Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

συνδιαιρεῖσθαι δοξάζοντες ἀνάξια παντάπασι τῶν θείων ταῖς ἑαυτῶν ἐννοίαις δοξάζουσι. τοσαύτης τοίνυν διχοστασίας 1.511 ἐπιχωριαζούσης περὶ τὰς λέξεις καὶ τὰ ὀνόματα, διὰ τὰς ὁμωνυμίας τῶν ὑποκειμένων πραγμάτων, καὶ ἄλλως μὲν ἐπὶ θεοῦ λαμβάνεσθαι ὀφειλόντων αὐτῶν, ἄλλως δ' ἐπὶ τῆς γεννητῆς ταύτης καὶ ῥευστῆς φύσεως, τίς ἱκανὸς ἐφικέσθαι δὴ τῆς ἀξίας; εἰ γὰρ τοὺς θείους πατέρας ἐκείνους, τὰ τοῦ πνεύματος ὄργανα, τοὺς πᾶσαν ὑπὲρ ἅπαντας ἀνθρωπίνην σοφίαν διεξελθόντας, εἰ οὖν ἐκείνους ἐν ταῖς θείων γραφῶν ἐξηγήσεσι διαφωνοῦντας εὑρίσκομεν πολλαχῆ καὶ μικροῦ τἀναντία πολλάκις διεξιόντας, διὰ τὸ γνόφῳ πολλῷ καὶ, οἷον εἰπεῖν, προπυλαίοις στεῤῥοῖς καὶ ἀδαμαντίνοις δορυφορεῖσθαι τὰς θείας ταύτας καὶ ὑψηλοτέρας ἐννοίας· τί ἂν ἔχοι τις ἕτερος λέγειν, μήτε τὴν ἀνθρωπίνην σοφίαν ἐγγύς που τυγχάνων ἐκείνων καὶ ἅμα πολλῆς ἀπόζων τῆς μοχθηρᾶς ταύτης καὶ ὑλικῆς προσπαθείας; ἰδοὺ γὰρ, ἵνα σιωπῇ παραδράμω τὰ πλεῖστα, τὸ, "1κύριος ἔκτισέ με ἀρχὴν ὁδὸν αὐτοῦ,"2 ὁ μὲν θεῖος καὶ μέγας Βασίλειος περὶ τῆς ἐμφαινομένης τῷ κόσμῳ σοφίας εἰρῆσθαί φησι, μονονουχὶ φωνὴν ἀφιείσης διὰ τῶν ὁρωμένων, ὅτι παρὰ θεοῦ γέγονε καὶ οὐκ αὐτομάτως ἡ τοσαύτη σοφία τοῖς ἀποτελεσθεῖσιν ἐμπρέπει· καθὰ καὶ τοὺς οὐρανοὺς ὁ ∆αβὶδ διηγεῖσθαί φησι τὴν δόξαν τοῦ θεοῦ φωναῖς ἀλαλήτοις. ὁ δὲ μέγας ἐν θεολογίᾳ Γρηγόριος τοῦ σωτῆρος τοῦτον εἶναι φάσκει τὸν λόγον· καὶ ἑξῆς ἑρμηνεύων, ὅσα μὲν μετὰ τῆς αἰτίας εὑρίσκει, τῇ ἀνθρωπότητι ταῦτα προστίθησιν, ὅσα δ' ἁπλᾶ καὶ ἀναίτια, ταῦτα διελὼν λογίζεται τῇ θεότητι. ἀλλ' 1.512 οὗτοι μὲν σκεύη τοῦ πνεύματος ὄντες καὶ πρὸς ἕνα βλέποντες σκοπὸν καὶ τὴν τοιαύτην διαφωνίαν ὥσπερ ἐκ διαφόρων ὁδῶν πρὸς ἓν περιάγουσι τέλος, εὐσεβὲς δηλαδὴ καὶ σωτήριον. οἱ δὲ τῶν ἀλλοτρίων αἱρέσεων ἡγεμόνες, πρόφασιν λαμβάνοντες τὸ τῆς διανοίας δυσέφικτον τῶν γραφῶν, δίκην ἱεροσύλων καταξαίνουσι ταύτας καὶ πρὸς ἀβύσσους πυθμένας καθέλκουσι τῶν βλασφημιῶν. Εἰ γοῦν ἀναγκαῖον ἐτύγχανε καὶ ἡμῖν ἐπὶ τοῦ παρόντος ὁπλίζειν τὴν γλῶτταν κατὰ τῶν ἐναντίων, ὡς ἔφαμεν, οὐ τοιούτοις ἂν ἐχρησάμεθα τοῖς ὀνόμασιν, οἷς τὸ πολύτροπον καὶ πολυσχιδὲς ἐμφωλεύει τοῦ νοῦ, ἀλλὰ τοῖς ἀναμφισβητήτως ὡμολογημένοις καὶ συμπεφωνημένοις ἐξ ἀμφοῖν καὶ ὅσα εἰς ἐπινοίας ἄγουσιν ἡμᾶς ἐξ ἀνάγκης τῶν νοητῶν κατὰ τὸ ἁπλούστερον· ἐπεὶ πάμπολλα σφόδρα καὶ ταῦτα ἐπανθεῖ τῇ θείᾳ γραφῇ. ἐπεὶ δ' οὐκ ἀναγκαῖον τοῦθ' ἡμῖν ἐστιν ἐν τῷ παρόντι, ἐρηρεισμένοις καὶ ἡδρασμένοις ἐπὶ ταῖς κρείττοσι ῥήσεσι καὶ ἀσφαλεστέραις, ταῖς τε εὐαγγελικαῖς δηλαδὴ καὶ ὡς ἄνωθεν τοῖς ὁσίοις πατράσι τὸ θεῖον τῆς πίστεως κεκύρωται σύμβολον (ταῦτα γὰρ ὅροι καὶ θέσεις ὡς ἀληθῶς γνωριμώτεραί τε καὶ ἀναπόδεικτοι)· σιωπῇ τὰς αὐτῶν φιλονείκους ἐνστάσεις καὶ ἀντιθέσεις ἀνατρέπειν μᾶλλον ἢ λόγοις, ἐμοὶ δοκεῖ δικαιότερον. εἰ δέ τις ἐνίσταιτο, τοὺς θείους πατέρας συλλογισμοῖς πολλάκις χρωμένους παράγων ἐν τοῖς τοιούτοις· οὐκ ἂν ἔγωγε καίρια φάσκειν φήσαιμι τοῦτον. οὐ γὰρ ἵνα δείξωσιν, οὔθ' ὅ,τι ἐστὶ τὴν φύσιν ὁ θεὸς, 1.513 οὔθ' ὅ,τι ἐστὶν υἱοῦ γέννησις, οὔθ' ὅ,τι ἐστὶ πνεύματος ἁγίου ἐκπόρευσις, ἀλλ' ἵνα μᾶλλον ἄλλως ἐπίσχωσι τοὺς ἀτάκτως τῇ θεολογίᾳ ἐπιπηδῶντας. εἰ δ' οὖν, λεγέτω μοί τις παρελθὼν, τί βουλόμενος ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος οὑτωσὶ σχηματίζει τὸν λόγον πρὸς τοὺς ἐριστικῶς ἐρωτῶντας περί τε τῆς τοῦ υἱοῦ γεννήσεως καὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως· "1εἰπέ μοι,"2 φάσκων, "1σὺ τὴν ἀγεννησίαν τοῦ πατέρος, κἀγὼ τὴν γέννησιν τοῦ υἱοῦ φυσιολογήσω καὶ τὴν ἐκπόρευσιν τοῦ πνεύματος, καὶ παραπληκτίσομεν ἄμφω, εἰς θεοῦ μυστήρια παρακύπτοντες· καὶ ταῦτα τίνες; οἱ μηδὲ τὰ ἐν ποσὶν εἰδέναι δυνάμενοι, μηδὲ ψάμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ καὶ ἡμέρας αἰῶνος ἐξαριθμεῖσθαι, μὴ ὅτι γε θεοῦ βάθεσιν ἐμβατεύειν καὶ λόγον ὑπέχειν τῆς οὕτως ἀῤῥήτου καὶ ὑπὲρ λόγον φύσεως."2 καὶ μετ' ὀλίγα πάλιν, τοῦ ἐναντίου ζητοῦντος ὑπόδειγμα καὶ ὁμοίωσιν καὶ "1δός μοι"2 λέγοντος "1ἐκ τοῦ αὐτοῦ τὸ μὲν υἱὸν, τὸ δὲ οὐχ υἱὸν, εἶτα ὁμοούσια, καὶ δέχομαι Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 184

