Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

μὴ ἐᾷν ἄχρι Ῥηγίου τοὺς Βυζαντίους ἐξιόντας διατρίβειν· καὶ πρός γε λαθραίοις γράμμασι καὶ ὑποσχέσεσιν ὑπέρχεσθαι καὶ ὑποποιεῖσθαι τοὺς Βυζαντίους κατὰ τὸ προσῆκον ἑκάστῳ. ὁ δ' ὀλίγους τινὰς ἀπολεξάμενος ᾤχετο ἀπιὼν ἐς Θεσσαλονίκην. ἔτυχον δὲ τηνικαῦτα διατρίβοντες ἔξω τειχῶν διὰ τὰς ὑποψίας τῶν θορύβων μετὰ τοῦ ἀπὸ τῶν Τριβαλλῶν συμμαχικοῦ στρατοῦ ὅ,τε δεσπότης ∆ημήτριος καὶ ὁ πρωτοβεστιάριος Ἀνδρόνικος καὶ ὁ Ἀσὰν Μιχαὴλ, ἐπαγόμενοι καὶ τὰ Μακεδονικὰ τῶν Ῥωμαίων στρατεύματα. ὧν δὴ καὶ ἀσχόλων ὄντων περὶ τὰς κατ' αὐτοὺς ἔριδας, ἃς ἀνέφλεξαν κενοδοξίας καὶ φιλαυτίας τελχῖνές τινες, ἢ μᾶλλον θεομηνία τις, ἵνα τὰ κατ' 1.410 αὐτοὺς συγχυθείη πράγματα καὶ σφῶν αὐτῶν αὐτοὶ πρόξενοι γένοιντο ἀπωλείας· τούτων τοίνυν ἀσχολίαν ἀγόντων τοιαύτην μεταξύ που Θεσσαλονίκης καὶ Σεῤῥῶν ἔλαθεν ὁ βασιλεὺς εἰσιὼν ἐς Θεσσαλονίκην, ἐνδύμασιν ἰδιωτικοῖς πάντα τὰ βασιλικὰ περικαλύπτων γνωρίσματα· ἃ δὴ πάντα πυλῶν εἴσω γενόμενος εὐθὺς ἀπέῤῥιψε καὶ κατάδηλος πᾶσιν ἐγεγόνει βασιλεὺς ὤν· καὶ εὐθὺς δραμόντες μικροῦ πᾶσα ἡ πόλις ἐκείνη προσεκύνουν τε αὐτὸν καὶ ἠσπάζοντο καὶ εὐφήμοις ἐδεξιοῦντο φωναῖς. ἦσαν δὲ καὶ βραχεῖς τινες πάνυ αὐτόν τε μισοῦντες καὶ τῷ γηραιῷ καθαρῶς προσκείμενοι βασιλεῖ· οἳ καὶ δραμόντες τὴν ἀκρόπολιν ἐχειρώσαντό τε καὶ ἠσφαλίσαντο, κἀκεῖθεν εὐρώστως ἠμύνοντο πολιορκοῦντας τόν τε βασιλέα καὶ ὅσοι περὶ αὐτὸν ἠθροίσθησαν θιασῶται τῆς στάσεως· καὶ πολλοὺς ἐτίτρωσκον βάλλοντες λίθοις καὶ βέλεσιν, ὥστε καὶ πολλὰ τῶν ἐκεῖθεν βελῶν καὶ περὶ τὴν τοῦ βασιλέως ἐνεπάγη ἀσπίδα. τῇ δ' ὑστεραίᾳ φρυγάνων ἀθροίσαντες πλῆθος οἱ περὶ τὸν βασιλέα τὰς πύλας ὑφῆψαν τῆς ἀκροπόλεως καὶ οὕτως αὐτὴν παρεστήσαντο. (∆.) Ἄρας δ' ἐκεῖθεν ὁ βασιλεὺς προῄει ἐπὶ τὸ ἄστυ Σεῤῥῶν, ᾧ τὸ συμμαχικὸν ἦν τῶν Τριβαλλῶν, οἷς δὴ καὶ διὰ σπουδῆς ἦν τὸ πρῶτον ὅπλα κατὰ τοῦ βασιλέως ἄρασθαι. ἐπεὶ δὲ τὸν μὲν δεσπότην ∆ημήτριον καὶ τοὺς ἄλλους, τόν τε πρωτοβεστιάριον καὶ τὸν Ἀσὰν, ξὺν οὐδενὶ κόσμῳ διασκεδασθέντας εἶδον, τοὺς δ' ἑπομένους αὐτοῖς στρατιώτας αὐτομολήσαντας ἐς τὸ τοῦ βασιλέως στρατόπεδον, ὑπόσπονδον καὶ αὐτοὶ τῷ βασιλεῖ τὸ ἄστυ παρέδοσαν ἀπιόντες οἴκαδε. ἐπεί γε μὴν ὁ βασι 1.411 λεὺς οὕτω τὴν τύχην ἑώρα τὴν δεξιὰν ἄφθονόν τε καὶ μειδιῶσαν αὐτῷ προτείνουσαν, ἤδη μεθ' ὅλης εὐθυμίας καὶ ἡδονῆς ἐς τὰ πρόσω προὐχώρει μεστὸς ἀγαθῶν ἐλπίδων. καὶ ἵνα μὴ διατρίβωμεν, ὀλίγων ἐντὸς ἡμερῶν ἅπαντα διελθὼν τὰ ἐκεῖ παρὰ τὴν Μακεδονίαν πολίχνια ῥᾷστά τε καὶ ἀπονητὶ παρεστήσατο καὶ σύν γε αὐτοῖς τάς τε γυναῖκας καὶ τὰ τέκνα καὶ τὰ χρήματα ξυνειλήφει τοῦ τε δεσπότου καὶ τοῦ πρωτοβεστιαρίου καὶ τοῦ Ἀσὰν καὶ ὅσοι τῶν ἄλλως ἐχόντων συγκλητικῶν ἐκείνοις ἐκεῖσε συνδιατρίβοντες ἦσαν. εʹ. Ὁ δὲ γηραιὸς βασιλεὺς ἀπολωλεκὼς καὶ τὰς ἐκεῖθεν ἐλπίδας καὶ εἰς ἀμηχανίαν ἐσχάτην ἐμπεπτωκὼς ἐβούλετο ἤδη πέμπειν πρεσβείαν πρὸς τὸν ἔγγονον περὶ σπονδῶν καὶ εἰρήνης, πρὶν ἐκ Μακεδονίας αὐτὸν ἀναλῦσαι. ἀλλ' εὐθὺς ἑτέρα τις ἐλπὶς, ὡς μὴ ὤφελεν, ἐπεισφρήσασα καὶ ταύτην ἐξέκρουσε τὴν βουλήν. Μιχάηλος γὰρ ὁ τῶν Βουλγάρων ἄρχων λημμάτων ἐλπίδι μεγάλων ἑαυτὸν ἐπάρας διεμηνύσατο λάθρα τῷ γηραιῷ βασιλεῖ, εἰ βούλοιτο, συμμαχῆσαι αὐτῷ κατὰ τοῦ ἐγγόνου. ὁ δὲ βασιλεὺς, ὥσπερ ἐκ μεγάλου ναυαγίου καὶ κλύδωνος ἀπροσδοκήτως λιμένι περιτυχὼν, ἀπρὶξ ἐπελάβετο τούτου. καὶ ἑξῆς διεπρεσβεύοντο πρὸς ἀλλήλους περὶ τοῦ ποιητέου καὶ περὶ ἐπαγγελιῶν καὶ συνθηκῶν, μηδενὸς ἐπιγινώσκοντος τὰ βουλεύματα, πλὴν δυοῖν ἢ τριῶν τῶν πάνυ πιστοτάτων καὶ τῆς Κραλαίνης, ἣ διηνεκῶς τὸν πατέρα καὶ βασιλέα ἀγαθῶν ἐνεπίμπλα ἐλπίδων, ὧν αὐτὴν οἱ ψευδομάντεις καὶ ἐγγαστρίμυθοι ἐνεπίμπλασαν. (Β.) Ὁ μέντοι μέγας λογοθέτης ὁ Μετοχίτης ὁρῶν στρεφομένην ἀνωμάλως τὴν τύχην 1.412 κατὰ τοῦ γηραιοῦ βασιλέως καὶ κατορχουμένην οὕτω τὰ πράγματα ἐδεδίει περὶ ἑαυτῷ μάλιστα πάντων αὐτὸς, ἅτε καὶ μάλιστα πάντων αὐτὸς κοινωνῶν τῷ βασιλεῖ ῥητῶν καὶ ἀποῤῥήτων καὶ γνώμης καὶ πράξεως πάσης. διὸ καὶ σύννους τις ἦν καὶ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 146

