Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

φιλανθρωπίαν μεμνημένος· νῦν δ' ἀπογνώσεως λογισμοὶ τὴν αὐτοῦ ψυχὴν πικρῶς ἐπεβόσκοντο. ὅθεν ἔξω μὲν πρὸ τῶν τειχῶν ἡμεροσκόπους ἔπεμψε στρατιώτας τριάκοντα, κατὰ τὴν τοῦ Σφραντζῆ προαναφώνησιν· πρὸ δὲ τοῦ λιμένος εἶχε τριήρη μίαν ταχυναυτοῦσαν, εἰς ἣν ἔμελλεν ἐλθόντος ἀπράκτου τοῦ Σφραντζῆ εἰσπηδήσειν τε εὐθὺς ἅμα τοῖς ἀμφ' αὑτὸν καὶ ἀποπλεῦσαι τὴν ταχίστην ἐς τὰ τῶν Βυζαντίων βασίλεια. (Η.) Ὡς δὲ ἐγγύς τε αἱ δυνάμεις ἐγένοντο καὶ ἐστρατοπεδεύσαντο σταδίων οὐ πόῤῥω τοῦ ἄστεος ἑξήκοντα, ἐπίδοξοι ὄντες καὶ ἐς τειχομαχίαν τῇ ὑστεραίᾳ καταστῆναι, ἀπογνοὺς ὁ Σφραντζῆς τὴν ὁρμὴν ἤδη τελέως ἐς τὴν τοῦ ἀποδρᾶναι μελέτην ἠκόνησε· καὶ τοιαύτην τινὰ πλασάμενος πρόφασιν πρόσεισιν, ὡς εἰώθει, τῷ Συργιάννῃ· καὶ βούλεσθαί φησι παρεξιὼν τοῦ στρατοπέδου μικρὸν κατασκοπεῦσαί τινα τὰ τείχη τοῦ ἄστεος, εἰ ὡπλισμένοις ἀνδράσιν εἴη πεπυργωμένα. ὁ δὲ μηδέν τι τὸν λόγον ἔχειν ὑποπτεύσας πανοῦργον, "1ἄπιθι,"2 ἔφη, "1ἕψομαι δὲ καὶ αὐτός."2 καὶ προῄει μὲν ὁ Σφραντζῆς ἅμα τοῖς δυσὶ θεράπουσιν, 1.501 οἳ τὸ φονικὸν καὶ αὐτοὶ συνῄδεσαν σκέμμα αὐτῷ. εἵπετο δὲ μόνος ὁ Συργιάννης, τοῦ θεοῦ σφήλαντος οἶμαι τὴν τούτου σύνεσιν, ὅτε μάλιστα τὸ πᾶν ἤλπισεν ἔχειν. καὶ ὡς δώδεκά που σταδίους τοῦ στρατοπέδου ἀπέστησαν, στραφέντες ἐκεῖνοι καὶ ἰδόντες παρὰ πᾶσαν ἐλπίδα ῥᾴδιον ὑπὸ τῆς τύχης τὸ σφόδρα ζητούμενον καταστὰν κατέκοψαν περιστάντες τοῖς ξίφεσι· καὶ εὐθὺς, πρὶν αἰσθέσθαι τινὰ τῶν τοῦ στρατοπέδου, ᾤχοντο σπουδῇ προσελάσαντες ἐς τὸ ἄστυ. ὁ δὲ Κράλης ἀπογνοὺς τῇ ὑστεραίᾳ σπονδὰς πρὸς τὸν βασιλέα αἰτήσαντα πεποίηκε καὶ ὡμίλησεν ἐξιόντι καὶ δῶρά τινα παρ' αὐτοῦ λαβὼν οἴκαδε ἀνεχώρησε· καὶ τοῦτο μὲν δὴ τὸ ἔτος ἐν τούτοις ἐτελεύτα. ηʹ. Τῷ δ' ἐφεξῆς ἔτει ἧκον ἐκ τῆς παλαιᾶς Ῥώμης ἐπίσκοποι δύο, ἀπεσταλμένοι παρὰ τοῦ Πάππα, διαλεξόμενοι περί τε εἰρήνης καὶ ὁμονοίας τῶν ἐκκλησιῶν. καὶ ἦν εὐθὺς ἰδεῖν πολλοὺς τῶν τοῦ δήμου ζῆλον μὲν λαμβάνοντας, οὐ κατ' ἐπίγνωσιν δὲ, καὶ πρόχειρόν τινα καὶ ἀταμίευτον