Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

παῦσαι τὰς ζωογόνους σπείρων ἐπὶ γῆς ἀκτῖνας· ἢ τοὺς κρατῆρας ὅλου τοῦ σοῦ πυρὸς ἀθροίσας, ῥῖψον κατ' αὐτῆς, ἵνα δὴ τὰς κόμας ῥίψῃ δένδρον ἅπαν καὶ μαρανθῇ τὰ κρῖνα τοῦ ἀγροῦ καὶ λάβῃ γένος χλόης ἅπαν αἴσθησιν καὶ γνῶσιν τοῦ τοσούτου πάθους. ἐκεῖνος ἦν ὁ τοὺς Τριβαλλῶν καὶ Μυσῶν ἡγεμόνας ἐκπλήξας, οἷα καθεύδουσιν ἐπιστὰς πολλάκις αἰφνίδιον, καθάπερ τις αἰθέριος κεραυνός. ἀλλ', οἴμοι, νῦν αὐτὸν ἀργὸν καὶ κείμενον καθάπαξ ἔδειξεν ὁ τάφος. οὐρανὲ, τὰς σὰς πύλας ἀναπετάσας πρόπεμψον βροντὴν ἀξίαν τοῦ μεγάλου τούτου πάθους καὶ θορύβησον τὴν κτίσιν πᾶσαν, ἵνα καὶ τῶν ἀψύχων ἡ φύσις αἴσθησιν λάβῃ καὶ συλλάβοιτο τῶν θρήνων ἅπασα φύσις κτισμάτων ἡμῖν. ὢ πῶς ἡ ταχυτάτη καὶ ὠκύπτερος φύσις νῦν ἠρεμεῖ μὴ κινούμενος; ὢ πῶς πολλάκις ἡμῖν κομίσας χαρὰν ἐκ τῶν πολεμικῶν τροπαίων ἐς τοὐναντίον ἀνέτρεψεν ἅπαντα σήμερον, καὶ χειμῶνα μὲν τὸ ἔαρ πεποίηκε, σκότος δὲ βαθὺ τὸ τοῦ ἡλίου κάλλος, μελανειμονούσης ἡλικίας ἁπάσης καὶ οἷον ἀποκρυπτού 1.563 σης τὴν αὐγὴν τῆς αἰθερίας τοῦ ἡλίου λαμπάδος; ὢ πῶς ὁ πολλοὺς ἐκ τῶν βλεφάρων ἀποκρουσάμενος ὕπνους ὑπὲρ τῶν ὑπηκόων νῦν ἐν τάφῳ τὸν μακρὸν ὕπνον καθεύδει; ὢ πῶς τὸν λίθινον αὐτὸς ὑποδὺς χιτῶνα ἐν βραχεῖ δυστυχῶν ἡμᾶς ἀποδύσασθαι πέπραχεν; ὢ πῶς πρότερον μὲν τὰ τῶν πολεμίων κόπτων καὶ καταβάλλων σώματα νῦν ἐκ τάφου τὰς τῶν ὑπηκόων τοξεύει ψυχὰς ἀφειδῶς; σὺ δ' ὦ θεία βασιλὶς, ποῦ τὸ σὸν καταλέλοιπας κλέος; πῶς καθάπερ εὔκυκλος σελήνη τῶν βασιλείων χθὲς ἐξελθοῦσα σήμερον ἐπανῆλθες ἡμίκυκλος; πῶς καθάπερ δένδρον εὐσκιόφυλλον ἀνθοῦσα σήμερον ἐξαίφνης ἀπήνθησας ὡς χόρτος ἐν ἀγρῷ καὶ ῥόδον ἐν λειμῶνι; πῶς ἐκ τῶν βασιλικῶν θαλάμων χθὲς οἷα λαμπρὰ καὶ πλησιφαὴς πανσέληνος ἀνατείλασα νῦν ἐν πολλοῖς καὶ βαθέσιν ἐκρύβης τοῖς νέφεσι; τίς ἐν βραχεῖ τὸ σὸν ἀπημαύρωσε κάλλος; ποῦ τὴν συγκαταρεύσασαν ἀφῆκας χλόην; τίς τὸν σὸν εὐανθέστατον κῆπον ἐξώρυξε; τίς κλέπτης, τίς λῃστὴς, τίς πρηστὴρ καὶ κεραυνὸς ἐξ οὐρανοῦ; πῶς χθὲς