Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ᾠδῆς κεράννυσιν· ὣς δὲ καὶ σὺ τῇ φρονήσει ἴσα καὶ ῥυθμοῖς τισι μουσικοῖς τὰ πράγματα διεξάγων τὴν διὰ πασῶν, ὡς εἰπεῖν, ἁρμονίαν ἁρμόζῃ, ὡς εἶναι συνᾴδειν πανταχόθεν ἑαυτῇ κάλλιστά τε ἔχειν καὶ ὡς ἂν πάντες πεισθεῖεν θεὸν εἶναι σαφῶς τὸν διὰ σοῦ τὰ τῇδε καθιστάμενον. οὕτω σὲ θεῖόν τινα καὶ ὑπὲρ ἄνθρωπον ἄνθρωπον πάντες νομίζουσιν ἄνθρωποι. φθάνεις γὰρ τῇ τοῦ νοῦ καθαρότητι τὰς τῶν ὑπηκόων ἁπάντων διερχόμενος διαθέσεις καὶ γνώμας καὶ ὅποι μάλιστα τείνουσιν ἀρετῆς ἢ κακίας κάλλιστα διαγινώσκων· κἀντεῦθεν ἁρμόζεις, ὡς εἴρηται, σαυτὸν ὡς δεῖ τοῖς πᾶσιν ἀνθρώποις· καὶ κυβερνᾷς, κατὰ Πίνδαρον, τὰν πολύστροφον γνώμαν ἑκάστων καὶ διατίθης ὅποι ἂν σχοίη τὰ πράγματα βέλτιστον. γνώριμον δ' εἴη παντί που, ὡς οὐκ ἄν ποτε Θεμιστοκλῆς πρὸς φήμης ἤλασε τοσοῦτον, εἰ μὴ Ξέρξης ἤλασεν ἐφ' Ἕλληνας. οὐκ ἂν δὲ Μιλτιάδης ἐκεῖνος οἶμαι ἐς ὄνομα ἤγετο, εἰ μὴ Περσικοὶ σατράπαι καὶ τὰ τῆς Ἀσίας ὅπλα πρὸς Ἀττικὴν καὶ Μαραθῶνα διέβαινον πρότερον. ἀλλ' εἶχον ἂν τὴν ἀρετὴν θαλαμευομένην, ὡς εἰπεῖν, καὶ ἀτεχνῶς ἐν ἀδήλῳ κειμένην, ὥσπερ οἱ θησαυροί. καὶ σοῦ δὲ τὴν οὐρανοῦ ψαύουσαν φρόνησιν κατίδοι ἄν τις ἐκ μυρίων μὲν καὶ ἄλλων· ἐπεὶ δὲ καὶ ὁ καιρὸς ἀντέπνευσε μὲν, οὐκ ἀνεσόβησε δέ σου τὰ πράγματα, πάσης βασάνου σαφέστερον τοῦτ' ἂν εἴη δεῖγμα, ἀκιβδήλῳ φάναι χρυσῷ κατεσκευάσθαι σου τὰ τῆς διανοίας. πολλοῦ γὰρ τὰ πράγματα εἰληφὼς διατρέχοντος κυκεῶνος, οἷος ἂν διαδράμοι νεφέλας ὁπηνίκα εἴη στροφῶν ἀπαρκτίας καὶ μικροῦ πάντων ἐθνῶν ἐφ' ἡμᾶς κινουμένων οὕτω 1.338 σφοδρῶς, ὥσπερ οὕς φασι καταράκτας Νείλου, μόνος αὐτὸς τὰς ἐμβολὰς ἐς σεαυτὸν ἀναδεχόμενος ἑστῶτι φρονήματι, παραπλησίως προβλῆτι πολλῶν προσρηγνυμένων κυμάτων ἀκυμάντῳ μένοντι, οὕτω καὶ βουλεύῃ καὶ διατίθης, ὡς οὐδ' ἔνι οὐδενὶ τῶν ἁπάντων ἐνθυμηθῆναι πρὶν τελεσθῆναι· οὕτω μὴν ῥᾳδίως, ὥστ' ἔργον εἶναι μᾶλλον οἷς ἔνι πειρωμένοις λόγῳ διεξιέναι ἢ σοὶ ἔργῳ πληροῦντι· ὡς ἐξεῖναι, εἴ τις βούλοιτο διαμετρεῖν ὅσα τε λόγοις, ὅσα δὲ καὶ ἔργοις, φρονήσεως γέμουσιν ἑκατέροις, ἐπιτελεῖς τρόπαια, ἡμέρας ἑκάστης ἀριθμοῦντι τὰς ὥρας πάνυ τοι σφόδρα ποιεῖν εἰκός. μηδὲ γὰρ εἶναι μηδεμίαν, ἥτις παρέλθοι σῶν ἢ λόγων ἢ ἔργων καλλίστων ἄμοιρος. σοῦ γὰρ καὶ φθέγμα ἓν ἐκμειλίσσει καὶ περιτρέπει ἐς τὸ πρᾶον καὶ τὸν σφόδρα ἀμείλικτον καὶ ἐκτεθηριωμένον εὖ μάλα ἄνθρωπον, ῥᾷον ἢ λέγεται τὸ τοῦ Σαὺλ δαιμόνιον ἡ τοῦ ∆αβὶδ κινύρα. ὡς νῦν γε σοῦ χάριν σχολὴν ἄγομεν φόβου παντὸς ἡμεῖς. ἐν γὰρ τῇ πρύμνῃ τῶν καθ' ἡμᾶς, ὡς εἰπεῖν, πραγμάτων καθήμενον ὁρῶντές σε καὶ διαγρυπνοῦντα ἐπιμελῶς ἔκ γε τῶν προλαβόντων παρεσκευάσμεθα καὶ τὰ τέως προσδοκηθέντα δεινὰ πρὸ τῆς πείρας ἀεὶ παρακρούεσθαι γενησόμενα πάντ' εἰδότες τῆς σῆς διανοίας τρόπαιον. καὶ μέχρι τούτου τάχ' ἄν τινες ἀθυμήσαιεν, μέχρις ἂν ποιήσωσι τὴν ἀρίστην σου σύνεσιν ἐνθύμιον· ἔπειτα ἔδοξας ὡς ὑφ' ἡλίῳ καομένοις ζέφυρος. ἔλαθον δ' ἄρα ἐμαυτὸν ἔγωγε εἰς τὰς ἀβύσσους τῶν σῶν κατὰ βραχὺ καθιεὶς πλεονεκτημάτων; τοῦτο δ' ἦν δήπου, ὅπερ 1.339 ἀπελεγόμην τοῦ λόγου ἀρχόμενος, σαφέστατα πάντων ἀποροῦντα αἰσθόμενος αὐτὸς ἐμαυτόν. καὶ γὰρ ᾤμην μικράττα εἰπόντι καὶ ὅσα ἀρκεῖν εἶναι χρέους ἔκτισιν μηκέτ' εἶναι πλημμελὲς τῶν γ' ἑξῆς, εἰ βουληθείην, ἀποστατεῖν. παρῆλθε δή με, ὡς πρᾶγμα ποιῶν εἴην τῆς ἐμῆς τὰ μέγιστα γνώμης καταψευδόμενον. περὶ γάρ τοι τοῦ μεγίστου χρήματος τῆς σῆς φρονήσεως προθέμενος λέγειν, πλὴν τῶν ἔργων δι' ἧς ταῦτα πράττεται καὶ ᾗ ἕπεται ὥσπερ ὁλκάδι ἐφόλκια, προσόμοιον ἔγνων ποιεῖν, ὥσπερ ἂν εἴ τις ὁρμαθοῦ τινος ἄκρου λαβὼν τῇ χειρὶ, ἔπειτα ἐνόμισεν ὑφαιρεῖσθαι τουτὶ ἥκιστα τοῦ ἐφεξῆς κινηθησομένου. τόδε δ' ἦν ἂν ἀβουλίας μεστὸν, ὥσπερ δὴ καὶ τοὐμὸν τουτί· οὐ μὴν οἷόν τ' οὐκ ἔχειν παραίτησιν, εἰ μή τινες κἀκείνου τὴν συγγνώμην ἀτεχνῶς ἀφαιροῖντο, εἴ τις ἀπειροθάλαττος ὢν, ἔπειτα περιπολοίη μὲν τὰς ἀκτὰς, ἐς δὲ τὰ τῶν πελαγῶν ἀμήχανα οὐκ ἐθέλοι οὐδαμῆ οὐδαμῶς ἐφεῖναι. ἀλλὰ γὰρ οὖν τῶν Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 120

