Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος. (ῃερς. 449.) οἰκεῖον δὲ ὄνομα δούλῳ ἀγροίκῳ ἤγουν ἀγροτικῷ τὸ Μεσαύλιος, ἀπὸ τοῦ μέσαυλον, ὅ πέρ ἐστιν ἀγροτικὴ ποιμενικὴ κατοικία, ὡς δηλοῖ καὶ ἡ Ἰλιὰς ἐν τῷ, ὅτε οἱ μέσαυλον ἵκοντο. εἰ δὲ μὴ μόνον δεσποτικοὶ οἰκέται ὑπὸ τῷ Εὐμαίῳ εἰσὶν, ἀλλὰ καὶ δοῦλον αὐτὸς ἰδιόκτητον ἔχει, καλῶς ἄρα ὄρχαμος ἀνδρῶν λέγεται. (ῃερς. 452.) οἰκονομικὴ δ' ἐνταῦθα ἡ ἱστορία ὡς τῶν εὐνουστάτων δούλων καὶ πεκουλιαζομένων ἀκωλύτως ὡς ταπολλά. Ληϊστὰς δὲ τοὺς προεγνωσμένους Ταφίους καὶ ἐνταῦθα ὁ ποιητὴς ἱστορεῖ, τυχὸν δὲ καὶ ἄλλως ἐμπορικούς. ἐξ ὧν Εὔμαιος τὸν Μεσαύλιον πρίατο κτεάτεσσιν ἑοῖσιν, ὡς ὁ ποιητής φησι. (ῃερς. 456.) λέγει δὲ τοὺς τοιούτους ἀγρότας καὶ μέχρι κόρου νῦν φαγεῖν, εἰπών· οἱ δ' ἐπὶ κοῖτον, ὅ ἐστιν ἐπὶ κοίτην σίτου καὶ κρειῶν, κεκορημένοι ἐσσεύοντο. (ῃερς. 457.) Ὅτι καινοποιὸς ὢν Ὅμηρος, ὡς ταπολλὰ, προτίθεται κἀνταῦθα εἰπεῖν τι πλασματικῶς γλαφυρὸν καὶ ἀνέλπιστον. ὑποτίθεται γὰρ νύκτα τυχαίως οὕτω γενέσθαι ψυχρὰν, καὶ οἵαν ἀναγκάσαι τὸν ψευδοπλάνητα τοῦτον ῥιγοῦν. (ῃερς. 469.) εἶτα πλάττει καὶ αὐτὸν δεξιῶς ἀναμιμνησκόμενον ἐν τῷ ψύχεσθαι, ὅπως ἐν ὁμοίῳ καιρῷ αὐτὸν ἐν τῇ Τροίᾳ ὁ Ὀδυσσεὺς καταπεπονημένον ὑπὸ ῥίγους εὐμεθόδως ᾠκτίσατο καὶ ἐσκέπασε καὶ ζητοῦντα καὶ νῦν ὅμοιόν τι γενέσθαι εἰς αὐτόν. (ῃερς. 460.) ὅ περ ἔσται, εἴ περ αἰδεσθέντες τοῦτον οἱ περὶ τὸν Εὔμαιον δοῖεν παχεῖαν χλαῖναν κατὰ τοῦ χειμῶνος, ὁποία τις ἡ μὴ μόνον ἀλεξήνεμος λεγομένη, ἀλλὰ καὶ χειμάμυνα ὡς ἐν ῥητορικῷ κεῖται λεξικῷ· ἐκεῖνο μὲν διὰ τὸ ἀλέγειν, ὅ ἐστιν ἀποσοβεῖν τὸν ἄνεμον, τοῦτο δὲ διὰ τὸ ἀμύνειν τὸ χεῖμα, ἃ δὴ τῆς αὐτῆς ἐννοίας εἰσίν. (ῃερς. 457.) ἔστι δὲ ἡ Ὁμηρικὴ ἐν τῷ τοιούτῳ πλάσματι φράσις τοιαύτη· νὺξ δ' ἂρ ἐπῆλθε κακὴ σκοτομήνοις. ὗε δ' ἄρα Ζεὺς πάννυχος. (ῃερς. 458.) αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος. καὶ τοῦτο μὲν ἔκφρασις κακῆς νυκτός. (ῃερς. 459.) τὰ δὲ ἑξῆς ἐν οἷς πειρητίζει τοῦ συβώτου εἴ πως χλαῖναν ποθὲν λάβοι, ἐπεὶ αὐτοῦ κήδετο λίην, τοιαῦτα εἰσί· κέκλυτε νῦν, εὐξάμενός τοι ἔπος ἐρέω. οἶνος γὰρ ἀνώγει ἠλεὸς, ὅς τ' ἐφέηκε πολύφρονά περ μάλ' ἀεῖσαι, καί θ' ἁπαλὸν γελάσαι, καί τ' ὀρχήσασθαι ἀνῆκε, καί τι ἔπος προέηκεν ὅ πέρ τ' ἄῤῥητον ἄμεινον. (ῃερς. 467.) εἶτα ἐπεί περ εἰκὸς εἰπεῖν τινὰ ὡς ἐπειδὴ οἶδας μέθης ἀπόβλησιν εἶναι τὸ ῥηθησόμενον σίγησον φησίν· ἀλλ' ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω, τουτέστιν ἐπεὶ τὸ μεῖζον ὡμολόγησα τὸ, οἴνῳ κάτοχος εἶναι κἀκεῖθεν κελεύεσθαι εἰπεῖν, οὐκ ἂν ὀκνήσω οὐδὲ τὸ ἔλαττον. (ῃερς. 468.) καὶ εὐθὺς ἐπιφέρει κατὰ ἀσύνδετον σχῆμα, ὁποῖα τινὰ καὶ ἐν Ἰλιάδι κεῖνται, οὕτως· εἴθ' ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη, ὡς ὅθ' ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες. ἡγείσθην δ' Ὀδυσσεύς τε καὶ Μενέλαος. τοῖσι δ' ἅμα τρίτος ἦρχον ἐγὼν, αὐτοὶ γὰρ ἄνωγον. ἀλλ' ὅτε δή ῥ' ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος, ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνὰ ἀνδόνακας καὶ ἕλος ὑπὸ τεύχεσι πεπτηῶτες κείμεθα. νὺξ δ' ἂρ ἐπῆλθε κακὴ Βορέαο πεσόντος, (ῃερς. 476.) 2.83 πηγυλὶς, ἤγουν παγετὸς κατὰ τοὺς παλαιοὺς, ἢ παγετώδης. αὐτὰρ ὕπερθε χιὼν γένετ' ἠΰτε πάχνη ψυχρὴ καὶ σακέεσσι περιτρέφετο κρύσταλλος. ἔνθ' ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας, εὗδον δ' εὔκηλοι σάκεσι σκεπόμενοι. αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἔλιπον ἀφραδίαις. ἃς ἑρμηνεύων ἐπάγει· ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης· ἀλλ' ὅτε δὴ τρίχα νυκτὸς ἔην μετὰ δ' ἄστρα βεβήκει, ὡς καὶ ἀλλαχοῦ κεῖται, καὶ τότ' ἐγὼν Ὀδυσσῆα προσηύδων ἐγγὺς ἐόντα ἀγκῶνι νύξας, (ῃερς. 485.) ὁ δ' ἂρ ἐμμαπέως, ἤγουν ταχὺ καὶ ἅμα ἔπει, ὑπάκουσεν, ἤγουν ἁπλῶς ἤκουσε· ∆ιογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ, οὔ τι ἔτι ζωοῖσι μετέσσομαι, ἀλλά με χεῖμα δάμναται· οὐ γὰρ ἔχω χλαῖναν. παρά μ' ἤπαφε δαίμων οἰοχίτωνα ἔμμεναι. νῦν δ' οὐκέτι φυκτὰ πέλονται. ὣς ἐφάμην. ὁ δ' ἔπειτα νόον σχέθε τόνδ' ἐνὶ θυμῷ, οἷος ἐκεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι. φθεγξάμενος δ' ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε· σίγα νῦν μή τις ἄλλος ἀκούσῃ. (ῃερς. 494.) ἦ, τουτέστιν ἔφη, καὶ ἐπ' ἀγκῶνος κεφαλὴν σχέθεν εἶπέ τε μῦθον· κλῦτε φίλοι, θεῖος Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 94