ὡς ἐκ λιμένος τὸν ἔκπλουν ποιησαμένη λαμπρὸν σήμερον ἐπανῆκες, ὡς ἐκ ναυαγίου καὶ κλύδωνος ὅλον ζημιωθεῖσα τὸν πολυτίμητον φόρτον; τίς σου τὸν χρυσοῦν ἀπέκειρε βόστρυχον; τίς ἀφεῖλέ σου τὸ τῆς πορφύρας κράτιστον; τίς τὸν σὸν ἥρπασε λύχνον; τίς τὸν σὸν ἔσβεσεν ἥλιον; τίς σοι τὴν καινοτέραν ταύτην ἡλιακὴν ἔκλειψιν εἴργασται; τίς σου τὴν λαμπρὰν συζυγίαν διέλυσε; τίς ἄγριος χειμὼν τὴν σὴν ἐαρινὴν ἁρμονίαν διέῤῥηξεν; ἀλλὰ συνάρασθέ μοι τοῦ πένθους ἅπας ὁ τῶν Ῥωμαίων δῆμος, καὶ δεῦρο 1.564 κοινῇ τὸν θρῆνον ἐγείρωμεν, κλαίοντες οὐκ ἐκεῖνον, ἀλλ' ἡμᾶς αὐτοὺς ἐν ἐρημίᾳ καταστάντας ἐκείνου. οἱ τὰς τοῦ γένους φλέβας ἕλκοντες ἐκ τῶν βασιλικῶν πηγῶν, δακρύσατε καὶ ὡς συγγενῆ τὸν βασιλέα καὶ ὡς τοῦ γένους καύχημα. οἱ τὰς βασιλείους πατοῦντες αὐλὰς, ζητήσατε τὴν τῶν βασιλείων λαμπρότητα. οἱ στρατιῶται, πενθήσατε τὸν δεξιὸν στρατηγόν· οἱ δοῦλοι, κλαύσατε τὸν φιλάνθρωπον δεσπότην· οἱ καθεύδειν καὶ ἠρεμεῖν εἰωθότες, τὸν ἄγρυπνον φύλακα· οἱ δικασταὶ, θρηνήσατε τὸν χορηγὸν τῆς τῶν νόμων ἰσχύος· οἱ τῆς ἐκκλησίας ἱεροὶ προστάται, ζητήσατε τὸν διάπυρον σπουδαστὴν καὶ συλλήπτορα τῶν δογμάτων· οἱ ἐν ὄρεσι καὶ σπηλαίοις, τὸν πρόβολον καὶ προασπιστὴν τῆς ὑμετέρας εὐκλείας καὶ δόξης· οἱ τῶν θείων ἀσκητηρίων κοσμήτορες, τὴν τῆς ὑμετέρας ἰσχύος ἀκρόπολιν. λογίσασθε τοὺς ὑπὲρ ὑμῶν τελευταίους ἀγῶνας αὐτοῦ, πῶς πεπονηκότος ἤδη καθάπαξ τοῦ σώματος ἔκ τε τῶν πολεμικῶν τραυμάτων ἔκ τε τῶν ἰατρικῶν καυτήρων καὶ πρὸς θάνατον ἐντεῦθεν ἐλαυνόμενος κατεφρόνησέ τε τοῦ σώματος, καὶ τῆς ἑαυτοῦ ζωῆς ἀφειδήσας προθύμως ἐπὶ τὸ βῆμα καὶ τοὺς ἱεροφάντορας ἧκε καὶ οὐ πρότερον ἐκεῖθεν ἀπήλλαξε, πρὶν ἐλπίδας δοῦναι, ὡς τοὺς ὑμῶν ὑβριστὰς καὶ τὰ ἐκείνων διεφθορότα δόγματα, τό γε εἰς ἐκεῖνον ἧκον, συντρίψει τε καὶ ὅλοις δώσει φθορᾶς καὶ ἀπωλείας βυθοῖς τε καὶ κύμασιν. ἀναμνήσθητε, οἵους καὶ ὅσου τοῦ ζήλου μεστοὺς τῶν 1.565 ἱερῶν ἐκείνων χειλέων τοὺς λόγους προήνεγκεν ὑπέρ τε Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 202

