Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

παραπέμπει τὸ πάθος, ὅλην τὴν ἡμέραν τὴν ἐμὴν κατατέμνον καρδίαν ξίφους παντὸς χαλεπώτερον, μᾶλλον δὲ καὶ νύκτας ὅλας, εἰ χρὴ τὸ μεῖζον εἰπεῖν; ἡμέρας μὲν γὰρ καὶ τῶν ἐντυγχανόντων ὁμιλίαι συχναὶ καὶ κάλλος οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν τούτοις κτισμάτων ἴσως ἀφέλκουσί τε τοῦ πάθους καὶ ἀποσπῶσιν ἐπὶ βραχὺ τὸν ἡμέτερον νοῦν· νυκτὸς δὲ σχολῆς γενομένης ἤδη κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν αἱ πᾶσαι τῶν συμφορῶν ἀλγηδόνες ἀθρόαι δραμοῦσαι καὶ τὴν ἐμὴν μετὰ τῆς μνήμης καρδίαν συνειληφυῖαι, καθάπερ τινὲς κύνες ἄγριοι σῶμα πεπτωκὸς, ἔνθεν κἀκεῖθεν πικρῶς περιέλκουσι, φεῦ, καὶ συμπνίγουσιν. ὢ πῶς πολλάκις ἐς αὐτὸν ἔγωγε ἀπιδὼν σοφίας ἁπάσης ἐπιδημίαν ἐς ἀνθρώπους αὐτὸν εἶναι ἐνόμισα, ψυχὴν καὶ σῶμα προσειληφυίας καὶ συνδιαιτωμένης ἀνθρώποις, ἵνα σοφοὺς ἀκροατὰς συνετίσῃ καὶ τὰ τῆς ἐπιστήμης καταστορέσῃ ναυάγια; ὢ πῶς μετεμψύχωσίν τινα δοξάζειν καὶ αὐτὸς κεκινδύνευκα ἐπ' ἐκείνῳ γενέσθαι καὶ πάντων 1.480 ὁμοῦ τὰς ψυχὰς, Ὁμήρου καὶ Πλάτωνος καὶ Πτολεμαίου, καὶ ὅσοι ῥητορεύουσαν πεπλουτήκασι γλῶσσαν, ἐν ἑνὶ τῷ τούτου σώματι συνδραμεῖν καὶ διατρίβειν αὖθις ἐν βίῳ, καθάπερ ὁλκάδι μυριοφόρῳ χρωμένους αὐτῷ; ἀλλὰ νῦν ὁ τοσοῦτος καὶ τηλικοῦτος, φεῦ τῆς ἐμῆς συμφορᾶς, ᾤχετο ἀπιὼν εἰς τάφον καὶ κόνιν, πολὺν τὸν τῆς λύπης ἀνάψας πυρσὸν κατὰ τῆς ἐμῆς καρδίας. οὐ γὰρ ἠδύνατο ζῇν ἄνευ ψυχῆς καὶ πνοῆς. ψυχὴ δὲ πάντως αὐτοῦ καὶ πνοὴ, καὶ πᾶν εἴ τι ζωογονεῖν ἐπεφύκει, οὐχ ἕτερον ἦν τῶν ἁπάντων αὐτῷ, ἢ βασιλεὺς ὁ θεῖος ἐκεῖνος καὶ ὑπὲρ ἄνθρωπον ἄνθρωπος, ὃς καὶ ζῶν ἔτι ἐξαίρειν ἠπείγετο πολλῷ τῶν ἄλλων αὐτὸν, δεικνὺς ἐναργῶς, ὡς τοσούτῳ βασιλεῖ τοσοῦτον εἶναι καὶ τὸν ὑπηρέτην χρεών· τῷ φρονιμωτάτῳ δηλαδὴ τῶν ὅσοι τὴν γῆν διενείμαντο ἄνθρωποι τὸν πάσῃ σοφίᾳ πάντων ἐπέκεινα χρώμενον. καὶ νῦν δ' αὖ τῶν ἐντεῦθεν ἀπαλλαγεὶς οὐκ ἔκρινε δεῖν ἀπηρτῆσθαι τοῦτον ἐπὶ τοσοῦτον αὐτοῦ· καὶ μέντοι ταχέως προσκαλεσάμενος ταχέως καὶ προσειλήφει. εἰ μὲν δὴ οὖν ἀπελθόντος ἐκείνου ζῇν οὗτος οὐκ ἠδύνατο, καθάπερ σῶμα ψυχῆς ἀπεῤῥωγὸς, βαβαὶ τῆς συμπνοίας τε καὶ τῆς μίξεως, ἣν εἰς ἄῤῥηκτόν τινα τὸν δεσμὸν ἡ μακρὰ συνήρμοσε σχέσις. εἰ δὲ καλέσαντος ἐκείνου ἔδραμε, παραχρῆμα ῥίψας τὸ σῶμα, βαβαὶ τῆς ἀγάπης καὶ τῆς στοργῆς, ἣν προσηκόντως ἔσχε πρὸς τὸν δεσπότην. Ἡρακλῆς μέντοι ἐκεῖνος, εἰ δὴ τὰ ὄντα εἰρήκασιν οἱ τῶν μύθων ἐνταῦθα πατέρες, πᾶσαν διέδραμε τὴν ὑφ' ἥλιον, ὡς ἂν μάρτυρα τῶν οἰκείων ἅπασαν κτήσηται ἄθλων· οὗτοι δ' ἐντὸς ὅρων μέ 1.481 νοντες μόνῃ τῇ βελτίστῃ φήμῃ καὶ τὰς Ἡρακλείους διέβησαν στήλας καὶ ῥᾷστα πᾶσαν ἀνηρτήσαντο τὴν ὑφ' ἥλιον. ἀλλὰ νῦν ἐξ ἀνθρώπων ἀπῆλθον, ἀθανατίσαντες πρότερον ἑαυτοὺς καὶ μνήμην καταλιπόντες ζῶσαν διηνεκῶς ἐν ταῖς τῶν ἐπιγινομένων ἀνθρώπων ψυχαῖς. ἡμῖν δὲ τοιούτων καὶ τοσούτων προβόλων καὶ στηριγμάτων οὑτωσὶ στερηθεῖσι τίς ἐλπὶς λείπεται τἀγαθοῦ; ταὐτὸν γάρ τι καὶ ἡμῖν νῦν ἕπεται δεδιέναι, ὅπερ ἄμπελοι καὶ φυτὰ νεογνὰ, ἐπειδάν τις ἐπιβούλως τοὺς κύκλῳ περιβόλους τε καὶ φραγμοὺς καθελὼν μηλόβοτον καταστήσῃ τὸν χῶρον. ἀλλὰ γὰρ εἴρηται κἀμοὶ τῆς μὲν ἀξίας, ὦ παρόντες, πάντως ἔλαττον· τῆς δὲ τῶν ἄλλων προθυμίας ἴσως οὐκ ἔλαττον. ἡ μὲν γὰρ ἀξία τῆς ἐκείνου γλώττης ἐδεῖτο· ἡ δὲ προθυμία γνώμης τῆς ἐμαυτοῦ."2 (Γ.) Τούτων οὕτω λεγομένων πολὺς πρὸς τῶν συγγενῶν ἐγίνετο θρῆνος. εἶναι δὲ τὸν ἄνδρα συνέβαινε τὰ ἐς ψυχὴν ἀγαθὸν μὲν καὶ σώφρονα ἐν τοῖς μάλιστα· ἐῤῥωμένον δὲ τὸ σῶμα καὶ πάντα σύμμετρα κεκτημένον, ὥσπερ ὑπὸ κανόνι καὶ στάθμῃ τῆς φύσεως τελεσιουργησάσης αὐτῷ τήν τε ἡλικίαν ὁμοῦ πᾶσαν καὶ αὖ καθ' ἕκαστα τῶν μελῶν καὶ μερῶν· ἐπιπρέπειν δ' αὐτῷ καὶ ἱλαρότητα ὄψεως μετά τινος σεμνοῦ μειδιάματος καὶ ἦθος γαληνὸν καὶ εὐπρόσιτον· φιλότιμον δ' εἶναι τὰ ἐς λόγους μᾶλλον ἢ πάντα χρήματα· ἐχορήγει γὰρ αὐτῷ πολλὴν τὴν ὁρμὴν καὶ ἡ τῆς διανοίας ὀξύτης καὶ τὸ τῶν νοημάτων γόνιμον· τὴν δὲ πρὸς τὰ θεῖα διάπυρον εὐλάβειαν καὶ εὐσέβειαν ὁμότροπον εἶναι καθάπαξ τῷ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 172

