Historia Romana

Historia Romana Historia Romana

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ἀποχώρησιν. ταῦτ' ἄρα καὶ τοῖς αὐτοῦ βουλεύμασιν ὁ βασιλεὺς ἐπινεύει καὶ τὴν τῆς Κυριωτίσσης μονὴν εἰς οἴκησιν ἀπονέμει· πρὸς ἣν δὴ καὶ ἀφικνεῖται τῷ τετάρτῳ τῆς αὐτοῦ γε πατριαρχείας ἔτει, τὸν πατριαρχικὸν ὅπως ποτὲ παραιτησάμενος θρόνον. κἀκεῖ νοσοκομούμενος, ὡς ἐνῆν, διὰ τὴν τῶν χειρῶν καὶ ποδῶν παντελῆ πάρεσιν ἐδεδίει καθ' ἡμέραν τὸν θάνατον. ὅθεν οὐ πολύν τινα πλοῦτον καταγαγὼν ἐκ τοῦ πατριαρχικοῦ θρόνου διὰ τὸ μὴ φιλοχρήματος εἶναι κατὰ τοὺς πλείστους, ἀλλὰ μικρόν τε καὶ εὐαρίθμητον, τοῦτον μὲν εἰς περιποίησιν ἀνάλωσε τῆς μονῆς. ἐμὲ δὲ προσκαλεσάμενος τὴν τελευταίαν αὐτοῦ βούλησιν ἐν χάρτῃ διαθέσθαι ἠξίου. σφόδρα γὰρ τοῖς ἐμοῖς ἠρέσκετο λόγοις. (Β.) "1Πᾶσι μὲν 1.290 οὖν ἀνθρώποις"2, φησὶ, "1θανάτου μεμνῆσθαι χρεὼν καὶ νήφουσιν ὀφθαλμοῖς τὴν τῶν παρόντων καταγινώσκειν σκιὰν, πῶς μὲν τὸν χθὲς καὶ πρότερον ὄντα κόλποι γῆς ἐξαίφνης διέλαχον, πρὶν τὰ οἴκοι διαθέσθαι κατὰ γνώμην καὶ πρὶν καλῶς διαβλέψαι τὸν λόχον τῆς συμφορᾶς· καὶ πῶς αὖθις ὁ σήμερον οἴκοθεν οἱονεὶ τῷ ἡλίῳ τῷδε συνανατέλλων καὶ ἐμπομπεύων τῇ πανηγύρει τοῦ βίου μεστὸς ἀπεράντων ἐλπίδων, ἔπειτ' ἐν μεσημβρίᾳ φωτὸς σκότους καὶ λήθης ὑπῆλθε μυχοὺς ἐν ἀκμῇ τῇ ἡλικίας, πολλάκις καὶ ἑορτῇ τοῦ προσώπου, καὶ ἵν' εἴπω τοῦ πάθους ἀνελπιστίᾳ πολυτελεῖ. πολλῷ δ' οὖν ἀναγκαῖον θανάτου μᾶλλον μεμνῆσθαι, οἷς καὶ νόσος οἷά τις δι' ἀνωμαλίαν τε καὶ ἀταξίαν τῆς ὕλης συμπέπτωκεν, αἷς πολλαῖς τε καὶ ποικίλαις ἄλλοτε ἄλλαις τὸ ἀνθρώπινον κέχρηται σῶμα συγχεούσαις τε καὶ διασπώσαις τὴν τῶν συνδέσμων στοιχείων ἀλληλουχίαν. οὗτοι γὰρ ἤδη μονονοῦ θατέρᾳ χειρὶ τὴν τοῦ θανάτου κόπτουσι θύραν καὶ τὸ πλέον τῆς τοῦ ζῇν ἐλπίδος κατόπιν διαλιπόντες θατέρῳ βλέμματι πρὸς τοὺς τῶν μνημάτων ἤδη κρημνοὺς διακύπτουσι· τούτοις παντὶ τρόπῳ λυσιτελήσει τῆς οἰκείας φροντίσαι ψυχῆς καὶ ἀθάνατά γε τῇ ἀθανάτῳ πάσῃ σπουδῇ πορίσασθαι, μήποτε διπλοῦν τὸν θάνατόν σφισιν αὐτοῖς προξενήσωσι τόν τε τοῦ σώματος τόν τε