Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ταῦτα ἀκηκοὼς ὁ βασιλεὺς καὶ οἷς ἔναυλον ἤδη τὴν ἀκοὴν ἐξ ἄλλων εἶχε πολλῶν παράλληλα θεὶς καὶ ἀκριβωσάμενος καὶ μηδὲν εἶναι ψευδὲς εὑρηκὼς διανίσταται καὶ αὐτός· καὶ βοήσας πρὸς κύριον, ὡς "1δίκασον κύριε τοὺς ἀδικοῦντάς με· καὶ οἱ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν· καὶ ἐπανάσωσον ἐμοὶ τὸ βασίλειον κράτος, ὃ σὺ μὲν ἐχαρίσω μοι, ὃν δ' ἐγὼ γεγέννηκα καὶ ὕψωσα, ἐκ τῶν ἐμῶν ἁρπάζει χειρῶν."2 εἶτα πρὸς ἔργον ἐχώρει. ( ʹ.) Καὶ πρῶτα μὲν ἐς τὸν ἔγγονον ἔτι περὶ μέσην ὄντα τὴν πορείαν πέμπει τοὺς ἀπαγορεύσοντας τὴν πρὸς τὸ Βυζάντιον εἴσοδον. "1καινότερον γὰρ ἂν εἴη,"2 φησὶ, "1τὸν ἀνακεκαλυμμένως οὑτωσὶ παρασπονδοῦντα καὶ οἷς ἂν τὰ κοινὰ φθαρείη ταῦτα πράτ 1.394 τοντά τε καὶ κατασκευαζόμενον λανθάνειν ἀξιοῦν."2 ἦν δὲ τοῖς πεμφθεῖσι προστεταγμένον, διεξελθεῖν ἐπ' αὐτοῦ πρὸς ἔλεγχον τῆς γνώμης αὐτοῦ, καὶ ὅσαι προφάσεις ἐγένοντο παρ' αὐτοῦ, τοῦ τε τὴν εἰρήνην αὖθις καὶ τὰς συνθήκας λελύσθαι καὶ χώραν τὰ σκάνδαλα σχεῖν. ἦσαν δ' ὡς ἐν κεφαλαίῳ εἰπεῖν αἵδε· μία μὲν, ὅτι ὅσοι τοὺς βασιλικοὺς φόρους δασμολογοῦντες ἦσαν ἅπαντας συλλαβὼν ἀφεῖλε τὰ χρήματα, σπανιωτέρων μὲν εἴπερ ποτὲ νῦν τῶν χρημάτων, πολυδαπανωτέρων δὲ τῶν πραγμάτων ὄντων διὰ τὸν τῆς βασιλείας μερισμόν. δευτέρα δὲ, ὅτι τοὺς πεμπομένους ἐφόρους τῶν πόλεων καὶ διοικητὰς ἀτίμους ἐκεῖθεν ἐκβάλλων ἐκπέμπει· τίθησι δ' ἀντ' ἐκείνων αὐτὸς ἑτέρους, οὓς ἂν ἐθέλοι. τρίτη δ', ὅτι καὶ τὴν Κράλαιναν πατρός τε ἀδελφὴν οὖσαν καὶ μοναχικὸν περικειμένην σχῆμα πρὸς ἄθεσμον ἐβιάζετο μῖξιν, δυσανασχετοῦσάν τε καὶ οὐκ ἐθέλουσαν αὐτήν. ἦσαν δὲ πρὸς ταύταις καὶ ἕτεραι προφάσεις, δι' ἃς ἀπηγορεύετο ἡ πρὸς τὸ Βυζάντιον αὐτῷ εἴσοδος, πλεῖσται μὲν, οὐ τοσοῦτον δὲ τὸ ἰσχυρὸν ἔχουσαι. (Ζ.) Ἐπὶ τούτοις γραφὰς λανθανούσας ἐξέπεμψε πρός γε τὸν Κράλην Σερβίας περὶ συμμαχίας καὶ πρὸς τὸν ἑαυτοῦ υἱὸν ∆ημήτριον τὸν δεσπότην, ἐπιτροπεύοντα τηνικαῦτα Θεσσαλονίκης καὶ τῶν πέριξ, παρακελευομένας, συμπαραλαβόντα μεθ' ἑαυτοῦ καὶ τοὺς