ἐνύπνιον ἦλθεν ὄνειρος. λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν. ἀλλά τις εἴη εἰπεῖν Ἀγαμέμνονι εἰ πλέονας (ῃερς. 498.) παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι, ἤγουν ὅπως πλείους σρατιώτας πέμψει ὧδε. καὶ ὁ μὲν οὕτως εἶπε ψευσάμενος ἐν δέοντι στρατηγικῶς. Θόας δὲ ἀνεγερθεὶς (ῃερς. 500.) ἀπὸ χλαῖναν θέτο φοινικόεσσαν, ἵνα δηλαδὴ τρέχῃ κοῦφος. βῆ δὲ θέειν ἐπὶ νῆας, ἐγὼ δ' ἐνὶ εἵματι κείμην ἀσπασίως. (ῃερς. 502.) φάε δὲ χρυσόθρονος Ἠώς. ὃ δὴ ἰσοδύναμόν ἐστι τῇ πολλαχοῦ κειμένῃ περιφράσει τοῦ, Ἠὼς δ' ἐκ λεχέων καὶ τὰ ἑξῆς. καὶ οὕτω μὲν ἐνταῦθα κατέληξε τὸ διήγημα, αἴνιγμα ὂν εἴτουν αἶνος μεθοδευθεὶς καὶ προτεθεὶς τοῖς περὶ τὸν Εὔμαιον, ἐπὶ ζητήσει ἐπιβλήματος, δι' οὗ τὸ κρύος ἐκφεύξεται, ἵνα δηλαδὴ νοήσωσιν ἐκεῖνοι, ὡς χρὴ καὶ νῦν ὑφ' ἡμῶν ἐπὶ τῷ ξένῳ τούτῳ γενέσθαι ὅ πέρ ποτε καὶ ὁ ἡμέτερος δεσπότης ἐπ' αὐτῷ πεποίηκε. καὶ ἔδει μὲν διὰ τὸν τοῦ αἰνίγματος κανόνα στῆναι τὸν λόγον ἐνταῦθα καὶ μὴ περαιτέρω προελθεῖν, ὡς ἂν ὁ ἀκροατὴς ἀφ' ἑαυτοῦ νοοίη τὸ λεῖπον κατὰ τὸν τοῦ αἴνου νόμον, ὅτι δηλαδὴ καὶ νῦν χειμῶνος ὄντος δέομαι περιβλήματος. (ῃερς. 503.) ὁ δὲ διὰ τὸ πρὸς ἀγροίκους λέγειν προστίθησι χάριν σαφηνείας καὶ τὴν ἀξίωσιν τοῦ προβληθέντος αἴνου, εἰπών· ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη. δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν, ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος. (ῃερς. 506.) νῦν δέ μ' ἀτιμάζουσι κακὰ χροῒ εἵματ' ἔχοντα, ὡς δηλονότι τιμηθησόμενος ἂν, εἴ περ καλὰ χροῒ εἵματα ἕστο. τίμιον γὰρ τοῖς πλείοσιν ὁ ὡραϊσμὸς καὶ ἡ κατὰ σῶμα θεραπεία, ὡς καὶ ὁ κατὰ Φαίακας ἔδειξεν Ὀδυσσεύς. (ῃερς. 508.) ἀλλ' οὕτω μὲν ὁ Ὀδυσσεὺς ᾐνίξατο δεξιῶς, οὐχ' ἧττον δὲ αὐτοῦ εἰς δεξιότητα καὶ τὸ τοῦ Εὐμαίου, εἰπόντος· ὦ γέρον, αἶνος μέντοι ἀμύμων, ὃν κατέλεξας, οὐδέ τί πω παρὰ μοῖραν, ἤτοι παρὰ τὸ προσῆκον, ἔπος νηκερδὲς ἔειπες. διὸ οὔτ' ἐσθῆτος δεήσῃ οὔτε τινὸς ἄλλου. (ῃερς. 511.) ὧν ἐπέοικεν οὐ δέεσθαι δηλαδὴ, οἰκέτην ταλαπείριον ἀντιάσαντα νῦν. αὐτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις. (ῃερς. 