Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

Ἐκεῖθεν ἄπεισιν εἰς τὴν τῶν Μαγγάνων μονὴν, ἔνθα φθάσας ὁ λόγος ἐδήλωσεν ἐν ἀδέσμῳ φυλακῇ τὸν πατριάρχην Ἠσαΐαν καθῆσθαι. τοῦτον οὖν ἄρας ἐκεῖθεν καὶ ἐφ' 1.425 ἓν τῶν βασιλικῶν ὀχημάτων ἀναβιβάσας, ὡς εἶχε τῶν ἐρυθροβαφῶν κοσμημάτων, τῷ πατριαρχικῷ φέρων ἀποδίδωσι θρόνῳ· οὐκ ἐπισκόπων τινῶν οὐδὲ πρεσβυτέρων προοδευόντων καὶ ἑπομένων, ἀλλ' αὐλητῶν καὶ αὐλητρίδων καὶ ὀρχηστῶν καὶ ὀρχηστρίδων σὺν ᾠδαῖς χαρμοσύνοις τὴν πομπὴν ποιουμένων ἐκείνην. ὧν μία τις, ἡ μάλιστα τῶν ἄλλων αὐλητρίδων δοκιμωτάτη, ἵππου ἐν ἀνδρικῷ τῷ σχήματι ἐπιβαίνουσα τοῖς στρατευομένοις εἵπετο μὲν καὶ πρότερον, εἵπετο δὲ καὶ νῦν προπομπεύουσά τε τῷ πατριάρχῃ καὶ ταῖς συνήθεσι καὶ πορνικαῖς φλυαρίαις τόν τε πατριάρχην, καὶ ὅσοι τότε παρῆσαν, εἰς γέλωτας ἀσήμους ῥᾷστα παρασύρουσα. (Η.) Ἦν δ' ἕωθεν ἐς ἑσπέραν ἰδεῖν τὴν ἡμέραν ἐκείνην κενωθέντα τὸν ὄλβον ἅπαντα τῶν οἴκων τῶν λαμπροτάτων καὶ λείψανα τὴν ταχίστην καταστάντας αὐτοὺς ἐρειπίων καὶ δημοτικὸν ἄθυρμα· καὶ μάλιστα πάντων τὴν τοῦ μεγάλου λογοθέτου λαμπροτάτην οἰκίαν, καὶ ὅσα τῶν χρημάτων ἔν τε τῇ οἰκίᾳ ἐταμιεύοντο, καὶ ὅσα φθάσας τισὶ τῶν φίλων παρέθετο. τῶν γραμματείων γὰρ εὑρεθέντων, ἃ τοὺς εἰληφότας φίλους ἐδήλου, λαφύρων μερὶς ἐγεγένηντο πάντα καὶ οὐδὲν τῶν ἁπάντων αὐτῷ παρελείφθη· ἀλλὰ τὰ μὲν εἰς τὸ βασιλικὸν εἰσενήνεκται πρυτανεῖον, τὰ δὲ δημοτῶν διενείμαντο χεῖρες· καὶ γέγονε πένης εὐθὺς ὁμοῦ τοῖς παισὶν ὁ πάντων μετὰ βασιλέα εὐδαιμονέστατος πᾶσι δοκῶν. ἀκράτου γὰρ τῆς εὐδαιμονίας ἐν πολλοῖς ἀπολελαυκὼς τοῖς ἡλίοις ὅλον ἐκπέπωκεν ἄκρατον ἡμέρᾳ μιᾷ τὸν τῆς λύπης κρατῆρα. καὶ ἦν 1.426 ἀκούειν τῶν μεμψιμοίρων λεγόντων τά τε ἄλλα καὶ ὡς πενήτων ἦν αἵματά τε καὶ δάκρυα τὰ τοιαῦτα χρήματα, συνεισφερόμενά τε καὶ χορηγούμενα παρ' οἷς ἐπετέτραπτο πόλεών τε καὶ χωρῶν διοίκησις Ῥωμαϊκῶν· ἵν' ἐκείνων μὲν ἀπηνῶς χρωμένων τοῖς ταλαιπώροις Ῥωμαίοις, οἷά τισιν ὠνητοῖς ἀνδραπόδοις, αὐτὸς ἐπιτειχίζῃ τούτοις τὴν ἐς βασιλέα καταφυγὴν