Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

χρόνον τῆς ἡλικίας ἀμείβοντα πέμψας ὁ βασιλεὺς Ἀνδρόνικος ὁ γηραιὸς προσηγάγετό τε καὶ τοῖς κατ' οἶκον ὑπηρετικοῖς παιδαρίοις συγκατέλεξε. πρῶτον μὲν, ἵνα μὴ διαφθαρείη λιμῷ, μηδενὸς προμηθουμένου· δεύ 1.295 τερον δ' ἴσως, ἵνα καί τινι τῶν πέριξ ἐθνῶν εἰς κῆδος δοθείη, ὡς ἐξ αἵματος ὢν βασιλείου καὶ γένηται σπονδῶν τινων πρόξενος καί τινος ὠφελείας Ῥωμαίοις καὶ τοῖς Ῥωμαίων πράγμασιν αἴτιος. ὁ δὲ κομισθεὶς καὶ διατρίβων ἐν βασιλείοις τοσοῦτον εἰς τὴν ἑαυτοῦ σχέσιν ἐν βραχεῖ τὸν βασιλέα ἀνηρτήσατο, ὡς καὶ αὐτοὺς δὴ τοὺς τοῦ βασιλέως υἱέας ζηλοτύπως ὑποβλέπειν αὐτόν. ὁ δὲ βασιλεὺς Ἀνδρόνικος ὁ νέος καὶ πλέον τῶν ἄλλων ὠργίζετο καὶ ἐδυσφόρει, ὁρῶν τὴν πρὸς αὐτὸν ἀνυπέρβλητον ἐκείνην ἀγάπην τοῦ βασιλέως καὶ πάππου μαραινομένην, τὴν δὲ πρὸς τὸν χθεσινὸν καὶ ὑποβολιμαῖον τουτονὶ διηνεκῶς ἀνθοῦσαν καὶ αὐξανομένην ἐφ' ἡμέρᾳ καὶ νυκτί. (∆.) Ὃ δὲ μᾶλλον δικαίως αὐτὸν ἐξέμηνεν εἰς λύπην καὶ ὀργὴν καὶ μελέτας πολυειδεῖς, ἐξ ὧν αἱ περὶ τῆς βασιλείας ἐβλάστησαν στάσεις, καὶ οἱ τῆς κακίας ἤρξαντο χειμῶνες καὶ κλύδωνες, λέξομεν ἤδη. οὕτω γὰρ, ὡς εἰρήκαμεν, πλημμελῶς τῶν πραγμάτων ἐχόντων καὶ μεταξὺ τοῦ βασιλέως Μιχαὴλ τεθνηκότος ἐκέλευσεν ὁ βασιλεὺς ὀμνύειν ἅπαντας· πρῶτον μὲν σέβειν καὶ προσκυνεῖν ὡς βασιλέα καὶ δεσπότην αὐτόν· ἔπειτα καὶ ὃν ἂν αὐτὸς ἐκλεξάμενος ἐς τὴν τῆς βασιλείας προστήσειε διαδοχήν. τοῦτο λεχθὲν ἀορίστως μικροῦ πάντας ἐτάραξε, καὶ μάλιστα τὸν ἔγγονον Ἀνδρόνικον τὸν ὡρισμένον τῆς βασιλείας διάδοχον. εὐθὺς γὰρ ἅπαντες τὰς ὑποψίας εἰς τὸν ὑπο 1.296 βολιμαῖον τουτονὶ Μιχαὴλ, ὡς ἐκ συνθήματος ἤγαγον. καὶ πολύς τις ἐντεῦθεν ἐφύετο θόρυβος λογισμῶν καὶ ἀλλεπάλληλοι μελέται κακίας ἐψιθυρίζοντο. τινὲς μὲν οὖν φόβῳ τῆς ἐξουσίας εἴξαντες ὤμνυον· οἱ δὲ πλείους ἐς τοὐμφανὲς τὸν τοιοῦτον ἀπείπαντο ὅρκον· οἷς ἀνάγκην τινὰ τυραννικὴν ἐπάγειν οὐκ ἔγνωκε δεῖν ὁ βασιλεὺς ἐν τοσούτῳ θορύβῳ πραγμάτων. ἔβλεπε γὰρ ἤδη καὶ τὸν βασιλέα τὸν ἔγγονον σχεδιάζοντα τῆς φυγῆς τὴν