512.) λέγει δὲ ὁ Εὔμαιος ἐπιδεξίως ὡς πρὸς τὸ αἴνιγμα, ὡς νῦν μὲν τεύξῃ ὧν ἐθέλεις, ἕωθεν δὲ τὰ σὰ ἐνδύσῃ αὖθις ῥάκεα. καὶ ὥς περ ἐν Τροίᾳ οὐκ ἐκληρονόμησας τῆς φοινικοέσσης χλαίνης τοῦ Θόαντος, ἀλλ' ἕωθεν ἀπέδωκας αὐτὴν, οὕτω καὶ νῦν οὐ κύριος ἔσῃ τοῦ ἐπιβλήματος, ἀλλὰ τὸ νυκτερινὸν ψύχος φυγὼν ἐσαύριον ἀποδώσεις αὐτό. (ῃερς. 516.) καὶ τὴν αἰτίαν ἀποδιδοὺς φησίν· οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες ἐνθάδε ἕννυσθαι, μία δ' οἴη φωτὶ ἑκάστῳ διὰ τὸ ἀπεριουσίαστον καὶ ἀνόσφιστον. διὸ ἔχαιρεν Ὀδυσσεὺς, ὅτι οὕτω κήδεται τῶν ἐκείνου ὁ Εὔμαιος. (ῃερς. 508.) Ὅτι δὲ, ὡς ἐῤῥέθη, τὴν τοῦ αἴνου ἀξίωσιν κεκρύφθαι δεῖ καὶ μὴ ἐκφωνεῖσθαι πρὸς λογίους μέντοι ἀκροατὰς, δηλοῖ καὶ Ἡσίοδος, ὃς τῷ παρ' αὐτοῦ πλασθέντι αἴνῳ τῆς ἀηδόνος οὐ προσέθετο τὴν ἀξίωσιν, ἥ τις ἦν, τὸ μὴ δεῖν εἶναι θηριωδῶς τοὺς ἅρπαγας ἐπιφύεσθαι τῷ μουσολήπτῳ ἐκείνῳ ἀοιδῷ, ἀλλὰ σεσίγηκεν, ἀφεὶς νοεῖν ἐκεῖθεν τοὺς ἀκροατὰς ὡς λογίους. αἶνον γάρ, φησιν, ἐρέω βασιλεῦσι φρονέουσι καὶ αὐτοῖς, τουτέστι δυναμένοις νοεῖν ὅ περ αἰνίξομαι. ∆ῆλον δὲ ὅτι αἶνος παρὰ τοῖς παλαιοῖς οὐ μόνον ἔπαινος, ἐξ οὗ πολύαινος Ὀδυσσεὺς, ὡς αἱ Σειρῆνες εἶπον, ἀλλὰ καὶ λόγος συμβολικὸς ἐκ μύθου ἢ ἱστορίας περιπέτειαν ἔχων παραινετικὴν, ῥητῶς δὲ κατὰ τὸν παλαιὸν εἰπεῖν, λόγος μυθικὸς ἐκφερόμενος ἀπὸ ἀλόγων ζῴων ἢ φυτῶν πρὸς ἀνθρώπων παραίνεσιν, ὡς εἰρήσεται. διὸ καὶ Ἡσίοδος τὸν περὶ τῆς ἀηδόνος παρ' αὐτῷ λόγον αἶνον, ὡς ἐῤῥέθη, ἐκάλεσε, καὶ Ἀρχίλοχος δέ φησιν, ὅτι αἶνός τις ἀνθρώπων ὁ δ' ὡς ἄρ' ἀλώπηξ ἠδ' ἀετὸς ξυνωνίην ἔμιξαν, ἢ καθ' ἑτέραν γραφὴν, ἔθεντο. Ἔνθα ὅρα τὸ ξυνωνίην παραχθὲν ἐκ τοῦ 2.84 ξυνὸν, ὅθεν τὸ παρ' Ὁμήρῳ ξυνήϊον, ἵνα ᾖ ξυνωνία ἡ κοινωνία. οὐ δή που γὰρ ὥς περ ἰσωνία ἡ ἴση πράσις παρὰ τοῖς τεχνικοῖς, οὕτω καὶ ξυνωνία ἐνταῦθα ἡ ξύμπρασις. ὁ δὲ τὴν εἰρημένην Ἀρχιλόχειον χρῆσιν παραγαγὼν ἐπαγαγὼν καὶ ἑτέραν ὁμοίαν ἐν ᾗ κεῖται ἡ ἀχνυμένη σκυτάλη τὸ περιᾳδόμενον σκῶμμα ἐπιφέρει· πίθηκος ᾔει θηρίων ἀποκριθεὶς, μοῦνος ἀν' ἐσχατιήν. τῷ δ' ἄρ' ἀλώπηξ κερδαλέη συνήντετο πυκινὸν Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 95