θεὸν καὶ θεὸν,"2 ἀποκρίνεται λέγων· "1δός μοι καὶ σὺ θεὸν ἄλλον καὶ φύσιν θεοῦ, καὶ δώσω σοι τὴν αὐτὴν τριάδα μετὰ τῶν αὐτῶν ὀνομάτων τε καὶ πραγμάτων. εἰ δὲ εἷς θεὸς μία φύσις ἡ ἀνωτάτω, πόθεν παραστήσω σοι τὴν ὁμοίωσιν;"2 λίαν γὰρ αἰσχρὸν, καὶ οὐκ αἰσχρὸν μόνον, ἀλλὰ καὶ μάταιον ἐπιεικῶς, ἐκ τῶν κάτω τῶν ἄνω τὴν εἰκασίαν λαμβάνειν καὶ τῶν ἀκινήτων ἐκ τῆς ῥευστῆς φύσεως, καὶ, ὅ φησιν Ἠσαΐας, ἐκζητεῖσθαι τὰ ζῶντα ἐν τοῖς νεκροῖς. διὰ τοῦτο καὶ ἀλλαχοῦ φησιν· "1ἐπὶ τῶν ἡμετέρων ὅρων ἱστάμε 1.514 νοι τὸ ἀγέννητον εἰσάγομεν καὶ τὸ γεννητόν· καὶ τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, ὥς φησιν αὐτὸς ὁ θεὸς καὶ λόγος."2 ταῦτα δὴ τοίνυν οὐ θέλοντός ἐστι κατασκευάζειν ὅ,τι ἐστὶ ταῦτα, ἀλλ' ἀνασοβοῦντος καὶ ἀποτρέποντος τοὺς ἀλόγως εἰς τοιαύτας κατασκευὰς καταφεύγοντας. πῶς γάρ; ὃς οὐδ' ὀνόματά φησι προσήκοντα φύσει θεοῦ τοῖς ἀνθρώποις ἔστιν εὑρεῖν. ὀνομάζομεν γὰρ, ὡς ἡμῖν ἐφικτὸν, ἐκ τῶν ἡμετέρων τὰ τοῦ θεοῦ. "1εἰ γὰρ τῶν νοητῶν (φησὶν) ἔσχατα ψυχὴ καὶ λόγος κύριον οὐ κέκτηνται τοὔνομα· ψυχὴ μὲν γὰρ ὀνόματι θηλυκῷ προσαγορεύεται, τοιαύτην οὐκ ἔχουσα φύσιν, καὶ ὁ λόγος δ' ἄῤῥενος φύσεως ἥκιστα ὢν ἀῤῥενικὸν καὶ αὐτὸς ἐκτήσατο τοὔνομα· εἰ οὖν ταῦτα κύριον οὐ κέκτηνται τοὔνομα, πῶς ἂν τὰ πρῶτα καὶ πάντων ἐπέκεινα τῶν νοητῶν νοητὰ κυρίοις ὀνόμασιν ἐπικεκλῆσθαι φήσαιμεν"2; τοσαύτης τοίνυν νυκτὸς ἐπιπροσθούσης τῇ ἡμετέρᾳ διανοίᾳ τῶν τε νοημάτων καὶ ὀνομάτων, τίς ἂν ἐν τούτοις συλλογίζεσθαι δυνηθείη; εἰ δέ τις ἐπιχειροίη, διπλῶς ἁμαρτάνει. οὔτε γὰρ οἶδεν ἐν τούτοις οὐδὲν καὶ ἅμα λέληθεν ἑαυτὸν οὐκ εἰδώς. ὁ δ' οὐκ εἰδὼς ὅτε δεῖ καὶ ὅπη δεῖ συλλογίζεσθαι, οὐδ' ὅτε δεῖ συλλογιζόμενος, συλλογίσεται οἷα δεῖ καὶ ὅπως δεῖ· εἰ δ' αὐτὸς ἴσως, ἀλλ' οἵ γε ἀκούοντες δι' ὑποψίας ποιήσονται τὰ λεγόμενα καὶ φυλάξονται, ἀφέλειάν τε καὶ ἄνοιαν ἅπαξ αὐτοῦ καταγνόντες. τάχα δ' ἂν καὶ σιωπῇ παντελεῖ τὰς τῶν ἀτόπων ἐκείνων ἔριδας καὶ οἱ θεῖοι ἐκεῖνοι πατέρες ἀπεκρούσαντο, εἰ μὴ ἐς ἀνάγκας καὶ ἄκοντες 1.515 ἀντιλέγειν ἤγοντο, ῥᾷστα τὸν ὄχλον ὁρῶντες ταῖς ἄλλοτε ἄλλως ἐπιφυομέναις αἱρέσεσι προσιόντα διὰ τὸ ἀνέδραστον ἔτι περὶ τὴν πίστιν καὶ οὐ σφόδρα τοι ἀναμφίβολον. νῦν δ' οὕτω βεβαιωθέντων καὶ στηριχθέντων εἰς τὴν πίστιν τοῦ πλήθους, ὥστε θᾶττον ἂν ἴδοι τις τὸν σίδηρον μεταθέντα τὴν φύσιν, ἢ τούτους βραχὺ τῶν πατρίων μεταθεμένους δογμάτων, τίς χρεία λόγων ὠφελησόντων οὐδέν; καὶ γὰρ ἵνα κἀγὼ τὰ τοῦ Ἀποστόλου κατὰ καιρὸν φθέγξωμαι, πέπεισμαι, ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε κτίσις ἑτέρα δυνήσεται τούτους τῶν πατρίων ἀποστῆσαι θεσμῶν καὶ δογμάτων. ἔπειτα, εἰ μὲν πρώτως ἤδη ταῦτ' ἐνοχλοῦντες ἦσαν καὶ πρώτοις ἡμῖν τὰ τοιαῦτα προὐτίθεσαν, ἴσως ἂν καὶ αὐτοὶ πρὸς λόγων ἀγῶνας παρεσκευαζόμεθα τήμερον ξύν γε θεῷ. ἐπεὶ δὲ πάλαι ταῦτ' ἐξήτασται καὶ τάξιν εἰλήφεσαν τὴν προσήκουσαν καὶ τὸ κῦρος λαμπρὸν παρεπέμφθη τῷ χρόνῳ, κἀνταῦθα πολλάκις ἐνδημήσαντες οὗτοι πολλάκις καὶ ἀπεκρούσθησαν· ποῦ δίκαιον τοῖς πάλαι καλῶς δεδογμένοις τήμερον ἡμᾶς ἐνοχλεῖν καὶ ἀνήνυτα μοχθεῖν, ἀνακυκλοῦντας ἀεὶ τὰ αὐτά; καὶ τούτοις μὲν ἀνεπαχθὲς τοῦτο καὶ σφόδρα τοι περισπούδαστον. λογισμοὺς γὰρ ἐκ λογισμῶν ἀμείβοντες ὑποσαίνοντάς τε καὶ ὑπισχνουμένους ἀεὶ τὰ βελτίονα, ἢ περιτρέψειν ἠλπίκασι τὴν ἧτταν ὀψὲ τοῖς αὐτῶν ἐναντίοις ἡμῖν καὶ τὸ φθάσαν αἶσχος ἀποτρίψεσθαι, ἢ πολλὴν τῆς συνόδου καταχεαμένους τὴν γλωσσαλγίαν μετὰ τῆς συνήθους ὀφρύος, ἔπειτα ἐξελεύσεσθαι διασπείροντας πανταχῆ φήμην ἀναιδείας με 1.516 στὴν καὶ κλέπτουσαν τὴν ἀλήθειαν, ὡς ἐστήσαντο τρόπαιον, οἷα τὰ σφῶν αὐτῶν σμικρολογήματα. ἀλλ' ἡμῖν γε οὐ προδιδόναι τὸ μεγαλοπρεπὲς ἡμῶν δεῖ, οὐδ' ἃ συμφέρει τοῖς ἐναντίοις, ταῦθ' ἡμᾶς πράττειν χρεών· ἀλλὰ ταῦθ' ἡμᾶς μᾶλλον, ἅπερ ἡμῖν. ποῦ δ' οὐκ ἂν ἀγνωμοσύνης εἴη ἐλαῦνον, Ἑλλήνων μὲν ὁπόσοι Πυθαγόρειοί τε καὶ Ἐπικούρειοι, τούτους οὕτω τοι θεῖα καὶ ἀναντίῤῥητα τὰ τῶν Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 185

