Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

αὐτῷ τοὺς περὶ τὸν βασιλέα· καὶ διὰ τοῦτο πόῤῥω που τῶν τοιούτων διατρίβειν ἐθέλειν, δέει τοῦ δόλῳ διαφθαρῆναι. καὶ ὅρκους ἐπὶ τούτοις ἦν ἐπιφέρων τοῦ μὴ κακὸς φανῆναι πώποτε τῷ βα 1.490 σιλεῖ. (Γ.) Ἐπεὶ δ' αἱ παρακλήσεις παρὰ θύραν ἧκον καὶ ἤνυσαν οὐδὲν, ἄρας ἐξ Εὐβοίας ἀφίκετο πρὸς τὸν Κράλην Σερβίας· ὑφ' οὗ καὶ προσδεχθεὶς ἀσμενέστατα πάντ' ἦν αὐτὸς, πάρεδρος ὁμόπνους, φίλος ὁμογνώμων, σύμβουλος δεκτὸς, τῶν ἔνδον ὁ πιστότατος, τῶν ἐκτὸς ὁ πρακτικώτατος, ἄλλος Θεμιστοκλῆς Ἀρταξέρξῃ τῷ Πέρσῃ. εἰδότι γὰρ τὴν περὶ αὐτοῦ φήμην ἐκ πολλοῦ νῦν ἕρμαιον ἡγεῖσθαι ἐπῄει λαμπρὸν τὴν ἐπιδημίαν αὐτοῦ· καὶ ὑπισχνουμένῳ ποιήσειν ὑπήκοον Τριβαλλοῖς τὴν ἐν Μακεδονίᾳ χώραν Ῥωμαίων, εἰ καὶ αὐτὸς αὐτῷ συνάροιτο ἄρξαι Ῥωμαίων, ἐπίστευέ τε καὶ συναίρεσθαι ἠπείγετο λίαν ἀσμένως. ʹ. Τούτων οὕτως ἐχόντων πέρας τοῦ βίου ἐδέξατο καὶ ἡ μήτηρ τοῦ βασιλέως ἡ δέσποινα καὶ τέθαπται ἐν Θεσσαλονίκῃ· ὅτε δὴ καὶ παραμυθητικόν τι προσφώνημα ἔγωγε πρὸς τὸν βασιλέα διεξῆλθον οὑτωσί πως ξυγκείμενον. (Β.) "1Σὲ δὲ, ὦ μέγιστε καὶ θειότατε βασιλεῦ, πολλάκις ἡμεῖς θαυμάσαντες ἐν τοῖς ὅπλοις, καὶ πρό γε τούτων ἔν τε φιλανθρωπίᾳ καὶ ἱλαρότητι, καιρὸν ἔχομεν ἤδη λοιπὸν, ἵνα σε κἀν τῇ καρτερίᾳ θαυμάσωμεν τῆς μεγίστης ταυτησὶ συμφορᾶς, ἣν ὁ τὰ πάντα σαλεύων αἰὼν καθάπερ τι γυμνάσιον ἄλλο προὔβαλε νῦν καὶ θέατρον ἀγώνων τῇ γενναίᾳ καὶ ἀνδρικῇ σου ψυχῇ. ἔνθα δὴ καὶ μάλα μᾶλλόν σε δεῖ τὸ κράτος λαμπρῶς ἀναδήσασθαι, ἢ πρότερον ἐν τοῖς ὅπλοις. ἐκεῖ μὲν γὰρ καὶ ὁ τῆς τύχης κύβος τῇ χειρὶ πολλάκις μείζονα προσῆψε τὴν δόξαν ἢ τῇ ψυχῇ καὶ τὸ τῆς γνώμης ἀξίωμά τε 1.491 καὶ μέγεθος ἔλαθε παρὰ τὸ εἰκὸς κιβδηλεύσας καὶ δεύτερον τῆς χειρὸς ἀποφήνας. ἐνταῦθα δὲ καθαρῶς γνώμη καὶ σύνεσις ὁπλίζεται πρὸς μεγάλους χειμῶνας καὶ κλύδωνας, οὓς ἡ τοιαύτη μάλα σφοδρῶς ἀνεστόμωσε συμφορά. ἴσασι γὰρ ἅπαντες, ὡς ὅσῳ τιμιώτερον καὶ βέλτιον ψυχὴ σώματος, τοσούτῳ καὶ μείζους οἱ ταύτης ἀγῶνες καὶ κλύδωνες, πρὸς ἅπερ ἂν ὁ συμπίπτων ἐπάγοι χρόνος ἀντίπαλα στρατόπεδα θλίψεων. ἐπειδήπερ ἐκεῖ μὲν καὶ πολλὴ πολλαχόθεν ἡ συμμαχία ἐπιτηδεύεται. ἀσπὶς γὰρ καὶ δόρυ καὶ κράνος τὴν τῶν ἀγωνοθετούντων πολλάκις ἁρπάσαντα κρίσιν καὶ συγκυκήσαντα τοὺς ἐλέγχους ἐν ἀδήλοις ἔσθ' ὅτε βυθοῖς τῆς παλάμης τἀγκλήματα συνεκάλυψαν. ἐνταῦθα δ' ἡ τῆς ψυχῆς ἀνδρία καθαρῶς ἀποδυομένη πρὸς τοὺς ἀγῶνας ἔχει καθάπερ ἐπὶ στεῤῥᾶς κρηπῖδος, τῆς γνώμης τε καὶ συνέσεως, γυμνοὺς καὶ ἀόπλους τοὺς πόδας ἐρείσασα μάλα γενναίως ἀνθίστασθαι καὶ ἀντέχειν πρὸς ἅπαν λύπης κῦμα καὶ ῥόθιον, καθάπερ προβλὴς ἀτίνακτος ἑστῶσα πρὸς ὑβρίζουσαν θάλασσαν. σφοδρὸς μὲν οὖν ἦν ὁ χειμὼν ἐκείνης τῆς τραγῳδίας, ἣν ὁ τοῦ βασιλέως καὶ πατρὸς ἐπήνεγκέ σοι θάνατος· σφοδρὸς δ' αὖ καὶ ὁ τοῦ βασιλέως καὶ πάππου, εἰ μὴ καὶ μείζονα φαίη τις ἂν, ὅτι ζῶν καὶ κινούμενον αὐτὸς ἐλέλειπτο φάρμακον, ἡδονὴν ὁμαλῶς οὑτωσί πως ἀντιτεχνώμενον τῆς σφόδρα ζεούσης ἐκείνης καὶ φλεγμαινούσης πληγῆς. ἀλλ' ἡ νῦν ἐπελθοῦσά σοι τῆς μητρὸς καὶ δεσποίνης συμφορὰ πολλῷ στρατηγουμένη τῷ ὑπερβάλλοντι πᾶσαν ὑπερπέπαικε λύπης ὑπερβολὴν διά τε τὸ τῆς φύσεως συγγενέστερον καὶ 1.492 πολλῷ μᾶλλον διὰ τὸ μόνην ταύτην τοῦ γένους καταλελεῖφθαι τελευταίαν ἄγκυραν καὶ θυμηδίας ἀκρόπολιν. ἅπτεται γὰρ καὶ αὐτῶν, ὡς εἰπεῖν, μυελῶν τῆς ψυχῆς καὶ σὴς ὀστέων καθίσταταί σοι τῷ πάντα γενναίῳ. καὶ πῶς γὰρ οὔ; μήτηρ τε οὖσα καὶ μήτηρ βασιλικωτάτη τε καὶ γλυκυτάτη καὶ στεῤῥοῖς καὶ ἀῤῥήκτοις τῆς φύσεώς σοι συνδεδεμένη τοῖς σπλάγχνοις· καὶ τό γε μεῖζον, πλείστους ὑπὲρ σοῦ τοὺς πόνους ἀνατλᾶσα. οὐ σὲ δὲ μόνον ἐς τόδε λύπης ἐκείνη θανοῦσα ξυνώθησεν, ἀλλὰ καὶ πάντας τοὺς ὑπηκόους ἡμᾶς· καὶ διπλῆ γε μᾶλλον. ζημία μὲν γὰρ καὶ ἡμῖν ἐγεγόνει μεγίστη, καὶ τοσοῦτο μεγίστη, ὅσον καὶ περιοῦσα λιμήν τις ὑπῆρχε τοῖς ὅλοις ἐκείνη σωτήριος καὶ πανήγυρις εὐθυμίας· τὸ δὲ μεῖζον, ὅτι καὶ σοῦ τὸν βασιλικώτατον καὶ τῶν κοινῶν πραγμάτων ἡγεμόνα τε καὶ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 176