τῶν θείων θεσμῶν καὶ τῆς ἀληθείας αὐτῆς. ἀναμνήσθητε ὧν ἐφθέγξατο πρὶν ἥκειν ἐπὶ τὸ βῆμα καὶ τὸν ἱερὸν σύλλογον· ὧν τε αὖθις ἐλθὼν διεξῄει πάνυ τοι μεγαλοφυῶς, καὶ ὥσπερ οἱ πάλαι τῶν θεολόγων, ὁπότε θείας ἐπιπνοίας ἐμφορηθέντες τὴν γλῶτταν ἐδίδουν τῷ ἐνηχοῦντι καὶ φέροντι πνεύματι· καὶ ὅπως τοῦ νοσήματος ὑπὲρ κεφαλῆς αἰωροῦντος τοῦ βίου τὸ πέρας, ὁ δὲ οὐκ ἐνέδωκεν, ἀλλ' ἐπέραινε τὰ βελτίω μάλα προθύμως· οἶμαι τοῦ θεοῦ μεγάλην ταύτην τὴν ζέσιν τῇ τούτου χαρισαμένου ψυχῇ, ἵνα κορωνίδα τινὰ τοῖς ἄλλοις ἐκείνου χρηστοῖς ἀγῶσι καὶ οἷον ἐκσφράγισμα κράτιστον ἐπιθείη, τὸ τοιούτοις λόγοις ἁγνισθῆναι τὴν γλῶσσαν καὶ τοιούτοις νόμοις καὶ δόγμασι συναπελθεῖν αὐτὸν ἐκ τοῦ βίου."2 (∆.) Ἦν γε μὴν ὁ βασιλεὺς ἡδὺς καὶ χαρίεις τὸ εἶδος, τὸ ἦθος ἱλαρὸς καὶ εὐπρόσιτος, τὴν γνώμην φιλάνθρωπος καὶ πάνυ τοι συμπαθής. συμβουλήν γε μὴν τῶν πάντων οὐδενὸς προσδεχόμενος οὐδεμίαν, μόνῃ τῇ ἑαυτοῦ διετέλει πειθόμενος γνώμῃ καὶ γνώσει. διὸ καὶ κρυψίνους ἦν ὡς τὰ πολλὰ καὶ βαθεῖαν μὲν διὰ φρενὸς καρπούμενος αὔλακα· ἀνομίλητος δ' οὖν καὶ μισῶν περὶ ἑαυτὸν πλῆθος ἀνθρώπων ὁρᾷν. (Ε.) Ὅθεν καὶ οὔτε βασιλικαῖς ἐνέχεσθαι φροντίσι καὶ ἀσχολίαις ἠνείχετο, οὔτε μὴν ἐν ταῖς μεγίσταις τῶν ἑορτῶν τὰ τῆς βασιλείας ἐτέλει νόμιμα, τὰς θεατρικάς φημι καὶ δημοτελεῖς πομπὰς καὶ φιλοφροσύνας καὶ τὰς μεγαλοψύχους εὐεργεσίας τε καὶ διανομὰς τῶν τε χρημάτων ὁμοῦ καὶ ἀξιωμάτων. ὡς κινδυνεύειν ἐντεῦθεν λήθης καταδῦναι βυθοῖς τὰ τῆς βασιλικῆς εὐταξίας ἔθιμα, ὧν τὴν μνήμην 1.566 κατὰ διαδοχὴν οἱ βασιλεῖς τοῖς ὀψιγόνοις παρέπεμπον. πολλοῦ γὰρ παραῤῥυέντος χρόνου, καὶ τῶν εἰδότων θανόντων, δυσχερὲς ἂν γένοιτο γνῶναι τοὺς ἐπιόντας τὰ δέοντα· ἀλλ' ὡς ἔοικεν ἡ πρὸς τὰ φαῦλα σπουδὴ ῥᾳθυμοτέραν ποιεῖ τὴν ἐς τὰ δέοντα φιλοτιμίαν. ἔτρεφε γὰρ κύνας καὶ ὄρνεα κυνηγετικὰ παμπληθῆ καὶ τοσοῦτον ἐς ταῦτα ἥττητο, ὥστε καὶ εἴ τις αὐτῷ ἐντυχεῖν ἐβούλετο, ὄρνεον ἢ κύνα κομίζων ἐτύγχανε ῥᾷστα τοῦ ποθουμένου. ἃ πάντα μετὰ τὴν ἐκείνου τελευτὴν ὁ Καντακουζηνὸς