τῆς ψυχῆς. ἐμοὶ δὲ καὶ μάλιστα πάντων δεινῇ τινι καὶ βαρείᾳ τῇ νόσῳ τοὐμὸν τουτὶ σῶμα μικροῦ τελέως ἐκδεδαπάνηται. πάνυ γὰρ ἐκ μακροῦ πάνδη 1.291 μός τις ἐπιστρατεύσασά μοι παλινοστήσειν οὐκέτ' αὖθις βεβούληται, ἀλλ' ἐμπεφώλευκεν ἐσάπαν, ὥσπερ τινὰ ἑαυτῆς οἰκίαν κατειληφυῖα, καὶ διετέλεσεν ἐσαεὶ τὴν μὲν ἐμὴν τοῦ σώματος οὐσίαν οἱονεί τις ἐκμυζῶσα βδέλλα, τὴν δ' αὖ περιουσίαν ὑφαιροῦσά μου κατὰ μικρὸν διδύμῃ τὸ λεγόμενον χειρὶ καὶ τοῖς τῶν ἰατρῶν κόλποις ἐπισωρεύουσα, καθάπερ τισὶ ταμιείοις οὖσιν ἑαυτῆς. ἐπεὶ δ' οὖν ἡ πρὸς αὐτὴν ἡμετέρα σπουδὴ μάταιος ἦν καὶ ἀνόνητος ὄχλος, καὶ εἰς πῦρ (τὸ τοῦ λόγου) ξαίνοντες ἐδοκοῦμεν, τί ἄν τις ἐκτραγῳδοίη, ὁπόσα μοι κατὰ τὸν βίον ἠναντιώθη ἔν τε τοῖς βασιλείοις ἔν τε τοῖς κατ' οἶκον πράγμασι; συμβέβηκε γάρ μοι κἀν τοῖς βασιλείοις τετάχθαι ἄρτι τῶν λόγων ὑπανακύψαντι καὶ τὸν ἔφηβον παραλλάττοντι, καὶ τιμῶν παρὰ τοῖς θειοτάτοις βασιλεῦσιν ἠξιῶσθαι οὔτοι γε ἐλαχίστων. καὶ ἵνα τἀν μέσῳ παρέλθωμεν, ἐπειδὴ καὶ ὁ πατριαρχικὸς ἡμᾶς ὕστερον κέκληκε θρόνος καὶ δὴ καὶ προσηγάγετο ἄκοντάς τε καὶ οὐκ ἄκοντας· ἄκοντας μὲν διὰ τὸ μὴ σφόδρα ἀνεκτὸν τῆς ἀσθενείας βάρος· θάτερον δὲ διὰ τὸ τῆς ὑγιείας προσδοκήσιμον (ἡ γὰρ ταύτης ἐπισαίνουσα καθ' ἑκάστην ἐλπὶς πάντα μοι ὑπεμίμνησκεν ἐν ἀκαρεῖ παλαιά τε καὶ νέα τοῦ θείου τεράστια πατέρος, ὧν ἴσως ἕν τι καὶ τοὐμὸν ἔλεγεν ἔσεσθαι, εἰ φιλανθρώπως ἴδοι κύριος ἐπὶ τῇ χειροθεσίᾳ καὶ τῷ τῆς ὑψηλῆς ταύτης ἀρχιερωσύνης χρίσματι)· ἐπεὶ δ' οὖν ὅμως οὑτωσὶ κἀπὶ τὸν πατριαρχικὸν θρόνον ἀπὸ τῶν συγκλητικῶν ἀρχῶν μετηνέχθημεν κἀν τοῖς αὐτοῖς αὖθις ἦμεν 1.292 δεινοῖς τοῦ νοσήματος καὶ λύσις οὐδαμόθεν οὐδ' ἡτισοῦν ἑωρᾶτο, ἔγνωμεν κρίσιν εἶναι τοῦτο θεοῦ πρὸς θάνατον συνωθοῦσαν ὁλοσχερῶς καὶ παιδείαν ἴσως μετρίαν ὧν οὐ μετρίως ἡμάρτομεν. ἔνθεν καὶ τὰ μὲν τῆς ὑγιείας ἤδη φροῦδα καὶ ἀπ' ἐλπίδος ἐγίγνετο· τὰ δὲ τῆς τελευτῆς καὶ σφόδρα γέ τοι, ὡς ἔφημεν, οὐκ ἀνέλπιστα. καὶ τί γὰρ ἄλλο γ' ἐχρῆν, ὁπότε τὴν μὲν τῆς σαρκὸς ἰκμάδα μικροῦ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 102

