Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

εἰς τὴν κοινὴν καὶ αὐτὸν ταύτην χρείαν διαναστῆναι. καὶ ἐπεὶ χρημάτων ἐσπάνιζε τὰ βασιλικὰ ταμιεῖα, πέμπει τὴν ταχίστην τοὺς τὰς ἐπὶ Θρᾴκῃ καὶ Μακεδονίᾳ χώρας καὶ πόλεις ἀργυρολογήσοντας, καὶ ταῦτα πολλὰ πεπονηκυίας ὑπό τε τῶν ἄλλοτε ἄλλως ἐπιόντων φόρων καὶ ὑπὸ τῶν συχνῶν ἐφόδων ἔνθεν μὲν τῶν Τούρκων, ἐκεῖθεν δὲ τῶν Βουλγάρων. τούτων οὕτως ἐχόντων τάς τε παλαιὰς ἐπεσκεύαζον ναῦς καὶ ἑτέρας ἐξ αὐτῶν ἤδη κρηπίδων ἐναυπηγοῦντο παρ' ὅλον τουτονὶ τὸν χειμῶνα. ἔαρος δὲ ἤδη λήγοντος ὁ μὲν βασιλεὺς εἴκοσι ναῦς πε 1.525 πληρωκὼς πρὸς ἔκπλουν παρεσκευάζετο, ναύαρχος ἐθελοντὴς αὐτὸς τοῦ στόλου γιγνόμενος, καὶ ταῦτα πρὸς τῆς συζύγου δεσποίνης καὶ τῶν ἄλλων ἁπάντων κωλυόμενος, διὰ τὸ μὴ ἐς ἀξίαν βασιλικῆς περιωπῆς τὰ τοιαῦτα τῶν ἔργων ἀνήκειν. ὁ δ' ὥσπερ ἐν τοῖς ἄλλοις αὐτουργὸς αὐτὸς τῶν γιγνομένων ἐφιλοτιμεῖτο γίγνεσθαι, οὕτω κἀνταῦθα πολὺ τὸ φιλότιμον ἔσχε καὶ πλήρης ἦν πολεμικῆς ὁρμῆς. ἐκάθητο δὲ ὅμως καὶ τὴν τῶν Λατινικῶν δυνάμεων ἄφιξιν περιμένων. ἀλλὰ περὶ τοὺς νεωστὶ φυέντας ἐν σφίσιν αὐτοῖς θορύβους καὶ ταραχὰς οἱ Λατῖνοι ἀσχοληθέντες ἄπρακτοι καὶ ψευδεῖς περὶ τὰς ἐπαγγελίας ἐφάνησαν. (∆.) Οἱ δὲ Ῥόδιοι καὶ οἱ τὴν παράλιον Φώκαιαν οἰκοῦντες, ἣ πλησίον κεῖται τῆς Σμύρνης, καὶ πρὸς τούτοις ὁ τῶν Κυκλάδων νήσων ἡγεμονεύων, δόλῳ μεταθέμενοι τὸν σκοπὸν, σύνθημα ἔσχον λάθρα ἐπιθέσθαι ταῖς τε Ῥωμαϊκαῖς νήσοις καὶ αὐταῖς ταῖς τοῦ βασιλέως ναυτικαῖς δυνάμεσι· δείσαντες ἴσως, μὴ ὁ βασιλεὺς τῶν ἄλλων ἀφέμενος ἐπ' αὐτοὺς τρέψηται. ὅθεν ἐπὶ Λέσβον ὁρμήσαντες ἅμα ναυσὶ πεντεκαίδεκα τῆς μὲν ἄλλης νήσου κύριοι γενέσθαι τέως οὐκ ἠδυνήθησαν· αὐτοὶ δὲ τῷ λιμένι τῆς Μιτυλήνης ἐξαίφνης προσχόντες προδοσίᾳ τὴν πόλιν εἷλον εὐθύς. (Ε.) Βουλομένων δὲ τῶν τε Ῥοδίων καὶ τοῦ τῶν Κυκλάδων νήσων ἡγεμόνος τά τε χρήματα διαρπάσαι καὶ τὴν ἄλλην ἐπίσης ἐπικράτειαν διανείμασθαι τῶν Λεσβίων, δόλῳ τινὶ καὶ ἀπάτῃ χρησάμενος ὁ τῶν Φωκαέων ἀρχηγὸς Κατάνης οἰκείαν τε