τοῖς χρῄζουσι διεμέρισεν, ἀναλογισάμενος τό,τε παμπληθὲς τῆς δαπάνης καὶ τὸ τούτων ἐς τὰ τῆς βασιλείας πράγματα πάντη μὲν ἀνόνητον, πάντη δ' ἐπισφαλές. πέντε γὰρ καὶ δέκα χιλιάδας φασὶν οἱ τοῦ βασιλικοῦ πρυτανείου διοικηταὶ περὶ τὴν σφῶν δαπάνην καινοτομεῖσθαι. ( ʹ.) Οὕτω γε μὴν πολλὴν καὶ βεβαίαν πρὸς θεὸν ἐκέκτητο πίστιν, ὥστε καὶ ἀφύλακτος διῆγε τὸ πλεῖστον καὶ αὐτῶν ἄνευ τῶν βασιλικῶν πελεκυφόρων. πολλάκις δὲ καὶ οὓς ᾔδει κατ' αὐτοῦ δίκτυα καὶ ἀγχόνας ἀρτύοντας ὁμοστέγους τε ἐποιεῖτο καὶ τούτοις συνδιαιτώμενος ἦν. ἔλεγε γὰρ, ὡς ἀνθρώπου ζωὴ τῇ χειρὶ τοῦ θεοῦ συνοικεῖ, καὶ ὅταν ἐκεῖθεν συγχωρηθῇ τὰ τῆς λύσεως, τότε καὶ πᾶσι κινδύνοις ἀνέῳγε θύρα. (Ζ.) Οὐ μόνον δὲ, ἀλλὰ καὶ φύσεώς τις ἰδιοτροπία συνῆν γε αὐτῷ, μὴ φιλοτιμεῖσθαι μηδαμῆ περὶ τὸν τοῦ βασιλικοῦ μεγέθους ὄγκον· ἀλλὰ ταπεινότερον καὶ αὐτῶν γε τῶν ὑπηκόων ὁρᾶσθαι πολλάκις. τουτὶ δ' ἐξ ἑνὸς τῶν πολλῶν παραστήσαι τις ἂν ἐν βραχεῖ. δῆλον γάρ ἐστι τοῖς ἅπασιν, 1.567 ὡς αἱ τοῦ ἐπιπέδου ἐκ διαμέτρου ἀκρότητες τῶν βασιλικῶν τρικλίνων ἀμφότεραι ὑπέρκεινταί που τοῦ μεταξὺ ἐπιπέδου ἄχρι καὶ ἐς τρίτον σπιθαμῆς, καὶ μάλιστα ὅπη καὶ ὁ βασιλικὸς ἕστηκε θρόνος· ἵν' ἴσως ἔχῃ τι κἀν τούτῳ πλέον τῶν ἄλλων ὁ βασιλεὺς ἱστάμενος ἔν τε ταῖς ἱεραῖς ὑμνῳδίαις καὶ ὅτε διαλέγοιτο νῦν μὲν τοῖς ὑπηκόοις, νῦν δὲ τοῖς ἐξ ἐθνῶν πρέσβεσιν. ἐξεῖναί γε μὴν ἐπ' ἐκείνης τῆς στάσεως οὐδενὶ τῶν ἁπάντων τῷ βασιλεῖ συνίστασθαι, πλὴν τῆς συζύγου καὶ τῶν υἱέων καὶ ἀδελφῶν· προσθείην δ' ἂν καὶ τῶν πατραδέλφων. ἀλλὰ τούτου γε ἱσταμένου καὶ ὁμιλοῦντος ἐκεῖθεν οἷς ἐχρῆν ἀνῄεσαν καὶ συνίσταντό οἱ οὐχ ὅπως ἅπασα τῶν εὐγενῶν ἡ νεότης, ἀλλὰ καὶ τῶν χυδαίων καὶ ὑπηρέτου τάξιν ἐχόντων, οἷς πρὸς βουλήσεως ἦν. ὡς καὶ τοσούτους ἐντεῦθεν γίνεσθαι τοὺς συνωθισμοὺς περὶ αὐτὸν πολλάκις, ὡς ὑπείκειν αὐτὸν καὶ ἐνδιδόναι καὶ ἄλλοις μὲν τῆς ὑπερτέρας παραχωρεῖν στάσεως, αὐτὸν δ' ἠρέμα κατιέναι πρὸς τὸ τοῦ ἐδάφους Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 203