συνδιαιρεῖσθαι δοξάζοντες ἀνάξια παντάπασι τῶν θείων ταῖς ἑαυτῶν ἐννοίαις

δοξάζουσι. τοσαύτης τοίνυν διχοστασίας 1.511 ἐπιχωριαζούσης περὶ τὰς λέξεις καὶ τὰ

ὀνόματα, διὰ τὰς ὁμωνυμίας τῶν ὑποκειμένων πραγμάτων, καὶ ἄλλως μὲν ἐπὶ θεοῦ

λαμβάνεσθαι ὀφειλόντων αὐτῶν, ἄλλως δ' ἐπὶ τῆς γεννητῆς ταύτης καὶ ῥευστῆς

φύσεως, τίς ἱκανὸς ἐφικέσθαι δὴ τῆς ἀξίας; εἰ γὰρ τοὺς θείους πατέρας ἐκείνους, τὰ

τοῦ πνεύματος ὄργανα, τοὺς πᾶσαν ὑπὲρ ἅπαντας ἀνθρωπίνην σοφίαν διεξελθόντας,

εἰ οὖν ἐκείνους ἐν ταῖς θείων γραφῶν ἐξηγήσεσι διαφωνοῦντας εὑρίσκομεν

πολλαχῆ καὶ μικροῦ τἀναντία πολλάκις διεξιόντας, διὰ τὸ γνόφῳ πολλῷ καὶ, οἷον

εἰπεῖν, προπυλαίοις στεῤῥοῖς καὶ ἀδαμαντίνοις δορυφορεῖσθαι τὰς θείας ταύτας καὶ

ὑψηλοτέρας ἐννοίας· τί ἂν ἔχοι τις ἕτερος λέγειν, μήτε τὴν ἀνθρωπίνην σοφίαν

ἐγγύς που τυγχάνων ἐκείνων καὶ ἅμα πολλῆς ἀπόζων τῆς μοχθηρᾶς ταύτης καὶ

ὑλικῆς προσπαθείας; ἰδοὺ γὰρ, ἵνα σιωπῇ παραδράμω τὰ πλεῖστα, τὸ, "1κύριος ἔκτισέ

με ἀρχὴν ὁδὸν αὐτοῦ,"2 ὁ μὲν θεῖος καὶ μέγας Βασίλειος περὶ τῆς ἐμφαινομένης τῷ

κόσμῳ σοφίας εἰρῆσθαί φησι, μονονουχὶ φωνὴν ἀφιείσης διὰ τῶν ὁρωμένων, ὅτι

παρὰ θεοῦ γέγονε καὶ οὐκ αὐτομάτως ἡ τοσαύτη σοφία τοῖς ἀποτελεσθεῖσιν

ἐμπρέπει· καθὰ καὶ τοὺς οὐρανοὺς ὁ ∆αβὶδ διηγεῖσθαί φησι τὴν δόξαν τοῦ θεοῦ

φωναῖς ἀλαλήτοις. ὁ δὲ μέγας ἐν θεολογίᾳ Γρηγόριος τοῦ σωτῆρος τοῦτον εἶναι

φάσκει τὸν λόγον· καὶ ἑξῆς ἑρμηνεύων, ὅσα μὲν μετὰ τῆς αἰτίας εὑρίσκει, τῇ

ἀνθρωπότητι ταῦτα προστίθησιν, ὅσα δ' ἁπλᾶ καὶ ἀναίτια, ταῦτα διελὼν λογίζεται

τῇ θεότητι. ἀλλ' 1.512 οὗτοι μὲν σκεύη τοῦ πνεύματος ὄντες καὶ πρὸς ἕνα βλέποντες