εὐλόγων εἶναι κἀμοὶ δοκεῖ τῶν σῶν ἀγαθῶν, ὡς εἰπεῖν, τὰς ἀκτὰς παραπλεύσαντα ὥσπερ ἐξῆν εὐχῇ τὸν λόγον ἐνορμίζειν. ὁ τῇδε τῇ ἀρχῇ καὶ τῷ τοιῷδε χρόνῳ μάλα προσφυῆ καὶ προσήκοντα ἀναφήνας σὲ θεὸς αἰῶνι παντὶ συνδιαμετροίη σοῦ τε καὶ τῶν ἐκ σοῦ τὸ βασίλειον κράτος, ὡς ἂν καὶ ἡμῖν εὐδαιμονεῖν εἴη μέχρι διαπαντός."2 θʹ. Ἐμοὶ μὲν οὖν ταῦτα διεξιέναι τῷ τηνικαῦτα ξυμβέβηκε. τοῦ δὲ χρόνου προβαίνοντος ἐς τὸ πρόσω παρὰ τοσοῦτο πλείονα τὴν αὐτοῦ διάθεσιν ἀεὶ καὶ εὐμένειαν ἐκαρπούμην, παρ' ὅσον καὶ 1.340 τὸν χρόνον ἐς τὸ πρόσω προβαίνειν ξυνέβαινεν. ὥστε καὶ ἐς τὰς τῶν ἱερατικῶν με τῆς ἐκκλησίας πρώτας τιμὰς ἀνάγειν ἐσκέπτετο. ἤδη δὲ καὶ ὥσπερ ἀῤῥαβῶνά τινα τὴν τοῦ χαρτοφύλακος ἀξίαν ἔν γε τῷ παρόντι ἠνάγκαζε δέξασθαί με, ἵν' εἴη τις τοῦτ' εὐπρόσωπος αὐτῷ ἀφορμὴ πρὸς τοὺς βασκαίνοντας καὶ ὑπ' ὀδόντα λοιδορουμένους αὐτῷ τῆς ἡμετέρας εἵνεκα τιμῆς, ἧς παρ' αὐτοῦ λαμπρῶς εὐθὺς ἐκαρπούμην, μήτε χρόνον προεισενεγκὼν, ὡς ἔθος τοῖς πλείστοις, μήτε τινὰ πολιὰν τρίχα, μήτε τινὰ τιμὴν ἱερατικήν. ηὐτρέπιζε δέ μοι ἤδη, ὡς ἐφ' ἑτοίμῳ τῷ πράγματι, καὶ ἃ τῇ ἀξίᾳ προσήκοντα ἦσαν ἐνδύματα. ἐγὼ δ' ἐς τὴν ἐμαυτοῦ νεότητα ἀπιδὼν καὶ τὴν τῶν τοιούτων ἀωρίαν πραγμάτων παρελθὼν ἔλεξα τοιάδε. (Β.) "1Περὶ μὲν ἐμαυτοῦ καὶ ὡς οὔπω μοι καίρια τὰ τῆς ἱερατείας βραχύν τινα ἀποχρήσειν μοι δοκῶ τὸν ἀπόλογον. ὅ,τε γάρ μοι χρόνος οὔπω ὡραῖος πρός γε τὰ τοιαῦτα· καὶ μέντοι γε καὶ οἱ τῆς ἡσυχίας καὶ τῶν λόγων μανιώδεις καὶ λελυττηκότες ἔρωτες ἡβῶσιν ἔτι παρ' ἐμοὶ καί με μὴ, πρὶν εἰς κόρον ἐξήκειν, παρήσειν διϊσχυρίζονται. τότε γὰρ καὶ τὰ τῆς διανοίας τὸ ἄφετον ἕξειν καὶ ἀποχρῶν πρὸς θεοῦ λειτουργίαν. τὸ δὲ νῦν ἐμβριθεστέραν εἶναι τὴν τῶν μυστηρίων τόλμαν, ἢ ὡς ἐμέ γε ἐνεῖναι ῥᾳδίως ἐνέγκαι, τοῦτο δ' οὖν εἰ μή τῳ δὴ τῶν πάντων ἄλλῳ, ἀλλὰ γὰρ εἴ τι τῶν ἁπάντων ἄλλο καὶ τοῦτο δὴ τῶν πάνυ τοι προδήλων ἔμοιγε. ὁπόσην γὰρ ἐχρῆν τοῦ πράγματος τὴν πεῖραν, τόσην, ὡς εἰπεῖν, ἀσκῶ τὴν ἀπειρίαν ἐν γοῦν τῷ παρόντι. τὸ δ' οὕτως