προτείνοντας γλῶσσαν καὶ πρός γε ἔτι συνωθοῦντας καὶ αὐτόν γε τὸν πατριάρχην ἐς διαλέξεις. ὁ δ' οὔτε τὴν γλῶσσαν ἔχων ἠκονημένην ἐκ τῆς τῶν λόγων ἀσκήσεως καὶ ἅμα τοὺς πλείστους τῶν περὶ αὐτὸν ἐπισκόπων ἀμαθίᾳ συζῶντας πλείστῃ κατανοῶν ὑπεστέλλετο μὲν, οὐκ εἶχε δ' ὅπως ἀναχαιτίσῃ τοῦ δήμου τὸν θόρυβον. διὸ παρακαλεῖν ἔγνωκε δεῖν ἐς τὴν τοιαύτην παράταξιν καὶ ἡμᾶς, τοὺς ὡπλισμένην μὲν ἔχοντας γλῶτταν ἐκ τῆς τοῦ λόγου παρασκευῆς, ἔξω δὲ τοῦ ἱεροῦ καταλόγου τυγχάνοντας. ἐγὼ δὲ τὰ μὲν πρῶτα πολὺς ἦν ἐγκεί 1.502 μενος καὶ παραινῶν σιωπᾷν καὶ σχήματι χρῆσθαι μεγαλοπρεπεῖ τινι καὶ νοῦν ἐπαγγελλομένῳ, μηδενὸς ἀξίαν λόγου τὴν τῶν Λατίνων νομίζοντα πρόκλησιν, λόγους τῆς χρείας οὐκ ἀναγκαίως ἀπαιτούσης ἐνταῦθα. ἀλλ' ἐπειδήπερ οὐκ ἀνύποπτον αὖθις ἑώρων ὡς τὰ πολλὰ διατελοῦν τὸ τῆς σιωπῆς, ἀλλὰ πολλαπλοῦς καὶ πολυσχιδεῖς βλαστάνον καὶ διανέμον τοῖς ἔξω τοὺς λογισμοὺς, καὶ μάλιστα τοῖς τοιούτοις, οἳ γνώμην καὶ γλῶσσαν ἤσκησαν ἀταμίευτον, ἀπολαβὼν ἰδίᾳ τόν τε πατριάρχην καί τινας τῶν ἐλλογίμων ἐπισκόπων τὴν ἐμαυτοῦ γνώμην ἐπεδειξάμην, τοιαῦτά τινα διεξελθὼν ἐπ' αὐτῶν. (Β.) "1Ἐμοὶ μὲν οὕτως ἔχειν πρὸς τὴν παροῦσαν ἅμιλλαν καὶ οὕτω προθυμίας οὐδὲν οὐδαμῆ γε ἐλλείπειν ἔπεισιν, ὥστ' οὐ γλῶτταν μόνον ὁπλίζειν περίεστιν, ἀλλὰ πρό γε ταύτης καὶ γνώμην αὐτὴν, ῥίζαν ταύτην οὖσαν καὶ πηγὴν τῆς γλώττης καὶ ἅμα χορηγὸν καὶ πρύτανιν τῶν λεγομένων. ὁρῶντι δὲ τοὺς πολλοὺς πρὸ τοῦ καιροῦ καὶ τῆς χρείας μεγάλην τινὰ καὶ θρασεῖαν προϊεμένους τὴν γλῶτταν, καὶ τῷ σφῶν αὐτῶν βουλομένῳ ἅμα καὶ τοὺς καιροὺς εὐθὺς καὶ τὰ πράγματα σύνδρομά τε καὶ πρόδρομα γίνεσθαι οἰομένους, δεδιέναι μοι ἔπεισι, μὴ τῆς χρείας καὶ τοῦ καιροῦ παραστάντος λειποταξίου δίκην ὀφλήσωσι, τῶν ὅπλων ἑκόντες τοῖς ἐναντίοις παραχωρήσαντες. ἔνθα γὰρ φιλοτιμία τρόφιμος ἀπειρίας ὅλην ἐνδυσαμένη τὴν ἀωρίαν τῶν ὅρων καταχορεύει τῆς εὐταξίας, ἐκεῖ καὶ πέρας ἀκολουθεῖν τοῖς προοιμίοις ἐπιεικῶς ἀντιστρατευόμενον, οὐδὲν ἀπεικός. οὐδὲ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 180

