Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

τῆς καλιᾶς ὑφ' ὁτουοῦν ἐξωσθεῖσα περίεισιν ἄρτι διὰ μακροῦ πλανωμένη. κινδυνεύει δ' οὖν τέως ἢ παρ' ἡμῖν ἐνταυθοῖ τοῦ λοιποῦ μεῖναι στᾶσαν τῆς πλάνης, εἴ σοί γε εἴη δεδογμένον, ἢ τελέως οἴχεσθαι δραμοῦσαν δι' αἰθέρος· καὶ μή μοι ἀχθεσθείης ἐπὶ τοιαῦτά σε παροξύνοντι. λέγειν γὰρ ἐξάγομαι καὶ τοῦ εἰκότος πόῤῥω τὴν τοῦ χρόνου δεδιὼς πεττείαν, μὴ ὥσπερ ἐξ ἀφανοῦς τε καὶ λόχου δραμὼν τοσοῦτον καλὸν οἴχηται ἀποκρύψας. εἰ γὰρ καὶ τοῦτ' εἰπεῖν χρὴ, οὐχ ἡμῖν αὐτοῖς ἡμῶν αὐτῶν τοσοῦτον μέλει, ὅσον καὶ τῆς σῆς 1.327 εἰς τοὔμπροσθεν εὐκλείας· ὥστε καὶ εἴπερ ἐξῆν εὐξαμένῳ τυχεῖν ὧν ἂν εἴη ἐθέλοντι, ἥδιστ' ἂν δι' αἰῶνός σε ζῇν ηὐξάμην, ἵν' εἴη ἡμῖν ἥδεσθαι διὰ παντὸς ἐπὶ σοὶ, καθάπερ ἐπὶ μάλ' εὐτυχεῖ θησαυρῷ. ἀλλὰ γὰρ σὸν ἂν εἴη τοὐντεῦθεν δεικνύειν, εἰ μὴ παρὰ θύραν ἥκουσιν ἡμῶν αἱ παρακλήσεις."2 (Γ.) Ἀλλὰ τοιούτοις μὲν δὴ τοῖς λόγοις ἐς τὸν μέγαν χρησάμενος λογοθέτην καὶ οὕτως αὐτῷ τὸν ἐμὸν ἐνδειξάμενος τρόπον εὐάγωγόν τε καὶ εὐπειθῆ πρὸς ἅπαν ἐμοὶ τὸ βουλόμενον εἴργασμαι· καὶ οὕτως ἑξῆς ἀνυπόπτως ἐς κόρον τῆς αὐτοῦ γε ἀπήλαυον ὁμιλίας. ηʹ. Ἐπόθουν δὲ ἤδη καὶ τῆς τοῦ βασιλέως· τυχεῖν τελεώτερον. αὐτός τε γὰρ πολλάκις ἐθεασάμην καὶ ἔτι παρὰ πάντων ἠκηκόειν, ὁπόσοι πρὸς ἄκραν ἀφίκοντο πεῖραν αὐτοῦ, ὡς οὐ μόνον εὐκοσμίας καὶ ἠθικῆς ἁπάσης ἀρετῆς καὶ ἀσκήσεως ἐργαστήριον τὸν βασιλικὸν κατέστησεν οἶκον τῷ τε μακρῷ χρόνῳ καὶ τῷ περιόντι τῆς φύσεως πλείστην ἐπὶ ταῦτα πεῖραν ξυνηθροικὼς, ἀλλὰ καὶ λογικῆς φάναι παιδεύσεως κράτιστον γυμνάσιον καὶ, οἷον εἰπεῖν, ἐλλογίμων γλωσσῶν στρατόπεδον. διὰ ταῦτα τοίνυν ἐραστὴς τῶν τοιούτων καλῶν καὶ αὐτὸς καταστὰς προσῆλθον αὐτῷ. ἡ γὰρ καθ' ἡσυχίαν τῶν μαθημάτων ἄσκησις, ὁπόσην αἱ βίβλοι τοῖς μετιοῦσι χαρίζονται, κἂν ἧττον ᾖ πολλὴ κἂν πλεῖστον, ἐοίκοι ἂν κατ' ἐμὴν δόξαν σώματος ὀργανικοῦ διαπλάσει ἐφιεμένου ψυχῆς, ἣν δή φημι διὰ τῆς ἐκ τῶν αἰσθήσεων ἐμπειρίας προσγίγνεσθαι· ἢ μᾶλλον ἐοίκοι ἂν συμφορήσει διαφόρων βρωμάτων ἐν κοιλίᾳ συναθροισθέντων καὶ δεομένων θέρμης πρὸς πέψιν· ταύτην δ' εἶναι ὁποίαν αἱ παντοῖαι τῶν χρόνων 1.328 ὧραι καὶ ἡ ἐπαγωγικὴ τῶν αἰσθητῶν καὶ μερικῶν πραγμάτων ἐμπειρία παρέχονται. ἴδοι δ' ἄν τις καὶ ὅπως τινὲς διὰ τὴν τῆς ἡσυχίας ἐπίτασιν καὶ τὸ ἄμικτον καὶ ἀγύμναστον τῆς ἔξω συνδιαιτήσεως τὰς ψυχικὰς δυνάμεις ἐμάραναν καὶ τὴν φύσιν ἐξεθήλυναν καὶ παντάπασιν ἀπαῤῥησίαστον ἔθηκαν. ἀλλὰ γὰρ ἐπειδὴ καὶ αὐτὸς προσῆλθον οὕτω τῷ βασιλεῖ, ἕβδομον ἤδη καὶ εἰκοστὸν τῆς ἡλικίας ἀμείβων ἔτος, καὶ ὑπὲρ πᾶσαν προσεδέχθην ἐλπίδα, εὐθὺς ἔπαινον ἐπ' αὐτοῦ διεξῆλθον τῆς εὐγλωττίας καὶ συνέσεως αὐτοῦ τοιόνδε. (Β.) "1Εἰ μὲν ἦν μοι ὁρᾷν, κράτιστε βασιλεῦ, τὴν καθ' ἡμᾶς τοῦ χρόνου φορὰν ἀξιόχρεως καὶ τοὺς ὑμνητὰς προενεγκοῦσαν τοῦ σοῦ κράτους, οὔτ' ἂν τὸ λέγειν προῃρούμην καὶ πᾶν ποιεῖν καὶ λέγειν ὑπὲρ σοῦ σιγᾷν σφόδρα προσιέμην ἄν· αὐτὸς δὲ τούτοις ἄσμενος τῆς παῤῥησίας παρεχώρουν, οἷς ἐφαμίλλως τοῖς ἐγκωμίοις σου λέγειν ἐξῆν. ἐπεὶ δὲ πάντων, ὡς ἐπίπαν εἰπεῖν, κατεψηφίσω τὴν ἧτταν τῇ τῶν καλῶν σου πλεονεξίᾳ, ἔνι δ' οὐδεὶς τὸ παράπαν μήθ' ὁ πρὸς ἀξίαν εἰπὼν, μήτε μὴν τῆς ἀξίας ἐγγὺς, οὐ δοκεῖ μοι οὐδ' ἔμοιγε κείσεσθαι φαύλως τὸ πρᾶγμα, εἴγε καὶ αὐτὸς, ὡς ἔξεστι, τοὐμὸν κατατιθείην ὄφλημα. ὥσπερ γὰρ ἂν τῶν ἀτοπωτάτων ἦν, μόνους ἡμᾶς τῆς ἀξίας ἐλλείποντας εἶτα ἐπιχειρεῖν λέγειν· οὕτω δῆτα τῶν εἰκότων αὖ, ὁμοῦ τοῖς ἄλλοις κατόπιν τῆς ἀξίας βαδίζοντας τοῦτ' αὐτὸ ποιεῖν, ὡς μάλα ὂν οὐδὲν αἰσχρόν. διατειναίμην γὰρ ἂν σφόδρα ἔγωγε, ὡς τὴν σὴν πλουτῆσαι γλῶσσαν εὔξασθαι χρὴ πρότερον, ὅστις βούλοιτο πρὸς ἀξίαν διεξιέναι τὰ 1.329 σά. ἄλλως δ' οὐκ ἂν διατειναίμην εἶναι ῥᾴδιον οὐδενί. καὶ γὰρ καὶ γλώττης εὐπρεπείᾳ βασιλικῷ τῷ πήχει τοὺς ἄλλους παρήλασας καὶ πάντα σοι πρόσεστι τὰ καλὰ, ὧν ἓν οὐδὲ ἓν οὐδενὶ τῶν ἁπάντων ὡσαύτως, οὔτε τῶν ἐν οἷς ἡμεῖς, οὔτε μὴν τῶν πρὶν ἢ ἡμεῖς, οὔκουν οὐδ' ἂν τοὺς ἐξαρχῆς ἀριθμεῖν τις ἐθέλῃ. ἐνταυθοῖ δὲ τοῦ λόγου γενόμενος οὔτε διεξιέναι Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 116

