Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ἑαυτοῦ πρῶτον, ἢ τοῦ τῶν ἄλλων ἄρχειν, σαφῶς παρεχόμενος. μηδὲν γὰρ τῶν ἐν βίῳ μόνιμον εἶναι καὶ βέβαιον, μηδὲ τὰς κρηπῖδας ἐπ' ἀσφαλοῦς ἑστάναι τῆς τύχης παιδευόμενος ἐκ τῆς ἱστορίας, δέδιε καὶ βραχεῖαν καιροῦ ῥοπὴν, ῥᾷστα δυναμένην ἀνατρέπειν ἅπαντα, καθάπερ οἱ τοὺς κύβους ἐν τῷ παίζειν ἀναῤῥίπτοντες. οὕτω καὶ φύσεως αὐτῆς ὑπέρτερον ἡ ἱστορία περιφανῶς ἐπεφύκει. ἡ μὲν γὰρ τοῦ εἶναι μόνον κυρία γίνεται· 2.576 ἡ δὲ καὶ τὸ εὖ εἶναι προστίθησιν· ὃ τοσοῦτον ἐκείνου βέλτιον, ὅσον τό γε βλέπειν τοῦ μὴ βλέπειν. (∆.) Τὰ δὴ τοιαῦτα τῶν τῆς ἱστορίας χρησίμων κἀμὲ πρὸς τὸ γράφειν ὅσα ἐπὶ τῶν ἡμετέρων γέγονε χρόνων παρέπεισε, καὶ διηγήματα προστιθέναι τοῖς φιλοκάλοις ἀνδράσι μεγάλα τε καὶ σπουδαίας ἀκοῆς ἄξια, καὶ μεγάλην δυνάμενα σύνεσιν ἐντιθέναι τοῖς ὅσοι πραγμάτων ἀεὶ καινοτέρων ἐμπειρίαν συνάγειν ποθοῦσι. φέρει γάρ πως οὐχ ἧττον κἀμοὶ τὸ πρᾶγμα χάριν τινὰ πρὸς ἤθους ῥυθμὸν καὶ ἡδονὴν οὐ μικρὰν, μετιόντι συχνότερον ἀφ' ἑτέρων εἰς ἕτερα τῶν διηγημάτων πολυειδῆ καὶ ποικίλα· καθάπερ τοῖς πλέουσι νῦν μὲν πελάγεσιν ἔστιν ἐντυγχάνειν, νῦν δ' ἐκ πελαγῶν ἐς νήσους καὶ ἐπίνεια μετιέναι, καὶ πολυειδέσιν ἐμφιλοχωρεῖν ἐμπορίαις, καὶ πανταχόθεν καρποῦσθαι μακρὰν τὴν ὠφέλειαν. (Ε.) Ἐπεὶ δ' ἱκανῶς ἡμῖν τὰ μέχρι καὶ ἐς τὴν τελευτὴν Ἀνδρονίκου τοῦ νέου λέλεκται βασιλέως, καίριον ἂν εἴη, τούτοις συνάψαντας διεξοδικώτερον ἀφηγεῖσθαι τὰ ἐφεξῆς. ἐπανακτέον τοίνυν τὸν λόγον εἰς ἁρμονίαν, μάλα γέ τοι τῷ τῆς ἱστορίας ὅλῳ προσήκουσαν σώματι. βʹ. Τοῦ γάρ τοι βασιλέως τὰ λοίσθια πνέοντος ἔτι παρὰ τὴν τῶν Ὁδηγῶν μονὴν τῆς πανάγνου θεομήτορος, τὸν ἐκείνου παρειληφὼς υἱὸν Ἰωάννην ὁ μέγας δομέστικος ὁ Καντακουζηνὸς, ἔννατον τῆς ἡλικίας ἔτος ἀμείβοντα, καὶ σύν γε αὐτῷ τὸν μετ' αὐτὸν ἀδελφὸν Μιχαὴλ τὸν δεσπότην, ἔτους ὄντα τετάρτου, 2.577 πρὸς τὰ βασίλεια τὴν ταχίστην εἰσήνεγκέ τε καὶ τὴν προσήκουσαν περὶ αὐτὸν δορυφορίαν συνέστησε, πᾶσαν τοῖς βασιλείοις ἀσφάλειαν πορισάμενος πανταχόθεν, δείσας