σκοπὸν καὶ τὴν τοιαύτην διαφωνίαν ὥσπερ ἐκ διαφόρων ὁδῶν πρὸς ἓν περιάγουσι

τέλος, εὐσεβὲς δηλαδὴ καὶ σωτήριον. οἱ δὲ τῶν ἀλλοτρίων αἱρέσεων ἡγεμόνες,

πρόφασιν λαμβάνοντες τὸ τῆς διανοίας δυσέφικτον τῶν γραφῶν, δίκην ἱεροσύλων

καταξαίνουσι ταύτας καὶ πρὸς ἀβύσσους πυθμένας καθέλκουσι τῶν βλασφημιῶν. Εἰ

γοῦν ἀναγκαῖον ἐτύγχανε καὶ ἡμῖν ἐπὶ τοῦ παρόντος ὁπλίζειν τὴν γλῶτταν κατὰ

τῶν ἐναντίων, ὡς ἔφαμεν, οὐ τοιούτοις ἂν ἐχρησάμεθα τοῖς ὀνόμασιν, οἷς τὸ

πολύτροπον καὶ πολυσχιδὲς ἐμφωλεύει τοῦ νοῦ, ἀλλὰ τοῖς ἀναμφισβητήτως

ὡμολογημένοις καὶ συμπεφωνημένοις ἐξ ἀμφοῖν καὶ ὅσα εἰς ἐπινοίας ἄγουσιν ἡμᾶς

ἐξ ἀνάγκης τῶν νοητῶν κατὰ τὸ ἁπλούστερον· ἐπεὶ πάμπολλα σφόδρα καὶ ταῦτα

ἐπανθεῖ τῇ θείᾳ γραφῇ. ἐπεὶ δ' οὐκ ἀναγκαῖον τοῦθ' ἡμῖν ἐστιν ἐν τῷ παρόντι,

ἐρηρεισμένοις καὶ ἡδρασμένοις ἐπὶ ταῖς κρείττοσι ῥήσεσι καὶ ἀσφαλεστέραις, ταῖς τε

εὐαγγελικαῖς δηλαδὴ καὶ ὡς ἄνωθεν τοῖς ὁσίοις πατράσι τὸ θεῖον τῆς πίστεως

κεκύρωται σύμβολον (ταῦτα γὰρ ὅροι καὶ θέσεις ὡς ἀληθῶς γνωριμώτεραί τε καὶ

ἀναπόδεικτοι)· σιωπῇ τὰς αὐτῶν φιλονείκους ἐνστάσεις καὶ ἀντιθέσεις ἀνατρέπειν

μᾶλλον ἢ λόγοις, ἐμοὶ δοκεῖ δικαιότερον. εἰ δέ τις ἐνίσταιτο, τοὺς θείους πατέρας

συλλογισμοῖς πολλάκις χρωμένους παράγων ἐν τοῖς τοιούτοις· οὐκ ἂν ἔγωγε καίρια

φάσκειν φήσαιμι τοῦτον. οὐ γὰρ ἵνα δείξωσιν, οὔθ' ὅ,τι ἐστὶ τὴν φύσιν ὁ θεὸς, 1.513

οὔθ' ὅ,τι ἐστὶν υἱοῦ γέννησις, οὔθ' ὅ,τι ἐστὶ πνεύματος ἁγίου ἐκπόρευσις, ἀλλ' ἵνα

μᾶλλον ἄλλως ἐπίσχωσι τοὺς ἀτάκτως τῇ θεολογίᾳ ἐπιπηδῶντας. εἰ δ' οὖν, λεγέτω

μοί τις παρελθὼν, τί βουλόμενος ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος οὑτωσὶ σχηματίζει

τὸν λόγον πρὸς τοὺς ἐριστικῶς ἐρωτῶντας περί τε τῆς τοῦ υἱοῦ γεννήσεως καὶ τῆς

τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως· "1εἰπέ μοι,"2 φάσκων, "1σὺ τὴν ἀγεννησίαν τοῦ

πατέρος, κἀγὼ τὴν γέννησιν τοῦ υἱοῦ φυσιολογήσω καὶ τὴν ἐκπόρευσιν τοῦ

πνεύματος, καὶ παραπληκτίσομεν ἄμφω, εἰς θεοῦ μυστήρια παρακύπτοντες· καὶ

ταῦτα τίνες; οἱ μηδὲ τὰ ἐν ποσὶν εἰδέναι δυνάμενοι, μηδὲ ψάμμον θαλασσῶν καὶ

σταγόνας ὑετοῦ καὶ ἡμέρας αἰῶνος ἐξαριθμεῖσθαι, μὴ ὅτι γε θεοῦ βάθεσιν

ἐμβατεύειν καὶ λόγον ὑπέχειν τῆς οὕτως ἀῤῥήτου καὶ ὑπὲρ λόγον φύσεως."2 καὶ μετ'

ὀλίγα πάλιν, τοῦ ἐναντίου ζητοῦντος ὑπόδειγμα καὶ ὁμοίωσιν καὶ "1δός μοι"2

λέγοντος "1ἐκ τοῦ αὐτοῦ τὸ μὲν υἱὸν, τὸ δὲ οὐχ υἱὸν, εἶτα ὁμοούσια, καὶ δέχομαι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

184

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!