18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

περισπώμενον καὶ ἀντὶ τοῦ αἴθε λαμβάνεται, δῆλον ἐκ τῶν 2.78 παλαιῶν, οἳ καὶ

χρῆσιν εἰς τοῦτο παράγουσιν. (ῃερς. 366.) Ὅτι καθάπερ ἐν Ἰλιάδι καθ' Ὅμηρον ὁ

Βελλεροφόντης ἀπήχθετο πᾶσι θεοῖς, οὕτω καὶ Ὀδυσσεὺς ἐνταῦθα κατὰ τὸν Εὔμαιον

εἰπόντα· ἐγὼ δ' εὖ οἶδα καὶ αὐτὸς νόστον ἐμοῖο ἄνακτος, ὅτ' ἤχθετο, ἤγουν ὃς

ἤχθετο πᾶσι θεοῖς πάγχυ μάλα, ὅ περ ἐκ παραλλήλου δηλοῖ τὸ λίαν. σημεῖον δὲ τοῦ

τοιούτου ἔχθους τῷ δούλῳ τὸ ἀκλειῶς ἐκεῖνον Ἁρπυίαις ἀπαχθῆναι. Ἰστέον δὲ ὅτι

τὸ ὅτ' ἤχθετο δύναται νοηθῆναι καὶ ἀντὶ τοῦ, ὅτι ἐμισήθη, ὁ νόστος δηλαδὴ ἢ ὁ

Ὀδυσσεύς. (ῃερς. 372.) Ὅτι ὑπότροπος μὲν ἐν τοῖς ἑξῆς ὁ ὑποστραφεὶς καὶ

παλιννοστήσας, ἀπότροπος δὲ ὁ κεχωρισμένος καὶ οἷον ἐξόριστος. φησὶ γὰρ Εὔμαιος

τῷ δεσπότῃ· αὐτὰρ ἐγὼ παρ' ὕεσσιν ἀπότροπος, ἐφ' οἷς ἑρμηνεύων τί ἐστι τὸ

ἀπότροπος, ἐπάγει· οὐδὲ πόλινδε ἔρχομαι, εἰ μή πού τι ἡ δέσποινα κελεύσει. (ῃερς.

375.) εἶτα δηλῶν τὸ ἐν μὲν τοῖς ἄλλοις φύσει φιλοπαθὲς ἑαυτοῦ, ὀκνηρὸν δὲ εἰς τὸ

πολυπραγμονεῖν τὰ δεσποτικὰ, φησίν· ἀλλ' οἱ μὲν ἕκαστα παρήμενοι ἐξερέουσι καὶ

οἳ, ἄχνυνται περὶ Ὀδυσσέως, τουτέστιν οἱ αὐτῷ φίλοι· καὶ οἳ, χαίρουσι βίοτον

νήποινον ἔδοντες, ἤγουν οἱ ἐχθροί. ἀλλ' ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἔρεσθαι.

(ῃερς. 379.) οὗ καὶ αἰτίαν προσθεὶς ἐπάγει· ἐξ οὗ δή μ' Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ,

ὃς δὴ ἄνδρα κτείνας πολλὴν ἐπὶ γαῖαν ἀληθεὶς ἤλυθ' ἐμὸν πρὸς σταθμὸν, ἐγὼ δέ μιν

ἀμφαγάπαζον, τουτέστιν ἐφίλουν, ἐφιλοφρονούμην. φῆ δέ μιν οὐκ ἀκοῦσαί που

κατὰ σὲ, ἀλλὰ ἐν Κρήτεσι παρ' Ἰδομενῆϊ ἰδέσθαι νῆας ἀκειόμενον, τὰς οἱ ξυνέαξαν

ἄελλαι. καὶ φάτ' ἐλεύσασθαι ἢ ἐς θέρος ἢ ἐς ὀπώρην, πολλὰ χρήματ' ἄγοντα σὺν

ἀντιθέοις ἑτάροισι. καὶ ὅρα ὡς ἑνὸς πτωχοῦ ψευσαμένου καὶ λυπήσαντος τὸν

Εὔμαιον ὑπόπτως ἐκεῖνος ἔχει καὶ πρὸς τοὺς λοιποὺς, καὶ ὅτι καὶ ὁ τοιοῦτος Αἰτωλὸς