μελέτην διὰ τὴν ἀοριστίαν τοῦ ζητηθέντος παρὰ τῶν ὑπηκόων ὅρκου. διὰ δὴ τοῦτο τέως ἠρέμησεν ὁ βασιλεὺς καὶ τὴν ἀπαίτησιν ἔπαυσε τῶν εἰρημένων ὅρκων. ἐσκέπτετο δὲ ἤδη, πῶς ἂν πρὸς τὴν φυγὴν ἐμποδὼν τοῦ ἐγγόνου καὶ βασιλέως γένοιτο. ἐδεδίει γὰρ μὴ ἀπελθὼν καὶ βοήθειαν ναυτικὴν παρὰ Λατίνων λαβὼν τά τε Ῥωμαίων συγκυκήσῃ πράγματα καὶ ἅμα τὴν βασιλείαν αὐτοῦ τυραννικῶς πως ὑφέληται. ὅθεν λαθραῖον ἐπέστησε φύλακα τούτου τὸν Συργιάννην ἄρτι τῆς εἱρκτῆς ἐξιόντα. ἦν γὰρ αὐτὸς πρὸ βραχέος ἐν εἱρκτῇ δεινοτάτῃ δι' αἰτίας, ἃς ἄνωθέν ποθεν ἀρξαμένους δίκαιον ἀφηγήσασθαι, ἵνα δὴ καὶ οἷς τὰ κατὰ τὸν ἄνδρα οὐκ ἔγνωσται γνώριμα κατασταίη. δʹ. Τούτῳ μήτηρ μὲν ἦν μία τῶν κατὰ γένος τοῖς βασιλεῦσι προσηκουσῶν εὐπρεπὴς καὶ κοσμία· πατὴρ δὲ τῶν ἐκ Κομάνων ἐπίσημος, οἳ παρὰ τῶν ὑπερβορείων Σκυθῶν πρὸ χρόνων συχνῶν, ὡς εἰρήκαμεν, Ἰωάννῃ τῷ βασιλεῖ προσεῤῥύησαν. οὗτος ὀξύτητι φύσεως, πρὶν τὴν τῶν παίδων παραδραμεῖν ἡλικίαν, ἐν τοῖς 1.297 λόγοις λαμπρὸς ἀνεφάνη. ἔπειτ' ἐπιμελῶς ἐν τοῖς στρατιωτικοῖς παιδευθεὶς κράτιστος κἀν τούτοις ἔδοξε διά τε ῥώμην σώματος καὶ γνώμης βαθύτητα καὶ οἷον εἰπεῖν δαιμονίαν τὴν σύνεσιν. (Β.) Πέμπτον δ' ἄρτι καὶ εἰκοστὸν τῆς ἡλικίας ἔτος ἀμείβων πέμπεται πρὸς τοῦ βασιλέως στρατηγὸς καὶ διοικητὴς μιᾶς τῶν περὶ Μακεδονίαν ἐπαρχιῶν, ἣ τοὺς Ἰλλυριοὺς μάλιστα ὁμοροῦντας ἔλαχε. φιλοδωρότατος δὲ ὢν καὶ μηδὲν ἴδιον κτώμενος καὶ μηδὲν πλέον ἔχειν βουλόμενος τῶν ὅσοι τούτῳ συνασπίζοντές τε καὶ παρασπίζοντες ἦσαν ἐν ταῖς ἀκμαῖς τῶν ἀγώνων, οὕτω τὰς γνώμας ἁπάντων ἐξιδιώσατο, ὡς ἥδιον πάντας ἡγεῖσθαι πολλῷ θνήσκειν ὑπὲρ αὐτοῦ, ἢ ζῶντας ὁρᾷν τὸν ἥλιον ἄνευ αὐτοῦ. ἦν δὲ καὶ δεινὸς ὁ ἀνὴρ εἴπερ τις πόρους ἐν ταῖς τῶν περιστάσεων ἀπορίαις εὑρίσκειν καὶ τοῖς ἀμηχάνοις τῶν πραγμάτων μηχανάς τινας καινοτέρας χαρίζεσθαι καὶ τόλμαν ἔμπρακτον ἐνδείκνυσθαι πανταχῆ, ὡς ἐκπλήττεσθαι πάντας ὁρῶντας τὸ μεγαλοφυὲς τοῦ ἀνδρός. (Γ.) Ἕν τι μόνον ὥσπερ τι νόσημα πονηρὸν εἰς τὰς αὐτοῦ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 104