ἐμμέριμνος ἀεὶ καὶ τῶν μελλόντων πλήρης, οὐ μάλα τοι δεξιὸν τὸ μέλλον σκοπούμενος ἐπιόν. ἐν μιᾷ γοῦν τῶν νυκτῶν ἔδοξεν ἀλλόκοτόν τινα θεάσασθαι ἄνθρωπον ἐπιστάντα οἱ κειμένῳ, ἀτεχνῶς λωποδύτῃ τινὶ καὶ ἀγρίῳ λῃστῇ ἐοικότα τὴν χεῖρά τε ἐμβαλόντα, ἀφελέσθαι τοῦ προσκεφαλαίου τὰς τοῦ θαλάμου κλεῖδας, ἐν ᾧ τά τε ἔπιπλα καὶ οἱ πολυτελεῖς ἔκειντο λίθοι καὶ ὅσα τῶν χρημάτων αὐτῷ περιῆν. τὸν δὲ βίᾳ τὸν ὕπνον ἀποτινάξασθαι καὶ θορύβου μεστὸν ἐγερθέντα βοᾷν καὶ τοῖς θεράπουσιν ἐγκελεύεσθαι διώκειν τὸν λωποδύτην, μὴ φθάσῃ διαδρὰς μετὰ τῶν χρημάτων. ἐλελήθει γὰρ αὐτὸν ἐνύπνιον εἶναι τὰ φαντασθέντα καὶ οὐκ ἀλήθειαν. τῶν δὴ θεραπόντων διανιστάντων εὐθὺς καὶ τὰς θύρας κεκλεισμένας εὑρόντων καὶ διαβεβαιωσάντων φαντασίαν εἶναι τὸ πρᾶγμα καὶ μεθημερινῶν φροντίδων βλάστημα, μόλις εἰς ἑαυτὸν ἐλθὼν θερμότατόν τινα στεναγμὸν ἐκ βάθους ἀνέπεμψε καὶ οὐ τοσοῦτον μεθημερινῶν φροντίδων βλάστημα τὸ φανθὲν ἔκρινεν, ὅσον μαντείαν τινὰ καὶ προαναφώνησιν τοῦ μέλλοντος καταλήψεσθαι τὸν οἰκεῖον οἶκον ἀφανισμοῦ. ὅθεν ἡμέρας γενομένης τὰ πλείω τῶν χρημάτων ἀφελόμενος τῆς οἰκίας, ἅτε ἀπεγνωσμένης ἤδη, διεμέρισέ τε καὶ τῶν φίλων τοῖς πιστοτάτοις λάθρα ἐδεδώκει φυλάττειν αὐτῷ. ὁ δὲ τὴν γυναῖκα καὶ τὰς θεραπαινίδας περὶ τὸν οἶκον ἀφεὶς αὐτὸς περὶ τὰ βασίλεια ἀπρόϊτον τοῦ λοιποῦ τὴν 1.413 διατριβὴν καὶ καταμονὴν ἐποιεῖτο, δεδιὼς τὴν τοῦ δήμου στάσιν φλεγμαίνουσαν κατ' αὐτοῦ. (Γ.) Οἱ μέντοι παρὰ τοῦ γηραιοῦ βασιλέως προαποσταλέντες εἰς τὴν τῶν κατὰ Μακεδονίαν χωρῶν καὶ πόλεων διοίκησιν ἑάλωσαν ἅμα γυναιξί τε καὶ τέκνοις, ὡς ἔφθημεν εἰρηκότες, καὶ διαμερισθέντες ὅσα περὶ Θεσσαλονίκην καὶ ∆ιδυμότειχον δεσμωτήρια πάντα μεστὰ ἑαυτῶν πεποιήκεσαν. ὁ δέ γε δεσπότης ∆ημήτριος φυγὰς ᾤχετο ἀπιὼν παρὰ τὸν Κράλην Σερβίας, γυναῖκα καὶ παῖδας καταλιπὼν διώκουσιν. ὁ δὲ πρωτοβεστιάριος Ἀνδρόνικος μέχρι τινὸς ἑπόμενος καὶ αὐτὸς τῷ δεσπότῃ οὐκ ἐδυνήθη μέχρι τέλους καθάπερ τις παράσιτος ἐς ἀλλοτρίαν