κατὰ Κρήτην σκηνοβατεῖ τὰ κατ' αὐτὸν ψεύσματα. μή ποτε δὲ καὶ εὐφυῶς καὶ

ἀστείως τὸ τοιοῦτον ἐθνικὸν ὁ Αἰτωλὸς, ἐπελέγη ἐκ τῶν ἄλλων ἐθνῶν τῷ ποιητῇ,

ἵνα τὸν ἐπαίτην δηλώσῃ. κἀντεῦθεν καὶ ὁ κωμικὸς εἴτε καὶ ἄλλως ἡ παροιμία

ὠφέληται εἰπεῖν τὼ μὲν χεῖρ' ἐν Αἰτωλοῖς, ὁ δὲ νοῦς ἐν Κρωπιδῶν. εἶτα κατὰ

παραγραμματισμὸν Κλωπιδῶν, ἵνα σκωπτικῶς δηλώσῃ τὸν ταῖς χερσὶ μὲν αἰτοῦντα

καὶ οἱονεὶ καὶ αὐτὸν λαλοῦντα ἔμβαλε κυλλῇ, τῷ δὲ νῷ κλέπτοντα. ὅτι δὲ οἱ παλαιοὶ

καὶ κατὰ παραγραμματισμὸν τραυλισμοῦ ἐκωμῴδουν, δηλοῖ μὲν καὶ τὸ Κλωπιδῶν.

Κρωπιδῶν γὰρ ὤφειλεν εἶναι ὡς ἀπὸ γένους ἢ τόπου. δηλοῖ δὲ παρὰ τῷ αὐτῷ

κωμικῷ καὶ τὸ, ὁ λᾶς; θέωλος τὴν κεφαλὴν κόλακος ἔχει. βούλεται μὲν γὰρ δῆθεν

Ἀλκιβιάδης ὡς ἐν ὀνείρῳ εἰπεῖν ἐρωτηματικῶς, ὁρᾶς; ὁ Θέωρος τὴν κεφαλὴν

κόρακος ἔχει. τραυλίζων δὲ ἐκεῖνος, οὐδὲ γὰρ οὐδὲ τορῶς εἶχε τῆς γλώσσης, φησίν· ὁ

λᾶς, τουτέστιν ὁ λίθος, διὰ σκληρότητα καὶ δυσαισθησίαν ὁ θέωλος, τουτέστιν ὃν

θεὸς ἐξολέσει, κεφαλὴν κόλακος ἔχει. ἐσκώπτετο γὰρ καὶ ἐπὶ κολακείᾳ ὁ

κωμῳδούμενος Θέωρος. οὐ μόνον δὲ ἡ κωμῳδία ἐκπίπτουσά ποτε τῆς τοῦ

ἀμεταβόλου ῥῶ κραυγῆς εἰς τὴν κλαγγὴν τοῦ λάμβδα κατολισθαίνει, ἀλλὰ καὶ ὁ

ποιητὴς οἶδε τοιοῦτον μεταγραμματισμὸν, οὐ παίζων μέντοι ἀλλὰ σπουδάζων. ἐν

γοῦν τοῖς κατὰ Φαίακας εἰπὼν ἐπὶ τοίχων τὸ ἐρηρέδαται ἀπὸ τοῦ ἐρείδω, ἐρήρεισται

γὰρ ὁ τοῖχος ἐῤῥοίζησεν οἷον τῷ ἀμεταβόλῳ, ἐληλέδαται εἰπὼν ἀπὸ τοῦ ἐλῶ ἐλάσω,

διττὴ γὰρ φέρεται γραφὴ, ἔλιγξε μέν πως τῷ ἤχῳ, γελοῖον δὲ εἶπεν οὐδέν. ὅμοιον δέ

τι γίνεται καὶ εἴ τις ἐκ τοῦ κρώζω εἰς τὸ κλώζω καιρίως μεταπέσοι ποτὲ, ἢ ἐκ τοῦ

ῥυσόμενος εἰς τὸ λυσόμενος καὶ οὕτω μὲν ταῦτα. Τετραχῶς δὲ λεγομένων τῶν

ἐθνικῶν ἀπὸ ἔθνους, ἀπὸ χώρας, ἀπὸ πόλεως, καὶ ἀπὸ βασιλείας, χωρικὸν ἐθνικόν

ἐστιν ὁ Αἰτωλός. δύναται δὲ καὶ ἀπὸ ἔθνους λεχθῆναι, καὶ ἀπὸ βασιλείας δὲ, καὶ μὴν

καὶ ἀπὸ πόλεως. καὶ χωρικὸν μέν ἐστιν, ὡς ἀπὸ χώρας τῆς τῶν Αἰτωλῶν. ἐθνικὸν δὲ,

καθότι ἔθνος τι καὶ οἱ Αἰτωλοί. ἀπὸ βασιλείας δὲ, διὰ τὸν προϋπάρξαντα Αἰτωλόν.

οὕτω καὶ ὁ Ἀργεῖος, ἀπὸ βασιλείας τὸ τοιοῦτον ἔχει ἐθνικόν. ὁμοίως καὶ ὁ Ἕλλην

καὶ ὁ ∆αναὸςκαὶ ὁ Ἀχαιὸς, ὃς ὅτι καὶ Ἀχαὸς λέγεται ἐκδρομῇ τοῦ ἰῶτα, ὁμοίως τῷ,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

89

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!