φρουρὰν εἰσήγαγεν εἰς τὴν Μιτυλήνην καὶ ταύτην ἐσφετερίσατο, τούτους παρακρουσάμενος. ἐνόμισε γὰρ ῥᾳδίως ἐκεῖθεν καὶ ὅλης ἄνευ συμμάχων τῆς 1.526 νήσου κρατήσειν, ἅτε πλείονα συναμφοτέρων ἐκείνων μόνος αὐτὸς κεκτημένος δύναμιν. ὀκτὼ μὲν γὰρ ἦλθεν ἔχων τριήρεις μόνος αὐτὸς, ἃς ἐκ Γεννούας ἔφθη πεπληρωκώς· οἱ δὲ Ῥόδιοι τέτταρας· τὰς δ' ἑτέρας τρεῖς ὁ τῶν Κυκλάδων νήσων ἀρχηγός. αὐτὸς μὲν οὖν τοὺς μὲν τῆς Μιτυλήνης οἰκήτορας εὐθὺς ἐξῴκισε τῆς πατρίδος· ὁ δὲ τὴν γυναῖκα καὶ τὰ τέκνα μεταπεμψάμενος ἐκ Φωκαίας ἐκεῖ τὴν οἴκησιν ἔχειν εἵλετο, φρουρὰν ἱκανὴν ἐγκαταλιπὼν τῇ Φωκαίᾳ. κλῆρος δ' αὐτῷ περιελθὼν ἦν ἀπὸ προγόνων ἡ Φώκαια, πρὸς τοῦ βασιλέως καὶ πάππου τοῦ βασιλέως σφίσι δοθεῖσα ἐπιτροπῆς τε εἵνεκα καὶ χρημάτων τινὸς πορισμοῦ. διὸ καὶ κατὰ χρόνους τακτοὺς οἱ τὴν ταύτης ἐφορείαν διαδεχόμενοι γράμμασι βασιλικοῖς ἀνανεοῦντες ἀεὶ διετέλουν τὴν δόσιν τοῦ κλήρου, μὴ λάθῃ παρακρουσαμένη τὴν βασιλικὴν δεσποτείαν ἡ μεταξὺ τοῦ χρόνου μακρὰ περίοδος. ὁ δὲ Κατάνης οὗτος, νοσοῦντα ἑωρακὼς ἤδη τὰ Ῥωμαίων πράγματα, θρασύτερον διετέθη πρὸς βασιλέα καὶ ἠμέλει τῶν καθηκόντων δικαίων. ὅθεν καὶ τὴν τοῦ βασιλέως ὑφορώμενος αἰφνίδιον ἔφοδον ἑαυτόν τε κατὰ πᾶν τὸ δυνατὸν ἠσφαλίζετο καὶ τὴν τῆς Μιτυλήνης ἐμελέτα ἐπιβουλήν. καιροῦ δὲ ἤδη λαβόμενος εἰς πέρας καὶ τὴν ἐπιβουλὴν ἐξέῤῥηξεν. οἱ μέντοι συνδεδραμηκότες ἐπὶ τὴν τῆς Μιτυλήνης ἅλωσιν Ῥόδιοι μετὰ τῶν ἑτέρων τὴν τοῦ Φωκαέως Κατάνη μοχθηρίαν τῆς γνώμης κατεγνωκότες ἐς τὰ οἴκοι ἀνεχώρησαν. ( ʹ.) Τούτων οὕτως ἐχόντων τοῦ προτέρου πλεῖον ἀναλαβόντες θράσος οἱ ἐν τοῖς Γαλάτου οἰκοῦντες Γεννουῗται διὰ τὸ τοῦ 1.527 Κατάνη προτέρημα (Γεννουΐτης γὰρ κἀκεῖνος ἐτύγχανε) πλείονα τῶν προτέρων ἐπῆγον καὶ προσετίθεσαν τοῖς Ῥωμαίοις τὰ ἀδικήματα καὶ τὰς ὕβρεις. διὰ γὰρ τὴν ἀτέλειαν, ἣν παρὰ πρώτου Παλαιολόγου Μιχαὴλ τοῦ βασιλέως εἰλήφεσαν, ὡς ἀνωτέρω εἰρήκαμεν, τὸ πλεῖον τοῦ τῶν Ῥωμαίων ναυτικοῦ προστιθέμενον Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 188