ἐπόπτην νοῦν τῶν δεουσῶν ἀπασχολεῖ φροντίδων· εἰ δὲ μὴ καθάπαξ καὶ ὡς ἐπίπαν ἀπηρτισμένως, ἀλλ' οὖν ἐν τοσούτῳ περιστάσεων κλύδωνι καὶ τὸ σμικρὸν ἐμπόδιον μέγιστον τῇ τῶν πραγμάτων ὁλκάδι γίγνεται βλάβος, καὶ παραπλήσιον, ὥσπερ ἂν εἴ τις κυβερνήτης χειμῶνος ἐν μέσῳ πελάγει τυχὼν, κάτωθεν μὲν τῶν κυμάτων κατὰ τῆς νηὸς ἐπανισταμένων, ἄνωθεν δὲ τῶν πνευμάτων τῆς ὀθόνης κατορχουμένων, μεταξὺ καὶ αὐτὸς τῆς πηδαλιουχίας ἐκλαθόμενος ἐπινυστάξειεν, ὡς μηδὲν εἶναι λοιπὸν τὸ κωλύον, αὔτανδρον τὴν ναῦν αὐτίκα μάλα βυθοδρομήσασαν ἐς πυθμένας θαλάσσης καταδῦναι. ὅθεν εἰ μή τι ἄλλο, ἀλλ' οὖν διά γε τὰς ὑπηκόους τῶν πόλεων, ἃ τῆς λύπης ἔργα πεφύκασιν ἄλλοις παραχωρήσας σαυ 1.493 τῷ τὸ σύνηθες καὶ βασίλειον μεγαλοπρεπὲς διατήρησον. μίμησαι τῆς ἀπελθούσης ἐκείνης γενναίας ψυχῆς τὴν στεῤῥότητα, ἣ διὰ τοὺς πρὸς τὸν θεὸν ἀκμάζοντας ἔρωτας, οὓς ἀποῤῥήτως ἔβοσκεν ἐν καρδίᾳ πάλαι πολὺν ἤδη τὸν χρόνον, ἀφ' οὗ τῆς τῶν φυσάντων διέσωσε δόξης αὐτὴν, ἐπιλαθομένη μὲν σώματος, ἐπιλαθομένη δὲ δόξης καὶ κόσμου βασιλικοῦ καὶ τὸ πάντων ὑπέρτερον ἐπιλαθομένη σοῦ τοῦ φιλτάτου, ᾧ κόσμος ἐκείνῃ πᾶς οὐχ ὑπῆρχεν ἀντάξιος, ἔδραμε μὲν πρὸς θεόν· ἔδραμε δὲ πρὸς τὸν βασιλέα καὶ σύζυγον, οὐχ ὅτι σύζυγος, ἀλλ' ὅτι δι' ἐκεῖνον ἐς τὰ τῆς ὀρθοδοξίας ἀκίβδηλα μετακεχωρήκει νάματα· καὶ εἰ χρὴ μὴ λυμήνασθαι τὴν ἀλήθειαν, ἔδραμε πρὸς τὸν πατέρα καὶ βασιλέα, τὸν τῆς ὀρθοδοξίας αὐτῇ καταστάντα διδάσκαλον· ὃς πρῶτος ἐκείνην ἐκεῖθεν ὡς ῥόδον λαμπρὸν ἐκ πικρῶν ἀκανθῶν ἐξελέξατο καὶ ὡς χρυσὸν καθαρὸν ἐκ μετάλλων κιβδήλων ἀνώρυξε, πᾶν εἴ τι λιθαργύρινόν τε καὶ χολοβάφινον ἦν ἐκεῖ καταλελοιπυῖαν. εἰ δὲ τὴν ἐκείνης οὐκ ἔχεις μιμήσασθαι καρτερίαν, ἀλλ' οὖν τῶν πάλαι βασιλέων τοὺς πλείστους μετὰ πολλοῦ τοῦ βελτίονος νικῶν φιλανθρωπίᾳ καὶ ἱλαρότητι πρὸς τοὺς πταίοντας νίκησον καὶ τῇ πρὸς τὰς λύπας βασιλικῇ καρτερίᾳ δυοῖν ἕνεκα· ἵνα τε τῷ καλλίστῳ καὶ ποικίλῳ σου πέπλῳ τῶν μακρῶν ἀγαθῶν καὶ τοῦτο καλῶς ἐπιπρέπῃ, καθάπερ ἐν ἄνθεσιν ἄνθος ὡραῖον κἀν λίθοις πολυτελέσι λίθος ὑπέρτιμος, καὶ ἵνα τελέως τοῖς ἅπασι βρίθων καλοῖς ἐν τῇ σειρᾷ τῶν πρὸ σοῦ βεβασιλευκότων αὐτὸς ἐπι 1.494 πρέπῃς, ὡς ἐν τοῖς χρώμασι πορφύρα κἀν τοῖς ἀστράσιν ἥλιος. φέρε τοίνυν ἀπόδος τὴν τῆς γλώττης ἡμέραν ταῖς τῶν ὑπηκόων ἀκοαῖς, τὴν τῶν ὀφθαλμῶν εὐδίαν τῇ τῶν ἡμετέρων ὄψεων ὁμίχλῃ. διασκέδασον ἡμῶν τῆς ψυχῆς τὸν χειμῶνα ταῖς ἀκτῖσι τῆς σῆς ἱλαρότητος. χρῆσαι τῇ ἑορτῇ τοῦ συνήθους καὶ γαληνοῦ μειδιάματος. γενοῦ πᾶσιν ἀρχέτυπον, ὥσπερ ἐν τοῖς ἄλλοις καλοῖς, οὕτω κἀν τῇ τῶν δεινῶν καρτερίᾳ. ἡμεῖς δὲ καὶ τῶν Ἑλλήνων ἔστιν οὓς ἀκούοντες ἐν ταύτῃ μάλιστα φιλοτιμησαμένους αἰσχυνοίμεθ' ἂν, εἰ τοῖς μὲν ἄλλοις ἅπασιν ἀριστεύμασι πλεῖστον ἐκείνων διενεγκόντα πλουτήσαντες βασιλέα ἐν τούτῳ μόνῳ τὰ δεύτερα φέροντα βλέποιμεν. ταῦτ' ἄρα καὶ τὸ τοῦ Ἀχιλλέως ἐκείνου περὶ τὰς λύπας ἡττώμενον ἦθος ἀποτριψάμενος καὶ πρός γε δὴ τοῦ Μακεδόνος Ἀλεξάνδρου μίμησαι τούτων τὸ σταθερόν. μίμησαι τοὺς Περσικοὺς βασιλέας τε καὶ σατράπας, ὁπόσοι πρὸς τὰς ἀντιπάλους τύχας οὐδὲν ἀγεννὲς ἐπεπράχεσαν. μίμησαι τοὺς πάλαι Ῥωμαίων ὑπάτους καὶ Καίσαρας, οἳ καὶ αὐτοὶ τῶν τοῦ χρόνου δεινῶν ἀπολελαυκότες ἐπὶ τοῦ συνήθους φρονήματος ἐκαρτέρησαν. καὶ τί δεῖ παραδειγμάτων ἀλλοτρίων; μίμησαι σαυτὸν, ὁποῖος πολλάκις ἐφάνης ἐν τοῖς ἄλλοτε ἄλλοις ἐπεισπεσοῦσί σοι λυπηροῖς· πῶς πολλοῦ πολλαχόθεν πολλάκις ἀναζέσαντος κλύδωνος ἀκλόνητον καὶ ἀήττητον διετήρησας τὴν ψυχὴν, ὥσπερ οἱ βαθεῖαν ἄγοντες ἡσυχίαν; πῶς πολλάκις τῶν ὑπηκόων ἁμαρτημάτων, δίκην ἀπαρκτίου, τὴν τοῦ θυμοῦ ῥύμην εἰς ὄγκον κυμάτων ἐγείρειν ἐθελόντων οὐχ ἡττήθης πώποτε· ἀλλὰ γενναιότητι χρώμενος καὶ συνέσει ψυχῆς ἀντὶ τοῦ κολάζειν τοὺς ἁμαρ 1.495 τάνοντας ἐκόλασας μὲν τὸν θυμὸν, τοῖς δ' ἁμαρτήσασι τὸ σύνηθες παρέσχες φιλανθρώπευμα; ταῦτα ἐπὶ καιροῦ νῦν ἀναμιμνησκόμενος μίμησαι σὺ σαυτὸν, ἵνα καὶ ἡμεῖς, ὡς ἐπίπαν εἰπεῖν, ὅλην τῇ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 177