τελευτήσαντι βασιλεῖ. 1.482 γʹ. Θέρους δ' ἐπιγενομένου ἔγκυος ἐν ∆ιδυμοτείχῳ διάγουσα ἡ τοῦ βασιλέως σύζυγος Ἄννα ἡ δέσποινα υἱὸν κατὰ τὴν ιηʹ Ἰουνίου γεγέννηκεν, Ἰωάννην τὸν βασιλέα. ὃ δὴ πυθόμενος ὁ βασιλεὺς τὴν ταχίστην αὖθις ἐπανῆκεν ἐς ∆ιδυμότειχον· καὶ περιχαρὴς γενόμενος ἤμειψεν ἐς τὸ λαμπρότερον τὰ ἐνδύματα, ἃ διὰ τὴν τοῦ πάππου τελευτὴν τέως ἐνεδέδυτο. εἶτα καὶ ἀγῶνας ἐξετέλεσε δύο, μίμησίν τινα τῶν Ὀλυμπιακῶν ἀποσώζοντας, οὓς καὶ πρότερον μὲν πολλάκις ἐτέλει, νῦν δὲ φιλοτιμότερον· οἳ δὴ τοῖς Λατίνοις πάλαι ἐπινενόηνται γυμνασίας ἕνεκα σώματος, ὁπότε σχολὴν ἄγοιεν τῶν πολεμικῶν. (Β.) Τούτων ὁ μὲν εἷς μονομαχίας ἔνδειξιν ἔχει καὶ ντζούστρα παρὰ Λατίνοις καλεῖται. μερίζονται γὰρ κατὰ φυλὰς καὶ δήμους καὶ φρατρίας· ἔπειτα ὁπλίζουσιν ἀφ' ἑκατέρου μέρους ἕνα καὶ ἕνα τῶν βουλομένων τινὰς καὶ πάντη καταφράκτους καθιστῶσιν. ἔπειτα δόρυ λαβόντες ἑκάτερος ἐν τρισὶν ὀβελίσκοις ἐσκευασμένα τὸ ἄκρον ἐπιπηδῶσιν ἀλλήλοις καὶ ἀπαντῶσιν εὐρώστως καὶ ὠθοῦσιν ἀλλήλους τοῖς δόρασι μετὰ πάνυ γενναίας τῆς ὁρμῆς· καὶ ὁ τοῦ ἵππου καταβαλὼν τὸν ἀντίπαλον στεφανίτης ἀναγορεύεται. κλήρῳ γοῦν καὶ ὁ βασιλεὺς τὴν τοιαύτην λαγχάνει μονομαχίαν, ὥστε καὶ παρὰ μικρὸν ἦλθε πολλάκις πληγῆναι καιρίαν. διὸ καὶ παραινούμενος ὑπὸ τῶν γηραιοτέρων ἀπέχεσθαι τῶν τοιούτων ἔργων· ἀνοίκειον γὰρ εἶναι πάντη βασιλεῖ πρὸς τῶν δούλων παίεσθαι, καὶ ταῦθ' οὕτως ἀνυποστόλως, ᾧ καὶ κίνδυνος ἕπεται· οὐκ ἐπείθετο, ἀλλὰ τοῖς ἡλι 1.483 κιώταις τῶν στρατιωτῶν μᾶλλον βραβεύων τὴν τῆς βουλήσεως ψῆφον τούτους ἀπήλαυνε, δειλίαν ἀγεννῆ ταῖς αὐτῶν καταψηφιζόμενος παραινέσεσιν. (Γ.) Ὁ δ' ἕτερος τῶν ἀγώνων τορνεμὲν προσαγορεύεται. ἔχει δὲ οὕτως. μερίζονται κἀνταῦθα κατὰ φυλὰς καὶ δήμους καὶ φρατρίας καὶ ὁπλίζονται πάντες ὁμοῦ. καὶ ἀρχαιρεσιῶν γιγνομένων κλήρῳ λαγχάνουσι τὴν ἡγεμονίαν δύο τινὲς ἐξ αὐτῶν, ἑκατέρου μέρους ἑκάτερος. τούτου τοίνυν οὕτω μὲν πρότερον, νῦν δὲ συνεχῶς τελουμένου συναρίθμιος