πράξεις παρεισφθαρὲν ἐκιβδήλευσε πάσας καὶ ὥσπερ σώματος καλοῦ καὶ χαρίεντος καὶ γενναίου τὰς ὄψεις δεινῶς ἀφαιρούμενον ἀτερπῆ τὰ τέλη καθίστα καὶ ἀνόνητα τὰ γεώργια. παρασπονδῶν γὰρ πρῶτον μὲν πράγματα παρεῖχε τοῖς ὁμόροις Τριβαλλοῖς καὶ Αἰτωλοῖς καὶ Ἀκαρνᾶσιν· ἔπειτ' ἐκεῖθεν ἀπαλλαγεὶς, ὡς εἰρήσεται, τούς τε καὶ βασιλέας καὶ τὰ τῶν βασιλέων συνέχεε πράγματα. διὸ καὶ ἑαυτῷ φαῦλον προὐξένησε τέλος. καθαιρεθεὶς 1.298 γὰρ τῆς τοιαύτης ἀρχῆς καὶ μετ' ὀλίγον χρήμασιν ὑπελθὼν τοὺς τῷ βασιλεῖ παραδυναστεύοντας ταύτην τε αὖθις ἀναλαμβάνει καὶ ἅμα τὸ τοῦ πιγκέρνου τιμᾶται ἀξίωμα. ὅθεν καὶ ἀποστασίαν ὠδίνων ἐξέῤῥηξε ταύτην ἐκεῖσε ἐλθὼν ἐν οὐ μακρῷ τῷ χρόνῳ. ἔγνωσται γὰρ ἰδιοποιούμενος ἣν ἦρχεν ἐπαρχίαν καὶ τῆς τῶν βασιλέων ἐξουσίας λάθρα διϊστῶν. (∆.) Ὅθεν καὶ δόλῳ παρὰ Μονομάχου τοῦ Μυστικοῦ ἁλίσκεται καὶ δέσμιος ἐς τὸν βασιλέα πέμπεται. ἦν γὰρ τηνικαῦτα καὶ οὗτος Μονομάχος μέρος τι διοικεῖν τῆς Μακεδονίας παρὰ τοῦ βασιλέως πεμφθείς· καὶ διὰ τὴν ἐγγύτητα τῶν ἐπαρχιῶν συχνὰ προσιὼν καὶ ἐπιμιγνὺς τῷ Συργιάννῃ καὶ ἰχνηλατῶν τὰ ἐκείνου ἀπόῤῥητα καὶ φίλος εἶναι ὑποκρινόμενος δόλοις δόλους ἔῤῥαπτεν· ἕως δόλῳ συνειληφὼς δέσμιον, ὡς εἰρήκειμεν, τοῦτον ἐπεπόμφει τῷ βασιλεῖ. ἀλλὰ γὰρ εἱρκτῇ παραδοθεὶς διὰ τὴν τοιαύτην αἰτίαν ὁ Συργιάννης ἔμεινε χρόνον ἐν ταύτῃ συχνόν. ἐπεὶ δὲ ἡ μήτηρ οὐ διέλιπεν ὀδυρμοῖς καὶ δάκρυσι προσιοῦσα τοῖς περὶ τὸν βασιλέα καὶ ἱκετεύουσα καὶ τὸν υἱέα ἐξαιτουμένη καὶ πάσας ἐγγύας προβάλλουσα, ὀψὲ καὶ μόλις ἐδυνήθη τῆς εἱρκτῆς αὐτὸν ἐξελέσθαι· πλὴν οὐ πρότερον, πρὶν ἂν ἐγγράφους αὐτὸν ἀποδοῦναι τῷ βασιλεῖ τοὺς ὅρκους ἐνώπιον τῆς θείας εἰκόνος τῆς ὑπεράγνου θεομήτορος τῆς Ὁδηγητρίας, μὴ τοῖς τοῦ βασιλέως προστάγμασιν ἐναντία ποτὲ διαπράξασθαι. (Ε.) Ἀλλὰ γὰρ οὕτω πάσης ὑποψίας ἀπολυθεὶς ὁ ἀνὴρ καὶ πᾶσαν εὔνοιαν 1.299 διασώζειν πιστευόμενος πρὸς τὸν εὐεργέτην καὶ ἀποῤῥήτων ἤδη κοινωνὸς ἠξιοῦτο γίγνεσθαι, ὡς πιστευθῆναι λοιπὸν καὶ τουτὶ τὸ ἀπόῤῥητον, λέγω, τὸ φύλαξ λανθάνων περιϊέναι καὶ προσιέναι τῷ ἐγγόνῳ τοῦ βασιλέως Ἀνδρονίκῳ τῷ βασιλεῖ, μὴ λάθῃ φυγὼν, ὡς ἔφθημεν εἰρηκότες. ὁ δὲ, εἰ χρὴ ταῖς τῶν πολλῶν ὑπολήψεσι πείθεσθαι, φίλαρχος ὢν ἀεὶ καὶ καιροῦ μὴ τυχὼν οὐδέπω τὸ βουλόμενον ἐνδείξασθαι τῆς ψυχῆς νῦν ἔγνω καιρὸν εἶναι τοῦτον ὑπὸ τῆς τύχης παρεσχημένον κατ' ἀλλήλων τοὺς βασιλέας ἐκπολεμώσας καὶ τὰ Ῥωμαίων οὕτω συγκυκήσας ἅπαντα πράγματα, τῶν σκήπτρων αὐτὸς ἐπιβῆναι· ἢ τό γε δεύτερον, μέρος τῆς ὅλης τῶν Ῥωμαίων ἡγεμονίας ἀποτεμόμενος εἰς οἰκείαν ἀρχὴν αὐτὸ καταστήσασθαι. ὅθεν Ἀνδρονίκῳ τῷ νέῳ βασιλεῖ προσελθὼν ἅπαν τοῦ πάππου καὶ βασιλέως ἀνεκάλυψε τὸ ἀπόῤῥητον, λέγων· ὡς "1ἐμὲ μὲν οἷά τινα κύνα ῥινηλατοῦσαν τὰ σὰ βουλεύματα τέταχεν ὁ βασιλεὺς περί σε· ὁ δὲ κάθηται συσκευάζων ἀγχόνας καὶ δεσμὰ κατὰ σοῦ· σὺ δ' ἀγνοῶν κάθησαι νηπίων βουλεύμασι γαυρούμενος. τί γάρ σοι τὸ ὄφελος ἀποπλεύσαντι λάθρα πρὸς ἀλλοτρίαν οἴχεσθαι χώραν, ἔνθα καθάπερ δούλῳ δεήσει καθημένῳ πρὸς ἀλλοτρίαν βλέπειν τράπεζαν, ὁπόταν ἴσως μηδὲ φονεῦσιν ἐντύχῃς τοῖς ξενίζουσι, μηδὲ ταῖς τοῦ πάππου καὶ βασιλέως ἄρκυσι καὶ πάγαις ἁλῷς; εἰ δὲ πάντα πρὸς λήθης βυθοὺς τὰ νηπιώδη ταῦτα ῥίψας βουλεύματα πεισθείης ἐμοὶ τὰ βελτίω σοι καὶ σωτήρια συμβουλεύοντι, οὐκ ἂν φθάνοις τὰ σκῆπτρα τῆς αὐτοκρατορίας λαμβάνων ἀπονητί. μίαν γὰρ ἀνυσιμωτάτην ὁρῶ πρὸς τοῦτο φέ 1.300 ρουσαν ἀφορμὴν, ἢν φυγὼν τὸ Βυζάντιον ἐς τὰς τῆς Θρᾴκης ἐκδράμῃς πόλεις καὶ χώρας. φύσει γὰρ χαίροντες ταῖς καινοτομίαις τῶν ἀνθρώπων τὸ γένος καὶ ἅμα βεβαρημένοι τοῖς συχνοῖς φόροις οἱ ταλαίπωροι Θρᾷκες, ἢν κουφισμὸν καὶ ἐλευθερίαν ἐξελθὼν κηρύξῃς, ἄσμενοί σοι πάντες ἕψονται πρὸς ὅπερ ἂν αὐτὸς ἐθέλοις, τὴν πρὸς τὸν πάππον καὶ βασιλέα πολυετῆ δουλείαν ῥᾷστα λακτίσαντες καὶ ὥσπερ τινὰ Ταντάλειον φόρτον ἀποσεισάμενοι. εἰ γοῦν ἀρεστὸν τὸ ἐμόν σοι τόδε φαίνοιτο βούλευμα, ἐγὼ καὶ ταμίας καὶ χορηγός σοι τοῦ δράματος ἔσομαι καὶ πάντα Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 105