πᾶσαν ἐκρεύσασαν ἔβλεπον ἤδη, ἰατρῶν δὲ παῖδας οὐ κατὰ τοὔνομα ὄντας, ἀλλ' οὐδὲν τό γ' ἐπ' ἐμοὶ σχεδὸν τῶν πολλῶν διαφέροντας; ὅθεν τὸν πολὺν τῶν πραγμάτων ἀποσεισάμενος ὄχλον καὶ τὴν τῶν πονηρῶν γλωσσῶν σύγχυσιν ἐνταυθοῖ τὸ λεῖπον ἔκρινα δεῖν ἀνύσειν τοῦ βίου."2 (Γ.) Ἀλλὰ τὰ περὶ τούτων ἡμῖν ἐναργέστερον ἀλλαχῆ δηλούμενα τοῖς βουλομένοις ἐξέσται μανθάνειν. ἡμεῖς δ' ἐχώμεθα τῶν ἐφεξῆς. κατὰ δὲ τοῦτον τὸν χρόνον τὸν πατριαρχικὸν διαδέχεται θρόνον τῶν ἱερωμένων τις μοναχῶν ἐκ μονῆς τῶν Μαγγάνων Γεράσιμος, ἀνὴρ πολιὸς μὲν τὴν τρίχα, ἀφελὴς δὲ τὸν τρόπον καὶ τῆς ἀκουστικῆς δυνάμεως τὸ πλεῖστον ἀφῃρημένος ὑπὸ τοῦ γήρως· Ἑλληνικῆς μὲν παιδείας οὐδ' ἄκρῳ δακτύλῳ γευσάμενος πώποτε, διὰ δ' ἀμαθίαν καὶ ἄλλως ἁπλότητα τρόπων ταῖς βασιλικαῖς ἀρεσκείαις πάντη προσήκων. διὰ γὰρ τοῦτο τοιούτους οἱ βασιλεῖς ἐς τοιαύτας ἐκλέγονται τὰς ἀρχὰς, ἵνα τοῖς τούτων εὐχερῶς ὑποκύπτωσι προστάγμασι, καθάπερ ἀνδράποδα, καὶ μηδενὶ τῶν ἁπάντων ἐναντία φρονῶσιν. ἀλλὰ περὶ μὲν τούτου τέως τοσαῦτα. λελέξεται δὲ τὰ ἑξῆς τοῦ ἀνδρὸς ἡμῖν ἐν τοῖς ἔμπροσθεν. 1.293 γʹ. Κωνσταντῖνος δὲ ὁ δεσπότης ὁ ἐκ τῆς προτέρας γυναικὸς τῆς ἐξ Οὔγγρων γεννηθεὶς τῷ βασιλεῖ Ἀνδρονίκῳ ἔσχε μὲν ἐκ παρθενίας γυναῖκα πρότερον τὴν θυγατέρα Μουζάλωνος τοῦ πρωτοβεστιαρίου· ἣ δὴ καὶ πολὺν συμβιώσασα χρόνον αὐτῷ τετελεύτηκεν ἄπαις. εἶχε δ' ἐκείνη θεραπαινίδα τινὰ εὐειδῆ, Καθαρὰν κεκλημένην. ταύτῃ λάθρα μιγεὶς ὁ δεσπότης ἔτεκεν υἱὸν, ὃν καὶ ὠνόμασε Μιχαὴλ Καθαρόν. τοῦτον αὐτὸς τὰ πρῶτα μὲν βλέπειν οὐδ' ἄκραις ὄψεσιν ἠνείχετο, ἀλλ' ἐμίσει καὶ ἀπετρέπετο καὶ ὡς ποῤῥωτάτω που διαιτᾶσθαι ἐκέλευε. τὸ δ' αἴτιον, ὅτι καὶ τὸν τῆς μητρὸς αὐτοῦ Καθαρᾶς ἔρωτα ἕτερος ἐξαπίνης ἐπιδραμὼν ἀντέκρουσεν ἔρως ἐπικρατέστερος πολλῷ καὶ σφοδρότερος. (Β.) Ἐπεὶ γὰρ πρὸς τοῦ πατρὸς καὶ βασιλέως τὴν ἐπιτροπὴν ἐδέξατο τῶν τε ἐν Μακεδονίᾳ πραγμάτων καὶ Θεσσαλονίκης αὐτῆς (διέτριβε δὲ τὰ πλεῖστα τοῦ ἄστεος ἔνδον Θεσσαλονίκης), ἔρωτι