Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ὠμογέρων μὲν γὰρ ἡλικία γέροντος, ἄρτι παραλλάξαντος τὸν ἀκμάζοντα καὶ ἐλευσομένου εἰς τὸ λέγεσθαι γέρων, εἶτα εἰς τὸ πέμπελος, μετὰ δέ γε εἰς τὸ σύφαρ. ὠμῶς μέντοι γηράσαι λέγεται ὁ μὴ ἀκριβῶς γέρων ἀλλὰ πρὸ ὥρας πεπανθεὶς τῷ γήρᾳ. καὶ τοιόνδε μὲν καὶ τοῦτο. (ῃερς. 208.) Πολλὰ δὲ τῶν τοῦ ῥηθέντος ψευδοχωρίου χρήσιμα καὶ εἰς λόγων παραπλοκὰς, οἷον τὸ, τοὶ δὲ ζωὴν ἐδάσαντο καὶ ἐπὶ κλήρους ἐβάλοντο, χρήσιμον εἰς περιουσίας δασμόν. ἔνθα καὶ κάλλος ἔχει τὸ ἐν τοῖς δυσὶ στίχοις ὁμοιοκατάληκτον. (ῃερς. 207.) ἐν οἷς καὶ περίφρασις τοῦ θανεῖν τὸ, ἀλλὰ τοῦτον μὲν Κῆρες ἔβαν θανάτοιο φέρουσαι εἰς Ἀΐδαο δόμους, ἤγουν ἀλλ' οὗτος μὲν ἔθανεν. (ῃερς. 211.) ἔπαινος δὲ προσωπικὸς τὸ, ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων εἵνεκ' ἐμῆς ἀρετῆς, ὅ ἐστιν ἀνδρίας. ἐπεὶ οὐκ ἀποφώλιος ἦα οὐδὲ φυγοπτόλεμος. (ῃερς. 213.) εἰ δὲ καὶ δυστυχὴς τὰ ἐσύστερον ἀπεκβῇ ὁ τοιοῦτος, οἰκεῖα καὶ τὰ ἐφεξῆς· νῦν δ' ἤδη πάντα λέλοιπεν, ἀλλ' ἔμπης καλάμην γε, καὶ ἑξῆς, ὡς προγέγραπται. (ῃερς. 216.) ὁμοίως δὲ ἔπαινος ἀνδρίας καὶ τὸ, ἦ μὲν δὴ θάρσος μοι Ἄρης τ' ἔδοσαν καὶ Ἀθήνη· καὶ ῥηξηνορίην ὁπότε κρίνοιμι λόχονδε ἄνδρας ἀριστῆας κακὰ δυσμενέεσσι φυτεύων. οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ. (ῃερς. 220. σθθ.) ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος προμάχου δίκην, καὶ διὰ τὸ ποδώκης δὲ, ὡς εἰκὸς, εἶναι, ἔγχει ἕλεσκον ἀνδρῶν δυσμενέων, ὃς ἄν μοι εἴξειε πόδεσσιν, ὑποχωρήσας δηλαδή. τοῖος ἔον ἐν πολέμῳ, τῷ κατὰ γῆν δηλονότι. ἔργον δέ μοι οὐ φίλον ἔσκεν οὐδ' οἰκωφελίη ἥτε τρέφει ἀγλαὰ τέκνα. (ῃερς. 224.) εἰ δὲ καὶ ναύμαχος ἀγαθὸς ὁ τοιοῦτος, ἐπιπρέπει καὶ τὰ ἐφεξῆς τούτοις· ἀλλά μοι νῆες ἐπήρετμοι φίλαι ἦσαν καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοὶ, λυγρὰ, τά τ' ἄλλοισί γε καταριγηλὰ πέλονται. αὐτὰρ ἐμοὶ τὰ φίλ' ἔσκε, τά που θεὸς ἐν φρεσὶ θῆκεν. ἐπειδὴ, ὡς ἐῤῥέθη, ἄλλος ἄλλοις τέρπεται ἔργοις. (ῃερς. 216.) ἔστι δ' ἐν τοῖς ἄρτι ῥηθεῖσι θάρσος μὲν, θερμότης ἔμφρων ἐναντία τῷ θράσει, ἣν καὶ λαβεῖν ἐξ Ἀθηνᾶς φησὶν Ὀδυσσεύς. (ῃερς. 217.) ῥηξηνορία δὲ ἡ ἐκ ῥωμαλεότητος ἀνδρία καὶ ῥῆξις ἀνέρων ἀνθισταμένων, ἣν ὁ Ἄρης αὐτῷ δοῦναι λέγεται ἐν τῷ, θάρσος μοι Ἄρης τ' ἔδοσαν καὶ Ἀθήνη. ὃ δὴ καὶ αὐτὸἈλκμανικόν ἐστι σχῆμα κατὰ τὸ, Πυριφλεγέθων τε ῥέουσι Κωκυτός τε. (ῃερς. 219.) Τὸ δὲ οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς, ἐν πολέμῳ δηλαδή. ἄλλως γὰρ ἐν τοῖς ἑξῆς κατ' οἶκον εὕρηται Ὀδυσσεὺς ὀϊσάμενος θάνατον, ὃς ἐπετέλλετό ποτε τῇ γυναικὶ, ὡς εἰ τεθνήξομαι, ποίησον τὰ καὶ τά. Λόχου δὲ μέμνηται ὡς ἐν αὐτῷ μάλιστα, καθὰ καὶ ἡ Ἰλιὰς δηλοῖ, τῶν ἀνδρείων διαφαινομένων. (ῃερς. 222.) Ἔργον δέ τινες τὴν γεωργίαν μόνην ἐνόησαν κατ' ἐξοχὴν