γὰρ, ὡς ἔοικεν, εἰδέναι ἔπεισι τοῖς τοιούτοις, μὴ τὴν 1.503 γλῶτταν δύνασθαι καθιστᾷν τοὺς καιροὺς ἀνυσίμους, τοὺς δὲ καιροὺς τὴν γλῶτταν· οὐδ' ὅτι Τυρσηνικῆς σάλπιγγος οὐδεὶς ἀνδρῶν μεγαλοφωνότερος ὁμοῦ δ' ὅμως τῷ πληγέντι ἀέρι καὶ αὕτη δαπανᾷ καὶ λύει τὸ κράτος τῆς τέρψεως, οὐδένα καρπὸν τοῖς ἔπειτα καταλείπουσα τῆς ἠχοῦς μονιμώτερον. ὅτι δ' οὐ χρεὼν ὁμοῦ καὶ τοὺς ὅσοι γε βαθεῖαν αὔλακα διὰ φρενὸς καρποῦνται, παραλόγοις ἑπομένους ὁρμαῖς ἐς αὐθαιρέτους ἰέναι κινδύνους, δῆλον οἶμαι τοῖς ἅπασιν εἶναι· δηλώσομεν δὲ καὶ αὐτοὶ προϊόντες. ὥσπερ γὰρ δυοῖν στρατοπέδοιν ἐς μάχην ἀποκριθέντων ἡ τοῦ ἑνὸς εὐβουλία φθοροποιόν τινα θατέρῳ χορηγεῖ τὴν δύναμιν βουλευομένῳ κακῶς καὶ τοὐναντίον αὖθις, οὕτω κἀνταῦθα· εἰ πρὶν καλῶς ὁμοῦ καὶ συνετῶς ἐσκέφθαι πρὸς διαλέξεις καὶ ἡμεῖς ἀπαντῴημεν τῶν ἐναντίων, ἕψεται πρὸς αἰσχύνην ὁρῶσι χρῆσθαι τοῖς τῶν κακῶς δεδογμένων πέρασι. καὶ μή μοι λεγέτω τις, ὡς πολλοὶ πολλάκις ὁρμαῖς ὀξυτέραις τοῦ δέοντος τὴν ἡγεμονίαν τῆς γλώττης ἐγκεχειρικότες νίκης καὶ τροπαίων κληρονόμοι γεγένηνται. πρῶτον μὲν γὰρ οὐ κανόνα καὶ στάθμην εὐνομίας ἡγεῖσθαι χρεὼν ἀστάθμητον πρᾶγμα· ἔπειτα οὐδὲ τὴν ἀπερίσκεπτον ἴσμεν ὁρμὴν οἴκοθεν φέρουσάν ποτε τὰ τῆς νίκης ἐφόδια· ἀλλὰ τῆς τῶν ἀντιπαραταξαμένων μείζονος κακοβουλίας ὕλην παράδοξον χορηγησάσης πολλάκις ἐς τὸ κατορθοῦν τῇ ἀντιστρατήγῳ θρασύτητι, ἐς τὴν τοῦ βελτίονος μοῖραν ἀπενηνέχθαι ἔδοξε καὶ τὰ φαῦλα· ὥσπερ αὖ πολλάκις τὸ τῶν ἀντιπάλων συνετώτερον βούλευμα παρήλασε καὶ τοὺς ὀρθῶς βεβουλεῦσθαι δό 1.504 ξαντας. ἀδήλου γὰρ ὄντος τοῦ μέλλοντος ἐγχωρεῖ καὶ τοιαῦτα συμβαίνειν ἐνίοτε. ἀλλ' ἡμῖν γε οὐ νόμον ποιεῖσθαι δήπου χρεὼν παραλόγων κατορθωμάτων κατάλογον· καὶ μάλιστα νῦν, ὁπότε περὶ τοῦ τῆς εὐσεβείας κράτους τὰ παλαίσματα διακινδυνεύεται. τούτων γὰρ εἵνεκα παρελήλυθα· συμβουλεύσων ἃ συμφέρει ἐνόμισα καὶ τῇ παρούσῃ χρείᾳ ὅσον ἔξεστι καὶ αὐτὸς συνεισενεγκεῖν. εἰ δ' ὀρθῶς ἢ μὴ, σκοπεῖν λείπεται. οὐδὲ γὰρ νομοθετήσοντες