ἐπόπτην νοῦν τῶν δεουσῶν ἀπασχολεῖ φροντίδων· εἰ δὲ μὴ καθάπαξ καὶ ὡς ἐπίπαν

ἀπηρτισμένως, ἀλλ' οὖν ἐν τοσούτῳ περιστάσεων κλύδωνι καὶ τὸ σμικρὸν ἐμπόδιον

μέγιστον τῇ τῶν πραγμάτων ὁλκάδι γίγνεται βλάβος, καὶ παραπλήσιον, ὥσπερ ἂν εἴ

τις κυβερνήτης χειμῶνος ἐν μέσῳ πελάγει τυχὼν, κάτωθεν μὲν τῶν κυμάτων κατὰ

τῆς νηὸς ἐπανισταμένων, ἄνωθεν δὲ τῶν πνευμάτων τῆς ὀθόνης κατορχουμένων,

μεταξὺ καὶ αὐτὸς τῆς πηδαλιουχίας ἐκλαθόμενος ἐπινυστάξειεν, ὡς μηδὲν εἶναι

λοιπὸν τὸ κωλύον, αὔτανδρον τὴν ναῦν αὐτίκα μάλα βυθοδρομήσασαν ἐς πυθμένας

θαλάσσης καταδῦναι. ὅθεν εἰ μή τι ἄλλο, ἀλλ' οὖν διά γε τὰς ὑπηκόους τῶν πόλεων,

ἃ τῆς λύπης ἔργα πεφύκασιν ἄλλοις παραχωρήσας σαυ 1.493 τῷ τὸ σύνηθες καὶ

βασίλειον μεγαλοπρεπὲς διατήρησον. μίμησαι τῆς ἀπελθούσης ἐκείνης γενναίας

ψυχῆς τὴν στεῤῥότητα, ἣ διὰ τοὺς πρὸς τὸν θεὸν ἀκμάζοντας ἔρωτας, οὓς

ἀποῤῥήτως ἔβοσκεν ἐν καρδίᾳ πάλαι πολὺν ἤδη τὸν χρόνον, ἀφ' οὗ τῆς τῶν

φυσάντων διέσωσε δόξης αὐτὴν, ἐπιλαθομένη μὲν σώματος, ἐπιλαθομένη δὲ δόξης

καὶ κόσμου βασιλικοῦ καὶ τὸ πάντων ὑπέρτερον ἐπιλαθομένη σοῦ τοῦ φιλτάτου, ᾧ

κόσμος ἐκείνῃ πᾶς οὐχ ὑπῆρχεν ἀντάξιος, ἔδραμε μὲν πρὸς θεόν· ἔδραμε δὲ πρὸς τὸν

βασιλέα καὶ σύζυγον, οὐχ ὅτι σύζυγος, ἀλλ' ὅτι δι' ἐκεῖνον ἐς τὰ τῆς ὀρθοδοξίας

ἀκίβδηλα μετακεχωρήκει νάματα· καὶ εἰ χρὴ μὴ λυμήνασθαι τὴν ἀλήθειαν, ἔδραμε

πρὸς τὸν πατέρα καὶ βασιλέα, τὸν τῆς ὀρθοδοξίας αὐτῇ καταστάντα διδάσκαλον· ὃς

πρῶτος ἐκείνην ἐκεῖθεν ὡς ῥόδον λαμπρὸν ἐκ πικρῶν ἀκανθῶν ἐξελέξατο καὶ ὡς

χρυσὸν καθαρὸν ἐκ μετάλλων κιβδήλων ἀνώρυξε, πᾶν εἴ τι λιθαργύρινόν τε καὶ

χολοβάφινον ἦν ἐκεῖ καταλελοιπυῖαν. εἰ δὲ τὴν ἐκείνης οὐκ ἔχεις μιμήσασθαι

καρτερίαν, ἀλλ' οὖν τῶν πάλαι βασιλέων τοὺς πλείστους μετὰ πολλοῦ τοῦ

βελτίονος νικῶν φιλανθρωπίᾳ καὶ ἱλαρότητι πρὸς τοὺς πταίοντας νίκησον καὶ τῇ

πρὸς τὰς λύπας βασιλικῇ καρτερίᾳ δυοῖν ἕνεκα· ἵνα τε τῷ καλλίστῳ καὶ ποικίλῳ σου

πέπλῳ τῶν μακρῶν ἀγαθῶν καὶ τοῦτο καλῶς ἐπιπρέπῃ, καθάπερ ἐν ἄνθεσιν ἄνθος