ἀποβλέπειν τράπεζαν ὥσπερ ἐκεῖνος. ἀλλ' ἀναλογισάμενος, ὅσον ἐξαπίνης ἀφῄρηται πλοῦτον καὶ κτήνη καὶ κτήματα καὶ δόξαν μετὰ πασῶν τῶν ἐλπίδων, ὑποπτεύσας δὲ καὶ περὶ τῆς γυναικὸς ὅσα αἱ παρὰ τῶν ἐχθρῶν ἁλισκόμεναι πάσχουσιν ἄσεμνα, ἐς ἀπογνώσεως καὶ ἀμετρήτου λύπης βυθοὺς ἑαυτὸν ἐδεδώκει· καὶ οὕτως ἐν βραχεῖ τὸ ζῇν πικρῶς ἐξεμέτρησεν ἐν τόποις ἀλλοτρίοις καὶ ἐρημίαις πλανώμενος. ὁ δὲ Ἀσὰν Μιχαὴλ σπεύσας εἰσῆλθεν ἐς τὸ τοῦ Προσιάκου πολίχνιον· καὶ τοὺς οἰκήτορας ἐκεῖθεν ἐκβεβληκὼς εἰς ἑαυτοῦ τοῦτο σωτήριον οἰκητήριον εἶχεν ἀσφαλισάμενος. μετὰ δὲ βραχὺ προδοσίαν αἰσθόμενος ἑαυτοῦ μεταπέμπεται παρὰ τοῦ Κράλη Σερβίας φρουρὰν, ᾗ τὸ πολίχνιον παραδοὺς ᾤχετο παρὰ τὸν Κράλην καὶ αὐτὸς ἀπιών. (∆.) Ἔτυχε δὲ τηνικαῦτα τὸ τοῦ Μελενίκου φρούριον καὶ ὁπόση τούτῳ περίοικος διοικῶν καὶ ἐπιτροπεύων ὁ Βασιλικὸς Νικηφόρος. οὗτος τῶν εὖ 1.414 μὲν γεγονότων ἦν, ἐδόκει δὲ τοῖς ἥκιστα κρίνειν εἰδόσιν ὀρθῶς τόν τε τρόπον εἶναι ἁπλοῦς καὶ πρακτικῆς ἐς τὰ μάλιστα ἄπειρος. ἀλλὰ τοῦτον ὁ χρόνος ἔδειξε τῶν τότε πάντων ὡς ἀληθῶς συνετώτερον. οἱ μὲν γὰρ ἀπογνώσει δόντες ἑαυτοὺς ἀγνοίᾳ τοῦ συμφέροντος πικρῶς τὸν βίον ἀπήλλαξαν· οἱ δὲ ἑάλωσαν ἄκοντες καὶ μυρία πεπόνθασι τὰ δεινά· οἱ δ' ἑκόντες προὔδοσαν ἑαυτούς. οὗτος δὲ μόνος θεῷ τὰ πείσματα τῶν ἐλπίδων ἀναψάμενος πρὸς τοσοῦτον πραγμάτων κλύδωνα ἑαυτὸν ἀντέστησε, μέχρι τελευταίας ἀναπνοῆς τοῦ γηραιοῦ βασιλέως τὴν πρὸς αὐτὸν ἀκίβδηλον γνώμην καὶ πίστιν τηρήσας, καὶ μήτε πρὸς τὰς τοῦ νέου βασιλέως λαμπρὰς καὶ μεγάλας ὑποσχέσεις ἐνδοὺς, μήτ' αὖ πρὸς τὰς παλαμναιοτάτας ἀπειλὰς καὶ περιστρατοπεδεύσεις αὐτοῦ δείσας ὅλως· ἀλλὰ τὸ φρούριον ἐκεῖνο στεῤῥῶς ἀσφαλισάμενος ἐκάθητο, λῆρον μακρὸν ἅπαντα τὰ τοιαῦτα ἡγούμενος, ἕως ἠκηκόει τὴν τοῦ γηραιοῦ βασιλέως ἀπαλλαγήν. μέχρι γὰρ τούτου δικαίαν ἡγεῖτο τὴν ἔνστασιν· τὸ δ' ἑξῆς ἄδικόν τε καὶ πρόφασιν οὐδὲν εὔλογον ἔχουσαν. διὸ καὶ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 147