δύο ἀνεψιοὺς ἐκεῖσε περὶ τὴν ἐπιτροπὴν τῶν Βελλεγράδων καὶ τῆς ἄλλης Μακεδονίας τηνικαῦτα διατρίβοντας Ἀνδρόνικόν τε τὸν πρωτοβεστιάριον καὶ Μιχαὴλ τὸν Ἀσὰν καὶ ἅμα τὰ Μακεδονικὰ στρατόπεδα ἀσφαλίσασθαι μὲν πρῶτον 1.395 τὰς Μακεδονικὰς πόλεις ὡς εἰκὸς, ἐκ μέσου ποιησάμενον ὅσοι οὐκ ἔξω τοῦ ὑποπτεύεσθαι πεφύκασιν· ἔπειτ' ἐκεῖθεν ἄραντας ξύν γε τῷ συμμαχικῷ στρατῷ τῷ ἐκ τοῦ Κράλη Σερβίας ἔρχεσθαι τὴν ταχίστην κατὰ τοῦ βασιλέως Ἀνδρονίκου τοῦ νέου. τῶν δὲ σταλεισῶν, ὡς ἔφημεν, γραφῶν πρός τε τὸν Κράλην Σερβίας καὶ πρὸς τὸν δεσπότην καὶ πρὸς ἄλλους ὅσοι βασιλικὰς διῴκουν ἐπιτροπὰς αἱ μὲν ἑάλωσαν παρὰ τῶν τὰς ὁδοὺς φρουρούντων ἀνθρώπων τοῦ νέου βασιλέως, ὅσαι ἐπὶ χάρτου γραφεῖσαι ἐτύγχανον· αἱ δὲ λαθοῦσαι παρῆλθόν τε καὶ πρὸς οὓς ἐπέμφθησαν ἀφίκοντο, ὅσαι ἐπὶ λίνου λεπτοϋφοῦς καὶ λευκοῦ γραφεῖσαι τοῖς τῶν γραμματοκομιστῶν ἐνδύμασιν εὐφυῶς συνεῤῥάφησαν. κατὰ γὰρ τὰς στενὰς τῶν ὁδῶν καὶ μάλιστα κατὰ τὰς περὶ Χριστούπολιν πύλας φρουροὺς οἱ περὶ τὸν νέον ἔθεσαν βασιλέα, οἳ πάντας τοὺς παριόντας ἐξήταζον, εἰ γραφὰς ἐκ Βυζαντίου κομίζοιεν· καὶ ἦν δυσχερὲς οὑτωσὶ λαθόντα τινὰ παρελθεῖν. (Η.) Κἀκείνους μὲν οὖν οὐδὲν ἐλελήθει τῶν ἐν Βυζαντίῳ κρύφα μελετωμένων τε καὶ δρωμένων· τούτους δὲ πάντα ἐλελήθει ὅσα κατὰ τούτων ἔξωθεν ἐκεῖνοι ἔδρων τε καὶ ἐμελέτων. πάντες γάρ σφισι προσεχώρουν ἐθελονταὶ, οἱ μὲν ἐς τοὐμφανὲς αὐταῖς γνώμαις καὶ αὐτοῖς σώμασιν· ὅσοι δὲ μὴ ἐδύναντο, οἱ δὲ ἀλλὰ ταῖς γνώμαις σφίσιν ὁλοσχερῶς προσέκειντο· οὐ μόνον μικροῦ πάντες ὅσοι τοῦ δήμου τῶν Βυζαντίων, ἀλλὰ καὶ ὅσοι τῶν συγκλητικῶν καὶ οἰκειακῶν καὶ ὅσοι τῶν μάλα καθ' αἷμα τῷ γηραιῷ βασιλεῖ προση 1.396 κόντων ἦσαν· οἳ δὴ πάντα καθ' ἓν τὰ ἐντεῦθεν ἀνιχνεύοντες ἐκείνοις ἐμήνυον. ὧν εἷς ἦν καὶ ὁ τοῦ βασιλέως υἱὸς Θεόδωρος ὁ μαρκέσιος. ὃς πρὸ ἐτῶν συχνῶν εἰς τὴν τῆς μητρὸς πατρίδα πεμφθεὶς ὑπὸ τῆς μητρὸς, ὡς εἰρήκειμεν, γάμων ἕνεκα καὶ δι' ἀβουλίαν καὶ ῥᾳθυμίαν τῷ χρόνῳ κατάχρεως γεγονὼς μετὰ τὸν τῆς Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 140