γυναικὸς ἑάλω τινὸς τῶν ἐπιφανῶν. ἦν δὲ αὕτη θυγάτηρ μὲν Νεοκαισαρείτου τοῦ πρωτασηκρῆτις, σύζυγος δὲ Κωνσταντίνου τοῦ Παλαιολόγου. οὕτω δ' ἀπαράμιλλος ἦν τῷ τε τῆς ὄψεως κάλλει καὶ τῇ τῆς γλώττης δεινότητι καὶ τῷ ἐφέρποντι τοῦ ἤθους ὑγρῷ, ὥστε οὐ ταῖς τῶν ἐντυγχανόντων μόνον ψυχαῖς ἄφυκτόν τινα τὴν ἐρωτικὴν σαγήνην ἐπέῤῥιπτεν, ἀλλὰ κἀκ μόνης τῆς φήμης τοὺς πλείστους πρὸς τοὺς ἑαυτῆς ἀνέφλεγεν ἔρωτας. οὕτω γὰρ ἡ φύσις περὶ τὴν ἄνθρωπον ἐφιλοτιμήσατο, ὥστε πολλὴν μὲν ἐπὶ τοῦ προσώπου τὴν εὐρυθμίαν ἐφήπλωσε, πολλὴν δὲ τὴν ὀξύτητα περὶ τὴν διάνοιαν ἐθησαύρισε, πολλὴν δὲ καὶ τῇ γλώτ 1.294 τῃ ἐνήρμοσε τὴν πειθὼ καὶ δεινότητα καὶ τὸ εὔστροφον καὶ ἐπίχαρι τῆς ἠχοῦς. ἦν δὲ καὶ σοφίας τῆς θύραθεν οὐκ ἄμοιρος ἡ γυνή. ἦν γὰρ ἰδεῖν αὐτὴν πάντα καὶ παντοῖα ῥᾳδίως κατὰ καιρὸν ἐν τῇ ὁμιλίᾳ διὰ γλώττης προφέρουσαν, ὅσα τε αὐτὴ δι' ἑαυτῆς ἀνεγνώκει καὶ ὅσα λεγόντων ἄλλων ἀκήκοεν, ὡς Θεανώ τινα Πυθαγορικὴν καὶ Ὑπατίαν ἄλλην ὀνομάζεσθαι ταύτην πρὸς τῶν ἐφ' ἡμῶν σοφωτέρων. τούτων ἁπάντων Κωνσταντῖνος ὁ δεσπότης, ὡς ἔφημεν, ἐς τὰ μάλιστα ἥττητο καὶ ἀπεπειρᾶτο τῆς γυναικὸς καὶ λάθρα ἠξίου μίγνυσθαι. ἡ δὲ, εἴτε τὸν σύζυγον δεδοικυῖα, εἴτε μυσαττομένη τὸ τῆς πράξεως ἄθεσμον, ἀνθίστατό τε καὶ ἀπετρέπετο. ὅδ' ὅσον ἐκείνην ἀποτρεπομένην ἑώρα, τοσοῦτον αὐτὸς πρὸς μείζονας ἐξεκάετο τοὺς αὐτῆς ἔρωτας· καὶ ἦν ἰδεῖν τὸ τοῦ Πλάτωνος, τὴν ψυχὴν τοῦ ἐρῶντος ἐν ἀλλοτρίῳ ζῶσαν τῷ σώματι. ἐπεὶ δὲ μετὰ χρόνον τινὰ τὸν βίον ὁ ταύτης ἀπέλιπε σύζυγος, ἤδη σφοδρότερον ἦν ἐγκείμενος ὁ δεσπότης καὶ πάντα λίθον κινῶν, τὸ τοῦ λόγου, νόμιμον ἀγαγέσθαι βουλόμενος σύζυγον. οὗ δὴ γεγονότος πασῶν εὐθὺς ἐξελάθετο γυναικῶν καὶ ἐρώτων ἄλλων καὶ αὐτοῦ γε τοῦ ῥηθέντος υἱέως Καθαροῦ Μιχαὴλ, ὃν ἐκ τῆς θεραπαινίδος γεγέννηκε· καὶ ἦν μόνης θερμῶς ἐξεχόμενος Εὐδοκίας τῆς Παλαιολογίνης. (Γ.) Τοῦτον δὴ οὖν τὸν Καθαρὸν Μιχαὴλ πεντεκαιδέκατον ἤδη Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 103

