Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

βασιλὶς τὸν ἔνδον τῆς παρὰ τὸ ὄρος τὸν Ὄλυμπον κειμένης τῶν Προυσαίων μητροπόλεως, ἐπ' ὀνόματι τοῦ τιμίου προφήτου προδρόμου καὶ Βαπτιστοῦ· κτήματά τε πλεῖστα αὐτοῖς καὶ προσόδους ἐτησίως ἀνενδεεῖς ἐπιχορηγήσαντες, μοναζόντων καὶ 1.45 ἀσκητῶν ἐνδιαιτήματα ἔδειξαν, πλήρη χάριτος καὶ θυμηδίας πνευματικῆς. οὐ μόνον δὲ, ἀλλὰ καὶ νοσοκομεῖα καὶ πτωχοτροφεῖα τοῖς τότε καιροῖς ἐπεδαψιλεύσαντο, καὶ ὅσα τὸν ἐκείνων κατὰ θεὸν ἔρωτα ἔδειξαν ἐναργῶς. (Γ.) Ἀλλ' ἐν τούτοις ἡ μὲν βασιλὶς Εἰρήνη τὸ ζῇν ἐξεμέτρησεν. ὁ δὲ βασιλεὺς καὶ σύζυγος πάνυ βαρέως ἐπὶ μακρὸν τὴν ἐκείνης ἤνυσε στέρησιν· ὀψὲ δὲ μὴ φέρων τὴν μόνωσιν, καὶ δευτέραν ἄγεται σύζυγον. αὕτη δὲ ἦν Ἄννα ἡ ἐξ Ἀλαμανῶν, ἔτι νέα πάνυ τῇ ἡλικίᾳ, ἀδελφὴ τοῦ ῥηγὸς Σικελίας Μαφρέ. εἵπετο δ' ἐκεῖθεν αὐτῇ καθάπερ τροφὸς καὶ παιδαγωγὸς ξὺν πολλαῖς ἄλλαις καὶ γυνή τις ὥραν ἐπαγομένη προσώπου καὶ ὀφθαλμῶν ὡς εἰπεῖν ἄφυκτόν τινα σαγήνην, ὄνομα Μαρκεσίνα· ἣ φίλτροις καὶ καταδέσμοις ἐρωτικοῖς, καὶ ἠθῶν ἀστειότητι κατὰ μικρὸν ὑπηγάγετο καὶ τοὺς βασιλικοὺς ὀφθαλμοὺς καὶ πρὸς τοὺς ἑαυτῆς ἐξέκαυσεν ἔρωτας, ὡς παραθεωρεῖσθαι λαμπρῶς ἤδη τὴν βασιλίδα Ἄνναν. ἐς τοσοῦτον γὰρ ὕστερον ἀτοπίας αὐτὸν οἱ τῆς Μαρκεσίνης ἐξεκύλισαν ἔρωτες, ὥστε καὶ συμβόλοις κοσμεῖσθαι βασιλικοῖς συγκεχώρηκε ταύτην· ὡς τούτων μὲν εἵνεκα μηδὲν ἐνδεῖν τῆς βασιλίδος Ἄννης, τῆς δὲ βασιλικῆς στοργῆς καὶ ῥοπῆς καὶ τῆς τῶν ὑπηκόων αἰδοῦς καὶ ὑποστολῆς, εἰ μὴ πάσης ἀπήλαυεν, ὡς εἰπεῖν, αὐτή γε καὶ μόνη, ἀλλ' οὖν πλείονος ἢ κατὰ τὴν νόμιμον σύζυγον, τὴν βασιλίδα Ἄνναν φημί. (∆.) Ὅμως συνετός γε τυγχάνων ὁ βασιλεὺς, οὐκ ἄλυπος τὸ παράπαν τὸν βίον διέβοσκεν, οὐδὲ κατηφείας καὶ συντριβῆς τῆς προσηκούσης ἐκτός· ἀλλὰ νύττουσαν εἶχε καθά 1.46 περ τι κέντρον ὀξὺ τὴν συνείδησιν, καὶ καιρὸν ἀνέμενε μετανοίας, καὶ λύσιν ἐζήτει θεόθεν τῆς τοιαύτης παρατροπῆς. δῆλον δ' ἐντεῦθεν τουτί. ἀπιέναι γάρ ποτε τὴν Μαρκεσίναν φασὶ προσκυνήσεως ἅμα καὶ θέας εἵνεκα ἐς τὸν θεῖον νεὼν, ὃν