μητρὸς θάνατον ἐπανῆκε πρὸς τὸν πατέρα καὶ βασιλέα παῖδας καὶ γυναῖκα ἐκεῖσε καταλιπών· καὶ ἦν τοῦ λοιποῦ διατρίβων ἐν Βυζαντίῳ· ὅτε δὴ καὶ ἄλλης τε πάσης ἀπήλαυε πρὸς τοῦ βασιλέως κηδεμονίας καὶ εὐμενείας καὶ χορηγίας ἐκ τοῦ βασιλικοῦ πρυτανείου, καὶ δὴ καὶ πάντων χρεῶν ἀπήλλακται διὰ τῶν βασιλικῶν χρημάτων. ὧν ἁπάντων ἐκλαθόμενος ἐκεῖνος διὰ φρενῶν ἔνδειαν καὶ πᾶσαν αἰδῶ πατρικὴν ὀπίσω λιπὼν προδότης εἵλετο γενέσθαι τοῦ βασιλέως καὶ πατρὸς καὶ τῆς Ἰούδα ἐκείνου μιμήσεως. ὠνειροπόλει γὰρ τὴν Ῥωμαϊκὴν καὶ αὐτὸς ἡγεμονίαν, ἐκποδὼν ἱσταμένου τοῦ διαδόχου· καὶ κατανεῦσαι μὴ βουλόμενον τὸν πατέρα πολλῶν ἕνεκα, ὅτι καὶ γνώμῃ καὶ πίστει καὶ σχήματι καὶ γενείων κουρᾷ καὶ πᾶσιν ἔθεσιν Λατῖνος ἦν ἀκραιφνὴς, ἔγνω λυπήσειν αὐτὸν τῷ νέῳ προστεθεὶς βασιλεῖ. ὅθεν καὶ ὅσῳ πάντων μᾶλλον καθ' αἷμα τῷ βασιλεῖ προσῳκείωτο, τοσούτῳ καὶ θερμότερος πάντων ἐχθρὸς τοῦ βασιλέως καὶ πατρὸς γενέσθαι πεφιλονείκηκε μᾶλλον αὐτός. (Θ.) Τῷ δ' ἐπιγενομένῳ μηνὶ νοεμβρίῳ τὰ βασιλικὰ δεξάμενος γράμματα ∆ημήτριος ὁ δεσπότης ἐν Θεσσαλονίκῃ διεμηνύσατο εὐθὺς τόν τε πρωτοβεστιάριον καὶ τὸν Ἀσάν. καὶ ἐπειδὴ συνῆλθον στρατεύματά τε συνεκρο 1.397 τεῖτο καὶ ἅμα αἱ τῶν τῷ νέῳ βασιλεῖ συνόντων οὐσίαι καὶ τὰ κτήματα, ὁπόσα περὶ τὰς ἐν Μακεδονίᾳ πόλεις καὶ χώρας ἔτυχον ὄντα, πάντα τοῖς στρατιώταις διεμερίζοντο· οἴνου τε καὶ σίτου σφῶν ἠνοίγοντο ἀποθῆκαι· καὶ τοῖς ἁρπάζειν ἐθέλουσιν ἄφθονα προὔκειντο πάντα, ἐξορίαι τε καὶ δημεύσεις τῶν ἥκιστα συμφρονεῖν ἐθελόντων. κἀκεῖ μὲν ταῦτα ἐτελεῖτο· ἔμελλε δ' ὅσον οὐδέπω καὶ τὸ τοῦ Κράλη συμμαχικὸν ἐς αὐτοὺς ἀφικνεῖσθαι. (Ι.) Ἀλλ' οὐδ' ὁ βασιλεὺς ὁ νέος Ἀνδρόνικος ἠρέμει καθήμενος· ἀλλ' ἔπεμπε διατάγματα λάθρα πανταχῆ θαλάττης τε καὶ γῆς ἔν τε Βυζαντίῳ καὶ Θεσσαλονίκῃ καὶ Μακεδονίᾳ καὶ νήσοις ἐπαγγελλόμενα τοῖς μὲν δήμοις ἀτέλειαν καὶ φόρων ἐλευθερίαν, τοῖς δὲ στρατευομένοις πόρους προσόδων καὶ μισθῶν ἐπιδόσεις. ἅπερ ἀκουόμενα πάντας ἀνέσειε καὶ ῥᾷστα τὰς γνώμας σφῶν διέστρεφε καὶ ἀνέπειθεν ὁλοσχερῶς αὐτῷ προστίθεσθαι γνώμῃ τε καὶ γλώσσῃ καὶ χερσὶ καὶ πάσῃ προθυμίᾳ καὶ λαθραίοις γράμμασι προσκαλεῖσθαι αὐτὸν καὶ τὴν αὐτοῦ ἐπιταχύνειν ἔφοδον. βʹ. Οὕτω δὴ τῶν πραγμάτων ἐχόντων ἥκει περὶ τὸ Ῥήγιον ὁ βασιλεύς· κἀκεῖθεν πρεσβεύεται πρὸς τὸν βασιλέα καὶ πάππον δυοῖν ζητημάτων ὁπότερον συγχωρῆσαί οἱ, ἢ τὴν πρὸς τὸ Βυζάντιον ὑπόσπονδον εἴσοδον, ἢ τῶν ἐκ Βυζαντίου τινῶν εἰς ἐκεῖνον ἄφιξιν ἔκ τε τῶν τῆς συγκλήτου ἔκ τε τῶν τῆς ἐκκλησίας ἀρχόντων, καὶ εἴ τινες ἐκ τοῦ δήμου παιδείας εὖ ἔχοντες εἶεν, οἵτινες ἱκανοὶ ἔσονται τὰ ὑπ' ἐκείνου λεχθησόμενα ἀπαγγεῖλαι τῷ τε βασιλεῖ καὶ ὅλῳ τῷ Βυζαντίῳ. τὸν μέντοι γηραιὸν βασιλέα, δόλου 1.398 μεστὰ ἡγησάμενον τὰ τοιαῦτα προβλήματα, σιωπῆσαι μέχρι πολλοῦ καὶ διαπορῆσαι περὶ τὴν αἵρεσιν. τήν τε γὰρ εἰς τὸ Βυζάντιον εἴσοδον τοῦ ἐγγόνου ὀλεθρίαν ὁρᾷν καὶ οὐκ ἄνευ αἱμάτων· ἑτοίμους γὰρ εἶναι τοὺς Βυζαντίους αὐτίκα ἐκείνῳ τε προστεθήσεσθαι φανέντι πυλῶν εἴσω καὶ τοῦτον πικρῶς τοῦ βίου ἀπάξειν· τήν τε αὖ πρὸς ἐκεῖνον τῶν Βυζαντίων ἄφιξιν οὐδὲ ταύτην ἀστασίαστον βλέπειν. σκοπὸν γὰρ εἶναι τῷ ἐγγόνῳ, λόγους τε δημοχαρεῖς παῤῥησίᾳ λαλῆσαι καὶ λάθρα δώροις καὶ ἐπαγγελίαις ὑποποιῆσαι χρησταῖς αὐτούς τε καὶ δι' αὐτῶν ὁπόσοι τὸ Βυζάντιον οἰκοῦσι. χαλεπῶν δ' ὄντων ἀμφοτέρων ὅμως τὸ κουφότερον εἵλετο· καὶ πέπομφε δύο μὲν ἐκ τῆς συγκλήτου, δύο δ' ἐκ τῶν ἀρχιερέων, δύο δ' ἐκ τῶν τῆς ἐκκλησίας λογάδων καὶ τέτταρας τῶν τοῦ δήμου προκρίτων. (Β.) Οὓς δὴ πάντας ἀπιόντας ἐκεῖσε μεταπεμψάμενος ἐκεῖνος καὶ ἐκκλησίαν πεποιηκὼς δημηγορίαν τινὰ ἐσχηματισμένην ἐπ' αὐτῶν διεξῆλθεν· "1ἐγὼ,"2 φήσας, "1ὅτι μὲν τοὺς ὑπηκόους ὑμᾶς πλέον ἢ ἐμαυτὸν φιλῶ καὶ ὅτι οὐκ αὐτοκρατορίαν ἐμαυτῷ περιθεῖναι σπουδάζων ἐξῆλθον παρὰ τὴν τοῦ βασιλέως καὶ πάππου μου βούλησιν, παντί που δῆλον. ὁρᾶτε γὰρ ὅπως τῆς ἐμαυτοῦ ζωῆς ἀφειδῶ, μήτε γαστριζόμενος καὶ τρυφῶν, μήτε δορυφόρους ἢ πελεκυφόρους ἐπαγόμενος, ὡς Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 141