παῦσαι τὰς ζωογόνους σπείρων ἐπὶ γῆς ἀκτῖνας· ἢ τοὺς κρατῆρας ὅλου τοῦ σοῦ

πυρὸς ἀθροίσας, ῥῖψον κατ' αὐτῆς, ἵνα δὴ τὰς κόμας ῥίψῃ δένδρον ἅπαν καὶ μαρανθῇ

τὰ κρῖνα τοῦ ἀγροῦ καὶ λάβῃ γένος χλόης ἅπαν αἴσθησιν καὶ γνῶσιν τοῦ τοσούτου

πάθους. ἐκεῖνος ἦν ὁ τοὺς Τριβαλλῶν καὶ Μυσῶν ἡγεμόνας ἐκπλήξας, οἷα

καθεύδουσιν ἐπιστὰς πολλάκις αἰφνίδιον, καθάπερ τις αἰθέριος κεραυνός. ἀλλ',

οἴμοι, νῦν αὐτὸν ἀργὸν καὶ κείμενον καθάπαξ ἔδειξεν ὁ τάφος. οὐρανὲ, τὰς σὰς

πύλας ἀναπετάσας πρόπεμψον βροντὴν ἀξίαν τοῦ μεγάλου τούτου πάθους καὶ

θορύβησον τὴν κτίσιν πᾶσαν, ἵνα καὶ τῶν ἀψύχων ἡ φύσις αἴσθησιν λάβῃ καὶ

συλλάβοιτο τῶν θρήνων ἅπασα φύσις κτισμάτων ἡμῖν. ὢ πῶς ἡ ταχυτάτη καὶ

ὠκύπτερος φύσις νῦν ἠρεμεῖ μὴ κινούμενος; ὢ πῶς πολλάκις ἡμῖν κομίσας χαρὰν ἐκ

τῶν πολεμικῶν τροπαίων ἐς τοὐναντίον ἀνέτρεψεν ἅπαντα σήμερον, καὶ χειμῶνα

μὲν τὸ ἔαρ πεποίηκε, σκότος δὲ βαθὺ τὸ τοῦ ἡλίου κάλλος, μελανειμονούσης ἡλικίας

ἁπάσης καὶ οἷον ἀποκρυπτού 1.563 σης τὴν αὐγὴν τῆς αἰθερίας τοῦ ἡλίου λαμπάδος;

ὢ πῶς ὁ πολλοὺς ἐκ τῶν βλεφάρων ἀποκρουσάμενος ὕπνους ὑπὲρ τῶν ὑπηκόων νῦν

ἐν τάφῳ τὸν μακρὸν ὕπνον καθεύδει; ὢ πῶς τὸν λίθινον αὐτὸς ὑποδὺς χιτῶνα ἐν

βραχεῖ δυστυχῶν ἡμᾶς ἀποδύσασθαι πέπραχεν; ὢ πῶς πρότερον μὲν τὰ τῶν

πολεμίων κόπτων καὶ καταβάλλων σώματα νῦν ἐκ τάφου τὰς τῶν ὑπηκόων τοξεύει

ψυχὰς ἀφειδῶς; σὺ δ' ὦ θεία βασιλὶς, ποῦ τὸ σὸν καταλέλοιπας κλέος; πῶς καθάπερ

εὔκυκλος σελήνη τῶν βασιλείων χθὲς ἐξελθοῦσα σήμερον ἐπανῆλθες ἡμίκυκλος;