μή τι πάθῃ τῶν ἀδοκήτων ἐξ ἀφανοῦς, οἷα πολλάκις ἐν τοῖς τοιούτοις συμβαίνει. (Β.) Ἀλεξίῳ δὲ τῷ Ἀποκαύκῳ, ὃ πολλάκις ἐπιχειρήσαντι πέρας οὐκ ἦν τῆς μελέτης λαβεῖν, καὶ νῦν ἀμελεῖν οὐκ ἐνῆν αὐτοῦ. πολλάκις γὰρ εἰς ἐπίνοιαν ἐληλύθει, φονεύσας τὸν βασιλέα καὶ ἅμα αὐτῷ Καντακουζηνὸν, ἑτέρῳ παρασχεῖν τὸ βασίλειον περιζώσασθαι κράτος, ἢ τῷ θείῳ τοῦ βασιλέως Κωνσταντίνῳ τῷ δεσπότῃ, ἢ Συργιάννῃ τῷ πολυτροπωτάτῳ καὶ παραπλησίῳ τὴν σύνεσιν καὶ τὴν τῆς γνώμης ἐμβρίθειάν τε καὶ ὀξύτητα. δεινὸς γὰρ ὁμοίως ἐκείνῳ καὶ αὐτὸς ἐν τοῖς κατεπείγουσιν ἦν ἐπινοῆσαι τὰ τῇ χρείᾳ κατάλληλα καὶ πόρον ὀξὺς τοῖς ἀπόροις εὑρεῖν, ὀλίγα μὲν καθεύδων, τὰ πλεῖστα δ' ἐγρηγορὼς, καὶ σκεπτομένῳ τὰ μέγιστα ἐοικὼς καὶ περὶ μεγίστων, καὶ πλείονα καιρὸν ταῖς πράξεσιν ἢ τοῖς λόγοις ἀεὶ παρεχόμενος. εἰ δὲ καὶ πρὸς ἀλήθειαν ὁμοῦ καὶ δικαιοσύνην ἐχρῆτο τοῖς προτερήμασι, μέγα ἂν κλέος αὐτὸς τοῖς Ῥωμαίων ἐτύγχανε πράγμασιν ὤν. νῦν δὲ κατ' ἐκεῖνον τὸν Ἐπιδαύριον Στρατοκλέα αὐλητὴς μὲν ἦν ἀγαθὸς, ἄνθρωπος δ' οὐκ ἀγαθός. γένους γὰρ τῶν ἀδόξων ὑπάρχων ἐκ νέου καὶ πενίᾳ συντεθραμμένος νῦν μὲν τούτῳ, νῦν δ' ἐκείνῳ μισθοῦ διακονούμενος διετέλει τὸν χρόνον· κἀκ τῶν ἐλαχίστων μείζοσιν ἠρέμα τοῖς δεσπόταις ἀμοιβαδὸν χρώμενος, καὶ πᾶσιν ἀντιδοὺς τὰ χείριστα, προδότης σαφὴς καθιστάμενος, ἔλαθεν οὐκ οἶδα πῶς 2.578 καὶ ἐς τὴν αὐτοκρατορικὴν οἰκίαν παρεισφθαρεὶς, ἐπ' ὀλέθρῳ τῆς τῶν Ῥωμαίων, ὡς ἔοικε, τύχης καὶ εὐδοξίας. (Γ.) Τούτῳ τοίνυν ἤδη καιρὸν ἔχειν ἑαυτῷ περιθεῖναι τὸ βασίλειον κράτος νομίσαντι παντοίῳ τοῖς ἐπιχειρήμασι κατὰ τὸν Πρωτέα τὸν Φάριον ἐπῄει γίνεσθαι. καὶ νῦν μὲν περιϊὼν καὶ θωπεύων οὐ μάλα ἠμέλει Καντακουζηνὸν, συνωθῶν τὰ ἐρυθρὰ ὑποδήσασθαι ὑποδήματα· μηδὲ γὰρ εἶναι λέγων τὸ χρῆμα καινὸν, ἀνάγκην πολλάκις ἐπενεγκόντος τοῦ βασιλέως, τὴν πορφύραν λαμπρῶς ὑποδύντα συμβασιλεύειν, αὐτῷ μὲν περιόντι τῷ βίῳ, ἐκείνου δ' εὐθὺς ἀπαλλάξαντος, Ἰωάννῃ τῷ υἱῷ καὶ νέῳ βασιλεῖ. εἶναι γὰρ διπλοῦν καὶ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 206