μητρὸς θάνατον ἐπανῆκε πρὸς τὸν πατέρα καὶ βασιλέα παῖδας καὶ γυναῖκα ἐκεῖσε

καταλιπών· καὶ ἦν τοῦ λοιποῦ διατρίβων ἐν Βυζαντίῳ· ὅτε δὴ καὶ ἄλλης τε πάσης

ἀπήλαυε πρὸς τοῦ βασιλέως κηδεμονίας καὶ εὐμενείας καὶ χορηγίας ἐκ τοῦ

βασιλικοῦ πρυτανείου, καὶ δὴ καὶ πάντων χρεῶν ἀπήλλακται διὰ τῶν βασιλικῶν

χρημάτων. ὧν ἁπάντων ἐκλαθόμενος ἐκεῖνος διὰ φρενῶν ἔνδειαν καὶ πᾶσαν αἰδῶ

πατρικὴν ὀπίσω λιπὼν προδότης εἵλετο γενέσθαι τοῦ βασιλέως καὶ πατρὸς καὶ τῆς

Ἰούδα ἐκείνου μιμήσεως. ὠνειροπόλει γὰρ τὴν Ῥωμαϊκὴν καὶ αὐτὸς ἡγεμονίαν,

ἐκποδὼν ἱσταμένου τοῦ διαδόχου· καὶ κατανεῦσαι μὴ βουλόμενον τὸν πατέρα

πολλῶν ἕνεκα, ὅτι καὶ γνώμῃ καὶ πίστει καὶ σχήματι καὶ γενείων κουρᾷ καὶ πᾶσιν

ἔθεσιν Λατῖνος ἦν ἀκραιφνὴς, ἔγνω λυπήσειν αὐτὸν τῷ νέῳ προστεθεὶς βασιλεῖ.