ἀποχώρησιν. ταῦτ' ἄρα καὶ τοῖς αὐτοῦ βουλεύμασιν ὁ βασιλεὺς ἐπινεύει καὶ τὴν τῆς

Κυριωτίσσης μονὴν εἰς οἴκησιν ἀπονέμει· πρὸς ἣν δὴ καὶ ἀφικνεῖται τῷ τετάρτῳ τῆς

αὐτοῦ γε πατριαρχείας ἔτει, τὸν πατριαρχικὸν ὅπως ποτὲ παραιτησάμενος θρόνον.

κἀκεῖ νοσοκομούμενος, ὡς ἐνῆν, διὰ τὴν τῶν χειρῶν καὶ ποδῶν παντελῆ πάρεσιν

ἐδεδίει καθ' ἡμέραν τὸν θάνατον. ὅθεν οὐ πολύν τινα πλοῦτον καταγαγὼν ἐκ τοῦ

πατριαρχικοῦ θρόνου διὰ τὸ μὴ φιλοχρήματος εἶναι κατὰ τοὺς πλείστους, ἀλλὰ

μικρόν τε καὶ εὐαρίθμητον, τοῦτον μὲν εἰς περιποίησιν ἀνάλωσε τῆς μονῆς. ἐμὲ δὲ

προσκαλεσάμενος τὴν τελευταίαν αὐτοῦ βούλησιν ἐν χάρτῃ διαθέσθαι ἠξίου.

σφόδρα γὰρ τοῖς ἐμοῖς ἠρέσκετο λόγοις. (Β.) "1Πᾶσι μὲν 1.290 οὖν ἀνθρώποις"2,

φησὶ, "1θανάτου μεμνῆσθαι χρεὼν καὶ νήφουσιν ὀφθαλμοῖς τὴν τῶν παρόντων

καταγινώσκειν σκιὰν, πῶς μὲν τὸν χθὲς καὶ πρότερον ὄντα κόλποι γῆς ἐξαίφνης

διέλαχον, πρὶν τὰ οἴκοι διαθέσθαι κατὰ γνώμην καὶ πρὶν καλῶς διαβλέψαι τὸν

λόχον τῆς συμφορᾶς· καὶ πῶς αὖθις ὁ σήμερον οἴκοθεν οἱονεὶ τῷ ἡλίῳ τῷδε

συνανατέλλων καὶ ἐμπομπεύων τῇ πανηγύρει τοῦ βίου μεστὸς ἀπεράντων ἐλπίδων,

ἔπειτ' ἐν μεσημβρίᾳ φωτὸς σκότους καὶ λήθης ὑπῆλθε μυχοὺς ἐν ἀκμῇ τῇ ἡλικίας,

πολλάκις καὶ ἑορτῇ τοῦ προσώπου, καὶ ἵν' εἴπω τοῦ πάθους ἀνελπιστίᾳ πολυτελεῖ.

πολλῷ δ' οὖν ἀναγκαῖον θανάτου μᾶλλον μεμνῆσθαι, οἷς καὶ νόσος οἷά τις δι'