γίνεται καὶ ὁ βασιλεὺς τοῖς ὑφ' ἡγεμόνι τεταγμένοις, οἱῳδήτινι στρατιώτῃ· καὶ συῤῥηγνυμένων κατ' ἴσον ἀριθμὸν ἀμφοτέρων τῶν τάξεων μετὰ ῥοπάλων στεῤῥῶν παίει τε καὶ ὁ βασιλεὺς καὶ παίεται ἀφειδῶς. ἐπεὶ καὶ τὸν τρώσαντα, ἢ καὶ ἀποκτείναντα, συμβὰν οὑτωσί πως, κἀν τοῖς ἀγῶσιν ἀμφοτέροις, ἀνέγκλητον εἶναί σφισι νόμιμον ἦν. μετὰ δὲ τὴν τοῦ ἀγῶνος τούτου διάλυσιν ἀπολαμβάνοντες ἑκάτερα τὰ μέρη τὸν σφῶν αὐτῶν ἡγεμόνα, μεθ' ὧν καὶ ὁ βασιλεὺς τὴν τῶν ὑποτεταγμένων τάξιν οὐκ ἀπολιμπάνων τυγχάνει, ἄγουσι προπομπεύοντες εὐρύθμως καὶ κατὰ συζυγίαν ἐκ διαστήματος, ἄχρις οὗ συμπέπτωκε καταλύειν ἑκάτερον· ἔνθα προπίνων ἐκεῖνος ἅπασιν οἴνου κρατῆρα καὶ δεξιὰν ἑκάστῳ προτείνων οἴκαδε ἀπαλλάττεσθαι πάντας κελεύει. δʹ. Τούτων τοίνυν ἐν ∆ιδυμοτείχῳ καὶ νῦν τελεσθέντων, ἀναλαβὼν ὁ βασιλεὺς ἱκανὴν στρατιὰν ἀκήρυκτόν τινα καὶ αἰφνίδιον ἐξάγει πόλεμον κατὰ Βουλγάρων, πρὶν ἐκείνους αἰσθέσθαι, βουλόμενος αὖθις σφετερίσασθαι τὰ περὶ τὸν Αἷμον φρούρια, 1.484 ὅσα πρὸ βραχέος Ἀλεξάνδρῳ προσκεχωρήκει. ἐμβαλὼν οὖν ἐς τὴν πολεμίαν ἐδῄου καὶ ἔκαε τὴν χώραν, μηδὲ τῶν ἀσταχύων φειδόμενος ἐν ἅλωνι τυγχανόντων· ἐπιπορευόμενος δὲ καὶ τὰ φρούρια, καὶ ἀπειλῶν περιστρατοπεδεύσεις καὶ πολιορκίας, παρεστήσατο καθ' ὁμολογίαν καὶ τούτων ἔστιν ἃ, ὑποσπόνδων ἀπιόντων τῶν ἐν φρουρᾷ τεταγμένων παρ' Ἀλεξάνδρῳ. (Β.) Ταῦτα πυθόμενος Ἀλέξανδρος καὶ περιαλγὴς γενόμενος διαπρεσβεύεται πρὸς τὸν βασιλέα περὶ εἰρήνης, οὐκ ἄξιον εἶναι λέγων Χριστιανοῖς ἀπηνῶς οὑτωσὶ κατ' ἀλλήλων ἐπιέναι, ἐνὸν ὁμοδοξεῖν ἀλλήλοις τὰ πρὸς εἰρήνην καὶ ὁμοῦ κατὰ τῶν ἀσεβῶν ἀντιπαρατάττεσθαι, πολεμίων ὄντων ἀμφοῖν. ὁ δὲ βασιλεὺς δίκαιον εἶναι φήσας ὑπείκειν Ῥωμαίοις τὰ πάλαι παρὰ Ῥωμαίων ἀνοικοδομηθέντα φρούρια τοὺς πρέσβεις ἀπράκτους ἀπέπεμψε. πλείονα γὰρ ἢ πεντεκαίδεκα φρούρια παρὰ τὰς ἀκρότητας καὶ ἀποτομὰς τοῦ Αἵμου ὁ πάππος αὐτοῦ καὶ βασιλεὺς Ἀνδρόνικος, τὰ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 173