ἐνύπνιον ἦλθεν ὄνειρος. λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν. ἀλλά τις εἴη εἰπεῖν

Ἀγαμέμνονι εἰ πλέονας (ῃερς. 498.) παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι, ἤγουν ὅπως

πλείους σρατιώτας πέμψει ὧδε. καὶ ὁ μὲν οὕτως εἶπε ψευσάμενος ἐν δέοντι

στρατηγικῶς. Θόας δὲ ἀνεγερθεὶς (ῃερς. 500.) ἀπὸ χλαῖναν θέτο φοινικόεσσαν, ἵνα

δηλαδὴ τρέχῃ κοῦφος. βῆ δὲ θέειν ἐπὶ νῆας, ἐγὼ δ' ἐνὶ εἵματι κείμην ἀσπασίως.

(ῃερς. 502.) φάε δὲ χρυσόθρονος Ἠώς. ὃ δὴ ἰσοδύναμόν ἐστι τῇ πολλαχοῦ κειμένῃ

περιφράσει τοῦ, Ἠὼς δ' ἐκ λεχέων καὶ τὰ ἑξῆς. καὶ οὕτω μὲν ἐνταῦθα κατέληξε τὸ

διήγημα, αἴνιγμα ὂν εἴτουν αἶνος μεθοδευθεὶς καὶ προτεθεὶς τοῖς περὶ τὸν Εὔμαιον,

ἐπὶ ζητήσει ἐπιβλήματος, δι' οὗ τὸ κρύος ἐκφεύξεται, ἵνα δηλαδὴ νοήσωσιν ἐκεῖνοι,

ὡς χρὴ καὶ νῦν ὑφ' ἡμῶν ἐπὶ τῷ ξένῳ τούτῳ γενέσθαι ὅ πέρ ποτε καὶ ὁ ἡμέτερος

δεσπότης ἐπ' αὐτῷ πεποίηκε. καὶ ἔδει μὲν διὰ τὸν τοῦ αἰνίγματος κανόνα στῆναι τὸν

λόγον ἐνταῦθα καὶ μὴ περαιτέρω προελθεῖν, ὡς ἂν ὁ ἀκροατὴς ἀφ' ἑαυτοῦ νοοίη τὸ

λεῖπον κατὰ τὸν τοῦ αἴνου νόμον, ὅτι δηλαδὴ καὶ νῦν χειμῶνος ὄντος δέομαι

περιβλήματος. (ῃερς. 503.) ὁ δὲ διὰ τὸ πρὸς ἀγροίκους λέγειν προστίθησι χάριν

σαφηνείας καὶ τὴν ἀξίωσιν τοῦ προβληθέντος αἴνου, εἰπών· ὣς νῦν ἡβώοιμι βίη τέ

μοι ἔμπεδος εἴη. δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν, ἀμφότερον, φιλότητι

καὶ αἰδοῖ φωτὸς ἑῆος. (ῃερς. 506.) νῦν δέ μ' ἀτιμάζουσι κακὰ χροῒ εἵματ' ἔχοντα, ὡς

δηλονότι τιμηθησόμενος ἂν, εἴ περ καλὰ χροῒ εἵματα ἕστο. τίμιον γὰρ τοῖς πλείοσιν ὁ

ὡραϊσμὸς καὶ ἡ κατὰ σῶμα θεραπεία, ὡς καὶ ὁ κατὰ Φαίακας ἔδειξεν Ὀδυσσεύς.

(ῃερς. 508.) ἀλλ' οὕτω μὲν ὁ Ὀδυσσεὺς ᾐνίξατο δεξιῶς, οὐχ' ἧττον δὲ αὐτοῦ εἰς

δεξιότητα καὶ τὸ τοῦ Εὐμαίου, εἰπόντος· ὦ γέρον, αἶνος μέντοι ἀμύμων, ὃν

κατέλεξας, οὐδέ τί πω παρὰ μοῖραν, ἤτοι παρὰ τὸ προσῆκον, ἔπος νηκερδὲς ἔειπες.

διὸ οὔτ' ἐσθῆτος δεήσῃ οὔτε τινὸς ἄλλου. (ῃερς. 511.) ὧν ἐπέοικεν οὐ δέεσθαι

δηλαδὴ, οἰκέτην ταλαπείριον ἀντιάσαντα νῦν. αὐτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα

δνοπαλίξεις. (ῃερς. 512.) λέγει δὲ ὁ Εὔμαιος ἐπιδεξίως ὡς πρὸς τὸ αἴνιγμα, ὡς νῦν