ἐμμέριμνος ἀεὶ καὶ τῶν μελλόντων πλήρης, οὐ μάλα τοι δεξιὸν τὸ μέλλον

σκοπούμενος ἐπιόν. ἐν μιᾷ γοῦν τῶν νυκτῶν ἔδοξεν ἀλλόκοτόν τινα θεάσασθαι

ἄνθρωπον ἐπιστάντα οἱ κειμένῳ, ἀτεχνῶς λωποδύτῃ τινὶ καὶ ἀγρίῳ λῃστῇ ἐοικότα

τὴν χεῖρά τε ἐμβαλόντα, ἀφελέσθαι τοῦ προσκεφαλαίου τὰς τοῦ θαλάμου κλεῖδας, ἐν

ᾧ τά τε ἔπιπλα καὶ οἱ πολυτελεῖς ἔκειντο λίθοι καὶ ὅσα τῶν χρημάτων αὐτῷ περιῆν.

τὸν δὲ βίᾳ τὸν ὕπνον ἀποτινάξασθαι καὶ θορύβου μεστὸν ἐγερθέντα βοᾷν καὶ τοῖς

θεράπουσιν ἐγκελεύεσθαι διώκειν τὸν λωποδύτην, μὴ φθάσῃ διαδρὰς μετὰ τῶν

χρημάτων. ἐλελήθει γὰρ αὐτὸν ἐνύπνιον εἶναι τὰ φαντασθέντα καὶ οὐκ ἀλήθειαν.

τῶν δὴ θεραπόντων διανιστάντων εὐθὺς καὶ τὰς θύρας κεκλεισμένας εὑρόντων καὶ

διαβεβαιωσάντων φαντασίαν εἶναι τὸ πρᾶγμα καὶ μεθημερινῶν φροντίδων

βλάστημα, μόλις εἰς ἑαυτὸν ἐλθὼν θερμότατόν τινα στεναγμὸν ἐκ βάθους ἀνέπεμψε

καὶ οὐ τοσοῦτον μεθημερινῶν φροντίδων βλάστημα τὸ φανθὲν ἔκρινεν, ὅσον

μαντείαν τινὰ καὶ προαναφώνησιν τοῦ μέλλοντος καταλήψεσθαι τὸν οἰκεῖον οἶκον

ἀφανισμοῦ. ὅθεν ἡμέρας γενομένης τὰ πλείω τῶν χρημάτων ἀφελόμενος τῆς οἰκίας,

ἅτε ἀπεγνωσμένης ἤδη, διεμέρισέ τε καὶ τῶν φίλων τοῖς πιστοτάτοις λάθρα

ἐδεδώκει φυλάττειν αὐτῷ. ὁ δὲ τὴν γυναῖκα καὶ τὰς θεραπαινίδας περὶ τὸν οἶκον

ἀφεὶς αὐτὸς περὶ τὰ βασίλεια ἀπρόϊτον τοῦ λοιποῦ τὴν 1.413 διατριβὴν καὶ

καταμονὴν ἐποιεῖτο, δεδιὼς τὴν τοῦ δήμου στάσιν φλεγμαίνουσαν κατ' αὐτοῦ. (Γ.)