ὅθεν καὶ ὅσῳ πάντων μᾶλλον καθ' αἷμα τῷ βασιλεῖ προσῳκείωτο, τοσούτῳ καὶ

θερμότερος πάντων ἐχθρὸς τοῦ βασιλέως καὶ πατρὸς γενέσθαι πεφιλονείκηκε

μᾶλλον αὐτός. (Θ.) Τῷ δ' ἐπιγενομένῳ μηνὶ νοεμβρίῳ τὰ βασιλικὰ δεξάμενος

γράμματα ∆ημήτριος ὁ δεσπότης ἐν Θεσσαλονίκῃ διεμηνύσατο εὐθὺς τόν τε

πρωτοβεστιάριον καὶ τὸν Ἀσάν. καὶ ἐπειδὴ συνῆλθον στρατεύματά τε συνεκρο 1.397

τεῖτο καὶ ἅμα αἱ τῶν τῷ νέῳ βασιλεῖ συνόντων οὐσίαι καὶ τὰ κτήματα, ὁπόσα περὶ

τὰς ἐν Μακεδονίᾳ πόλεις καὶ χώρας ἔτυχον ὄντα, πάντα τοῖς στρατιώταις

διεμερίζοντο· οἴνου τε καὶ σίτου σφῶν ἠνοίγοντο ἀποθῆκαι· καὶ τοῖς ἁρπάζειν

ἐθέλουσιν ἄφθονα προὔκειντο πάντα, ἐξορίαι τε καὶ δημεύσεις τῶν ἥκιστα

συμφρονεῖν ἐθελόντων. κἀκεῖ μὲν ταῦτα ἐτελεῖτο· ἔμελλε δ' ὅσον οὐδέπω καὶ τὸ τοῦ

Κράλη συμμαχικὸν ἐς αὐτοὺς ἀφικνεῖσθαι. (Ι.) Ἀλλ' οὐδ' ὁ βασιλεὺς ὁ νέος

Ἀνδρόνικος ἠρέμει καθήμενος· ἀλλ' ἔπεμπε διατάγματα λάθρα πανταχῆ θαλάττης τε

καὶ γῆς ἔν τε Βυζαντίῳ καὶ Θεσσαλονίκῃ καὶ Μακεδονίᾳ καὶ νήσοις ἐπαγγελλόμενα

τοῖς μὲν δήμοις ἀτέλειαν καὶ φόρων ἐλευθερίαν, τοῖς δὲ στρατευομένοις πόρους

προσόδων καὶ μισθῶν ἐπιδόσεις. ἅπερ ἀκουόμενα πάντας ἀνέσειε καὶ ῥᾷστα τὰς

γνώμας σφῶν διέστρεφε καὶ ἀνέπειθεν ὁλοσχερῶς αὐτῷ προστίθεσθαι γνώμῃ τε καὶ

γλώσσῃ καὶ χερσὶ καὶ πάσῃ προθυμίᾳ καὶ λαθραίοις γράμμασι προσκαλεῖσθαι αὐτὸν

καὶ τὴν αὐτοῦ ἐπιταχύνειν ἔφοδον. βʹ. Οὕτω δὴ τῶν πραγμάτων ἐχόντων ἥκει περὶ

τὸ Ῥήγιον ὁ βασιλεύς· κἀκεῖθεν πρεσβεύεται πρὸς τὸν βασιλέα καὶ πάππον δυοῖν

ζητημάτων ὁπότερον συγχωρῆσαί οἱ, ἢ τὴν πρὸς τὸ Βυζάντιον ὑπόσπονδον εἴσοδον,

ἢ τῶν ἐκ Βυζαντίου τινῶν εἰς ἐκεῖνον ἄφιξιν ἔκ τε τῶν τῆς συγκλήτου ἔκ τε τῶν τῆς

ἐκκλησίας ἀρχόντων, καὶ εἴ τινες ἐκ τοῦ δήμου παιδείας εὖ ἔχοντες εἶεν, οἵτινες

ἱκανοὶ ἔσονται τὰ ὑπ' ἐκείνου λεχθησόμενα ἀπαγγεῖλαι τῷ τε βασιλεῖ καὶ ὅλῳ τῷ

Βυζαντίῳ. τὸν μέντοι γηραιὸν βασιλέα, δόλου 1.398 μεστὰ ἡγησάμενον τὰ τοιαῦτα

προβλήματα, σιωπῆσαι μέχρι πολλοῦ καὶ διαπορῆσαι περὶ τὴν αἵρεσιν. τήν τε γὰρ εἰς

τὸ Βυζάντιον εἴσοδον τοῦ ἐγγόνου ὀλεθρίαν ὁρᾷν καὶ οὐκ ἄνευ αἱμάτων· ἑτοίμους

γὰρ εἶναι τοὺς Βυζαντίους αὐτίκα ἐκείνῳ τε προστεθήσεσθαι φανέντι πυλῶν εἴσω

καὶ τοῦτον πικρῶς τοῦ βίου ἀπάξειν· τήν τε αὖ πρὸς ἐκεῖνον τῶν Βυζαντίων ἄφιξιν

οὐδὲ ταύτην ἀστασίαστον βλέπειν. σκοπὸν γὰρ εἶναι τῷ ἐγγόνῳ, λόγους τε

δημοχαρεῖς παῤῥησίᾳ λαλῆσαι καὶ λάθρα δώροις καὶ ἐπαγγελίαις ὑποποιῆσαι

χρησταῖς αὐτούς τε καὶ δι' αὐτῶν ὁπόσοι τὸ Βυζάντιον οἰκοῦσι. χαλεπῶν δ' ὄντων

ἀμφοτέρων ὅμως τὸ κουφότερον εἵλετο· καὶ πέπομφε δύο μὲν ἐκ τῆς συγκλήτου,

δύο δ' ἐκ τῶν ἀρχιερέων, δύο δ' ἐκ τῶν τῆς ἐκκλησίας λογάδων καὶ τέτταρας τῶν

τοῦ δήμου προκρίτων. (Β.) Οὓς δὴ πάντας ἀπιόντας ἐκεῖσε μεταπεμψάμενος ἐκεῖνος

καὶ ἐκκλησίαν πεποιηκὼς δημηγορίαν τινὰ ἐσχηματισμένην ἐπ' αὐτῶν διεξῆλθεν·

"1ἐγὼ,"2 φήσας, "1ὅτι μὲν τοὺς ὑπηκόους ὑμᾶς πλέον ἢ ἐμαυτὸν φιλῶ καὶ ὅτι οὐκ

αὐτοκρατορίαν ἐμαυτῷ περιθεῖναι σπουδάζων ἐξῆλθον παρὰ τὴν τοῦ βασιλέως καὶ

πάππου μου βούλησιν, παντί που δῆλον. ὁρᾶτε γὰρ ὅπως τῆς ἐμαυτοῦ ζωῆς ἀφειδῶ,

μήτε γαστριζόμενος καὶ τρυφῶν, μήτε δορυφόρους ἢ πελεκυφόρους ἐπαγόμενος, ὡς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

141

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!