τολμῶ οὔτε πάνθ' ὡς ἐπίπαν ὁπόσα σοί ἐστιν ἐγκώμια, οὔτε μὴ πάντα· αἰτίαι δὲ ὡς λαμπραὶ καὶ λαμπρῶς ἐγκείμεναι. καὶ γὰρ τὸ μὴ δύνασθαι καὶ ἡ τοῦ χρέους ἔκτισις, δύο δὴ ταῦτα ἐναντίως πως ἔχοντα πρὸς ἄλληλα, τὴν ἐμὴν ἐφ' ἑκάτερα σχίζει διάνοιαν· ὡς ἐμὲ γοῦν τὸν ἑκατέρωθεν φυλαττόμενον κίνδυνον ἀναγκάζεσθαι καὶ ἀμφοτέρων μεταποιεῖσθαι καὶ αὖ μηδετέρων, ἁρμοσάμενον δι' ἀλλήλων ἑκάτερα. ὁπότε γὰρ ὧν ἐπὶ σοφίᾳ πάλαι σεμνότης ὀνόματος οὗτοι πάντες εἰ παρῆσαν, ἡττήθησαν ἄν σου τῆς τῶν καλῶν πλεονεξίας, τῶν τε νῦν ὄντων τὸ πρᾶγμα οὐδὲν διαφερόντως ἔχει, τί λοιπὸν ἐμοὶ ἢ τῶν γε πλειόνων ἀφεμένῳ μικρά τινα διαλαβεῖν δεῖ καὶ ὅσα μοι τἀσφαλές ἐστι προμνώμενα; μήπου τοι καθάπερ οἱ τῶν Ὀλυμπιακῶν ἄθλων ἀτέλεστοι κινδύνῳ χρησάμενος αἰσχύνης ἀθλητὴς ἐμαυτῷ κατασταίην. καὶ πείθομαί γε μηδὲν εἶναι τῶν πάντων ἕτερον, ὅ με προσήκει μᾶλλον ποιεῖν, ἢ τὸν ἐντεῦθεν φυλάττεσθαι κίνδυνον καὶ μάλα μᾶλλον ἐμὲ, ἢ εἴ τι βρέφος ἐβούλετο μάζαν σιτεῖσθαι, πρὶν ἀπότιτθον γενέσθαι. ἐξῆν γὰρ ἄν γέ που πάντως ἀνιᾶσθαι τελεσθέντος. χρὴ μέντοι οἶμαι, ὡς εἰς ἀνάκτορον εἰσιόντι παμπόλλοις φαιδρυνόμενον καὶ ποικίλοις ἀγάλμασιν, ὣς δὲ κἀν τοῖς τοῦ βασιλέως ἐγκωμίοις γε 1.330 νομένῳ τοῖς ἄλλοις τῶν ἄλλων παρακεχωρηκότι ἑνός που ἢ καὶ δύο τὸ πλεῖστον ἐπιμνησθῆναι. πλείονα γὰρ ὡς οὐκ ἀσφαλὲς ἂν εἴη λέγειν, ὅτῳ δὴ μὴ μεταμέλειν μέλοι, ἔστιν εἰρημένον. εἰ γὰρ τῶν δύο οὐκ εὐχερῶς ἄν τις ἀπαλλάξαιτο, σχολῇ τῶν γε πλειόνων. ἄλλοι μὲν τοίνυν ἀλλάττα λεγόντων, ὥς γε εἴρηται, τῶν τοῦ βασιλέως, ἐμοὶ δ' ἐχέτω μνήμην τό,τε τῆς φρονήσεως αὐτοῦ μέγεθος καὶ ὁ τῆς γλώττης κρότος. ὧν αὐτός τε πεῖραν σχὼν τοῖς τε ἄλλοις χρώμενος ἀεὶ διὰ γλώττης ἄγουσι καὶ οὐδέσι μὴ θαυμάζουσιν, οὐκ ἔσθ' ὅτε μέμνημαι καὶ αὐτὸς, μὴ ἀσχολοῦντός μου τὸν νοῦν τοῦ αὐτῶν θαύματος καὶ ἀπορεῖν ποιοῦντος, πότερον πρότερον καὶ μᾶλλον ἐπαινοίην ἑκατέρων· καὶ ἀεὶ περαιτέρω τοῦ λόγου δηλοῦσθαι εὑρίσκων μεταχωρῶ πρὸς ἐμαυτὸν διολισθαίνων, καθάπερ οἱ σώμασι λείοις