ἥκομεν, οὐδ' ἀποφαντικῶς τὰ ἡμέτερα λέξειν δόγματα. ἀλλ' ὥσπερ πάλαι ταῖς ἀριστοκρατουμέναις ἐγίγνετο πόλεσιν, οὕτω καὶ ἡμῖν ἐράνου δίκην τὰ τῇ διανοίᾳ πρὸς τὸ παρὸν ἐπιτρέχοντα συνεισφέρειν ἔδοξε δίκαιον. ἃ τοίνυν λέγειν προήγμεθα τήμερον, ἀπαγόρευσίς ἐστι μὴ πάντας αὐτονομίᾳ βουλήσεως ῥέοντας ὁμόσε χωρεῖν ἐς διαλέξεις καὶ ἀπαντήσεις τῶν ἐξ Ἰταλίας ἰόντων· ὅπου γε μηδὲ τοῖς προεδρεύουσι καὶ τιμῆς τοιαύτης ἠξιωμένοις, πρὶν μετ' ἀλλήλων τὸν τῆς διαλέξεως ἐσκέφθαι σκοπὸν, χρεὼν ἀπαντᾷν· εἰδότας, ὅτι πρᾶξις πᾶσα καὶ λόγος ἅπας ἔχει σκοπὸν καὶ τέλος, πρὸς ὃ βλέποντας τόν τε πράττοντα καὶ λέγοντα τήν τε πρᾶξιν ὁμοῦ καὶ τὸν λόγον εὐθύνειν προσήκει. τούτου δ' ἀπόντος κίνδυνον εἶναι, μάταιον σπουδήν τε πᾶσαν καὶ πόνον ἅπαντα νομίζεσθαι. οἷον ὁ πλέων οὐ τοῦτο βούλεται καὶ τοῦτ' ἔχει σκοπὸν, ὅπερ ἐργάζεται, ἀλλ' ἐκεῖνο μᾶλλον, οὗ ἕνεκεν ἐργάζεται ὅπερ ἐργάζεται. κέρδους γὰρ ἕνεκα, καὶ οὐ τοῦ κύμασι καὶ πνευ 1.505 μάτων βίαις διακυβεύειν τὸ ζῇν, ἀνάγει τὴν ναῦν. καὶ ὁ τοξότης δ' ὁμοίως οὐκ αὐτὸ καθ' αὑτὸ τὸ τοξεύειν, ἀλλὰ τοῦ βαλεῖν τὸν πολέμιον εἵνεκα τοῦτο προῄρηται. ἐνταυθοῖ δ' οὐχ ὁρῶ, τίνος εἵνεκα κέρδους καὶ πρὸς τίνα βλέπων σκοπὸν διαλέγεσθαι ἄν τις ἕλοιτο, εἰ μήτ' αὐτοὶ τοῖς ἡμῶν, μήθ' ἡμεῖς τοῖς αὐτῶν συνθέσθαι βουλήμασιν ἔγνωμεν πώποτε, κἂν πάντες φῶσι λίθοι, κἂν πάντα φυτά. ἔτι μὴν καὶ τῶν ἀτοπωτάτων ἂν εἴη καὶ πόῤῥω που τοῦ προσήκοντος πορευόμενον λόγου, τοὺς μὲν Ὀλυμπιάσιν ἀγωνιστὰς, καὶ ὅσοι γῆς ἕνεκα σταδιαίας ἀμφισβητοῦσι, καὶ εἴ τις λωποδυσίαις ἁλίσκοιτο, τούτοις ἐξεῖναι πᾶσιν Ἑλλανοδίκας τινὰς καὶ κριτὰς ἀῤῥεπεῖς προκαθίζειν, ὡς μὴ λάθῃ παραῤῥυεὶς ὁ τοῦ δικαίου κανὼν, μᾶλλον δ' ἵνα μὴ ἀνήνυτον ἔχῃ τὸν δρόμον ἡ τῆς ἀμφισβητήσεως ἔρις, μηδενὸς προκειμένου κανόνος καὶ στάθμης, πρὸς ἃ παραμετρηθέντες οἱ τῶν ἀνταγωνιζομένων λόγοι τῆς ἔριδος ἀπαλλάξωνται· τοὺς δὲ τῶν περὶ θεοῦ λεγομένων κοινολογεῖσθαι Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 181