πῶς καθάπερ δένδρον εὐσκιόφυλλον ἀνθοῦσα σήμερον ἐξαίφνης ἀπήνθησας ὡς

χόρτος ἐν ἀγρῷ καὶ ῥόδον ἐν λειμῶνι; πῶς ἐκ τῶν βασιλικῶν θαλάμων χθὲς οἷα

λαμπρὰ καὶ πλησιφαὴς πανσέληνος ἀνατείλασα νῦν ἐν πολλοῖς καὶ βαθέσιν ἐκρύβης

τοῖς νέφεσι; τίς ἐν βραχεῖ τὸ σὸν ἀπημαύρωσε κάλλος; ποῦ τὴν συγκαταρεύσασαν

ἀφῆκας χλόην; τίς τὸν σὸν εὐανθέστατον κῆπον ἐξώρυξε; τίς κλέπτης, τίς λῃστὴς,

τίς πρηστὴρ καὶ κεραυνὸς ἐξ οὐρανοῦ; πῶς χθὲς ὡς ἐκ λιμένος τὸν ἔκπλουν

ποιησαμένη λαμπρὸν σήμερον ἐπανῆκες, ὡς ἐκ ναυαγίου καὶ κλύδωνος ὅλον

ζημιωθεῖσα τὸν πολυτίμητον φόρτον; τίς σου τὸν χρυσοῦν ἀπέκειρε βόστρυχον; τίς

ἀφεῖλέ σου τὸ τῆς πορφύρας κράτιστον; τίς τὸν σὸν ἥρπασε λύχνον; τίς τὸν σὸν

ἔσβεσεν ἥλιον; τίς σοι τὴν καινοτέραν ταύτην ἡλιακὴν ἔκλειψιν εἴργασται; τίς σου

τὴν λαμπρὰν συζυγίαν διέλυσε; τίς ἄγριος χειμὼν τὴν σὴν ἐαρινὴν ἁρμονίαν

διέῤῥηξεν; ἀλλὰ συνάρασθέ μοι τοῦ πένθους ἅπας ὁ τῶν Ῥωμαίων δῆμος, καὶ δεῦρο

1.564 κοινῇ τὸν θρῆνον ἐγείρωμεν, κλαίοντες οὐκ ἐκεῖνον, ἀλλ' ἡμᾶς αὐτοὺς ἐν

ἐρημίᾳ καταστάντας ἐκείνου. οἱ τὰς τοῦ γένους φλέβας ἕλκοντες ἐκ τῶν βασιλικῶν

πηγῶν, δακρύσατε καὶ ὡς συγγενῆ τὸν βασιλέα καὶ ὡς τοῦ γένους καύχημα. οἱ τὰς

βασιλείους πατοῦντες αὐλὰς, ζητήσατε τὴν τῶν βασιλείων λαμπρότητα. οἱ

στρατιῶται, πενθήσατε τὸν δεξιὸν στρατηγόν· οἱ δοῦλοι, κλαύσατε τὸν

φιλάνθρωπον δεσπότην· οἱ καθεύδειν καὶ ἠρεμεῖν εἰωθότες, τὸν ἄγρυπνον φύλακα·

οἱ δικασταὶ, θρηνήσατε τὸν χορηγὸν τῆς τῶν νόμων ἰσχύος· οἱ τῆς ἐκκλησίας ἱεροὶ

προστάται, ζητήσατε τὸν διάπυρον σπουδαστὴν καὶ συλλήπτορα τῶν δογμάτων· οἱ

ἐν ὄρεσι καὶ σπηλαίοις, τὸν πρόβολον καὶ προασπιστὴν τῆς ὑμετέρας εὐκλείας καὶ

δόξης· οἱ τῶν θείων ἀσκητηρίων κοσμήτορες, τὴν τῆς ὑμετέρας ἰσχύος ἀκρόπολιν.

λογίσασθε τοὺς ὑπὲρ ὑμῶν τελευταίους ἀγῶνας αὐτοῦ, πῶς πεπονηκότος ἤδη

καθάπαξ τοῦ σώματος ἔκ τε τῶν πολεμικῶν τραυμάτων ἔκ τε τῶν ἰατρικῶν

καυτήρων καὶ πρὸς θάνατον ἐντεῦθεν ἐλαυνόμενος κατεφρόνησέ τε τοῦ σώματος,

καὶ τῆς ἑαυτοῦ ζωῆς ἀφειδήσας προθύμως ἐπὶ τὸ βῆμα καὶ τοὺς ἱεροφάντορας ἧκε

καὶ οὐ πρότερον ἐκεῖθεν ἀπήλλαξε, πρὶν ἐλπίδας δοῦναι, ὡς τοὺς ὑμῶν ὑβριστὰς καὶ

τὰ ἐκείνων διεφθορότα δόγματα, τό γε εἰς ἐκεῖνον ἧκον, συντρίψει τε καὶ ὅλοις

δώσει φθορᾶς καὶ ἀπωλείας βυθοῖς τε καὶ κύμασιν. ἀναμνήσθητε, οἵους καὶ ὅσου τοῦ

ζήλου μεστοὺς τῶν 1.565 ἱερῶν ἐκείνων χειλέων τοὺς λόγους προήνεγκεν ὑπέρ τε

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

202

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!