πράξεις παρεισφθαρὲν ἐκιβδήλευσε πάσας καὶ ὥσπερ σώματος καλοῦ καὶ χαρίεντος

καὶ γενναίου τὰς ὄψεις δεινῶς ἀφαιρούμενον ἀτερπῆ τὰ τέλη καθίστα καὶ ἀνόνητα

τὰ γεώργια. παρασπονδῶν γὰρ πρῶτον μὲν πράγματα παρεῖχε τοῖς ὁμόροις

Τριβαλλοῖς καὶ Αἰτωλοῖς καὶ Ἀκαρνᾶσιν· ἔπειτ' ἐκεῖθεν ἀπαλλαγεὶς, ὡς εἰρήσεται,

τούς τε καὶ βασιλέας καὶ τὰ τῶν βασιλέων συνέχεε πράγματα. διὸ καὶ ἑαυτῷ φαῦλον

προὐξένησε τέλος. καθαιρεθεὶς 1.298 γὰρ τῆς τοιαύτης ἀρχῆς καὶ μετ' ὀλίγον

χρήμασιν ὑπελθὼν τοὺς τῷ βασιλεῖ παραδυναστεύοντας ταύτην τε αὖθις

ἀναλαμβάνει καὶ ἅμα τὸ τοῦ πιγκέρνου τιμᾶται ἀξίωμα. ὅθεν καὶ ἀποστασίαν

ὠδίνων ἐξέῤῥηξε ταύτην ἐκεῖσε ἐλθὼν ἐν οὐ μακρῷ τῷ χρόνῳ. ἔγνωσται γὰρ

ἰδιοποιούμενος ἣν ἦρχεν ἐπαρχίαν καὶ τῆς τῶν βασιλέων ἐξουσίας λάθρα διϊστῶν.

(∆.) Ὅθεν καὶ δόλῳ παρὰ Μονομάχου τοῦ Μυστικοῦ ἁλίσκεται καὶ δέσμιος ἐς τὸν

βασιλέα πέμπεται. ἦν γὰρ τηνικαῦτα καὶ οὗτος Μονομάχος μέρος τι διοικεῖν τῆς

Μακεδονίας παρὰ τοῦ βασιλέως πεμφθείς· καὶ διὰ τὴν ἐγγύτητα τῶν ἐπαρχιῶν

συχνὰ προσιὼν καὶ ἐπιμιγνὺς τῷ Συργιάννῃ καὶ ἰχνηλατῶν τὰ ἐκείνου ἀπόῤῥητα καὶ

φίλος εἶναι ὑποκρινόμενος δόλοις δόλους ἔῤῥαπτεν· ἕως δόλῳ συνειληφὼς δέσμιον,

ὡς εἰρήκειμεν, τοῦτον ἐπεπόμφει τῷ βασιλεῖ. ἀλλὰ γὰρ εἱρκτῇ παραδοθεὶς διὰ τὴν

τοιαύτην αἰτίαν ὁ Συργιάννης ἔμεινε χρόνον ἐν ταύτῃ συχνόν. ἐπεὶ δὲ ἡ μήτηρ οὐ

διέλιπεν ὀδυρμοῖς καὶ δάκρυσι προσιοῦσα τοῖς περὶ τὸν βασιλέα καὶ ἱκετεύουσα καὶ

τὸν υἱέα ἐξαιτουμένη καὶ πάσας ἐγγύας προβάλλουσα, ὀψὲ καὶ μόλις ἐδυνήθη τῆς

εἱρκτῆς αὐτὸν ἐξελέσθαι· πλὴν οὐ πρότερον, πρὶν ἂν ἐγγράφους αὐτὸν ἀποδοῦναι

τῷ βασιλεῖ τοὺς ὅρκους ἐνώπιον τῆς θείας εἰκόνος τῆς ὑπεράγνου θεομήτορος τῆς

Ὁδηγητρίας, μὴ τοῖς τοῦ βασιλέως προστάγμασιν ἐναντία ποτὲ διαπράξασθαι. (Ε.)

