῆς ἀληθείας καταψευδόμενα. ἓν μὲν

οὖν ἐκεῖνο μετὰ τὴν τοῦ βασιλέως τελευτὴν τῆς ἐμῆς καθαρότητος παραστατικὸν,

καὶ ἅμα τῆς ὑμῶν δειλίας ἀναιρετικὸν, ὅτι παρὸν ἐκ τοῦ ῥᾴστου τὸ βασίλειον

περιζώσασθαι κράτος, οὔτε πέπραχα τοιοῦτον οὐδὲν, οὔτε βεβούλευμαι, ἀλλ' ἔμεινα

πάμπαν τῶν ὅρων τῆς εἰθισμένης τάξεως ἔνδον, ἀκήρατον συντηρῶν τὸ φρονοῦν

τῆς ψυχῆς. οὐ γὰρ τοσοῦτον ἀνθρώποις ἀρέσκειν ἔκρινα δεῖν, ὅσον τῷ τῶν ἀδήλων

ἐπόπτῃ θεῷ. οἱ 2.595 μὲν γὰρ τῶν δρωμένων ἐς τοὐμφανὲς καθίστανται μάρτυρες

μόνων, οὓς καὶ παραλογίσασθαι ἔξεστιν ἐνίοτε, εἴ τις τοὺς τῆς κακίας καρποὺς τοῖς

τῆς ἀρετῆς ὑποτίθησι σχήμασί τε καὶ χρώμασι. θεὸς δ' ἐν αὐτοῖς πρὸ τῶν ἔργων τοῖς

τῆς καρδίας κινήμασιν ἐρείδει τὰ τῆς ἐξετάσεως ἴχνη, καὶ τὸ βῆμα τῆς δίκης ἐν

αὐταῖς συγκροτεῖ τῶν λογισμῶν ταῖς ἀρχαῖς, ἔνθα χώραν οὐκ ἔχει σχῆμα καὶ χρῶμα

καλύπτειν, εἴ τι κακίας ἐκεῖ παραφαίνεσθαι βούλοιτο βλάστημα. δεύτερον δὲ, τὸ

παρὸν, ὃ καὶ πάσης κέκτηται κακίας ὑπεροχήν. δέον γὰρ τὴν ἐμὴν ἐκείνην

αἰδουμένους πραότητα καὶ δικαιοσύνην ὅλῃ γνώμῃ καὶ χειρὶ καὶ γλώττῃ

συναίρεσθαι πράξεσι ταῖς ἐμαῖς καθημένους ἀφρόντιδας, ὑμεῖς δὲ ... ἀλλὰ σιωπᾷν

ἄμεινον θεῷ τὸ πᾶν ἐπιτρέψαντας."2 (Ε.) Ὁ μὲν οὖν Καντακουζηνὸς ἐνταυθοῖ

κατακλείσας τοῦ λόγου τὸν δρόμον, καὶ ὅρκους δοὺς καὶ λαβὼν πρός τε τῆς

βασιλίδος πρός τε τοῦ πατριάρχου, μηδὲν τὸ παράπαν ἐπίβουλον μήτε δρᾶσαι μήτε

βουλεύσασθαι, ἀναστὰς ἐξῄει τοῦ βήματος. ( ʹ.) Καὶ ἦν ὅλος εὐθὺς ἐν ἑτοιμασίᾳ τῆς