τελευτήσαντι βασιλεῖ. 1.482 γʹ. Θέρους δ' ἐπιγενομένου ἔγκυος ἐν ∆ιδυμοτείχῳ

διάγουσα ἡ τοῦ βασιλέως σύζυγος Ἄννα ἡ δέσποινα υἱὸν κατὰ τὴν ιηʹ Ἰουνίου

γεγέννηκεν, Ἰωάννην τὸν βασιλέα. ὃ δὴ πυθόμενος ὁ βασιλεὺς τὴν ταχίστην αὖθις

ἐπανῆκεν ἐς ∆ιδυμότειχον· καὶ περιχαρὴς γενόμενος ἤμειψεν ἐς τὸ λαμπρότερον τὰ

ἐνδύματα, ἃ διὰ τὴν τοῦ πάππου τελευτὴν τέως ἐνεδέδυτο. εἶτα καὶ ἀγῶνας

ἐξετέλεσε δύο, μίμησίν τινα τῶν Ὀλυμπιακῶν ἀποσώζοντας, οὓς καὶ πρότερον μὲν

πολλάκις ἐτέλει, νῦν δὲ φιλοτιμότερον· οἳ δὴ τοῖς Λατίνοις πάλαι ἐπινενόηνται

γυμνασίας ἕνεκα σώματος, ὁπότε σχολὴν ἄγοιεν τῶν πολεμικῶν. (Β.) Τούτων ὁ μὲν

εἷς μονομαχίας ἔνδειξιν ἔχει καὶ ντζούστρα παρὰ Λατίνοις καλεῖται. μερίζονται γὰρ