τὰς χεῖρας ἐρείδειν σπουδάζοντες. ὡς νῦν γε, εἴπερ ἐξῆν μοι, οὐδαμῶς ἂν ὑφιέμην μὴ καλεῖν σε γῆς ἥλιον, ὦ βασιλεῦ. ὡς γὰρ πάντες φωτὸς θησαυροὶ τῷ ἡλιακῷ ξυνελθόντες δίσκῳ πᾶσιν ἐκεῖθεν ὥσπερ ἐκ κοινοῦ πρυτανείου τὰς ἀφορμὰς διδόασι τοῦ βλέπειν, οὕτω δὴ κἀν σοὶ πᾶσα φρόνησις συνδραμοῦσα φέρεται ὥσπερ ἐξ οὐρανοῦ πανταχόσε τῆς γῆς, ἀφορμὰς διδοῦσα πᾶσι τοῦ θαυμάζειν· καὶ ὥσπερ οὐκ ἔστιν οὐδεὶς, ὃς τῶν ἡλιακῶν ἀκτίνων ἀθέατος ἔμεινεν, οὐδ' οὐ μὴ μένῃ, πλὴν ἢ ὃν ἥλιος εἶδε πλὴν τοῦ βλέπειν· οὕτως οὐδ' αὖ ἔστιν οὐδεὶς, ὃς ἀνήκοος τῆς σῆς φρονήσεως διετέλεσεν, οὐδ' οὐ μὴ διατελέσῃ, πλὴν ἢ ὅστις ἐγένετο πλὴν τοῦ ἀκούειν. οὕτω σε γῆς ἥλιον προσειπὼν οὐκ εὔηθές τι φάναι δοκῶ μοι· εἰ δὲ καὶ πλέον τι λέγει τις, οὐκ ἔγωγε διοίσομαι. ἐπὶ μὲν γὰρ οἶμαι 1.331 τῶν οὐρανίων σωμάτων τὸ ἀεὶ ὡσαύτως ἔχειν ἀφαιρεῖται τὴν ὑπεροχὴν τοῦ θαύματος· τὸ δ' ἄλλοτ' ἄλλως ἔχειν τῶν ἀνθρώπων ὂν, ὑπερεχόντων ἔσθ' ὅτε καὶ οἷς ἀλλήλους, εἶτα τὸ σὸν πρᾶγμα παντὸς βέλτιστον καθάπαξ καταστὰν πῶς οὐκ ἀτεχνῶς ἐοίκοι ἂν ὑπερβολῇ θαύματος; καὶ εἰκότως. ἐχρῆν γὰρ πάντως που τῶν ἄλλων ὅσον ὑπερέχεις ἀξιώματι, τοσόνδε δῆτα καὶ φρονήσει. τοιγαροῦν καὶ ξυνεῤῥύηκε. σοφιστῇ μὲν οὖν ἤδη τινὶ ἤρκεσε τὰ ∆ημώνακτος εἰπόντι χαρίεντα ἀποφθέγματα τὴν σοφίαν ὁπόση δηλῶσαι ∆ημώνακτος, ὡς χρῆμα καὶ τοῦτο πάνυ πολλοῦ τίμιον ὂν τοῖς ἀνθρώποις. οὐ μὴν εἰ καὶ γλώττῃ ἐχρῆτο εὐροούσῃ δεδήλωκεν· οὐ γὰρ οἶμαι εἶχεν. ἦ γὰρ οἶμαι ἦν οὐκ ἂν αὐτῷ ἄῤῥητον, ἐπαινεῖν οὕτω προελομένῳ σοφίας μεγάλης ἥκοντα ἄνδρα. σοῦ γε μὴν τῆς σοφίας τὰς λαβυρίνθους κἂν καὶ δηλώσαι τις πίνακι δοὺς τὰ σὰ γνωματεύματα, ὁμοῦ δὲ καὶ τῆς γλώττης τὴν εὔροιαν οὐκ ἂν δήπου, εἰ μὴ ἄλλῳ τῳ χρῷτο τρόπῳ, ἢ ταῖς τοῦ Νείλου παραβάλλων προχύσεσιν, ἃς διασκοποῦνται πήχεσιν Αἰγύπτιοι, ἢ δῆτα κλάδοις ἐξ ἀμπέλου ποικίλοις. καὶ γὰρ καὶ κατὰ πήχεις αὔξειν ἔχει τὰς ἔνδοθεν πηγὰς τοῦ νοῦ καὶ αὖ ὡς ἄμπελος ἀπ' εὐτυχοῦς γέ που τῆς Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 117