ἐκστρατείας καὶ τοῦ πρὸς πέρας ἄγειν τὰ πάλαι καλῶς βουλευθέντα. τὰ δ' ἦν,

πρῶτον μὲν διανομαὶ κτημάτων πρὸς ἅπαν τὸ στρατιωτικόν· ἔτι τε δωρεαὶ καὶ

χάριτες καὶ τῶν πρὶν ὀφλημάτων ἐκτίσεις ἐκ τῶν οἰκείων χρημάτων αὐτοτελῆ τὴν

διάρκειαν ἔχουσαι· χρημάτων γὰρ τηνικαῦτα καὶ τοιαύτης δαπάνης ἐσπάνιζε τὰ

βασιλικὰ πρυτανεῖα· ἔπειτα ἐκστρατεῖαι κατὰ τῶν πέριξ ἐχθρῶν· ὧν οἱ μὲν

ἐπετίθεντο πάλαι καὶ τὰς Ῥωμαίων ἐδῄουν ἀνέδην ὁπόσαι πρὸ 2.596 ὀφθαλμῶν

ἐκείνοις ἔκειντο πόλεις ἅμα καὶ χῶραι· οἱ δ' ἐν παρασκευῇ τοῦ λῃστεύειν ἦσαν ἤδη

διὰ τὴν τοῦ βασιλέως αἰφνίδιον τελευτήν. (Ζ.) Ἧκον δ' αὐτῷ καὶ γράμματα λάθρα

πολλὰ πολλαχόθεν, ἔκ τε Ἀκαρνάνων καὶ Τριβαλλῶν ἔκ τε Θετταλῶν καὶ

Πελοποννησίων Λατίνων, τὴν σφῶν ὑποταγὴν ὑπισχνούμενα. ἀρεσκόμενοι γὰρ ἀεὶ

τῇ αὐτοῦ μεγαλοπρεπεῖ τε καὶ εὐγενεῖ διαθέσει τῆς γνώμης, ἑκόντες αὐτῷ

προῃροῦντο σφᾶς τε αὐτοὺς προδιδόναι καὶ πόλεις τὰς ἑαυτῶν ἐκεῖνοι. καὶ ἦν ἐν

μελέτῃ λοιπὸν περιϊὼν, ἅπαντα Ῥωμαίοις ὑπήκοα πεπραχέναι· οἷς μὲν ἐνῆν ἑκοντὶ

προσχωρεῖν, νόμοις δεξιοῦσθαι φιλίας· οἷς δὲ πρὸς βουλήσεως ἀνθίστασθαι, τούτους

δ' ὅπλων καὶ μάχης τῇ κρίσει παραχωρεῖν. ζʹ. Μετὰ μέντοι τὰς τοῦ Ἀρκτούρου

ἐπιτολὰς ἄρας ἐς Θρᾴκην ἐκ Βυζαντίου περὶ τὰ μεθόρια τῶν τε Μυσῶν καὶ Ῥωμαίων

περιφανῶς κατεστρατοπέδευσε, δυοῖν ἕνεκα· ἢ γὰρ, δείσαντος Ἀλεξάνδρου, τοῦ τῶν

Μυσῶν βασιλέως, τὰς πρὶν ἀνανεώσασθαι καὶ κυρῶσαι σπονδάς· ἢ πολέμῳ τὴν τῶν

πραγμάτων ἐπιτρέψαι κρίσιν. οὐ γὰρ ἦν εἰκὸς εἰς Θετταλούς τε καὶ Τριβαλλοὺς

ἀπιόντας κατόπιν ἀφεῖναι τὴν τούτου μάχην, ὥσπερ τινὰ κεραυνὸν ἐγγύθεν κατὰ

τῆς Θρᾴκης ἐπαιωρούμενον. ὅθεν καὶ κατὰ τὸ τῆς γνώμης βουλόμενον τὰς διαλύσεις

ῥᾷστα καταπραξάμενος περιῄει τὰς Θρᾳκικὰς πόλεις καὶ χώρας περισκοπῶν, καὶ

ἀναλόγους ποιούμενος αὐταῖς τὰς φρουρὰς ἐκεῖθεν ἄχρι Καλλιουπόλεως· ἔνθα δὴ

καὶ ναυτικὴν ἠκηκόει δύναμιν παμπληθῆ 2.597 τῶν Περσῶν ἐξ Ἀσίας εἰς Εὐρώπην

μέλλουσαν διαβαίνειν ἐπὶ πονήρῳ τῆς Θρᾴκης καὶ τῶν ἐν ταύτῃ Ῥωμαϊκῶν χωρῶν

καὶ πόλεων, ναυαρχοῦντος καὶ τὸν τοιοῦτον ἄγοντος στόλον ἑνός τινος, ὄνομα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

213

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!