ὁ Βλεμμύδης οἴκοθεν ἐδείματό τε καὶ ἐς ἁγίων καὶ θεοφιλῶν ἀνδρῶν ἀσκητήριον κατεστήσατο, πολλὴν ἐπαγομένην τὴν τρυφὴν καὶ σφόδρα τοῖς βασιλικοῖς σεσοβημένην συμβόλοις καὶ τῷ τῶν ἀκολούθων πλήθει. ἀλλὰ πρὶν τῶν προθύρων αὐτὴν ἐπιβῆναι, τὰς τοῦ νεὼ θύρας ἔνδοθεν κλείουσιν ὁ τῶν θείων ἐκείνων ἀνδρῶν σύλλογος καὶ ταύτῃ τὴν εἴσοδον ἀποκλείουσι, κελεύσει τοῦ καθηγητοῦ Βλεμμύδου. ἀνὴρ δὲ οὗτος πολλαῖς περιηνθισμένος ταῖς ἀρεταῖς, καὶ πολλῇ τῇ σοφίᾳ ἐξησκημένος, ὁπόσην τε Ἑλλήνων ὑμνοῦσι παῖδες, καὶ ὁπόσην οἱ τῆς καθ' ἡμᾶς ἐκκλησίας προστάται καὶ ῥήτορες ἐς ἡμετέραν ὠφέλειαν προὔθηκαν. οὐ γὰρ ἔκρινε δίκαιον ὁ θεῖος ἐκεῖνος ἀνὴρ, βεβήλοις καὶ ἀθεμίτοις ποσὶν ἱερὸν πατεῖν ἔδαφος τὸ ἀνόσιον ἐκεῖνο καὶ ἀναιδὲς γύναιον. πῶς γάρ; ὃς οὐδὲ πρότερον ἔληγε σκώμμασι βάλλων αὐτὴν καὶ γλώττῃ καὶ γράμμασι διασύρων ἀεί. (Ε.) Ἡ δὲ τὰ δεινότατα πάσχειν οἰομένη καὶ τῆς βασιλικῆς ἀνάξια σφόδρα τιμῆς, ἐς θυμὸν ἀνῆπτεν ἑαυτὴν καὶ βαρεῖαν καὶ ζέουσαν ὀργὴν, καὶ μάλιστα ὅτι καὶ πρὸς τῶν κολάκων παροξυνομένη μάλα ἐτύγχανεν. ὅθεν καὶ ἐπανῄει πρὸς τὸν βασιλέα λίαν ὑβριοπαθοῦσα, καὶ πρὸς ἄμυναν ὅλαις ὁρμαῖς αὐτὸν διεγείρουσα, καὶ ἐς τὴν τοῦ βασι 1.47 λέως ὑπόστασιν ἀποφαίνουσα ἀνατρέχειν τὰ τῆς ἀτιμίας ταυτησί. οὐ μόνον δὲ, ἀλλὰ καὶ οἱ περὶ αὐτὴν κόλακες, οἱονεὶ πῦρ πυρὶ καὶ ξύλοις ξύλα προσεπιφέροντες, ἐς ὀργὴν ἀνάπτειν ἠπείγοντο μείζονα ἔτι τὸν βασιλέα, χαριζόμενοι τῷ καιρῷ. ὁ δὲ βασιλεὺς ἔνδακρυς γενόμενος καὶ βύθιόν τι στενάξας καὶ πάσης μεστὸς κατηφείας καὶ κατανύξεως ἐν βραχεῖ καταστὰς, "1ἵνα τί με κολάζειν ἄνδρα δίκαιον συνωθεῖτε;"2 ἔφασκεν· "1εἰ γάρ μοι πρὸς βουλήσεως ἦν ἀτιμίας ὁμοῦ καὶ αἰσχύνης καθῆσθαι ἐκτὸς, ἀκίβδηλον ἂν τὸ τῆς βασιλείας ἐτήρουν σεμνὸν καὶ αὐτός· νῦν δὲ τὰς αἰτίας τῶν ἐμῶν ὕβρεων καὶ τῆς βασιλείας αὐτῆς αὐτὸς παρεχόμενος, προσηκούσας ἀπολαμβάνω λοιπὸν ἐντεῦθεν τὰς ἀμοιβὰς καὶ τῶν πονηρῶν σπερμάτων ἄξια τὰ γεώργια."2 ηʹ. Ἐπὶ τούτων μέντοι τῶν χρόνων Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 16