καὶ μένῃ τὸ μέγα τοῦτο δεινὸν ἀνεκδίκητον πανταχόθεν· ὅθεν ὁ τῆς δίκης ὀφθαλμὸς οὐκ εἰς τέλος κεκοίμηται, ἀλλὰ διανέστη καὶ τὴν προσήκουσαν ὀψὲ καὶ μόλις ἐπήνεγκε κόλασιν. ταῦτα παρὰ πολλῶν ᾀδόμενα πικροτέραν ἐποίουν τὴν τοῦ ἀνδρὸς συμφοράν. (Θ.) Πῶς δ' ἄν τις ἐξαριθμοίη τὴν τότε πρὸς ἀλλήλους ἐπανάστασιν πάντων Ῥωμαίων, καὶ μάλιστά γε τῶν Βυζαντίων; ἡ γὰρ τῶν δυοῖν βασιλέων διαφορὰ διαφόρους ὡς τὸ εἰκὸς καὶ τοὺς ὑπηκόους ποιήσασα κατ' ἀλλήλων ἐξέμηνε· τέκνα κατὰ γονέων, φημὶ, καὶ γονέας κατὰ τέκνων, ἀδελφοὺς κατ' ἀδελφῶν καὶ κατὰ γειτόνων γείτονας· τὸ δὲ μεῖζον, ἐπισκόπους καὶ πρεσβυτέρους κατ' ἐπισκόπων καὶ πρεσβυτέρων καὶ μοναχοὺς κατὰ μοναχῶν. καὶ εἰ μὴ βασιλεὺς φιλανθρώπου γνώμης τυχὼν ἐς ὑπερβολὴν τῶν τε στρατιωτῶν καὶ τοῦ δήμου τὴν φορὰν ἀνεχαίτισε, τάχ' ἂν Μυσῶν λείαν εἰργάζοντο τά τε ἱερὰ καὶ τῶν Βυζαντίων τοὺς οἴκους· τάχα δ' ἂν καὶ φόνος ἠγείρετο πλεῖστος, δίκην βουλομένων παρ' ἀλλήλων τῶν πλείστων λαμβάνειν, εἴ τίς τινι κατὰ τὰς μάχας ἐκείνας ἐμπεπαρῴνηκεν. "1εἰ γὰρ ἐγὼ,"2 φησὶν ὁ βασιλεὺς, "1τοῖς γλῶσσάν τε βακχεύουσαν καὶ ξίφος ἐπίβουλον ἄρασι κατ' ἐμοῦ πᾶσαν αἰτίαν 1.427 ἀφῆκα, πολλῷ μᾶλλον ὑμᾶς τοῦτο ποιεῖν χρὴ πρὸς τοὺς συνδούλους· τοῦτο μὲν καὶ ὡς τὴν μίμησιν ἀναφέρειν ὀφείλοντας εἰς ἐμέ· τοῦτο δὲ καὶ ὡς εἰδότας οὐχ ὅμοιον ὂν τὸ τῆς ἐκβάσεως τέλος ὑπηκόου τε φονευθέντος καὶ βασιλέως."2 (Ι.) Εἰ δὲ καὶ ἡμεῖς τῷ γηραιῷ κατὰ τὸ εἰκὸς προσκείμενοι βασιλεῖ ῥοθίοις τισὶν ἐνετύχομεν τοῦ χειμῶνος ἐκείνου, καινὸν οὐδέν. οὔτε γὰρ δίκαιον ἦν, ἡμᾶς μηδεμιᾷ προσκεῖσθαι μερίδι, τοῦ Σόλωνος τοῦτο προτρέποντος· καὶ πρός γε τῶν εἰκότων αὖ, τοῦ ποιμένος παταχθέντος δεινὰ παθεῖν κατὰ τὸ ἀνάλογον ἅπαν τὸ ποίμνιον. ζʹ. Ἦν μέντοι τετάρτη καὶ εἰκοστὴ τοῦ μαΐου μηνὸς ἡ ἡμέρα ἐκείνη τῆς ἑνδεκάτης ἰνδικτιῶνος, ἐν ᾗ ταῦτα πάντα τετέλεσται. περὶ οὖν δείλην ὀψίαν τῆς ἡμέρας ἐκείνης ἐπανιόντι τῷ βασιλεῖ πρὸς τὰ βασίλεια ὑπαντήσας ὁ χρηματίσας πατριάρχης Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 152