ἀνωμαλίαν τε καὶ ἀταξίαν τῆς ὕλης συμπέπτωκεν, αἷς πολλαῖς τε καὶ ποικίλαις

ἄλλοτε ἄλλαις τὸ ἀνθρώπινον κέχρηται σῶμα συγχεούσαις τε καὶ διασπώσαις τὴν

τῶν συνδέσμων στοιχείων ἀλληλουχίαν. οὗτοι γὰρ ἤδη μονονοῦ θατέρᾳ χειρὶ τὴν

τοῦ θανάτου κόπτουσι θύραν καὶ τὸ πλέον τῆς τοῦ ζῇν ἐλπίδος κατόπιν διαλιπόντες

θατέρῳ βλέμματι πρὸς τοὺς τῶν μνημάτων ἤδη κρημνοὺς διακύπτουσι· τούτοις

παντὶ τρόπῳ λυσιτελήσει τῆς οἰκείας φροντίσαι ψυχῆς καὶ ἀθάνατά γε τῇ ἀθανάτῳ

πάσῃ σπουδῇ πορίσασθαι, μήποτε διπλοῦν τὸν θάνατόν σφισιν αὐτοῖς προξενήσωσι

τόν τε τοῦ σώματος τόν τε τῆς ψυχῆς. ἐμοὶ δὲ καὶ μάλιστα πάντων δεινῇ τινι καὶ

βαρείᾳ τῇ νόσῳ τοὐμὸν τουτὶ σῶμα μικροῦ τελέως ἐκδεδαπάνηται. πάνυ γὰρ ἐκ

μακροῦ πάνδη 1.291 μός τις ἐπιστρατεύσασά μοι παλινοστήσειν οὐκέτ' αὖθις

βεβούληται, ἀλλ' ἐμπεφώλευκεν ἐσάπαν, ὥσπερ τινὰ ἑαυτῆς οἰκίαν κατειληφυῖα,

καὶ διετέλεσεν ἐσαεὶ τὴν μὲν ἐμὴν τοῦ σώματος οὐσίαν οἱονεί τις ἐκμυζῶσα βδέλλα,

τὴν δ' αὖ περιουσίαν ὑφαιροῦσά μου κατὰ μικρὸν διδύμῃ τὸ λεγόμενον χειρὶ καὶ τοῖς

τῶν ἰατρῶν κόλποις ἐπισωρεύουσα, καθάπερ τισὶ ταμιείοις οὖσιν ἑαυτῆς. ἐπεὶ δ' οὖν

ἡ πρὸς αὐτὴν ἡμετέρα σπουδὴ μάταιος ἦν καὶ ἀνόνητος ὄχλος, καὶ εἰς πῦρ (τὸ τοῦ

λόγου) ξαίνοντες ἐδοκοῦμεν, τί ἄν τις ἐκτραγῳδοίη, ὁπόσα μοι κατὰ τὸν βίον

ἠναντιώθη ἔν τε τοῖς βασιλείοις ἔν τε τοῖς κατ' οἶκον πράγμασι; συμβέβηκε γάρ μοι

κἀν τοῖς βασιλείοις τετάχθαι ἄρτι τῶν λόγων ὑπανακύψαντι καὶ τὸν ἔφηβον

παραλλάττοντι, καὶ τιμῶν παρὰ τοῖς θειοτάτοις βασιλεῦσιν ἠξιῶσθαι οὔτοι γε

ἐλαχίστων. καὶ ἵνα τἀν μέσῳ παρέλθωμεν, ἐπειδὴ καὶ ὁ πατριαρχικὸς ἡμᾶς ὕστερον

κέκληκε θρόνος καὶ δὴ καὶ προσηγάγετο ἄκοντάς τε καὶ οὐκ ἄκοντας· ἄκοντας μὲν

διὰ τὸ μὴ σφόδρα ἀνεκτὸν τῆς ἀσθενείας βάρος· θάτερον δὲ διὰ τὸ τῆς ὑγιείας

προσδοκήσιμον (ἡ γὰρ ταύτης ἐπισαίνουσα καθ' ἑκάστην ἐλπὶς πάντα μοι

ὑπεμίμνησκεν ἐν ἀκαρεῖ παλαιά τε καὶ νέα τοῦ θείου τεράστια πατέρος, ὧν ἴσως ἕν

τι καὶ τοὐμὸν ἔλεγεν ἔσεσθαι, εἰ φιλανθρώπως ἴδοι κύριος ἐπὶ τῇ χειροθεσίᾳ καὶ τῷ

τῆς ὑψηλῆς ταύτης ἀρχιερωσύνης χρίσματι)· ἐπεὶ δ' οὖν ὅμως οὑτωσὶ κἀπὶ τὸν

πατριαρχικὸν θρόνον ἀπὸ τῶν συγκλητικῶν ἀρχῶν μετηνέχθημεν κἀν τοῖς αὐτοῖς

αὖθις ἦμεν 1.292 δεινοῖς τοῦ νοσήματος καὶ λύσις οὐδαμόθεν οὐδ' ἡτισοῦν ἑωρᾶτο,

ἔγνωμεν κρίσιν εἶναι τοῦτο θεοῦ πρὸς θάνατον συνωθοῦσαν ὁλοσχερῶς καὶ

παιδείαν ἴσως μετρίαν ὧν οὐ μετρίως ἡμάρτομεν. ἔνθεν καὶ τὰ μὲν τῆς ὑγιείας ἤδη

φροῦδα καὶ ἀπ' ἐλπίδος ἐγίγνετο· τὰ δὲ τῆς τελευτῆς καὶ σφόδρα γέ τοι, ὡς ἔφημεν,

οὐκ ἀνέλπιστα. καὶ τί γὰρ ἄλλο γ' ἐχρῆν, ὁπότε τὴν μὲν τῆς σαρκὸς ἰκμάδα μικροῦ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

102

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!