σφόδρα ἀναγκαῖον τῷ τοῦ βασιλέως ἐκ πολλοῦ σκοπῷ τὸ καλόν· ἵν' ἅμα μὲν αὐτοῖς συνδιοικῶν τὰ τῆς βασιλείας εἴης πράγματα, ἅμα δ' ἐπίκουρος γίνοιο κράτιστος τῆς τούτων ζωῆς. μηδὲ γὰρ ἔτι λείπεσθαι τὸν λάθρα τῇ βασιλείᾳ ἐφεδρεύοντα, τοῦ διαδεξομένου παρομαρτοῦντος ἐς προὖπτον αὐτίκα. (∆.) Καὶ ἦν νῦν μὲν ταῦτα λέγων, νῦν δ' ἐκεῖνα· νῦν δ' ἀναστρέφων καὶ ἀφ' ἑτέρου γινόμενος ἕτερος· καὶ ἅμα τῇ βασιλίδι τοὺς γένει καὶ δόξῃ προὔχοντας κατ' αὐτοῦ διεγείρων, καὶ ἰσχυριζόμενος εἶναι τῷ Καντακουζηνῷ διὰ μελέτης σφόδρα κατεσπουδασμένης, ἔργον ποιησαμένῳ ξίφους ἐς τὴν ὑστεραίαν πάντας ἡμᾶς, ἑαυτὸν αὐτοκράτορα καταστήσασθαι βασιλέα. ταῦτα λέγων καὶ κατασκευαζόμενος ἀνέσεισε καὶ αὐτοὺς δὴ τοὺς καθ' αἷμα τούτῳ προσήκοντας κατ' αὐτοῦ· ὡς καὶ αὐτὴν Ἄνναν πεισθεῖσαν τὴν βασιλίδα μηδὲ τὰς 2.579 ἐννέα πενθίμους ἡμέρας παρὰ τὸν τοῦ συζύγου τάφον ἀνύσαι δακρύουσαν, ἀλλὰ μετὰ τρίτην εὐθὺς ἀνιέναι πρὸς τὰ βασίλεια. (Ε.) Ἔνθα ὁ πατριάρχης Ἰωάννης, Ἀποκαύκῳ πειθόμενος,ἀνέγνω βιβλίον ἐκ τοῦ κόλπου λαβὼν, συνθήκας περιέχον, ἃς ὁ βασιλεὺς αὐτῷ τε πατριάρχῃ καὶ τοῖς περὶ αὐτὸν ἐκ πολλοῦ παρέθετο ἐπισκόποις, περί τε συζύγου καὶ παίδων αὐτοῦ, ὁπηνίκα μαχησόμενος ἀπῄει τῷ Συργιάννῃ πρὸς Θετταλίαν, ἁρπάζειν ἤδη μετὰ τῆς τοῦ Κράλη συμμαχίας ἐπιχειροῦντι τὴν Ῥωμαίων ἡγεμονίαν. ταῦτα τοίνυν διεξελθὼν εἰς τὴν τῶν κοινῶν πραγμάτων ἐπιτροπικὴν διοίκησιν εἰσάγειν ἑαυτὸν ἐπειρᾶτο. δίκαιον γὰρ ἔφασκεν εἶναι καὶ σφόδρα τῶν ἀναγκαίων ἄλλως, καθάπερ σώματι ψυχὴν, οὕτω τῇ βασιλείᾳ τὴν ἐκκλησίαν συνῆφθαι. μίαν γὰρ εἶναι σύστασιν καὶ ζωὴν ἀμφοτέρων τουτί. "1ἐπεὶ δὲ καὶ ταυτὶ τὰ τοῦ βασιλέως γράμματα τὴν σωτηρίαν ἐμοὶ τῆς τε συζύγου καὶ τῶν υἱέων σαφῶς ἀνατίθησι, ποῦ δίκαιον (φησὶν) ἐκείνων ἡμᾶς καταῤῥᾳθυμήσαντας ἀμελῆσαι τῶν συνθηκῶν, καὶ οὑτωσί πως ἑκόντας συγχωρῆσαι, κλύδωνας ἀτεκμάρτους ἐπιχεθῆναι τοῖς τῶν Ῥωμαίων πράγμασιν, ὁποῖοι κἀν τοῖς ἀνωτέρω γεγένηνται χρόνοις δι' ἀφέλειαν καὶ ῥᾳθυμίαν τοῦ τηνικαῦτα