ἔχοντ' ἀμαθῶς κατατολμᾷν τῶν θείων καὶ ἀψαύστων, ὅμοιον ὂν ὥσπερ ἂν εἴ τις ἐπεπήδα θαλάττῃ, πρὶν 1.341 ἢ μαθεῖν διανήχεσθαι, οὔθ' ὑγιὲς ἥγημαι καὶ οὐδὲ πλείστου δέω θαυμάζειν, εἴ τις ἀνάσχοιτό ποτε τοσαύτην τόλμαν ἀνασχέσθαι λογισμῷ καθεστηκότι πλήττων ἑαυτόν. ποίων μὲν γὰρ οὐκ ἂν εἴη πρηστήρων, ποίων δ' οὐκ ἂν θαλαττίων πυθμένων τὸ πρᾶγμα ἐπάξιον; εἶεν. τό γε μὴν πρὸς ἐμὲ εὐμενὲς καὶ κηδόμενον τοῦ σοῦ κράτους καὶ πρὸς εὐποΐας πάνυ τοι σφόδρα ἐπικλινὲς καὶ ὀξύῤῥοπον, εἴπερ δή τι τῶν ἁπάντων ἕτερον καὶ τοῦτο δ' ἐν τοῖς μάλιστα ἔγωγε ἄγαμαι· καὶ οὐκ ἔχω παντοδαπὸς γιγνόμενος τίσι χρησάμενος ἐπινοίαις γνοίην ὅπως ποτὲ καὶ οἷστισι τοῖς αἰτίοις αὐτὸς χρησάμενος, ὦ βασιλεῦ, τοιοῦτός μοι γίγνῃ. ἀλλ', ὡς ἔοικε, πρὸς τὸν κοινὸν δεσπότην ὥσπερ πρὸς ἀρχέτυπον εὐφυῶς ἁμιλλώμενος οὐκ ἀναμένεις αἰτίας ἀεὶ περὶ πᾶν ἀγαθόν· ἀλλὰ πὴ μὲν, πὴ δ' ἀναίτιος γίγνῃ καὶ σφόδρα φιλότιμος εὐεργέτης. ὃ δὴ καὶ μάλιστα πάσαις ἀρχαῖς οἰκειότατόν τε καὶ πρεπωδέστατον. τὸ γὰρ προϋπηργμένης αἰτίας εὐεργετεῖν οὐ μᾶλλόν γ' ἂν εἴη τοῦ δρῶντος, ἢ τοῦ τὴν αἰτίαν προβεβλημένου. καὶ νῦν γέγονέ σοι τὸ τῆς ἕξεως φύσις ἀμεταβλήτως ἔχουσα· καὶ ὥσπερ ἕκαστα τῶν ὄντων τὸ τῆς φύσεως ἴδιον αὐτομάτως ἀποτελεῖ καὶ ὑγραίνει μὲν ὕδωρ, κάει δὲ πῦρ καὶ τἄλλα ὡς ἡ φύσις ἑκάστῳ κεχειροτόνηκεν, οὕτω δίεισι τὸν πάντα αἰῶνα διατελοῦντα, οὐδαμῆ οὐδαμῶς οὐδεπώποτ' οὐδεμιᾶς ἀποχειροτονῆσαι δεδυνημένης τροπῆς, οὕτω δὴ καὶ αὐτὸς πεφυκὼς πρὸς εὐεργεσίας τοῦτο καὶ λόγοις καὶ πράγμασιν, οἱονεί τι φύσεως ἄτρεπτον καὶ ἀκήρατον ἴδιον, οὐδέποτε οὐδαμῆ διαλείπεις διατελῶν. ἔνθεν τοι καὶ χάριτας ἁπάσας ἐθέλων ὁμολογεῖν, ἔπειτα τὸ πρὸς ἀξίαν οὐκ ἔχων 1.342 οὐχ ἧττον ἐμαυτοῦ γε τῷ τε λόγῳ καὶ τῷ χρόνῳ νεμεσῶ. δυοῖν γὰρ κατ' οὐδὲν οὐδέτερος ἐσάπαν ἀνέγκλητος ἔμοιγε φαίνεται. ὅ,τε γὰρ λόγος ἀνώτερος ὢν τῆς ὕλης καὶ προσήκων μᾶλλον ἀρεταῖς ἐδόκει δή μοι μηδ' ὀψὲ τοῦ χρόνου μὴ τροπῇ μηδὲ φθορᾷ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 121