φιλανθρωπίαν μεμνημένος· νῦν δ' ἀπογνώσεως λογισμοὶ τὴν αὐτοῦ ψυχὴν πικρῶς

ἐπεβόσκοντο. ὅθεν ἔξω μὲν πρὸ τῶν τειχῶν ἡμεροσκόπους ἔπεμψε στρατιώτας

τριάκοντα, κατὰ τὴν τοῦ Σφραντζῆ προαναφώνησιν· πρὸ δὲ τοῦ λιμένος εἶχε τριήρη

μίαν ταχυναυτοῦσαν, εἰς ἣν ἔμελλεν ἐλθόντος ἀπράκτου τοῦ Σφραντζῆ εἰσπηδήσειν

τε εὐθὺς ἅμα τοῖς ἀμφ' αὑτὸν καὶ ἀποπλεῦσαι τὴν ταχίστην ἐς τὰ τῶν Βυζαντίων

βασίλεια. (Η.) Ὡς δὲ ἐγγύς τε αἱ δυνάμεις ἐγένοντο καὶ ἐστρατοπεδεύσαντο σταδίων

οὐ πόῤῥω τοῦ ἄστεος ἑξήκοντα, ἐπίδοξοι ὄντες καὶ ἐς τειχομαχίαν τῇ ὑστεραίᾳ

καταστῆναι, ἀπογνοὺς ὁ Σφραντζῆς τὴν ὁρμὴν ἤδη τελέως ἐς τὴν τοῦ ἀποδρᾶναι

μελέτην ἠκόνησε· καὶ τοιαύτην τινὰ πλασάμενος πρόφασιν πρόσεισιν, ὡς εἰώθει, τῷ

Συργιάννῃ· καὶ βούλεσθαί φησι παρεξιὼν τοῦ στρατοπέδου μικρὸν κατασκοπεῦσαί

τινα τὰ τείχη τοῦ ἄστεος, εἰ ὡπλισμένοις ἀνδράσιν εἴη πεπυργωμένα. ὁ δὲ μηδέν τι

τὸν λόγον ἔχειν ὑποπτεύσας πανοῦργον, "1ἄπιθι,"2 ἔφη, "1ἕψομαι δὲ καὶ αὐτός."2

καὶ προῄει μὲν ὁ Σφραντζῆς ἅμα τοῖς δυσὶ θεράπουσιν, 1.501 οἳ τὸ φονικὸν καὶ αὐτοὶ