πατριαρχεύοντος Ἀρσενίου; ἐγὼ τοίνυν ἀντιλήψομαι τῶν κοινῶν ὁμοῦ τῇ βασιλίδι πραγμάτων· ἐγὼ καὶ τῆς τοῦ νέου βασιλέως προστήσομαι σωτηρίας."2 γʹ. Ταῦτα παρὰ πᾶσαν ἀκηκοὼς προσδοκίαν ὁ Καντακουζηνὸς ἔλεξε τοιάδε. "1Ἐμοὶ δ' οὐ τοιούτων ἐδόκει τὰ πράγματα δεῖσθαι λόγων ἐν τῷ παρόντι, ζῶντος ἐμοῦ καὶ συμπαρόντος ὑμῖν, ὃς 2.580 καὶ τοῦ βασιλέως περιόντος τῶν κοινῶν πραγμάτων ἤμην διοικητὴς σχεδὸν ἁπάντων καὶ ῥητῶν καὶ ἀποῤῥήτων κοινωνὸς ἐκείνῳ. ἴσασι δ' οὖν καὶ Ῥωμαίων οἱ πλείους, καὶ πρό γε πάντων ἡ βασιλὶς αὕτη, ὡς τἄλλα μὲν πνέων ἤμην ἐκείνῳ ταὐτὰ, καὶ τῆς ἐκείνου γνώμης ἅπαντ' ἐξήρτητο τὰ ἡμέτερα, καὶ πάντ' ἔδρων ἐγὼ προθύμως ὁπόσα ἐκείνῳ δεδογμένα ἦν, καὶ μηδὲν αὖθις ὃ μὴ δεδογμένον ἦν ἐκείνῳ· τό γε μὴν τοῖς βασιλικοῖς ἐνδύμασι κοσμηθέντα με συμβασιλεύειν αὐτῷ κατὰ τὴν ἐκείνου σπουδὴν καὶ βούλησιν, τοῦτο δ' οὐδαμῆ πρὸς βουλήσεως ἔμοιγε ἦν. τὴν δ' αἰτίαν ἐν τοῖς τῆς ἐμῆς καρδίας θαλάμοις καθεύδειν ἀπόῤῥητον ἐν τῷ παρόντι δίκαιον εἶναι νομίζω. ὅτι δὲ καὶ τὴν μετὰ θάνατον αὐτοῦ διοίκησιν καὶ ἐπιτροπὴν τῶν βασιλικῶν καὶ δημοσίων πραγμάτων ἐμοὶ παρέθετο πολλάκις, καὶ τὸ τοῦ υἱοῦ καὶ βασιλέως Ἰωάννου τῇ ἐμῇ θυγατρὶ προεμνηστεύσατο κῆδος, τά τε ἄλλα, καὶ διὰ τὸ μὴ κίνδυνόν τινα παρακύψαι, καὶ τοῖς κοινοῖς καὶ καθόλου παρεισφθαρῆναι πράγμασι, μάρτυς ἀπαρέγγραπτος Ἄννα ἡ βασιλὶς αὕτη. (Β.) Φαίην μὲν οὖν, ὡς ἰδιοτροπίαν τινὰ τῆς ἑαυτοῦ καλῆς ποιούμενος ἐκεῖνος γνώμης, τοιοῦτος ἦν ἐμοί. φαίην δ' ἂν μᾶλλον, εἰ χρὴ τἀληθῆ λέγειν, ὡς οὐδ' αὐτὸς οὐδαμῆ ποτε ἐνέλιπον πάντα δρῶν καὶ λέγων ὑπὲρ τῆς αὐτοῦ ζωῆς, καὶ προτιμῶν ἀεὶ τῆς ἐμῆς καὶ προτιθεὶς τὴν ἐκείνου. καὶ ἵνα τἄλλα πάντα παρέντες ἑνός που καὶ δυοῖν μνησθῶμεν· ἄρτι τοῦ βασιλέως καὶ πατρὸς Μιχαὴλ τελευτήσαν 2.581 τος, πρὸς ὁπόσην ἐμπέπτωκε θάλασσαν λογισμῶν, ἀκηκοὼς τῶν περὶ βασιλείας προτιθεμένων Ῥωμαίοις ὅρκων πρὸς τοῦ βασιλέως καὶ πάππου, καὶ ὁπόσα τὴν ἐκείνου ψυχὴν Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 207