ἦρχε Θετταλίας καὶ Αἰτωλίας καὶ τῶν πέριξ Μιχαὴλ ὁ νόθος υἱὸς τοῦ πρώτου ἀποστάτου Μιχαὴλ τοῦ Ἀγγέλου. τελευτησάσης γὰρ τῆς ἄλλης συγγενείας ἐκείνου πάσης, περιῆλθεν ἤδη πᾶσα ἡ τῶν χώρων ἐκείνων ἀρχὴ εἰς. ἕνα τουτονὶ τὸν νόθον Μιχαήλ. τούτῳ παῖδες ἐγένοντο Νικηφόρος καὶ Ἰωάννης καὶ Μιχαὴλ καὶ τέταρτος, νόθος ὄνομα Ἰωάννης καὶ οὗτος· οἷς ἐπιμερίζειν ἔμελλε μετὰ βραχὺ καὶ τὴν ἑαυτοῦ ἀρχήν. τέως μὲν οὖν πρέσβεις ἀποστείλας πρὸς βασιλέα Ἰωάννην, ἐζήτει νύμφην ἀγαγέσθαι τῷ ἑαυτοῦ υἱῷ Νικηφόρῳ τὴν τοῦ υἱοῦ τοῦ βασιλέως Θεοδώρου τοῦ Λάσκαρι θυγατέρα Μαρίαν· καὶ ἤνυσε τὸ ζητούμενον. ἐγένοντο γὰρ τηνικαῦτα μνηστεῖαι καὶ συμφωνίαι, οἷαι δὴ καὶ γεγόνασι, συμπαραγενομένης τῷ υἱῷ Νικηφόρῳ καὶ τῆς μητρὸς Θεοδώρας κατὰ τὴν 1.48 ἕω, ἅμα μὲν καὶ πρὸς ἐπίσκεψιν τῆς μνηστευομένης νύμφης, ἅμα δὲ καὶ πρὸς βεβαίωσιν τῶν ἐν τούτοις συμφωνιῶν. ὧν δὴ γενομένων, τὴν νύμφην αὐτόθι παρὰ τὰ οἴκοι καταλιποῦσα, ἐπανέστρεφεν οἴκαδε σὺν τῷ υἱῷ Νικηφόρῳ Θεοδώρα ἡ τοῦ Μιχαὴλ σύζυγος, ἐγγύας λαβοῦσα παρὰ τῶν κηδεστῶν βασιλέων, ἐς τοὐπιὸν ἔτος τοὺς γάμους τελεῖσθαι. (Β.) Βραχὺ τὸ μεταξὺ, καὶ πρὸς κατάλυσιν ἔβλεψε τῶν σπονδῶν αὖθις ὁ Μιχαήλ· καὶ ἄρας τοὺς οἰκείους ὑπερέβαινε χώρους ἐπὶ πονήρῳ τῶν δυτικῶν πόλεων, αἳ τοῖς Ῥωμαίων βασιλεῦσιν ὑπῆρχον ὑπήκοοι· ὡς ἀνάγκην εἶναι ἢ τὸν βασιλέα Ἰωάννην στρατεύειν ἐπ' ἐκεῖνον, ἢ κίνδυνον εἶναι πάσας ὑπὸ τῷ Μιχαὴλ τὰς δυτικὰς γενέσθαι πόλεις. ἦρος οὖν ἐπιγενομένου, πλείστην ὁ βασιλεὺς ἠθροικὼς στρατιὰν, ἔξεισι κατὰ τοῦ ἀποστάτου Μιχαήλ. τῆς δὲ φήμης ῥεούσης καὶ προπορευομένης, αἱ μὲν δυτικαὶ τῶν Ῥωμαίων πόλεις ἀνεῤῥώννυντο πρὸς τὸ εὐθαρσές τε καὶ ἀνδρικώτερον· τὰ δὲ τοῦ Μιχαὴλ ὑπέῤῥει καὶ ὑπεπτήχει. ἐπεὶ δὲ καὶ ὁ βασιλεὺς περὶ Θεσσαλονίκην καὶ Μακεδονίαν ἐγένετο, πάλιν ὑπ' αὐτῷ ῥᾳδίως αἱ πλείους τῶν δυτικῶν ἐγίνοντο πόλεων, ὁπόσας ἡ τοῦ Ἀγγέλου Μιχαὴλ ἔφοδος ἐκλόνησέ τε καὶ πρὸς βραχύν τινα χρόνον παρατραπῆναι πεποίηκε, Καστορία τε καὶ Πρέσπα, καὶ ἐπὶ τούτοις ἕτεραι οὐκ ὀλίγαι. ὅθεν εἰς τὸν ἔσχατον συνελαθεὶς φόβον ὁ Μιχαὴλ πρεσβεύεται πρὸς τὸν βασιλέα καὶ τὰς προτέρας ἀνακαλεῖται σπονδὰς, ἀποδιδοὺς αὐτῷ καὶ φρούρια, τά τε ἄλλα καὶ τὸν Πρίλλαπον, ἔτι τε τὸν Βελεσὸν καὶ τὸ *. ἐτετιμήκει 1.49 μέντοι ὁ βασιλεὺς ἑκατέρους τῷ δεσποτικῷ ἀξιώματι διὰ τὰς τοῦ κήδους μνηστείας, τόν τε Μιχαὴλ καὶ τὸν αὐτοῦ γε υἱὸν Νικηφόρον, ἵνα μηδὲν μεταξὺ ἀνακύπτῃ ἀμφίδοξον, ὁπόσα ψυχάς τε ταράττει καὶ κυκεῶνας ἐγείρει πραγμάτων. ἀλλὰ γὰρ οὕτω τὰ ἐκεῖσε καταστησάμενος ὁ βασιλεὺς ἐπανόδου ἥπτετο, μὴ βουλόμενος ἐκεῖσε τὴν χειμέριον ὥραν διαβιβάζειν. ἦν γὰρ κατὰ τὰς Ἀρκτούρου ἐπιτολὰς ὁ καιρός. (Γ.) Ἐπεὶ δὲ περὶ τὴν Φιλίππων γενόμενος ἡμέρας ἐκεῖσε συχνὰς διατέτριφε, διαβολαί τινες ἀνεφύησαν κατὰ τοῦ Κομνηνοῦ Μιχαὴλ τοῦ Παλαιολόγου, ὅτι βασιλείας ἐφίεται. καὶ ἤγοντο οἵ τε πρώτως τὰ τοιαῦτα διαψιθυρίσαντες φίλοι αὐτοῦ, καὶ οἳ τοὺς κατ' αὐτοῦ ἐλέγχους ἑτέρωθεν προὔτεινον. ἀλλ' ἀνίσχυρα τὰ τῶν ἐλέγχων ἐδόκει καὶ ψευδεῖς αἱ διαβολαὶ, εἴτε καὶ τῇ ἀληθείᾳ ψευδῶν οὐσῶν, εἴτε καὶ τοῦ καιροῦ σχεδιάσαντος οὑτωσί. ὅμως ἔδοξεν ὅρκοις αὐτὸν βεβαιώσαντα ὅτι τε ψευδεῖς αἱ διαβολαὶ, καὶ ὅτι οὐ μήποτε βουληθείη βασιλείᾳ ἐπιχειρῆσαι, ἐλεύθερόν τε εἶναι τοῦ λοιποῦ τῆς ἐντεῦθεν καταδίκης καὶ ὑποψίας ἁπάσης μένειν ὡς ποῤῥωτάτω, καὶ πρός γε ἔτι τῆς προτέρας ἐφ' ὁμοίου τοῦ σχήματος ἀπολαύειν τιμῆς. καὶ γέγονε τοῦτο. ἐκεῖθεν μέντοι ἀπάρας ὁ βασιλεὺς, αὐτὸς μὲν ἀπῄει διαπεραιωσόμενος τὸν Ἑλλήσποντον· τὸν δὲ στρατὸν διαφῆκεν ἀπιέναι περὶ τὰ οἴκοι διαχειμάσοντας. (∆.) Πρὸς δὲ τὴν ἕω διαβάντι τῷ βασιλεῖ καὶ περὶ τὴν Νίκαιαν διατρίβοντι νόσος ἐνσκήπτει δεινή· οὐκ οἶδ' εἴτε φρενῖτιν χρὴ προσειπεῖν, εἴτ' ἐπιληψίαν. ἐς γὰρ καρηβαρίαν τινὰ καὶ νάρκωσιν ἐπεπτώ 1.50 κει τοῦ ἡγεμονικοῦ, ὁποῖον καὶ οἱ τὰ περὶ τὸν ἐγκέφαλον οὐχ ὑγιῶς διακείμενοι πάσχουσιν ἐν ταῖς τῶν οὐρανίων φωστήρων συνόδοις, τοῦ περιέχοντος ὑγροτέρου τε ἅμα καὶ ψυχροτέρου τηνικαῦτα Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 17