Νίφων ἤρετο ὅ,τι βούλοιτο πράττειν ἐπὶ τῷ πάππῳ; τοῦ δὲ φιλάνθρωπα φήσαντος καὶ βασιλικὰ ἐδυσχέρανέ τε τὰ μέγιστα καὶ ἐμέμφετο. ἦν γὰρ οὗτος καὶ πρὸς ἅπαντας μὲν τοὺς εὖ πράττοντας τὴν γνώμην διάστροφος καὶ φθόνου μεστός· ἰδίᾳ δ' ἐς τὰ μάλιστα ἦν μῖσος ὑποκαθήμενον τρέφων ἐκ πολλοῦ κατὰ τοῦ γηραιοῦ βασιλέως, ὅτι μὴ ἐπεκούρησε τούτῳ, ὅτε τὰς δίκας τῆς τε ἱεροσυλίας καὶ τῶν ἄλλων ἀτοπημάτων ἐπ' αὐτοφώρῳ ἑαλωκὼς τῶν πατριαρχικῶν ἐκπέπτωκε θρόνων. ὅθεν πρῶτον δι' ἓν μὲν δὴ τοῦτο, καὶ δεύτερον, ὅτι καὶ τοὺς πατριαρχικοὺς αὖθις ὠνειροπόλει θρόνους καὶ ἐβούλετο τοῦτον ἐκ μέσου πεποιηκὼς ἀκώλυτον εὑρεῖν τὴν τῆς δόξης ἀνάβασιν, φησὶ πρὸς τὸν βασιλέα· "1εἰ βούλει,"2 φησὶ, 1.428 "1βασιλεύειν ἀφόβως, μὴ δῷς ἑτέρῳ τὴν δόξαν σου· ἀλλὰ πάντα τοῦ πάππου τὰ τῆς βασιλείας ἀφελόμενος σύμβολα τρίχινον ῥάκος ἀνάγκασον ὑπελθεῖν, κἄπειτα ἢ πρὸς εἱρκτὴν, ἢ πρὸς ὑπερορίαν παράπεμψον."2 ἔφεσις γὰρ τῷ μοχθηρῷ τούτῳ Νίφωνι ζέουσα, μὴ αὐτὸν μόνον χρηματίσαντα λέγεσθαι πατριάρχην, ἀλλὰ κἀκεῖνον χρηματίσαντα βασιλέα. φάρμακον γάρ τι τοῦτο τῆς αὐτοῦ βασκανίας ἐνόμιζεν οὐκ ἐνθυμούμενος ὅλως ὁ μάταιος, ὅτι φαῦλον καὶ ἀφανῆ τυγχάνοντα ἄνθρωπον ἀνειληφὼς ἐκεῖνος καὶ τιμὰς ἐκ τιμῶν ἀεὶ χαριζόμενος ἐπὶ μέγιστον ὕψωσε δόξης τε καὶ πλούτου καὶ περιφανείας. (Β.) Ἀλλὰ τούτοις αὐτοῦ γε τοῖς λόγοις καὶ τῶν περὶ τὸν βασιλέα τινὲς συμβήσαντες ἔπεισαν ἀποθεῖναι τὴν περὶ τὸν πάππον φιλάνθρωπον γνώμην· καὶ εἰ μὴ τελέως, ἀλλ' οὖν ἀμφιῤῥεπῆ πεποιήκασι καὶ βουλομένῳ συμμεριστὴν ἑαυτῷ τῆς βασιλείας καταστῆσαι τὸν πάππον, ἐμπόδιον οὗτοι κατέστησαν. ὅθεν μετὰ πλεῖστα σκέμματα κεκύρωται, περικεῖσθαι μὲν τὸν πάππον τὰ βασιλικὰ σύμβολα, καθῆσθαι δ' ἐν τοῖς τῶν βασιλείων θαλάμοις ἀπρόϊτόν τε καὶ ἄπρακτον, ἔχοντα πρὸς διατροφὴν ἑαυτοῦ τε καὶ ὅσοι ἐναπελείφθησαν αὐτῷ μειρακίσκοι τὴν ἐπέτειον πρόσοδον τῆς ἁλιευτικῆς, ἣ πρὸ τοῦ Βυζαντίου τελεῖται, δέκα χιλιάδων τέως ἔγγιστα οὖσαν· τὸν δὲ μέγαν λογοθέτην τὸν Μετοχίτην ὑπερόριον πέμψαι ἐς ∆ιδυμότειχον. (Γ.) Ἠσαΐας δ' ὁ πατριάρχης καταβληθέντα θεασάμενος τοσούτων ἐτῶν βασιλέα καὶ οἷον εἰπεῖν κατειρχθέντα οὐκ ἐκάμφθη τὰ σπλάγχνα, ἀλλ' ὑπερήσθη καὶ φωνὴν ἀφῆκεν ἐλέγχουσαν τήν τε σκληρότητα καὶ τὴν ἄνοιαν, ἢ μᾶλλον ἀπόνοιαν αὐτοῦ. "1εὐφρανθήσεται γὰρ,"2 1.429 φησὶ, "1δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν·"2 δίκαιον μὲν ἑαυτὸν ὀνομάζων, ἐκδίκησιν δὲ τὴν τοῦ βασιλέως καθαίρεσιν. ἔπειτα πρὸς ἄμυναν ἔβλεψε καὶ καταδρομὴν τῶν ἐπισκόπων καὶ πρεσβυτέρων· καὶ τοὺς μὲν ἀργεῖν τῆς ἱερωσύνης ἐκέλευσεν ἐπὶ ῥητοῖς ἔτεσι, τοὺς δὲ μέχρι τελευτῆς. ἔστι δ' οἷς καὶ μετριώτερον ἐπήνεγκε τὸ ἐπιτίμιον· ἁπλῶς δ' εἰπεῖν, οὐδένα τῶν τῷ γηραιῷ βασιλεῖ συμφρονούντων εἴασεν ἀτιμώρητον. (∆.) Ἐν τούτοις καὶ Ἰωάννης, ὁ ἐμὸς μετά γε θεὸν κηδεμὼν ἀπὸ βρέφους φανεὶς, ὁ πρὸς μητρὸς θεῖος ἐμοὶ, εἰς βαθὺ γῆρας ἐληλακὼς καταλύει τὸν βίον ἐν τῇ λαχούσῃ μητροπόλει, μηδὲν μήθ' ὑπὸ γήρως, μήθ' ὑπὸ τῆς πληγῆς τῶν ποδῶν τυραννηθεὶς καθυφεῖναι βραχὺ τῆς ἡλικιώτιδος καὶ μεγάλης ἀσκήσεως μέχρι τελευτῆς αὐτῆς. ἦν δ' ἡ λαχοῦσα τοῦτον μητρόπολις ἡ κατὰ Πόντον Ἡράκλεια. ὃν δὴ καὶ πρῶτον εἶδε δῆμος Ἡρακλειώτης, πατέρα χρηστὸν καὶ θεοῦ μεστὸν, οὐκ ἀγρότην ἄνδρα καὶ διδάσκαλον αὐτοσχέδιον καὶ γλῶτταν ἐν οὐ καιρῷ προτείνοντα βακχεύουσαν ἀπὸ δίφρου καὶ κόπτουσαν μὲν τὰς ἐπὶ τοῦ βήματος ἀκοὰς καὶ πολὺν ἐπαντλοῦσαν τὸν ἄλογον θόρυβον, πρὸς δέ τι χρήσιμον οὐδαμῆ ἀπαντῶσαν· ἀλλ' ἐξ ἔτι νέου γλῶσσαν καὶ ἀκοὴν καὶ διάνοιαν παιδευθέντα καλῶς πάσῃ παιδείᾳ τῶν τε τοῦ πνεύματος λόγων καὶ ὅσοι τῶν θύραθεν· ὡς ἔχειν ἀρκούντως ἤδη καὶ βίῳ καὶ λόγῳ τοῖς ὑπηκόοις διδόναι θεσμοὺς καὶ κανόνας, ὁπόσοι κοσμοῦσιν εὐτραπελίαν ἠθῶν καὶ ῥυθμίζουσι παλάμης κράτος καὶ θυμὸν μετριάζειν παρασκευάζουσι καὶ 1.430 ἀκόλαστον ἅπαν ταλαντεύουσι κίνημα. ἔξεστι δὲ τοῖς βουλομένοις ἀκούειν κατὰ μέρος ὁποῖος καὶ ὅσος τὴν ἅπασαν ἀρετὴν ὁ ἀνὴρ ἐξ οὗπερ ἡμεῖς αὐτῷ συγγεγράφαμεν βίου. ηʹ. Ἀλλὰ γὰρ οὔπω Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 153