εὐλόγων εἶναι κἀμοὶ δοκεῖ τῶν σῶν ἀγαθῶν, ὡς εἰπεῖν, τὰς ἀκτὰς παραπλεύσαντα

ὥσπερ ἐξῆν εὐχῇ τὸν λόγον ἐνορμίζειν. ὁ τῇδε τῇ ἀρχῇ καὶ τῷ τοιῷδε χρόνῳ μάλα

προσφυῆ καὶ προσήκοντα ἀναφήνας σὲ θεὸς αἰῶνι παντὶ συνδιαμετροίη σοῦ τε καὶ

τῶν ἐκ σοῦ τὸ βασίλειον κράτος,

ὡς ἂν καὶ ἡμῖν εὐδαιμονεῖν εἴη μέχρι διαπαντός."2 θʹ. Ἐμοὶ μὲν οὖν ταῦτα διεξιέναι

τῷ τηνικαῦτα ξυμβέβηκε. τοῦ δὲ χρόνου προβαίνοντος ἐς τὸ πρόσω παρὰ τοσοῦτο

πλείονα τὴν αὐτοῦ διάθεσιν ἀεὶ καὶ εὐμένειαν ἐκαρπούμην, παρ' ὅσον καὶ 1.340 τὸν

χρόνον ἐς τὸ πρόσω προβαίνειν ξυνέβαινεν. ὥστε καὶ ἐς τὰς τῶν ἱερατικῶν με τῆς

ἐκκλησίας πρώτας τιμὰς ἀνάγειν ἐσκέπτετο. ἤδη δὲ καὶ ὥσπερ ἀῤῥαβῶνά τινα τὴν

τοῦ χαρτοφύλακος ἀξίαν ἔν γε τῷ παρόντι ἠνάγκαζε δέξασθαί με, ἵν' εἴη τις τοῦτ'

εὐπρόσωπος αὐτῷ ἀφορμὴ πρὸς τοὺς βασκαίνοντας καὶ ὑπ' ὀδόντα λοιδορουμένους

αὐτῷ τῆς ἡμετέρας εἵνεκα τιμῆς, ἧς παρ' αὐτοῦ λαμπρῶς εὐθὺς ἐκαρπούμην, μήτε

χρόνον προεισενεγκὼν, ὡς ἔθος τοῖς πλείστοις, μήτε τινὰ πολιὰν τρίχα, μήτε τινὰ

τιμὴν ἱερατικήν. ηὐτρέπιζε δέ μοι ἤδη, ὡς ἐφ' ἑτοίμῳ τῷ πράγματι, καὶ ἃ τῇ ἀξίᾳ

προσήκοντα ἦσαν ἐνδύματα. ἐγὼ δ' ἐς τὴν ἐμαυτοῦ νεότητα ἀπιδὼν καὶ τὴν τῶν

τοιούτων ἀωρίαν πραγμάτων παρελθὼν ἔλεξα τοιάδε. (Β.) "1Περὶ μὲν ἐμαυτοῦ καὶ

ὡς οὔπω μοι καίρια τὰ τῆς ἱερατείας βραχύν τινα ἀποχρήσειν μοι δοκῶ τὸν

ἀπόλογον. ὅ,τε γάρ μοι χρόνος οὔπω ὡραῖος πρός γε τὰ τοιαῦτα· καὶ μέντοι γε καὶ οἱ

τῆς ἡσυχίας καὶ τῶν λόγων μανιώδεις καὶ λελυττηκότες ἔρωτες ἡβῶσιν ἔτι παρ'

ἐμοὶ καί με μὴ, πρὶν εἰς κόρον ἐξήκειν, παρήσειν διϊσχυρίζονται. τότε γὰρ καὶ τὰ τῆς