ἦρχε Θετταλίας καὶ Αἰτωλίας καὶ τῶν πέριξ Μιχαὴλ ὁ νόθος υἱὸς τοῦ πρώτου

ἀποστάτου Μιχαὴλ τοῦ Ἀγγέλου. τελευτησάσης γὰρ τῆς ἄλλης συγγενείας ἐκείνου

πάσης, περιῆλθεν ἤδη πᾶσα ἡ τῶν χώρων ἐκείνων ἀρχὴ εἰς. ἕνα τουτονὶ τὸν νόθον

Μιχαήλ. τούτῳ παῖδες ἐγένοντο Νικηφόρος καὶ Ἰωάννης καὶ Μιχαὴλ καὶ τέταρτος,

νόθος ὄνομα Ἰωάννης καὶ οὗτος· οἷς ἐπιμερίζειν ἔμελλε μετὰ βραχὺ καὶ τὴν ἑαυτοῦ

ἀρχήν. τέως μὲν οὖν πρέσβεις ἀποστείλας πρὸς βασιλέα Ἰωάννην, ἐζήτει νύμφην

ἀγαγέσθαι τῷ ἑαυτοῦ υἱῷ Νικηφόρῳ τὴν τοῦ υἱοῦ τοῦ βασιλέως Θεοδώρου τοῦ

Λάσκαρι θυγατέρα Μαρίαν· καὶ ἤνυσε τὸ ζητούμενον. ἐγένοντο γὰρ τηνικαῦτα

μνηστεῖαι καὶ συμφωνίαι, οἷαι δὴ καὶ γεγόνασι, συμπαραγενομένης τῷ υἱῷ

Νικηφόρῳ καὶ τῆς μητρὸς Θεοδώρας κατὰ τὴν 1.48 ἕω, ἅμα μὲν καὶ πρὸς ἐπίσκεψιν

τῆς μνηστευομένης νύμφης, ἅμα δὲ καὶ πρὸς βεβαίωσιν τῶν ἐν τούτοις συμφωνιῶν.

ὧν δὴ γενομένων, τὴν νύμφην αὐτόθι παρὰ τὰ οἴκοι καταλιποῦσα, ἐπανέστρεφεν

οἴκαδε σὺν τῷ υἱῷ Νικηφόρῳ Θεοδώρα ἡ τοῦ Μιχαὴλ σύζυγος, ἐγγύας λαβοῦσα παρὰ

τῶν κηδεστῶν βασιλέων, ἐς τοὐπιὸν ἔτος τοὺς γάμους τελεῖσθαι. (Β.) Βραχὺ τὸ

μεταξὺ, καὶ πρὸς κατάλυσιν ἔβλεψε τῶν σπονδῶν αὖθις ὁ Μιχαήλ· καὶ ἄρας τοὺς

οἰκείους ὑπερέβαινε χώρους ἐπὶ πονήρῳ τῶν δυτικῶν πόλεων, αἳ τοῖς Ῥωμαίων

βασιλεῦσιν ὑπῆρχον ὑπήκοοι· ὡς ἀνάγκην εἶναι ἢ τὸν βασιλέα Ἰωάννην στρατεύειν

ἐπ' ἐκεῖνον, ἢ κίνδυνον εἶναι πάσας ὑπὸ τῷ Μιχαὴλ τὰς δυτικὰς γενέσθαι πόλεις.

