18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

φράζει τὸ, τῷ δ' ἑπόμην ὀϊόμενός περ ἀνάγκῃ. (ῃερς. 301.) Πέλαγος δὲ κἀνταῦθα

δηλοῖ ἀχανὲς τὸ, ἀλλ' ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν καὶ ἑξῆς οἱ δύο στίχοι,

παραφρασθέντες ἀπὸ τῆς ˉμ ῥαψῳδίας ἐκ τοῦ, ἀλλ' ὅτε δὴ τὴν νῆσον ἐλείπομεν.

κατὰ μόνον γὰρ τὸ, ἀλλ' ὅτε δὴ τὴν νῆσον μὲν καὶ τὸ, ἀλλ' ὅτε δὴ Κρήτην μὲν,

διαφέρουσιν οἱ στίχοι οὗτοι τῶν ἐκεῖ. (ῃερς. 318.) Φιλοξένου δὲ ἀνδρὸς τὸ, ἐπελθὼν

αἴθρῳ καὶ καμάτῳ δεδμημένον, περὶ ὧν εἴρηται, ἦγεν ἐς οἶκον χειρὸς ἀναστήσας,

ὄφρ' ἵκετο δώματα. ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν, (ῃερς. 337.) ὥς

περ αὖ πάλιν πειρατικὰ τὸ, τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ ἀμφ' ἐμοὶ, ὄφρ' ἔτι

πάγχυ δύης, ὡς καὶ προεγράφη, ἐπὶ πῆμα γενοίμην. ἀλλ' ὅτε γαίης πολλὸν ἀπέπλω

ποντοπόρος νηῦς, αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο. ἐκ μέν με χλαῖνάν τε

χιτῶνά τε εἵματ' ἔδυσαν. ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα ῥωγαλέα,

τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖς ὁρᾶς· (ῃερς. 343.) ὅ περ Ὅμηρος ποιητικῶς ὅρηαι φησὶ

προπαροξυτόνως ὡς ἀπὸ ἐνεστῶτος τοῦ ὅρημι, οὗ χρῆσις παρὰ Θεοκρίτῳ· κατὰ δέ

τινας ὁρῆαι προπερισπωμένως, ἐκ τοῦ ὁρᾶται ἐνδείᾳ τοῦ ˉτ καὶ τροπῇ τοῦ ˉα εἰς ˉη.

ἔτι πειρατικὸν καὶ τὸ, ἐμὲ μὲν κατέδησαν ὅπλῳ νηὸς ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δ'

ἀποβάντες δόρπον ἕλοντο. (ῃερς. 348.) Εἰ δὲ καὶ φύγῃ παραδόξως τοὺς πειρατὰς ὁ

τοιοῦτος δεσμώτης, καλὸν εἰπεῖν καὶ ἐκ τῶν ἐφεξῆς, ἄλλα τέ τινα καὶ τὸ, αὐτὰρ ἐμοὶ

δεσμὸν μὲν ἀνέγναμψεν, ὡς ἐῤῥέθη, θεὸς αὐτὸς ῥηϊδίως. (ῃερς. 353.) καὶ δὴ ἀναβὰς

ὅθι τυχὸν δρίος, τουτέστι δάσος, ἦν πολυανθέος ὕλης, κείμην πεπτηὼς, ὡς καὶ αὐτὸ

προεδηλώθη. οἱ δὲ μεγάλα στενάχοντες φοίτων. ἀλλ' ἐπεὶ οὔ σφιν ἐφαίνετο κέρδιον

εἶναι μαίεσθαι προτέρω, τουτέστι ζητεῖν ἐπὶ πλέον προσωτέρω, οἱ μὲν πάλιν αὖτις

ἔβαινον, ἐμὲ δ' ἔκρυψε θεὸς αὐτός. (ῃερς. 339.) Ὅρα δὲ τὸ, γαίης πολλὸν ἀπέπλω

ναῦς, ἀορίστως λεχθέν. τὸ μέντοι πρὸ αὐτοῦ (ῃερς. 301.) ἀλλ' ὅτε Κρήτην ἐλείπομεν

οὐδέ τις ἄλλη φαίνετο γαιάων ἀλλ' οὐρανὸς ἠδὲ θάλασσα, οὐχ' οὕτως ἦν ἀόριστον,

ἀλλὰ πάνυ πολὺ ἐδήλου πελάγισμα. ἐν ᾧ καὶ ὅρα τὸ, οὐδέ τις ἄλλη γαιάων. τὸ γὰρ

ἄλλη πρὸς διαστολὴν τῆς Κρήτης κεῖται, γαίας οὔσης, ὡς προδεδήλωται. οὕτω δὲ καὶ

ἐν τῷ, ἀλλ' ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, πρὸς διαστολὴν τῆς κατὰ τὴν νῆσον ταύτην