μὲν τεύξῃ ὧν ἐθέλεις, ἕωθεν δὲ τὰ σὰ ἐνδύσῃ αὖθις ῥάκεα. καὶ ὥς περ ἐν Τροίᾳ οὐκ

ἐκληρονόμησας τῆς φοινικοέσσης χλαίνης τοῦ Θόαντος, ἀλλ' ἕωθεν ἀπέδωκας

αὐτὴν, οὕτω καὶ νῦν οὐ κύριος ἔσῃ τοῦ ἐπιβλήματος, ἀλλὰ τὸ νυκτερινὸν ψύχος

φυγὼν ἐσαύριον ἀποδώσεις αὐτό. (ῃερς. 516.) καὶ τὴν αἰτίαν ἀποδιδοὺς φησίν· οὐ

γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες ἐνθάδε ἕννυσθαι, μία δ' οἴη φωτὶ ἑκάστῳ

διὰ τὸ ἀπεριουσίαστον καὶ ἀνόσφιστον. διὸ ἔχαιρεν Ὀδυσσεὺς, ὅτι οὕτω κήδεται τῶν

ἐκείνου ὁ Εὔμαιος. (ῃερς. 508.) Ὅτι δὲ, ὡς ἐῤῥέθη, τὴν τοῦ αἴνου ἀξίωσιν κεκρύφθαι

δεῖ καὶ μὴ ἐκφωνεῖσθαι πρὸς λογίους μέντοι ἀκροατὰς, δηλοῖ καὶ Ἡσίοδος, ὃς τῷ

παρ' αὐτοῦ πλασθέντι αἴνῳ τῆς ἀηδόνος οὐ προσέθετο τὴν ἀξίωσιν, ἥ τις ἦν, τὸ μὴ

δεῖν εἶναι θηριωδῶς τοὺς ἅρπαγας ἐπιφύεσθαι τῷ μουσολήπτῳ ἐκείνῳ ἀοιδῷ, ἀλλὰ

σεσίγηκεν, ἀφεὶς νοεῖν ἐκεῖθεν τοὺς ἀκροατὰς ὡς λογίους. αἶνον γάρ, φησιν, ἐρέω

βασιλεῦσι φρονέουσι καὶ αὐτοῖς, τουτέστι δυναμένοις νοεῖν ὅ περ αἰνίξομαι. ∆ῆλον

δὲ ὅτι αἶνος παρὰ τοῖς παλαιοῖς οὐ μόνον ἔπαινος, ἐξ οὗ πολύαινος Ὀδυσσεὺς, ὡς αἱ

Σειρῆνες εἶπον, ἀλλὰ καὶ λόγος συμβολικὸς ἐκ μύθου ἢ ἱστορίας περιπέτειαν ἔχων

παραινετικὴν, ῥητῶς δὲ κατὰ τὸν παλαιὸν εἰπεῖν, λόγος μυθικὸς ἐκφερόμενος ἀπὸ

ἀλόγων ζῴων ἢ φυτῶν πρὸς ἀνθρώπων παραίνεσιν, ὡς εἰρήσεται. διὸ καὶ Ἡσίοδος

τὸν περὶ τῆς ἀηδόνος παρ' αὐτῷ λόγον αἶνον, ὡς ἐῤῥέθη, ἐκάλεσε, καὶ Ἀρχίλοχος δέ

φησιν, ὅτι αἶνός τις ἀνθρώπων ὁ δ' ὡς ἄρ' ἀλώπηξ ἠδ' ἀετὸς ξυνωνίην ἔμιξαν, ἢ

καθ' ἑτέραν γραφὴν, ἔθεντο. Ἔνθα ὅρα τὸ ξυνωνίην παραχθὲν ἐκ τοῦ 2.84 ξυνὸν,

ὅθεν τὸ παρ' Ὁμήρῳ ξυνήϊον, ἵνα ᾖ ξυνωνία ἡ κοινωνία. οὐ δή που γὰρ ὥς περ

ἰσωνία ἡ ἴση πράσις παρὰ τοῖς τεχνικοῖς, οὕτω καὶ ξυνωνία ἐνταῦθα ἡ ξύμπρασις. ὁ

δὲ τὴν εἰρημένην Ἀρχιλόχειον χρῆσιν παραγαγὼν ἐπαγαγὼν καὶ ἑτέραν ὁμοίαν ἐν ᾗ

κεῖται ἡ ἀχνυμένη σκυτάλη τὸ περιᾳδόμενον σκῶμμα ἐπιφέρει· πίθηκος ᾔει θηρίων

ἀποκριθεὶς, μοῦνος ἀν' ἐσχατιήν. τῷ δ' ἄρ' ἀλώπηξ κερδαλέη συνήντετο πυκινὸν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

95

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!