ἦρος οὖν ἐπιγενομένου, πλείστην ὁ βασιλεὺς ἠθροικὼς στρατιὰν, ἔξεισι κατὰ τοῦ

ἀποστάτου Μιχαήλ. τῆς δὲ φήμης ῥεούσης καὶ προπορευομένης, αἱ μὲν δυτικαὶ τῶν

Ῥωμαίων πόλεις ἀνεῤῥώννυντο πρὸς τὸ εὐθαρσές τε καὶ ἀνδρικώτερον· τὰ δὲ τοῦ

Μιχαὴλ ὑπέῤῥει καὶ ὑπεπτήχει. ἐπεὶ δὲ καὶ ὁ βασιλεὺς περὶ Θεσσαλονίκην καὶ

Μακεδονίαν ἐγένετο, πάλιν ὑπ' αὐτῷ ῥᾳδίως αἱ πλείους τῶν δυτικῶν ἐγίνοντο

πόλεων, ὁπόσας ἡ τοῦ Ἀγγέλου Μιχαὴλ ἔφοδος ἐκλόνησέ τε καὶ πρὸς βραχύν τινα

χρόνον παρατραπῆναι πεποίηκε, Καστορία τε καὶ Πρέσπα, καὶ ἐπὶ τούτοις ἕτεραι οὐκ

ὀλίγαι. ὅθεν εἰς τὸν ἔσχατον συνελαθεὶς φόβον ὁ Μιχαὴλ πρεσβεύεται πρὸς τὸν

βασιλέα καὶ τὰς προτέρας ἀνακαλεῖται σπονδὰς, ἀποδιδοὺς αὐτῷ καὶ φρούρια, τά τε

ἄλλα καὶ τὸν Πρίλλαπον, ἔτι τε τὸν Βελεσὸν καὶ τὸ *. ἐτετιμήκει 1.49 μέντοι ὁ

βασιλεὺς ἑκατέρους τῷ δεσποτικῷ ἀξιώματι διὰ τὰς τοῦ κήδους μνηστείας, τόν τε

Μιχαὴλ καὶ τὸν αὐτοῦ γε υἱὸν Νικηφόρον, ἵνα μηδὲν μεταξὺ ἀνακύπτῃ ἀμφίδοξον,

ὁπόσα ψυχάς τε ταράττει καὶ κυκεῶνας ἐγείρει πραγμάτων. ἀλλὰ γὰρ οὕτω τὰ ἐκεῖσε

καταστησάμενος ὁ βασιλεὺς ἐπανόδου ἥπτετο, μὴ βουλόμενος ἐκεῖσε τὴν χειμέριον

ὥραν διαβιβάζειν. ἦν γὰρ κατὰ τὰς Ἀρκτούρου ἐπιτολὰς ὁ καιρός. (Γ.) Ἐπεὶ δὲ περὶ

τὴν Φιλίππων γενόμενος ἡμέρας ἐκεῖσε συχνὰς διατέτριφε, διαβολαί τινες