τῆς καλιᾶς ὑφ' ὁτουοῦν ἐξωσθεῖσα περίεισιν ἄρτι διὰ μακροῦ πλανωμένη.

κινδυνεύει δ' οὖν τέως ἢ παρ' ἡμῖν ἐνταυθοῖ τοῦ λοιποῦ μεῖναι στᾶσαν τῆς πλάνης,

εἴ σοί γε εἴη δεδογμένον, ἢ τελέως οἴχεσθαι δραμοῦσαν δι' αἰθέρος· καὶ μή μοι

ἀχθεσθείης ἐπὶ τοιαῦτά σε παροξύνοντι. λέγειν γὰρ ἐξάγομαι καὶ τοῦ εἰκότος πόῤῥω

τὴν τοῦ χρόνου δεδιὼς πεττείαν, μὴ ὥσπερ ἐξ ἀφανοῦς τε καὶ λόχου δραμὼν

τοσοῦτον καλὸν οἴχηται ἀποκρύψας. εἰ γὰρ καὶ τοῦτ' εἰπεῖν χρὴ, οὐχ ἡμῖν αὐτοῖς

ἡμῶν αὐτῶν τοσοῦτον μέλει, ὅσον καὶ τῆς σῆς 1.327 εἰς τοὔμπροσθεν εὐκλείας· ὥστε

καὶ εἴπερ ἐξῆν εὐξαμένῳ τυχεῖν ὧν ἂν εἴη ἐθέλοντι, ἥδιστ' ἂν δι' αἰῶνός σε ζῇν

ηὐξάμην, ἵν' εἴη ἡμῖν ἥδεσθαι διὰ παντὸς ἐπὶ σοὶ, καθάπερ ἐπὶ μάλ' εὐτυχεῖ

θησαυρῷ. ἀλλὰ γὰρ σὸν ἂν εἴη τοὐντεῦθεν δεικνύειν, εἰ μὴ παρὰ θύραν ἥκουσιν

ἡμῶν αἱ παρακλήσεις."2 (Γ.) Ἀλλὰ τοιούτοις μὲν δὴ τοῖς λόγοις ἐς τὸν μέγαν

χρησάμενος λογοθέτην καὶ οὕτως αὐτῷ τὸν ἐμὸν ἐνδειξάμενος τρόπον εὐάγωγόν τε

καὶ εὐπειθῆ πρὸς ἅπαν ἐμοὶ τὸ βουλόμενον εἴργασμαι· καὶ οὕτως ἑξῆς ἀνυπόπτως ἐς

κόρον τῆς αὐτοῦ γε ἀπήλαυον ὁμιλίας. ηʹ. Ἐπόθουν δὲ ἤδη καὶ τῆς τοῦ βασιλέως·

τυχεῖν τελεώτερον. αὐτός τε γὰρ πολλάκις ἐθεασάμην καὶ ἔτι παρὰ πάντων

ἠκηκόειν, ὁπόσοι πρὸς ἄκραν ἀφίκοντο πεῖραν αὐτοῦ, ὡς οὐ μόνον εὐκοσμίας καὶ

ἠθικῆς ἁπάσης ἀρετῆς καὶ ἀσκήσεως ἐργαστήριον τὸν βασιλικὸν κατέστησεν οἶκον

τῷ τε μακρῷ χρόνῳ καὶ τῷ περιόντι τῆς φύσεως πλείστην ἐπὶ ταῦτα πεῖραν

ξυνηθροικὼς, ἀλλὰ καὶ λογικῆς φάναι παιδεύσεως κράτιστον γυμνάσιον καὶ, οἷον

εἰπεῖν, ἐλλογίμων γλωσσῶν στρατόπεδον. διὰ ταῦτα τοίνυν ἐραστὴς τῶν τοιούτων

καλῶν καὶ αὐτὸς καταστὰς προσῆλθον αὐτῷ. ἡ γὰρ καθ' ἡσυχίαν τῶν μαθημάτων

ἄσκησις, ὁπόσην αἱ βίβλοι τοῖς μετιοῦσι χαρίζονται, κἂν ἧττον ᾖ πολλὴ κἂν

πλεῖστον, ἐοίκοι ἂν κατ' ἐμὴν δόξαν σώματος ὀργανικοῦ διαπλάσει ἐφιεμένου

ψυχῆς, ἣν δή φημι διὰ τῆς ἐκ τῶν αἰσθήσεων ἐμπειρίας προσγίγνεσθαι· ἢ μᾶλλον

ἐοίκοι ἂν συμφορήσει διαφόρων βρωμάτων ἐν κοιλίᾳ συναθροισθέντων καὶ

δεομένων θέρμης πρὸς πέψιν· ταύτην δ' εἶναι ὁποίαν αἱ παντοῖαι τῶν χρόνων 1.328

ὧραι καὶ ἡ ἐπαγωγικὴ τῶν αἰσθητῶν καὶ μερικῶν πραγμάτων ἐμπειρία παρέχονται.