ἐκείνοις καὶ μετασχηματιζόμενον ἐς μέγα μὲν τὸν Λατινικὸν ηὔξησε πλοῦτον, μέγα δ' ἠλάττωσε τὸν Ῥωμαϊκόν. ὃ δὴ καὶ σκληροτέρους κατὰ Ῥωμαίων αὐτοὺς ὑπέρφρονάς τε καὶ αὐθάδεις ἐπεποιήκει. ὅθεν τήν τε περὶ αὐτοὺς τάφρον βαθυτέραν ἐποίουν καὶ πύργους ὀχυροὺς κατὰ τὸ λεληθὸς ἐν σχήμασιν οἰκιῶν ἀνίστων· καὶ ἐπὶ τούτοις, χρήμασιν ὑποφθείροντες τοὺς τῶν βασιλικῶν προεστηκότας πραγμάτων, ἄδειαν πᾶσαν εἰλήφεσαν, ἀμπελῶνάς τε ὠνεῖσθαι καὶ οἰκίας ἀνιστᾷν ἐπὶ τοῦ πλησιάζοντος λόφου λαμπροῖς πεπυργωμένας τοῖς τείχεσιν· ὡς καὶ δεῆσαν πολεμεῖν Βυζαντίοις, μηδὲν εἶναι τὸ φόβον ἐπάγον καὶ κώλυμα τούτοις. (Ζ.) Ἐπεὶ δ' ἀρτίως ὁ βασιλεὺς τήν τε τῆς Μιτυλήνης ἐπύθετο ἅλωσιν καὶ τούτους αὖ ἐγγύθεν πέρα τοῦ δέοντος ἑώρα θρασυνομένους καὶ ἐς τὰ πλεῖστα παρασπονδοῦντας, περιελθὼν αἰφνιδίως ἐνέπρησε τὰς περὶ τὸν λόφον μεγάλας καὶ ὀχυρὰς ἐκείνας οἰκίας αὐτῶν· ἐν αἷς πολλά τε εὕρηται ὅπλα καὶ τόξα καὶ βέλη καὶ διάφορα. ταῦτα παρὰ προσδοκίαν ἰδοῦσι τοῖς Λατίνοις κατεπτηχέναι καὶ ἐκπεπλῆχθαι ἐπῄει καὶ δεδιέναι τὰ ἔσχατα. ἤλπισαν γὰρ αὐθημερὸν ἐπεισπεσεῖσθαι καί σφισι τὸν βασιλέα ὁλο 1.528 σχερῶς, πολλῆς περιεστηκυίας εἴπερ ποτὲ ναυτικῆς δυνάμεως. διὸ καὶ λάθρα ὡπλίζοντο καθ' αὑτούς. ἐπεὶ δ' ἄχρι τῆς ὑστεραίας περιμείναντες οὐδὲν πλέον διαπραττόμενον τὸν βασιλέα ἑώρων ἐπ' αὐτοὺς, ἀλλ' ὅλον ἠσχολημένον περὶ τὸν ἐς Μιτυλήνην ἀπόπλουν, ἀναθαῤῥήσαντες μάχην ἐκήρυξαν φανερὰν καὶ ἀδεῶς ἔς τε Βυζαντίους καὶ ἐς αὐτὸν βασιλέα ἐνύβριζον ξυλίνους τε περιήλασαν πύργους τοῖς ἑαυτῶν τείχεσι· καὶ τῶν μεγάλων ὁλκάδων τὰς μὲν εἰς πυθμένας θαλάσσης κατέδυσαν, τὰς δ' ὁπλίσαντες πρὸ τοῦ λιμένος ἀντ' ἄλλων προβόλων καὶ χαρακωμάτων ἔστησαν. ὁ δὲ βασιλεὺς μὴ βουλόμενος τὴν τοσαύτην παρασκευὴν ἐνταυθοῖ περισπᾷν μεγαλοψύχως τε ἐχρήσατο τοῖς παροῦσιν, ἠμεληκὼς τὸ παράπαν αὐτῶν, καὶ πρὸς ἔκπλουν παρεσκευάζετο πάσῃ σπουδῇ, πλείονας ἔτι δυνάμεις ἀθροίζων. (Η.) Ἐπεὶ δὲ μέχρις ὅλων ἑπτὰ ἡμερῶν ἐντὸς τείχους οἱ ἐν τοῖς