Οἱ μέντοι παρὰ τοῦ γηραιοῦ βασιλέως προαποσταλέντες εἰς τὴν τῶν κατὰ

Μακεδονίαν χωρῶν καὶ πόλεων διοίκησιν ἑάλωσαν ἅμα γυναιξί τε καὶ τέκνοις, ὡς

ἔφθημεν εἰρηκότες, καὶ διαμερισθέντες ὅσα περὶ Θεσσαλονίκην καὶ ∆ιδυμότειχον

δεσμωτήρια πάντα μεστὰ ἑαυτῶν πεποιήκεσαν. ὁ δέ γε δεσπότης ∆ημήτριος φυγὰς

ᾤχετο ἀπιὼν παρὰ τὸν Κράλην Σερβίας, γυναῖκα καὶ παῖδας καταλιπὼν διώκουσιν. ὁ

δὲ πρωτοβεστιάριος Ἀνδρόνικος μέχρι τινὸς ἑπόμενος καὶ αὐτὸς τῷ δεσπότῃ οὐκ

ἐδυνήθη μέχρι τέλους καθάπερ τις παράσιτος ἐς ἀλλοτρίαν ἀποβλέπειν τράπεζαν

ὥσπερ ἐκεῖνος. ἀλλ' ἀναλογισάμενος, ὅσον ἐξαπίνης ἀφῄρηται πλοῦτον καὶ κτήνη

καὶ κτήματα καὶ δόξαν μετὰ πασῶν τῶν ἐλπίδων, ὑποπτεύσας δὲ καὶ περὶ τῆς

γυναικὸς ὅσα αἱ παρὰ τῶν ἐχθρῶν ἁλισκόμεναι πάσχουσιν ἄσεμνα, ἐς ἀπογνώσεως

καὶ ἀμετρήτου λύπης βυθοὺς ἑαυτὸν ἐδεδώκει· καὶ οὕτως ἐν βραχεῖ τὸ ζῇν πικρῶς

ἐξεμέτρησεν ἐν τόποις ἀλλοτρίοις καὶ ἐρημίαις πλανώμενος. ὁ δὲ Ἀσὰν Μιχαὴλ

σπεύσας εἰσῆλθεν ἐς τὸ τοῦ Προσιάκου πολίχνιον· καὶ τοὺς οἰκήτορας ἐκεῖθεν

ἐκβεβληκὼς εἰς ἑαυτοῦ τοῦτο σωτήριον οἰκητήριον εἶχεν ἀσφαλισάμενος. μετὰ δὲ

βραχὺ προδοσίαν αἰσθόμενος ἑαυτοῦ μεταπέμπεται παρὰ τοῦ Κράλη Σερβίας

φρουρὰν, ᾗ τὸ πολίχνιον παραδοὺς ᾤχετο παρὰ τὸν Κράλην καὶ αὐτὸς ἀπιών. (∆.)

Ἔτυχε δὲ τηνικαῦτα τὸ τοῦ Μελενίκου φρούριον καὶ ὁπόση τούτῳ περίοικος

διοικῶν καὶ ἐπιτροπεύων ὁ Βασιλικὸς Νικηφόρος. οὗτος τῶν εὖ 1.414 μὲν

γεγονότων ἦν, ἐδόκει δὲ τοῖς ἥκιστα κρίνειν εἰδόσιν ὀρθῶς τόν τε τρόπον εἶναι

ἁπλοῦς καὶ πρακτικῆς ἐς τὰ μάλιστα ἄπειρος. ἀλλὰ τοῦτον ὁ χρόνος ἔδειξε τῶν τότε

πάντων ὡς ἀληθῶς συνετώτερον. οἱ μὲν γὰρ ἀπογνώσει δόντες ἑαυτοὺς ἀγνοίᾳ τοῦ

συμφέροντος πικρῶς τὸν βίον ἀπήλλαξαν· οἱ δὲ ἑάλωσαν ἄκοντες καὶ μυρία

πεπόνθασι τὰ δεινά· οἱ δ' ἑκόντες προὔδοσαν ἑαυτούς. οὗτος δὲ μόνος θεῷ τὰ

πείσματα τῶν ἐλπίδων ἀναψάμενος πρὸς τοσοῦτον πραγμάτων κλύδωνα ἑαυτὸν

ἀντέστησε, μέχρι τελευταίας ἀναπνοῆς τοῦ γηραιοῦ βασιλέως τὴν πρὸς αὐτὸν

ἀκίβδηλον γνώμην καὶ πίστιν τηρήσας, καὶ μήτε πρὸς τὰς τοῦ νέου βασιλέως

λαμπρὰς καὶ μεγάλας ὑποσχέσεις ἐνδοὺς, μήτ' αὖ πρὸς τὰς παλαμναιοτάτας ἀπειλὰς

καὶ περιστρατοπεδεύσεις αὐτοῦ δείσας ὅλως· ἀλλὰ τὸ φρούριον ἐκεῖνο στεῤῥῶς

ἀσφαλισάμενος ἐκάθητο, λῆρον μακρὸν ἅπαντα τὰ τοιαῦτα ἡγούμενος, ἕως ἠκηκόει

τὴν τοῦ γηραιοῦ βασιλέως ἀπαλλαγήν. μέχρι γὰρ τούτου δικαίαν ἡγεῖτο τὴν

ἔνστασιν· τὸ δ' ἑξῆς ἄδικόν τε καὶ πρόφασιν οὐδὲν εὔλογον ἔχουσαν. διὸ καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

147

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!