Ἐκεῖθεν ἄπεισιν εἰς τὴν τῶν Μαγγάνων μονὴν, ἔνθα φθάσας ὁ λόγος ἐδήλωσεν ἐν

ἀδέσμῳ φυλακῇ τὸν πατριάρχην Ἠσαΐαν καθῆσθαι. τοῦτον οὖν ἄρας ἐκεῖθεν καὶ ἐφ'

1.425 ἓν τῶν βασιλικῶν ὀχημάτων ἀναβιβάσας, ὡς εἶχε τῶν ἐρυθροβαφῶν

κοσμημάτων, τῷ πατριαρχικῷ φέρων ἀποδίδωσι θρόνῳ· οὐκ ἐπισκόπων τινῶν οὐδὲ

πρεσβυτέρων προοδευόντων καὶ ἑπομένων, ἀλλ' αὐλητῶν καὶ αὐλητρίδων καὶ

ὀρχηστῶν καὶ ὀρχηστρίδων σὺν ᾠδαῖς χαρμοσύνοις τὴν πομπὴν ποιουμένων

ἐκείνην. ὧν μία τις, ἡ μάλιστα τῶν ἄλλων αὐλητρίδων δοκιμωτάτη, ἵππου ἐν

ἀνδρικῷ τῷ σχήματι ἐπιβαίνουσα τοῖς στρατευομένοις εἵπετο μὲν καὶ πρότερον,

εἵπετο δὲ καὶ νῦν προπομπεύουσά τε τῷ πατριάρχῃ καὶ ταῖς συνήθεσι καὶ πορνικαῖς

φλυαρίαις τόν τε πατριάρχην, καὶ ὅσοι τότε παρῆσαν, εἰς γέλωτας ἀσήμους ῥᾷστα

παρασύρουσα. (Η.) Ἦν δ' ἕωθεν ἐς ἑσπέραν ἰδεῖν τὴν ἡμέραν ἐκείνην κενωθέντα τὸν

ὄλβον ἅπαντα τῶν οἴκων τῶν λαμπροτάτων καὶ λείψανα τὴν ταχίστην καταστάντας

αὐτοὺς ἐρειπίων καὶ δημοτικὸν ἄθυρμα· καὶ μάλιστα πάντων τὴν τοῦ μεγάλου

λογοθέτου λαμπροτάτην οἰκίαν, καὶ ὅσα τῶν χρημάτων ἔν τε τῇ οἰκίᾳ ἐταμιεύοντο,

καὶ ὅσα φθάσας τισὶ τῶν φίλων παρέθετο. τῶν γραμματείων γὰρ εὑρεθέντων, ἃ τοὺς

εἰληφότας φίλους ἐδήλου, λαφύρων μερὶς ἐγεγένηντο πάντα καὶ οὐδὲν τῶν

ἁπάντων αὐτῷ παρελείφθη· ἀλλὰ τὰ μὲν εἰς τὸ βασιλικὸν εἰσενήνεκται πρυτανεῖον,

τὰ δὲ δημοτῶν διενείμαντο χεῖρες· καὶ γέγονε πένης εὐθὺς ὁμοῦ τοῖς παισὶν ὁ

πάντων μετὰ βασιλέα εὐδαιμονέστατος πᾶσι δοκῶν. ἀκράτου γὰρ τῆς εὐδαιμονίας ἐν

πολλοῖς ἀπολελαυκὼς τοῖς ἡλίοις ὅλον ἐκπέπωκεν ἄκρατον ἡμέρᾳ μιᾷ τὸν τῆς

λύπης κρατῆρα. καὶ ἦν 1.426 ἀκούειν τῶν μεμψιμοίρων λεγόντων τά τε ἄλλα καὶ ὡς

πενήτων ἦν αἵματά τε καὶ δάκρυα τὰ τοιαῦτα χρήματα, συνεισφερόμενά τε καὶ

χορηγούμενα παρ' οἷς ἐπετέτραπτο πόλεών τε καὶ χωρῶν διοίκησις Ῥωμαϊκῶν· ἵν'

ἐκείνων μὲν ἀπηνῶς χρωμένων τοῖς ταλαιπώροις Ῥωμαίοις, οἷά τισιν ὠνητοῖς

ἀνδραπόδοις, αὐτὸς ἐπιτειχίζῃ τούτοις τὴν ἐς βασιλέα καταφυγὴν καὶ μένῃ τὸ μέγα

τοῦτο δεινὸν ἀνεκδίκητον πανταχόθεν· ὅθεν ὁ τῆς δίκης ὀφθαλμὸς οὐκ εἰς τέλος

κεκοίμηται, ἀλλὰ διανέστη καὶ τὴν προσήκουσαν ὀψὲ καὶ μόλις ἐπήνεγκε κόλασιν.

ταῦτα παρὰ πολλῶν ᾀδόμενα πικροτέραν ἐποίουν τὴν τοῦ ἀνδρὸς συμφοράν. (Θ.)

Πῶς δ' ἄν τις ἐξαριθμοίη τὴν τότε πρὸς ἀλλήλους ἐπανάστασιν πάντων Ῥωμαίων,

καὶ μάλιστά γε τῶν Βυζαντίων; ἡ γὰρ τῶν δυοῖν βασιλέων διαφορὰ διαφόρους ὡς τὸ

εἰκὸς καὶ τοὺς ὑπηκόους ποιήσασα κατ' ἀλλήλων ἐξέμηνε· τέκνα κατὰ γονέων,

φημὶ, καὶ γονέας κατὰ τέκνων, ἀδελφοὺς κατ' ἀδελφῶν καὶ κατὰ γειτόνων γείτονας·

τὸ δὲ μεῖζον, ἐπισκόπους καὶ πρεσβυτέρους κατ' ἐπισκόπων καὶ πρεσβυτέρων καὶ

μοναχοὺς κατὰ μοναχῶν. καὶ εἰ μὴ βασιλεὺς φιλανθρώπου γνώμης τυχὼν ἐς

ὑπερβολὴν τῶν τε στρατιωτῶν καὶ τοῦ δήμου τὴν φορὰν ἀνεχαίτισε, τάχ' ἂν Μυσῶν

λείαν εἰργάζοντο τά τε ἱερὰ καὶ τῶν Βυζαντίων τοὺς οἴκους· τάχα δ' ἂν καὶ φόνος

ἠγείρετο πλεῖστος, δίκην βουλομένων παρ' ἀλλήλων τῶν πλείστων λαμβάνειν, εἴ

τίς τινι κατὰ τὰς μάχας ἐκείνας ἐμπεπαρῴνηκεν. "1εἰ γὰρ ἐγὼ,"2 φησὶν ὁ βασιλεὺς,

"1τοῖς γλῶσσάν τε βακχεύουσαν καὶ ξίφος ἐπίβουλον ἄρασι κατ' ἐμοῦ πᾶσαν αἰτίαν

1.427 ἀφῆκα, πολλῷ μᾶλλον ὑμᾶς τοῦτο ποιεῖν χρὴ πρὸς τοὺς συνδούλους· τοῦτο

μὲν καὶ ὡς τὴν μίμησιν ἀναφέρειν ὀφείλοντας εἰς ἐμέ· τοῦτο δὲ καὶ ὡς εἰδότας οὐχ

ὅμοιον ὂν τὸ τῆς ἐκβάσεως τέλος ὑπηκόου τε φονευθέντος καὶ βασιλέως."2 (Ι.) Εἰ δὲ

καὶ ἡμεῖς τῷ γηραιῷ κατὰ τὸ εἰκὸς προσκείμενοι βασιλεῖ ῥοθίοις τισὶν ἐνετύχομεν

τοῦ χειμῶνος ἐκείνου, καινὸν οὐδέν. οὔτε γὰρ δίκαιον ἦν, ἡμᾶς μηδεμιᾷ

προσκεῖσθαι μερίδι, τοῦ Σόλωνος τοῦτο προτρέποντος· καὶ πρός γε τῶν εἰκότων αὖ,

τοῦ ποιμένος παταχθέντος δεινὰ παθεῖν κατὰ τὸ ἀνάλογον ἅπαν τὸ ποίμνιον. ζʹ. Ἦν

μέντοι τετάρτη καὶ εἰκοστὴ τοῦ μαΐου μηνὸς ἡ ἡμέρα ἐκείνη τῆς ἑνδεκάτης

ἰνδικτιῶνος, ἐν ᾗ ταῦτα πάντα τετέλεσται. περὶ οὖν δείλην ὀψίαν τῆς ἡμέρας

ἐκείνης ἐπανιόντι τῷ βασιλεῖ πρὸς τὰ βασίλεια ὑπαντήσας ὁ χρηματίσας πατριάρχης

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

152

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!