ἑαυτοῦ πρῶτον, ἢ τοῦ τῶν ἄλλων ἄρχειν, σαφῶς παρεχόμενος. μηδὲν γὰρ τῶν ἐν

βίῳ μόνιμον εἶναι καὶ βέβαιον, μηδὲ τὰς κρηπῖδας ἐπ' ἀσφαλοῦς ἑστάναι τῆς τύχης

παιδευόμενος ἐκ τῆς ἱστορίας, δέδιε καὶ βραχεῖαν καιροῦ ῥοπὴν, ῥᾷστα δυναμένην

ἀνατρέπειν ἅπαντα, καθάπερ οἱ τοὺς κύβους ἐν τῷ παίζειν ἀναῤῥίπτοντες. οὕτω καὶ

φύσεως αὐτῆς ὑπέρτερον ἡ ἱστορία περιφανῶς ἐπεφύκει. ἡ μὲν γὰρ τοῦ εἶναι μόνον

κυρία γίνεται· 2.576 ἡ δὲ καὶ τὸ εὖ εἶναι προστίθησιν· ὃ τοσοῦτον ἐκείνου βέλτιον,

ὅσον τό γε βλέπειν τοῦ μὴ βλέπειν. (∆.) Τὰ δὴ τοιαῦτα τῶν τῆς ἱστορίας χρησίμων

κἀμὲ πρὸς τὸ γράφειν ὅσα ἐπὶ τῶν ἡμετέρων γέγονε χρόνων παρέπεισε, καὶ

διηγήματα προστιθέναι τοῖς φιλοκάλοις ἀνδράσι μεγάλα τε καὶ σπουδαίας ἀκοῆς

ἄξια, καὶ μεγάλην δυνάμενα σύνεσιν ἐντιθέναι τοῖς ὅσοι πραγμάτων ἀεὶ καινοτέρων

ἐμπειρίαν συνάγειν ποθοῦσι. φέρει γάρ πως οὐχ ἧττον κἀμοὶ τὸ πρᾶγμα χάριν τινὰ

πρὸς ἤθους ῥυθμὸν καὶ ἡδονὴν οὐ μικρὰν, μετιόντι συχνότερον ἀφ' ἑτέρων εἰς ἕτερα

τῶν διηγημάτων πολυειδῆ καὶ ποικίλα· καθάπερ τοῖς πλέουσι νῦν μὲν πελάγεσιν

ἔστιν ἐντυγχάνειν, νῦν δ' ἐκ πελαγῶν ἐς νήσους καὶ ἐπίνεια μετιέναι, καὶ

πολυειδέσιν ἐμφιλοχωρεῖν ἐμπορίαις, καὶ πανταχόθεν καρποῦσθαι μακρὰν τὴν

ὠφέλειαν. (Ε.) Ἐπεὶ δ' ἱκανῶς ἡμῖν τὰ μέχρι καὶ ἐς τὴν τελευτὴν Ἀνδρονίκου τοῦ

νέου λέλεκται βασιλέως, καίριον ἂν εἴη, τούτοις συνάψαντας διεξοδικώτερον

ἀφηγεῖσθαι τὰ ἐφεξῆς. ἐπανακτέον τοίνυν τὸν λόγον εἰς ἁρμονίαν, μάλα γέ τοι τῷ

τῆς ἱστορίας ὅλῳ προσήκουσαν σώματι. βʹ. Τοῦ γάρ τοι βασιλέως τὰ λοίσθια

πνέοντος ἔτι παρὰ τὴν τῶν Ὁδηγῶν μονὴν τῆς πανάγνου θεομήτορος, τὸν ἐκείνου

παρειληφὼς υἱὸν Ἰωάννην ὁ μέγας δομέστικος ὁ Καντακουζηνὸς, ἔννατον τῆς

ἡλικίας ἔτος ἀμείβοντα, καὶ σύν γε αὐτῷ τὸν μετ' αὐτὸν ἀδελφὸν Μιχαὴλ τὸν

δεσπότην, ἔτους ὄντα τετάρτου, 2.577 πρὸς τὰ βασίλεια τὴν ταχίστην εἰσήνεγκέ τε

καὶ τὴν προσήκουσαν περὶ αὐτὸν δορυφορίαν συνέστησε, πᾶσαν τοῖς βασιλείοις

ἀσφάλειαν πορισάμενος πανταχόθεν, δείσας μή τι πάθῃ τῶν ἀδοκήτων ἐξ ἀφανοῦς,

οἷα πολλάκις ἐν τοῖς τοιούτοις συμβαίνει. (Β.) Ἀλεξίῳ δὲ τῷ Ἀποκαύκῳ, ὃ πολλάκις

ἐπιχειρήσαντι πέρας οὐκ ἦν τῆς μελέτης λαβεῖν, καὶ νῦν ἀμελεῖν οὐκ ἐνῆν αὐτοῦ.