Γαλάτου Λατῖνοι συγκλεισθέντες ἔμελλον ὑπὸ τοῦ οἰκείου δήμου διασπαραχθήσεσθαι, διὰ τὸ μὴ δύνασθαι φέρειν πλέον τὰ συμπεσόντα σφίσι δεινά· ὕδατός τε γὰρ ἐσπάνιζον καὶ ὅση ἐκ τῶν λαχάνων καὶ ὀπωρῶν ἦν ψυχαγωγία· οἵ τ' αὖ ἀγοραῖοι καὶ πένητες ἄνθρωποι, καὶ ὅσοι ἐκ τῶν ὠνίων τὸ ἐφήμερον ταλαντεύουσι κέρδος, οὗτοι δὲ πλείστην ὑπομένοντες ζημίαν πολλῷ πλέον κατὰ τῶν προεστώτων Λατίνων ἐμαίνοντο· διὰ δὴ ταῦτα πρὸς τὸ ταπεινότερον ἀπαλλάξαντες ὑπέκυψάν τε τῷ βασιλεῖ καὶ συγγνώμην ἔσχον τῆς ἀκαίρου ὀφρύος. (Θ.) Τοῦ γε μὴν ἔτους ἤδη μετὰ τὰς τοῦ κυνὸς ὄντος ἐπιτολὰς, ὅτε δὴ καὶ ἀφθονώτερα τὰ ἀρκτι 1.529 κὰ πνεύματα ἐς τὴν κάτω χέονται θάλατταν, ἄρας ὁ βασιλεὺς μετὰ πάσης τῆς ναυτικῆς δυνάμεως ἔπλει ἐς Μιτυλήνην. αἱ δ' ἑπτὰ τοῦ Κατάνη τριήρεις τὴν Μιτυλήνην παραπλέουσαι, πλείους ἢ κατὰ προσδοκίαν ἐπιούσας τὰς τοῦ βασιλέως ἑωρακυῖαι, αἱ μὲν δύο φθάσασαι προσωρμίσθησαν τῷ τῆς Μιτυλήνης λιμένι, αἱ δὲ πέντε ἀπεγνωκυῖαι ἐς τὴν χέρσον ἐξώκειλαν καὶ πάντες οἱ ἐν αὐταῖς ἀποθέμενοι τὰ ὅπλα ἔφευγον· ὧν οἱ μὲν ἔδραμον εἰς τὴν Μιτυλήνην, οἱ δ' ἀνοδίᾳ χρησάμενοι διεφθάρησαν ὑπὸ τῶν Λεσβίων. τὰς δὲ πέντε ναῦς πλήρεις ὅπλων καὶ ὀψωνίων ναυτικῶν οἱ τοῦ βασιλέως λαβόντες ἀπέπλευσαν ἐς Χίον τὴν νῆσον ἅμα τῷ βασιλεῖ, πληρώσοντες τὰς ἤδη ληφθείσας πέντε τριήρεις ἐκείνας ἐρετῶν τε καὶ ὁπόσοι ἐκ τῶν καταστρωμάτων μάχεσθαι ἔμελλον. μέγα δ' ἐγένετο ἐναντίωμα τῇ τοῦ βασιλέως σπουδῇ καὶ θελήσει ἡ πρὸς τὴν Χίον αὕτη διατριβή. ἀδείας γὰρ ὁ Κατάνης λαβόμενος τήν τε Μιτυλήνην ὠχυρώσατο καὶ πολλὴν εἰσήνεγκε δύναμιν στρατιωτικὴν καὶ χορηγίαν ἀφθονωτέραν τῶν χρειωδῶν· καὶ ἔτι ἐς Φώκαιαν πέμψας ἃς εἶχε δύο ταχυπλοούσας τριήρεις τὰ ὅμοια ἐπεπράχει πολλῇ χρησάμενος τῇ σπουδῇ. μετὰ δὲ ταῦτα καταπλεύσας ὁ βασιλεὺς μετὰ τῶν δυνάμεων ἐς Φώκαιαν, προσκαλεσάμενος δὲ καὶ τὸν τὴν πέριξ ἐπαρχίαν ἔχοντα Τοῦρκον, ἅτε εἰδὼς κἀκεῖνον ἀχθόμενον ἐκ πολλοῦ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 189