Ἀλλὰ γὰρ οὕτω πάσης ὑποψίας ἀπολυθεὶς ὁ ἀνὴρ καὶ πᾶσαν εὔνοιαν 1.299 διασώζειν

πιστευόμενος πρὸς τὸν εὐεργέτην καὶ ἀποῤῥήτων ἤδη κοινωνὸς ἠξιοῦτο γίγνεσθαι,

ὡς πιστευθῆναι λοιπὸν καὶ τουτὶ τὸ ἀπόῤῥητον, λέγω, τὸ φύλαξ λανθάνων περιϊέναι

καὶ προσιέναι τῷ ἐγγόνῳ τοῦ βασιλέως Ἀνδρονίκῳ τῷ βασιλεῖ, μὴ λάθῃ φυγὼν, ὡς

ἔφθημεν εἰρηκότες. ὁ δὲ, εἰ χρὴ ταῖς τῶν πολλῶν ὑπολήψεσι πείθεσθαι, φίλαρχος ὢν

ἀεὶ καὶ καιροῦ μὴ τυχὼν οὐδέπω τὸ βουλόμενον ἐνδείξασθαι τῆς ψυχῆς νῦν ἔγνω

καιρὸν εἶναι τοῦτον ὑπὸ τῆς τύχης παρεσχημένον κατ' ἀλλήλων τοὺς βασιλέας

ἐκπολεμώσας καὶ τὰ Ῥωμαίων οὕτω συγκυκήσας ἅπαντα πράγματα, τῶν σκήπτρων

αὐτὸς ἐπιβῆναι· ἢ τό γε δεύτερον, μέρος τῆς ὅλης τῶν Ῥωμαίων ἡγεμονίας

ἀποτεμόμενος εἰς οἰκείαν ἀρχὴν αὐτὸ καταστήσασθαι. ὅθεν Ἀνδρονίκῳ τῷ νέῳ

βασιλεῖ προσελθὼν ἅπαν τοῦ πάππου καὶ βασιλέως ἀνεκάλυψε τὸ ἀπόῤῥητον,

λέγων· ὡς "1ἐμὲ μὲν οἷά τινα κύνα ῥινηλατοῦσαν τὰ σὰ βουλεύματα τέταχεν ὁ

βασιλεὺς περί σε· ὁ δὲ κάθηται συσκευάζων ἀγχόνας καὶ δεσμὰ κατὰ σοῦ· σὺ δ'

ἀγνοῶν κάθησαι νηπίων βουλεύμασι γαυρούμενος. τί γάρ σοι τὸ ὄφελος

ἀποπλεύσαντι λάθρα πρὸς ἀλλοτρίαν οἴχεσθαι χώραν, ἔνθα καθάπερ δούλῳ δεήσει

καθημένῳ πρὸς ἀλλοτρίαν βλέπειν τράπεζαν, ὁπόταν ἴσως μηδὲ φονεῦσιν ἐντύχῃς

τοῖς ξενίζουσι, μηδὲ ταῖς τοῦ πάππου καὶ βασιλέως ἄρκυσι καὶ πάγαις ἁλῷς; εἰ δὲ

πάντα πρὸς λήθης βυθοὺς τὰ νηπιώδη ταῦτα ῥίψας βουλεύματα πεισθείης ἐμοὶ τὰ

βελτίω σοι καὶ σωτήρια συμβουλεύοντι, οὐκ ἂν φθάνοις τὰ σκῆπτρα τῆς

αὐτοκρατορίας λαμβάνων ἀπονητί. μίαν γὰρ ἀνυσιμωτάτην ὁρῶ πρὸς τοῦτο φέ

1.300 ρουσαν ἀφορμὴν, ἢν φυγὼν τὸ Βυζάντιον ἐς τὰς τῆς Θρᾴκης ἐκδράμῃς πόλεις

καὶ χώρας. φύσει γὰρ χαίροντες ταῖς καινοτομίαις τῶν ἀνθρώπων τὸ γένος καὶ ἅμα

βεβαρημένοι τοῖς συχνοῖς φόροις οἱ ταλαίπωροι Θρᾷκες, ἢν κουφισμὸν καὶ

ἐλευθερίαν ἐξελθὼν κηρύξῃς, ἄσμενοί σοι πάντες ἕψονται πρὸς ὅπερ ἂν αὐτὸς

ἐθέλοις, τὴν πρὸς τὸν πάππον καὶ βασιλέα πολυετῆ δουλείαν ῥᾷστα λακτίσαντες καὶ

ὥσπερ τινὰ Ταντάλειον φόρτον ἀποσεισάμενοι. εἰ γοῦν ἀρεστὸν τὸ ἐμόν σοι τόδε

φαίνοιτο βούλευμα, ἐγὼ καὶ ταμίας καὶ χορηγός σοι τοῦ δράματος ἔσομαι καὶ πάντα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

105

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!