γαίας κεῖται. ἀστεῖον δ' ἐν τούτοις καὶ τὸ Κρήτην μὲν ἁπλῶς ὀνομάσαι ὡς φύσει

περίκλυτον, (ῃερς. 344.) Ἰθάκην δὲ περιφράσαι ἐν τῷ, ἑσπέριοι δ' Ἰθάκης εὐδειέλου

ἔργ' ἀφίκοντο, ἵνα τῇ περιφράσει σεμνόν τι προσλάβηται ἡ πατρίς. (ῃερς. 341.) Τὸ δὲ

ἐκ μὲν εἵματ' ἔδυσαν, τὸν παρὰ τοῖς ὕστερον λωποδύτην συνέθετο. (ῃερς. 354.) Τὸ δὲ

στενάχοντες τραχυφωνότερον τοῦ στενάζοντες καὶ δοκεῖ ἐγκεῖσθαι αὐτῷ ἰαχή.

(ῃερς. 325.) Τὸ δὲ, καὶ νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γ' ἔτι βόσκοι, τόσσα ἐνὶ

μεγάροις κειμήλια κεῖτο ἄνακτος, πλούτου περιουσίαν δηλοῖ. παραλαλεῖ δ' ἐν

τούτοις Ὀδυσσεὺς, ἃ ἐκ τῶν Φαιάκων κτήματα ξυναγείρατο, χαλκόν τε χρυσόν τε

ἅλις ἐσθῆτά τε ὑφάντην, ὅ ἐστι εὐϋφῆ, ὡς καὶ προδεδήλωται. (ῃερς. 361.) Ὅτι κεῖται

καὶ ἐνταῦθα τὸ, ἆ δειλὲ, ὡς καὶ ἀλλαχοῦ. τοῦτο μέντοι νῦν καὶ ὑπερθετικῶς

συντέτακται, ἁπλοῦν μὲν ὂν, ληφθὲν δὲ ἀντὶ ὑπερθετικοῦ, ἢ ἀλλ' ἀντὶ συγκριτικοῦ.

φησὶ γάρ· ἆ δειλὲ ξείνων, ἀντὶ τοῦ δειλαιότερε ἢ δειλαιότατε, ὁποῖόν τι καὶ ἐν τοῖς

ἑξῆς τὸ, δαιμόνιε ξείνων. ἔχει δέ τι οἴκτου τὸ, ἆ δειλὲ ξείνων, ἦ μοι μάλα θυμὸν

ὄρινας ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδ' ὅσ' ἀλήθης. (ῃερς. 363.) δυσπιστία δὲ

λόγου τὸ, ἀλλὰ τάδ' οὐ κατὰ κόσμον ὀίομαι, ἤγουν ἄκοσμα νομίζω, οὐδέ με πείσεις

εἰπών· τί σε χρὴ τοῖον ἐόντα μαψιδίως ψεύδεσθαι; ἐγὼ δ' εὖ οἶδα καὶ αὐτός. (ῃερς.

365.) Καὶ ὅρα τὸ μαψιδίως ψεύδεσθαι, δηλοῦν ὡς τὸ μὴ μάτην ψεύδεσθαι οὐ πάνυ

ψεκτόν. (ῃερς. 361.) Ἰστέον δὲ ὅτι τὸ ἆ κλητικὸν ἐπίῤῥημα ὂν, καθὰ καὶ τὸ ὦ, ἔχει

πρὸς τῇ κλίσει, ὡς πολλαχοῦ φαίνεται, καί τινα πλείω ἔμφασιν ἐπὶ σχετλιασμῷ ἢ

θαύματι κατὰ τοὺς παλαιοὺς ἢ καὶ ἄλλως οἴκτῳ. ὁμοίῳ δέ τινι λόγῳ καὶ τὸ αἲ

δυσφορικόν τέ, φασιν, ἐστὶ καί που καὶ μεμπτικὸν, ὡς δηλοῖ καὶ τὸ, αἲ τάλαν, παρὰ

τῷ κωμικῷ, εἰ καὶ ὡς ταπολλὰ θρηνητικόν ἐστιν. Ὅτι δὲ τὸ ἆ ψιλούμενον καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

88

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!