εἰς τὴν κοινὴν καὶ αὐτὸν ταύτην χρείαν διαναστῆναι. καὶ ἐπεὶ χρημάτων ἐσπάνιζε τὰ

βασιλικὰ ταμιεῖα, πέμπει τὴν ταχίστην τοὺς τὰς ἐπὶ Θρᾴκῃ καὶ Μακεδονίᾳ χώρας καὶ

πόλεις ἀργυρολογήσοντας, καὶ ταῦτα πολλὰ πεπονηκυίας ὑπό τε τῶν ἄλλοτε ἄλλως

ἐπιόντων φόρων καὶ ὑπὸ τῶν συχνῶν ἐφόδων ἔνθεν μὲν τῶν Τούρκων, ἐκεῖθεν δὲ

τῶν Βουλγάρων. τούτων οὕτως ἐχόντων τάς τε παλαιὰς ἐπεσκεύαζον ναῦς καὶ

ἑτέρας ἐξ αὐτῶν ἤδη κρηπίδων ἐναυπηγοῦντο παρ' ὅλον τουτονὶ τὸν χειμῶνα.

ἔαρος δὲ ἤδη λήγοντος ὁ μὲν βασιλεὺς εἴκοσι ναῦς πε 1.525 πληρωκὼς πρὸς ἔκπλουν

παρεσκευάζετο, ναύαρχος ἐθελοντὴς αὐτὸς τοῦ στόλου γιγνόμενος, καὶ ταῦτα πρὸς

τῆς συζύγου δεσποίνης καὶ τῶν ἄλλων ἁπάντων κωλυόμενος, διὰ τὸ μὴ ἐς ἀξίαν

βασιλικῆς περιωπῆς τὰ τοιαῦτα τῶν ἔργων ἀνήκειν. ὁ δ' ὥσπερ ἐν τοῖς ἄλλοις

αὐτουργὸς αὐτὸς τῶν γιγνομένων ἐφιλοτιμεῖτο γίγνεσθαι, οὕτω κἀνταῦθα πολὺ τὸ

φιλότιμον ἔσχε καὶ πλήρης ἦν πολεμικῆς ὁρμῆς. ἐκάθητο δὲ ὅμως καὶ τὴν τῶν

Λατινικῶν δυνάμεων ἄφιξιν περιμένων. ἀλλὰ περὶ τοὺς νεωστὶ φυέντας ἐν σφίσιν

αὐτοῖς θορύβους καὶ ταραχὰς οἱ Λατῖνοι ἀσχοληθέντες ἄπρακτοι καὶ ψευδεῖς περὶ

τὰς ἐπαγγελίας ἐφάνησαν. (∆.) Οἱ δὲ Ῥόδιοι καὶ οἱ τὴν παράλιον Φώκαιαν οἰκοῦντες,

ἣ πλησίον κεῖται τῆς Σμύρνης, καὶ πρὸς τούτοις ὁ τῶν Κυκλάδων νήσων

ἡγεμονεύων, δόλῳ μεταθέμενοι τὸν σκοπὸν, σύνθημα ἔσχον λάθρα ἐπιθέσθαι ταῖς τε

Ῥωμαϊκαῖς νήσοις καὶ αὐταῖς ταῖς τοῦ βασιλέως ναυτικαῖς δυνάμεσι· δείσαντες ἴσως,