ἀνεφύησαν κατὰ τοῦ Κομνηνοῦ Μιχαὴλ τοῦ Παλαιολόγου, ὅτι βασιλείας ἐφίεται. καὶ

ἤγοντο οἵ τε πρώτως τὰ τοιαῦτα διαψιθυρίσαντες φίλοι αὐτοῦ, καὶ οἳ τοὺς κατ'

αὐτοῦ ἐλέγχους ἑτέρωθεν προὔτεινον. ἀλλ' ἀνίσχυρα τὰ τῶν ἐλέγχων ἐδόκει καὶ

ψευδεῖς αἱ διαβολαὶ, εἴτε καὶ τῇ ἀληθείᾳ ψευδῶν οὐσῶν, εἴτε καὶ τοῦ καιροῦ

σχεδιάσαντος οὑτωσί. ὅμως ἔδοξεν ὅρκοις αὐτὸν βεβαιώσαντα ὅτι τε ψευδεῖς αἱ

διαβολαὶ, καὶ ὅτι οὐ μήποτε βουληθείη βασιλείᾳ ἐπιχειρῆσαι, ἐλεύθερόν τε εἶναι τοῦ

λοιποῦ τῆς ἐντεῦθεν καταδίκης καὶ ὑποψίας ἁπάσης μένειν ὡς ποῤῥωτάτω, καὶ πρός

γε ἔτι τῆς προτέρας ἐφ' ὁμοίου τοῦ σχήματος ἀπολαύειν τιμῆς. καὶ γέγονε τοῦτο.

ἐκεῖθεν μέντοι ἀπάρας ὁ βασιλεὺς, αὐτὸς μὲν ἀπῄει διαπεραιωσόμενος τὸν

Ἑλλήσποντον· τὸν δὲ στρατὸν διαφῆκεν ἀπιέναι περὶ τὰ οἴκοι διαχειμάσοντας. (∆.)

Πρὸς δὲ τὴν ἕω διαβάντι τῷ βασιλεῖ καὶ περὶ τὴν Νίκαιαν διατρίβοντι νόσος

ἐνσκήπτει δεινή· οὐκ οἶδ' εἴτε φρενῖτιν χρὴ προσειπεῖν, εἴτ' ἐπιληψίαν. ἐς γὰρ

καρηβαρίαν τινὰ καὶ νάρκωσιν ἐπεπτώ 1.50 κει τοῦ ἡγεμονικοῦ, ὁποῖον καὶ οἱ τὰ

περὶ τὸν ἐγκέφαλον οὐχ ὑγιῶς διακείμενοι πάσχουσιν ἐν ταῖς τῶν οὐρανίων

φωστήρων συνόδοις, τοῦ περιέχοντος ὑγροτέρου τε ἅμα καὶ ψυχροτέρου τηνικαῦτα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

17

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!