ὡραῖον κἀν λίθοις πολυτελέσι λίθος ὑπέρτιμος, καὶ ἵνα τελέως τοῖς ἅπασι βρίθων

καλοῖς ἐν τῇ σειρᾷ τῶν πρὸ σοῦ βεβασιλευκότων αὐτὸς ἐπι 1.494 πρέπῃς, ὡς ἐν τοῖς

χρώμασι πορφύρα κἀν τοῖς ἀστράσιν ἥλιος. φέρε τοίνυν ἀπόδος τὴν τῆς γλώττης

ἡμέραν ταῖς τῶν ὑπηκόων ἀκοαῖς, τὴν τῶν ὀφθαλμῶν εὐδίαν τῇ τῶν ἡμετέρων

ὄψεων ὁμίχλῃ. διασκέδασον ἡμῶν τῆς ψυχῆς τὸν χειμῶνα ταῖς ἀκτῖσι τῆς σῆς

ἱλαρότητος. χρῆσαι τῇ ἑορτῇ τοῦ συνήθους καὶ γαληνοῦ μειδιάματος. γενοῦ πᾶσιν

ἀρχέτυπον, ὥσπερ ἐν τοῖς ἄλλοις καλοῖς, οὕτω κἀν τῇ τῶν δεινῶν καρτερίᾳ. ἡμεῖς δὲ

καὶ τῶν Ἑλλήνων ἔστιν οὓς ἀκούοντες ἐν ταύτῃ μάλιστα φιλοτιμησαμένους

αἰσχυνοίμεθ' ἂν, εἰ τοῖς μὲν ἄλλοις ἅπασιν ἀριστεύμασι πλεῖστον ἐκείνων

διενεγκόντα πλουτήσαντες βασιλέα ἐν τούτῳ μόνῳ τὰ δεύτερα φέροντα βλέποιμεν.

ταῦτ' ἄρα καὶ τὸ τοῦ Ἀχιλλέως ἐκείνου περὶ τὰς λύπας ἡττώμενον ἦθος

ἀποτριψάμενος καὶ πρός γε δὴ τοῦ Μακεδόνος Ἀλεξάνδρου μίμησαι τούτων τὸ

σταθερόν. μίμησαι τοὺς Περσικοὺς βασιλέας τε καὶ σατράπας, ὁπόσοι πρὸς τὰς

ἀντιπάλους τύχας οὐδὲν ἀγεννὲς ἐπεπράχεσαν. μίμησαι τοὺς πάλαι Ῥωμαίων

ὑπάτους καὶ Καίσαρας, οἳ καὶ αὐτοὶ τῶν τοῦ χρόνου δεινῶν ἀπολελαυκότες ἐπὶ τοῦ

συνήθους φρονήματος ἐκαρτέρησαν. καὶ τί δεῖ παραδειγμάτων ἀλλοτρίων; μίμησαι

σαυτὸν, ὁποῖος πολλάκις ἐφάνης ἐν τοῖς ἄλλοτε ἄλλοις ἐπεισπεσοῦσί σοι λυπηροῖς·

πῶς πολλοῦ πολλαχόθεν πολλάκις ἀναζέσαντος κλύδωνος ἀκλόνητον καὶ ἀήττητον

διετήρησας τὴν ψυχὴν, ὥσπερ οἱ βαθεῖαν ἄγοντες ἡσυχίαν; πῶς πολλάκις τῶν

ὑπηκόων ἁμαρτημάτων, δίκην ἀπαρκτίου, τὴν τοῦ θυμοῦ ῥύμην εἰς ὄγκον κυμάτων

ἐγείρειν ἐθελόντων οὐχ ἡττήθης πώποτε· ἀλλὰ γενναιότητι χρώμενος καὶ συνέσει

ψυχῆς ἀντὶ τοῦ κολάζειν τοὺς ἁμαρ 1.495 τάνοντας ἐκόλασας μὲν τὸν θυμὸν, τοῖς δ'

ἁμαρτήσασι τὸ σύνηθες παρέσχες φιλανθρώπευμα; ταῦτα ἐπὶ καιροῦ νῦν

ἀναμιμνησκόμενος μίμησαι σὺ σαυτὸν, ἵνα καὶ ἡμεῖς, ὡς ἐπίπαν εἰπεῖν, ὅλην τῇ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

177

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!