πολλάκις γὰρ εἰς ἐπίνοιαν ἐληλύθει, φονεύσας τὸν βασιλέα καὶ ἅμα αὐτῷ

Καντακουζηνὸν, ἑτέρῳ παρασχεῖν τὸ βασίλειον περιζώσασθαι κράτος, ἢ τῷ θείῳ τοῦ

βασιλέως Κωνσταντίνῳ τῷ δεσπότῃ, ἢ Συργιάννῃ τῷ πολυτροπωτάτῳ καὶ

παραπλησίῳ τὴν σύνεσιν καὶ τὴν τῆς γνώμης ἐμβρίθειάν τε καὶ ὀξύτητα. δεινὸς γὰρ

ὁμοίως ἐκείνῳ καὶ αὐτὸς ἐν τοῖς κατεπείγουσιν ἦν ἐπινοῆσαι τὰ τῇ χρείᾳ κατάλληλα

καὶ πόρον ὀξὺς τοῖς ἀπόροις εὑρεῖν, ὀλίγα μὲν καθεύδων, τὰ πλεῖστα δ' ἐγρηγορὼς,

καὶ σκεπτομένῳ τὰ μέγιστα ἐοικὼς καὶ περὶ μεγίστων, καὶ πλείονα καιρὸν ταῖς

πράξεσιν ἢ τοῖς λόγοις ἀεὶ παρεχόμενος. εἰ δὲ καὶ πρὸς ἀλήθειαν ὁμοῦ καὶ

δικαιοσύνην ἐχρῆτο τοῖς προτερήμασι, μέγα ἂν κλέος αὐτὸς τοῖς Ῥωμαίων ἐτύγχανε

πράγμασιν ὤν. νῦν δὲ κατ' ἐκεῖνον τὸν Ἐπιδαύριον Στρατοκλέα αὐλητὴς μὲν ἦν

ἀγαθὸς, ἄνθρωπος δ' οὐκ ἀγαθός. γένους γὰρ τῶν ἀδόξων ὑπάρχων ἐκ νέου καὶ

πενίᾳ συντεθραμμένος νῦν μὲν τούτῳ, νῦν δ' ἐκείνῳ μισθοῦ διακονούμενος διετέλει

τὸν χρόνον· κἀκ τῶν ἐλαχίστων μείζοσιν ἠρέμα τοῖς δεσπόταις ἀμοιβαδὸν

χρώμενος, καὶ πᾶσιν ἀντιδοὺς τὰ χείριστα, προδότης σαφὴς καθιστάμενος, ἔλαθεν

οὐκ οἶδα πῶς 2.578 καὶ ἐς τὴν αὐτοκρατορικὴν οἰκίαν παρεισφθαρεὶς, ἐπ' ὀλέθρῳ τῆς

τῶν Ῥωμαίων, ὡς ἔοικε, τύχης καὶ εὐδοξίας. (Γ.) Τούτῳ τοίνυν ἤδη καιρὸν ἔχειν

ἑαυτῷ περιθεῖναι τὸ βασίλειον κράτος νομίσαντι παντοίῳ τοῖς ἐπιχειρήμασι κατὰ

τὸν Πρωτέα τὸν Φάριον ἐπῄει γίνεσθαι. καὶ νῦν μὲν περιϊὼν καὶ θωπεύων οὐ μάλα

ἠμέλει Καντακουζηνὸν, συνωθῶν τὰ ἐρυθρὰ ὑποδήσασθαι ὑποδήματα· μηδὲ γὰρ

εἶναι λέγων τὸ χρῆμα καινὸν, ἀνάγκην πολλάκις ἐπενεγκόντος τοῦ βασιλέως, τὴν

πορφύραν λαμπρῶς ὑποδύντα συμβασιλεύειν, αὐτῷ μὲν περιόντι τῷ βίῳ, ἐκείνου δ'

εὐθὺς ἀπαλλάξαντος, Ἰωάννῃ τῷ υἱῷ καὶ νέῳ βασιλεῖ. εἶναι γὰρ διπλοῦν καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

206

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!