συνῄδεσαν σκέμμα αὐτῷ. εἵπετο δὲ μόνος ὁ Συργιάννης, τοῦ θεοῦ σφήλαντος οἶμαι

τὴν τούτου σύνεσιν, ὅτε μάλιστα τὸ πᾶν ἤλπισεν ἔχειν. καὶ ὡς δώδεκά που σταδίους

τοῦ στρατοπέδου ἀπέστησαν, στραφέντες ἐκεῖνοι καὶ ἰδόντες παρὰ πᾶσαν ἐλπίδα

ῥᾴδιον ὑπὸ τῆς τύχης τὸ σφόδρα ζητούμενον καταστὰν κατέκοψαν περιστάντες τοῖς

ξίφεσι· καὶ εὐθὺς, πρὶν αἰσθέσθαι τινὰ τῶν τοῦ στρατοπέδου, ᾤχοντο σπουδῇ

προσελάσαντες ἐς τὸ ἄστυ. ὁ δὲ Κράλης ἀπογνοὺς τῇ ὑστεραίᾳ σπονδὰς πρὸς τὸν

βασιλέα αἰτήσαντα πεποίηκε καὶ ὡμίλησεν ἐξιόντι καὶ δῶρά τινα παρ' αὐτοῦ λαβὼν

οἴκαδε ἀνεχώρησε· καὶ τοῦτο μὲν δὴ τὸ ἔτος ἐν τούτοις ἐτελεύτα. ηʹ. Τῷ δ' ἐφεξῆς

ἔτει ἧκον ἐκ τῆς παλαιᾶς Ῥώμης ἐπίσκοποι δύο, ἀπεσταλμένοι παρὰ τοῦ Πάππα,

διαλεξόμενοι περί τε εἰρήνης καὶ ὁμονοίας τῶν ἐκκλησιῶν. καὶ ἦν εὐθὺς ἰδεῖν

πολλοὺς τῶν τοῦ δήμου ζῆλον μὲν λαμβάνοντας, οὐ κατ' ἐπίγνωσιν δὲ, καὶ

πρόχειρόν τινα καὶ ἀταμίευτον προτείνοντας γλῶσσαν καὶ πρός γε ἔτι συνωθοῦντας

καὶ αὐτόν γε τὸν πατριάρχην ἐς διαλέξεις. ὁ δ' οὔτε τὴν γλῶσσαν ἔχων ἠκονημένην

ἐκ τῆς τῶν λόγων ἀσκήσεως καὶ ἅμα τοὺς πλείστους τῶν περὶ αὐτὸν ἐπισκόπων

ἀμαθίᾳ συζῶντας πλείστῃ κατανοῶν ὑπεστέλλετο μὲν, οὐκ εἶχε δ' ὅπως ἀναχαιτίσῃ

τοῦ δήμου τὸν θόρυβον. διὸ παρακαλεῖν ἔγνωκε δεῖν ἐς τὴν τοιαύτην παράταξιν καὶ

ἡμᾶς, τοὺς ὡπλισμένην μὲν ἔχοντας γλῶτταν ἐκ τῆς τοῦ λόγου παρασκευῆς, ἔξω δὲ

τοῦ ἱεροῦ καταλόγου τυγχάνοντας. ἐγὼ δὲ τὰ μὲν πρῶτα πολὺς ἦν ἐγκεί 1.502 μενος

καὶ παραινῶν σιωπᾷν καὶ σχήματι χρῆσθαι μεγαλοπρεπεῖ τινι καὶ νοῦν

ἐπαγγελλομένῳ, μηδενὸς ἀξίαν λόγου τὴν τῶν Λατίνων νομίζοντα πρόκλησιν,

λόγους τῆς χρείας οὐκ ἀναγκαίως ἀπαιτούσης ἐνταῦθα. ἀλλ' ἐπειδήπερ οὐκ

ἀνύποπτον αὖθις ἑώρων ὡς τὰ πολλὰ διατελοῦν τὸ τῆς σιωπῆς, ἀλλὰ πολλαπλοῦς

καὶ πολυσχιδεῖς βλαστάνον καὶ διανέμον τοῖς ἔξω τοὺς λογισμοὺς, καὶ μάλιστα τοῖς

τοιούτοις, οἳ γνώμην καὶ γλῶσσαν ἤσκησαν ἀταμίευτον, ἀπολαβὼν ἰδίᾳ τόν τε

πατριάρχην καί τινας τῶν ἐλλογίμων ἐπισκόπων τὴν ἐμαυτοῦ γνώμην ἐπεδειξάμην,

τοιαῦτά τινα διεξελθὼν ἐπ' αὐτῶν. (Β.) "1Ἐμοὶ μὲν οὕτως ἔχειν πρὸς τὴν παροῦσαν

ἅμιλλαν καὶ οὕτω προθυμίας οὐδὲν οὐδαμῆ γε ἐλλείπειν ἔπεισιν, ὥστ' οὐ γλῶτταν

μόνον ὁπλίζειν περίεστιν, ἀλλὰ πρό γε ταύτης καὶ γνώμην αὐτὴν, ῥίζαν ταύτην

οὖσαν καὶ πηγὴν τῆς γλώττης καὶ ἅμα χορηγὸν καὶ πρύτανιν τῶν λεγομένων.

ὁρῶντι δὲ τοὺς πολλοὺς πρὸ τοῦ καιροῦ καὶ τῆς χρείας μεγάλην τινὰ καὶ θρασεῖαν

προϊεμένους τὴν γλῶτταν, καὶ τῷ σφῶν αὐτῶν βουλομένῳ ἅμα καὶ τοὺς καιροὺς

εὐθὺς καὶ τὰ πράγματα σύνδρομά τε καὶ πρόδρομα γίνεσθαι οἰομένους, δεδιέναι μοι

ἔπεισι, μὴ τῆς χρείας καὶ τοῦ καιροῦ παραστάντος λειποταξίου δίκην ὀφλήσωσι, τῶν

ὅπλων ἑκόντες τοῖς ἐναντίοις παραχωρήσαντες. ἔνθα γὰρ φιλοτιμία τρόφιμος

ἀπειρίας ὅλην ἐνδυσαμένη τὴν ἀωρίαν τῶν ὅρων καταχορεύει τῆς εὐταξίας, ἐκεῖ καὶ

πέρας ἀκολουθεῖν τοῖς προοιμίοις ἐπιεικῶς ἀντιστρατευόμενον, οὐδὲν ἀπεικός. οὐδὲ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

180

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!