διανοίας τὸ ἄφετον ἕξειν καὶ ἀποχρῶν πρὸς θεοῦ λειτουργίαν. τὸ δὲ νῦν

ἐμβριθεστέραν εἶναι τὴν τῶν μυστηρίων τόλμαν, ἢ ὡς ἐμέ γε ἐνεῖναι ῥᾳδίως

ἐνέγκαι, τοῦτο δ' οὖν εἰ μή τῳ δὴ τῶν πάντων ἄλλῳ, ἀλλὰ γὰρ εἴ τι τῶν ἁπάντων

ἄλλο καὶ τοῦτο δὴ τῶν πάνυ τοι προδήλων ἔμοιγε. ὁπόσην γὰρ ἐχρῆν τοῦ πράγματος

τὴν πεῖραν, τόσην, ὡς εἰπεῖν, ἀσκῶ τὴν ἀπειρίαν ἐν γοῦν τῷ παρόντι. τὸ δ' οὕτως

ἔχοντ' ἀμαθῶς κατατολμᾷν τῶν θείων καὶ ἀψαύστων, ὅμοιον ὂν ὥσπερ ἂν εἴ τις

ἐπεπήδα θαλάττῃ, πρὶν 1.341 ἢ μαθεῖν διανήχεσθαι, οὔθ' ὑγιὲς ἥγημαι καὶ οὐδὲ

πλείστου δέω θαυμάζειν, εἴ τις ἀνάσχοιτό ποτε τοσαύτην τόλμαν ἀνασχέσθαι

λογισμῷ καθεστηκότι πλήττων ἑαυτόν. ποίων μὲν γὰρ οὐκ ἂν εἴη πρηστήρων, ποίων

δ' οὐκ ἂν θαλαττίων πυθμένων τὸ πρᾶγμα ἐπάξιον; εἶεν. τό γε μὴν πρὸς ἐμὲ εὐμενὲς

καὶ κηδόμενον τοῦ σοῦ κράτους καὶ πρὸς εὐποΐας πάνυ τοι σφόδρα ἐπικλινὲς καὶ

ὀξύῤῥοπον, εἴπερ δή τι τῶν ἁπάντων ἕτερον καὶ τοῦτο δ' ἐν τοῖς μάλιστα ἔγωγε

ἄγαμαι· καὶ οὐκ ἔχω παντοδαπὸς γιγνόμενος τίσι χρησάμενος ἐπινοίαις γνοίην ὅπως

ποτὲ καὶ οἷστισι τοῖς αἰτίοις αὐτὸς χρησάμενος, ὦ βασιλεῦ, τοιοῦτός μοι γίγνῃ. ἀλλ',

ὡς ἔοικε, πρὸς τὸν κοινὸν δεσπότην ὥσπερ πρὸς ἀρχέτυπον εὐφυῶς ἁμιλλώμενος

οὐκ ἀναμένεις αἰτίας ἀεὶ περὶ πᾶν ἀγαθόν· ἀλλὰ πὴ μὲν, πὴ δ' ἀναίτιος γίγνῃ καὶ

σφόδρα φιλότιμος εὐεργέτης. ὃ δὴ καὶ μάλιστα πάσαις ἀρχαῖς οἰκειότατόν τε καὶ

πρεπωδέστατον. τὸ γὰρ προϋπηργμένης αἰτίας εὐεργετεῖν οὐ μᾶλλόν γ' ἂν εἴη τοῦ

δρῶντος, ἢ τοῦ τὴν αἰτίαν προβεβλημένου. καὶ νῦν γέγονέ σοι τὸ τῆς ἕξεως φύσις

ἀμεταβλήτως ἔχουσα· καὶ ὥσπερ ἕκαστα τῶν ὄντων τὸ τῆς φύσεως ἴδιον αὐτομάτως

ἀποτελεῖ καὶ ὑγραίνει μὲν ὕδωρ, κάει δὲ πῦρ καὶ τἄλλα ὡς ἡ φύσις ἑκάστῳ

κεχειροτόνηκεν, οὕτω δίεισι τὸν πάντα αἰῶνα διατελοῦντα, οὐδαμῆ οὐδαμῶς

οὐδεπώποτ' οὐδεμιᾶς ἀποχειροτονῆσαι δεδυνημένης τροπῆς, οὕτω δὴ καὶ αὐτὸς

πεφυκὼς πρὸς εὐεργεσίας τοῦτο καὶ λόγοις καὶ πράγμασιν, οἱονεί τι φύσεως

ἄτρεπτον καὶ ἀκήρατον ἴδιον, οὐδέποτε οὐδαμῆ διαλείπεις διατελῶν. ἔνθεν τοι καὶ

χάριτας ἁπάσας ἐθέλων ὁμολογεῖν, ἔπειτα τὸ πρὸς ἀξίαν οὐκ ἔχων 1.342 οὐχ ἧττον

ἐμαυτοῦ γε τῷ τε λόγῳ καὶ τῷ χρόνῳ νεμεσῶ. δυοῖν γὰρ κατ' οὐδὲν οὐδέτερος

ἐσάπαν ἀνέγκλητος ἔμοιγε φαίνεται. ὅ,τε γὰρ λόγος ἀνώτερος ὢν τῆς ὕλης καὶ

προσήκων μᾶλλον ἀρεταῖς ἐδόκει δή μοι μηδ' ὀψὲ τοῦ χρόνου μὴ τροπῇ μηδὲ φθορᾷ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

121

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!