ἴδοι δ' ἄν τις καὶ ὅπως τινὲς διὰ τὴν τῆς ἡσυχίας ἐπίτασιν καὶ τὸ ἄμικτον καὶ

ἀγύμναστον τῆς ἔξω συνδιαιτήσεως τὰς ψυχικὰς δυνάμεις ἐμάραναν καὶ τὴν φύσιν

ἐξεθήλυναν καὶ παντάπασιν ἀπαῤῥησίαστον ἔθηκαν. ἀλλὰ γὰρ ἐπειδὴ καὶ αὐτὸς

προσῆλθον οὕτω τῷ βασιλεῖ, ἕβδομον ἤδη καὶ εἰκοστὸν τῆς ἡλικίας ἀμείβων ἔτος,

καὶ ὑπὲρ πᾶσαν προσεδέχθην ἐλπίδα, εὐθὺς ἔπαινον ἐπ' αὐτοῦ διεξῆλθον τῆς

εὐγλωττίας καὶ συνέσεως αὐτοῦ τοιόνδε. (Β.) "1Εἰ μὲν ἦν μοι ὁρᾷν, κράτιστε

βασιλεῦ, τὴν καθ' ἡμᾶς τοῦ χρόνου φορὰν ἀξιόχρεως καὶ τοὺς ὑμνητὰς

προενεγκοῦσαν τοῦ σοῦ κράτους, οὔτ' ἂν τὸ λέγειν προῃρούμην καὶ πᾶν ποιεῖν καὶ

λέγειν ὑπὲρ σοῦ σιγᾷν σφόδρα προσιέμην ἄν· αὐτὸς δὲ τούτοις ἄσμενος τῆς

παῤῥησίας παρεχώρουν, οἷς ἐφαμίλλως τοῖς ἐγκωμίοις σου λέγειν ἐξῆν. ἐπεὶ δὲ

πάντων, ὡς ἐπίπαν εἰπεῖν, κατεψηφίσω τὴν ἧτταν τῇ τῶν καλῶν σου πλεονεξίᾳ, ἔνι

δ' οὐδεὶς τὸ παράπαν μήθ' ὁ πρὸς ἀξίαν εἰπὼν, μήτε μὴν τῆς ἀξίας ἐγγὺς, οὐ δοκεῖ

μοι οὐδ' ἔμοιγε κείσεσθαι φαύλως τὸ πρᾶγμα, εἴγε καὶ αὐτὸς, ὡς ἔξεστι, τοὐμὸν

κατατιθείην ὄφλημα. ὥσπερ γὰρ ἂν τῶν ἀτοπωτάτων ἦν, μόνους ἡμᾶς τῆς ἀξίας

ἐλλείποντας εἶτα ἐπιχειρεῖν λέγειν· οὕτω δῆτα τῶν εἰκότων αὖ, ὁμοῦ τοῖς ἄλλοις

κατόπιν τῆς ἀξίας βαδίζοντας τοῦτ' αὐτὸ ποιεῖν, ὡς μάλα ὂν οὐδὲν αἰσχρόν.

διατειναίμην γὰρ ἂν σφόδρα ἔγωγε, ὡς τὴν σὴν πλουτῆσαι γλῶσσαν εὔξασθαι χρὴ

πρότερον, ὅστις βούλοιτο πρὸς ἀξίαν διεξιέναι τὰ 1.329 σά. ἄλλως δ' οὐκ ἂν

διατειναίμην εἶναι ῥᾴδιον οὐδενί. καὶ γὰρ καὶ γλώττης εὐπρεπείᾳ βασιλικῷ τῷ πήχει

τοὺς ἄλλους παρήλασας καὶ πάντα σοι πρόσεστι τὰ καλὰ, ὧν ἓν οὐδὲ ἓν οὐδενὶ τῶν

ἁπάντων ὡσαύτως, οὔτε τῶν ἐν οἷς ἡμεῖς, οὔτε μὴν τῶν πρὶν ἢ ἡμεῖς, οὔκουν οὐδ'

ἂν τοὺς ἐξαρχῆς ἀριθμεῖν τις ἐθέλῃ. ἐνταυθοῖ δὲ τοῦ λόγου γενόμενος οὔτε διεξιέναι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

116

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!