κατὰ φυλὰς καὶ δήμους καὶ φρατρίας· ἔπειτα ὁπλίζουσιν ἀφ' ἑκατέρου μέρους ἕνα

καὶ ἕνα τῶν βουλομένων τινὰς καὶ πάντη καταφράκτους καθιστῶσιν. ἔπειτα δόρυ

λαβόντες ἑκάτερος ἐν τρισὶν ὀβελίσκοις ἐσκευασμένα τὸ ἄκρον ἐπιπηδῶσιν

ἀλλήλοις καὶ ἀπαντῶσιν εὐρώστως καὶ ὠθοῦσιν ἀλλήλους τοῖς δόρασι μετὰ πάνυ

γενναίας τῆς ὁρμῆς· καὶ ὁ τοῦ ἵππου καταβαλὼν τὸν ἀντίπαλον στεφανίτης

ἀναγορεύεται. κλήρῳ γοῦν καὶ ὁ βασιλεὺς τὴν τοιαύτην λαγχάνει μονομαχίαν, ὥστε

καὶ παρὰ μικρὸν ἦλθε πολλάκις πληγῆναι καιρίαν. διὸ καὶ παραινούμενος ὑπὸ τῶν

γηραιοτέρων ἀπέχεσθαι τῶν τοιούτων ἔργων· ἀνοίκειον γὰρ εἶναι πάντη βασιλεῖ

πρὸς τῶν δούλων παίεσθαι, καὶ ταῦθ' οὕτως ἀνυποστόλως, ᾧ καὶ κίνδυνος ἕπεται·

οὐκ ἐπείθετο, ἀλλὰ τοῖς ἡλι 1.483 κιώταις τῶν στρατιωτῶν μᾶλλον βραβεύων τὴν

τῆς βουλήσεως ψῆφον τούτους ἀπήλαυνε, δειλίαν ἀγεννῆ ταῖς αὐτῶν

καταψηφιζόμενος παραινέσεσιν. (Γ.) Ὁ δ' ἕτερος τῶν ἀγώνων τορνεμὲν

προσαγορεύεται. ἔχει δὲ οὕτως. μερίζονται κἀνταῦθα κατὰ φυλὰς καὶ δήμους καὶ

φρατρίας καὶ ὁπλίζονται πάντες ὁμοῦ. καὶ ἀρχαιρεσιῶν γιγνομένων κλήρῳ

λαγχάνουσι τὴν ἡγεμονίαν δύο τινὲς ἐξ αὐτῶν, ἑκατέρου μέρους ἑκάτερος. τούτου

τοίνυν οὕτω μὲν πρότερον, νῦν δὲ συνεχῶς τελουμένου συναρίθμιος γίνεται καὶ ὁ

βασιλεὺς τοῖς ὑφ' ἡγεμόνι τεταγμένοις, οἱῳδήτινι στρατιώτῃ· καὶ συῤῥηγνυμένων

κατ' ἴσον ἀριθμὸν ἀμφοτέρων τῶν τάξεων μετὰ ῥοπάλων στεῤῥῶν παίει τε καὶ ὁ

βασιλεὺς καὶ παίεται ἀφειδῶς. ἐπεὶ καὶ τὸν τρώσαντα, ἢ καὶ ἀποκτείναντα, συμβὰν

οὑτωσί πως, κἀν τοῖς ἀγῶσιν ἀμφοτέροις, ἀνέγκλητον εἶναί σφισι νόμιμον ἦν. μετὰ

δὲ τὴν τοῦ ἀγῶνος τούτου διάλυσιν ἀπολαμβάνοντες ἑκάτερα τὰ μέρη τὸν σφῶν

αὐτῶν ἡγεμόνα, μεθ' ὧν καὶ ὁ βασιλεὺς τὴν τῶν ὑποτεταγμένων τάξιν οὐκ

ἀπολιμπάνων τυγχάνει, ἄγουσι προπομπεύοντες εὐρύθμως καὶ κατὰ συζυγίαν ἐκ

διαστήματος, ἄχρις οὗ συμπέπτωκε καταλύειν ἑκάτερον· ἔνθα προπίνων ἐκεῖνος

ἅπασιν οἴνου κρατῆρα καὶ δεξιὰν ἑκάστῳ προτείνων οἴκαδε ἀπαλλάττεσθαι πάντας

κελεύει. δʹ. Τούτων τοίνυν ἐν ∆ιδυμοτείχῳ καὶ νῦν τελεσθέντων, ἀναλαβὼν ὁ

βασιλεὺς ἱκανὴν στρατιὰν ἀκήρυκτόν τινα καὶ αἰφνίδιον ἐξάγει πόλεμον κατὰ

Βουλγάρων, πρὶν ἐκείνους αἰσθέσθαι, βουλόμενος αὖθις σφετερίσασθαι τὰ περὶ τὸν

Αἷμον φρούρια, 1.484 ὅσα πρὸ βραχέος Ἀλεξάνδρῳ προσκεχωρήκει. ἐμβαλὼν οὖν ἐς

τὴν πολεμίαν ἐδῄου καὶ ἔκαε τὴν χώραν, μηδὲ τῶν ἀσταχύων φειδόμενος ἐν ἅλωνι

τυγχανόντων· ἐπιπορευόμενος δὲ καὶ τὰ φρούρια, καὶ ἀπειλῶν περιστρατοπεδεύσεις

καὶ πολιορκίας, παρεστήσατο καθ' ὁμολογίαν καὶ τούτων ἔστιν ἃ, ὑποσπόνδων

ἀπιόντων τῶν ἐν φρουρᾷ τεταγμένων παρ' Ἀλεξάνδρῳ. (Β.) Ταῦτα πυθόμενος

Ἀλέξανδρος καὶ περιαλγὴς γενόμενος διαπρεσβεύεται πρὸς τὸν βασιλέα περὶ

εἰρήνης, οὐκ ἄξιον εἶναι λέγων Χριστιανοῖς ἀπηνῶς οὑτωσὶ κατ' ἀλλήλων ἐπιέναι,

ἐνὸν ὁμοδοξεῖν ἀλλήλοις τὰ πρὸς εἰρήνην καὶ ὁμοῦ κατὰ τῶν ἀσεβῶν

ἀντιπαρατάττεσθαι, πολεμίων ὄντων ἀμφοῖν. ὁ δὲ βασιλεὺς δίκαιον εἶναι φήσας

ὑπείκειν Ῥωμαίοις τὰ πάλαι παρὰ Ῥωμαίων ἀνοικοδομηθέντα φρούρια τοὺς

πρέσβεις ἀπράκτους ἀπέπεμψε. πλείονα γὰρ ἢ πεντεκαίδεκα φρούρια παρὰ τὰς

ἀκρότητας καὶ ἀποτομὰς τοῦ Αἵμου ὁ πάππος αὐτοῦ καὶ βασιλεὺς Ἀνδρόνικος, τὰ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

173

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!