μὴ ὁ βασιλεὺς τῶν ἄλλων ἀφέμενος ἐπ' αὐτοὺς τρέψηται. ὅθεν ἐπὶ Λέσβον

ὁρμήσαντες ἅμα ναυσὶ πεντεκαίδεκα τῆς μὲν ἄλλης νήσου κύριοι γενέσθαι τέως οὐκ

ἠδυνήθησαν· αὐτοὶ δὲ τῷ λιμένι τῆς Μιτυλήνης ἐξαίφνης προσχόντες προδοσίᾳ τὴν

πόλιν εἷλον εὐθύς. (Ε.) Βουλομένων δὲ τῶν τε Ῥοδίων καὶ τοῦ τῶν Κυκλάδων

νήσων ἡγεμόνος τά τε χρήματα διαρπάσαι καὶ τὴν ἄλλην ἐπίσης ἐπικράτειαν

διανείμασθαι τῶν Λεσβίων, δόλῳ τινὶ καὶ ἀπάτῃ χρησάμενος ὁ τῶν Φωκαέων

ἀρχηγὸς Κατάνης οἰκείαν τε φρουρὰν εἰσήγαγεν εἰς τὴν Μιτυλήνην καὶ ταύτην

ἐσφετερίσατο, τούτους παρακρουσάμενος. ἐνόμισε γὰρ ῥᾳδίως ἐκεῖθεν καὶ ὅλης ἄνευ

συμμάχων τῆς 1.526 νήσου κρατήσειν, ἅτε πλείονα συναμφοτέρων ἐκείνων μόνος

αὐτὸς κεκτημένος δύναμιν. ὀκτὼ μὲν γὰρ ἦλθεν ἔχων τριήρεις μόνος αὐτὸς, ἃς ἐκ

Γεννούας ἔφθη πεπληρωκώς· οἱ δὲ Ῥόδιοι τέτταρας· τὰς δ' ἑτέρας τρεῖς ὁ τῶν

Κυκλάδων νήσων ἀρχηγός. αὐτὸς μὲν οὖν τοὺς μὲν τῆς Μιτυλήνης οἰκήτορας εὐθὺς

ἐξῴκισε τῆς πατρίδος· ὁ δὲ τὴν γυναῖκα καὶ τὰ τέκνα μεταπεμψάμενος ἐκ Φωκαίας

ἐκεῖ τὴν οἴκησιν ἔχειν εἵλετο, φρουρὰν ἱκανὴν ἐγκαταλιπὼν τῇ Φωκαίᾳ. κλῆρος δ'

αὐτῷ περιελθὼν ἦν ἀπὸ προγόνων ἡ Φώκαια, πρὸς τοῦ βασιλέως καὶ πάππου τοῦ

βασιλέως σφίσι δοθεῖσα ἐπιτροπῆς τε εἵνεκα καὶ χρημάτων τινὸς πορισμοῦ. διὸ καὶ

κατὰ χρόνους τακτοὺς οἱ τὴν ταύτης ἐφορείαν διαδεχόμενοι γράμμασι βασιλικοῖς

ἀνανεοῦντες ἀεὶ διετέλουν τὴν δόσιν τοῦ κλήρου, μὴ λάθῃ παρακρουσαμένη τὴν

βασιλικὴν δεσποτείαν ἡ μεταξὺ τοῦ χρόνου μακρὰ περίοδος. ὁ δὲ Κατάνης οὗτος,

νοσοῦντα ἑωρακὼς ἤδη τὰ Ῥωμαίων πράγματα, θρασύτερον διετέθη πρὸς βασιλέα

καὶ ἠμέλει τῶν καθηκόντων δικαίων. ὅθεν καὶ τὴν τοῦ βασιλέως ὑφορώμενος

αἰφνίδιον ἔφοδον ἑαυτόν τε κατὰ πᾶν τὸ δυνατὸν ἠσφαλίζετο καὶ τὴν τῆς

Μιτυλήνης ἐμελέτα ἐπιβουλήν. καιροῦ δὲ ἤδη λαβόμενος εἰς πέρας καὶ τὴν

ἐπιβουλὴν ἐξέῤῥηξεν. οἱ μέντοι συνδεδραμηκότες ἐπὶ τὴν τῆς Μιτυλήνης ἅλωσιν

Ῥόδιοι μετὰ τῶν ἑτέρων τὴν τοῦ Φωκαέως Κατάνη μοχθηρίαν τῆς γνώμης

κατεγνωκότες ἐς τὰ οἴκοι ἀνεχώρησαν. ( ʹ.) Τούτων οὕτως ἐχόντων τοῦ προτέρου

πλεῖον ἀναλαβόντες θράσος οἱ ἐν τοῖς Γαλάτου οἰκοῦντες Γεννουῗται διὰ τὸ τοῦ

1.527 Κατάνη προτέρημα (Γεννουΐτης γὰρ κἀκεῖνος ἐτύγχανε) πλείονα τῶν

προτέρων ἐπῆγον καὶ προσετίθεσαν τοῖς Ῥωμαίοις τὰ ἀδικήματα καὶ τὰς ὕβρεις. διὰ

γὰρ τὴν ἀτέλειαν, ἣν παρὰ πρώτου Παλαιολόγου Μιχαὴλ τοῦ βασιλέως εἰλήφεσαν,

ὡς ἀνωτέρω εἰρήκαμεν, τὸ πλεῖον τοῦ τῶν Ῥωμαίων ναυτικοῦ προστιθέμενον

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

188

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!