ἐν τῷ· ἔργον δέ μοι οὐ φίλον ἔσκε, παρὰ τὴν ἔραν λέγοντες τοῦτο καὶ τὴν γῆν ταυτοδυνάμους λέξεις. (ῃερς. 223.) οἰκωφελίαν δὲ, οὐ μόνον τὴν οἰκουρικὴν οἰκονομίαν, ἀλλὰ καὶ τὴν ἐμπορίαν. τὴν οἰκοδομίαν γὰρ, ὡς καὶ προεῤῥέθη, νοῆσαι ἀποδεδοκίμασται. (ῃερς. 224.) Τὸ δὲ ἐπήρετμοι καὶ τὰ ἑξῆς πρὸς διαστολὴν κεῖται τῶν ἄλλως μετὰ φόρτου 2.76 ναυτιλλομένων. εἰ γὰρ καὶ ἐκεῖνο εἶδεν οἶκον ὀφέλλειν, ἀλλ' Ὀδυσσεὺς προτιμήσασθαι λέγει τὸ κινδυνωδέστερον. (ῃερς. 226.) Τὸ δὲ λυγρὰ καὶ τὸ ῥιγηλὰ, ὅ ἐστι φρικτὰ καὶ θανατηρὰ, οὐδετέρως προῆκται, ὡς πρὸς πράγματα. πάντως γὰρ πρᾶγμα καὶ οἱ λυγροὶ καὶ ῥιγηλοὶ πόλεμοι καὶ τὰ ἑξῆς. (ῃερς. 236.) Τὸ δὲ ἄλλ' ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν θεὸς ἐφράσατο ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ' ἔλυσεν ὁποία καὶ ἡ περὶ Τροίαν, ἐπὶ μεγάλου πολέμου ἢ καὶ ἄλλως ὁδοῦ ἐπικινδύνου ῥηθήσεται. (ῃερς. 239.) Φόβον δὲ δήμου ἐμφαίνει τὸ, οὐδέ τι μῆχος ἦεν ἀνήνασθαι, χαλεπὴ δ' ἔχε δήμου φῆμις, ἤγουν ὠργίζονται οἱ δημόται. Καὶ ὅρα τὸ φῆμις διὰ τοῦ ἰῶτα καὶ νῦν ἔχον τὴν παραλήγουσαν. (ῃερς. 244.) Σπουδὴν δὲ ἐμπορικὴν φράζει τὸ, ὀλίγον ἔμεινα τεταρπόμενος τεκέεσσι κουριδίῃ τ' ἀλόχῳ καὶ κτήμασιν. αὐτὰρ ἔπειτα θυμὸς ἀνώγει ναυτίλλεσθαι, (ῃερς. 247.) νῆας εὖ στείλαντα. ἐξ οὗ ῥήματος καὶ ὁ στόλος γίνεται. (ῃερς. 248.) Ἐννέα δὲ αἱ τοιαῦται πλάττονται νῆες διὰ τὸ φιλεῖσθαι τὸν τοιοῦτον ἀριθμὸν τῷ ποιητῇ φανερῶς. (ῃερς. 249.) Εἰλαπίνην δὲ λαμπρὰν δηλοῖ τὸ, Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 86

ἐξῆμαρ μὲν ἔπειτα οἱ δεῖνα δαίνυντο, αὐτὰρ ἔγωγε ἱερήϊα πολλὰ παρεῖχον δαῖτα πένεσθαι. (ῃερς. 250.) λέγει δὲ καὶ νῦν ἱερεῖα τὰ σφάγια. (ῃερς. 253.) Πλοῦν δὲ εὐτυχῆ φράζει τὸ, ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ ῥηϊδίως, ὡσεὶ καταῤῥόον, περὶ οὗ προείρηται. οὐ δέ τις οὖν μοι νηῶν πημάνθη, ἀλλ' ἀσκεθέες καὶ ἄνουσοι ἥμεθα. τὰς δ' ἄνεμός τε κυβερνῆταί τ' ἴθυνον. (ῃερς. 255.) Καὶ ὅρα τὸ ἀσκεθέες. ὅ περ εἰ μὲν ἀπὸ τοῦ ἀσκῶ ἀσκήσω γίνεται, συστολὴν ἔπαθε τοῦ τῆς προπαραληγούσης ˉη εἰς ˉε, ὁμοίως τῷ, ξηρὸν ξερόν· οἷον, ποτὶ ξερὸν ἠπείροιο· εἰ δὲ ἀπὸ τοῦ σχέθω ἐτυμολογεῖται, φυσικῶς ἔχει τὸ ˉε. δύναται δὲ καὶ ἐκ τοῦ ἀσκῶ ἀσκέσω γενέσθαι ἀσκεθὴς, καθ' ὁμοιότητα τοῦ, ποθῶ ποθέσω καὶ στερῶ στερέσω, ὡς τὸ, οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελεν, ὃ ἐν τοῖς πρὸ τούτων ἔφη ὁ ποιητής. (ῃερς. 261.) Στρατηγικὸν δὲ τὸ, ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι. κεῖται δὲ ἡ τοῦ ὀπτῆρος ἤτοι κατασκόπου χρῆσις καὶ παρὰ Σοφοκλεῖ. (ῃερς. 262.) Εἰ δὲ τυχόν τινες θρασυνάμενοι στρατιωτικώτερον κακόν τί που μέγα δράσουσι, ῥηθείη ἂν περὶ τῶν τοιούτων τὸ, οἱ δ' ὕβρει εἴξαντες ἐπισπόμενοι μένεϊ σφῶν, αἶψα μάλα τῶν δεῖνα ἀνδρῶν περικαλλέας ἀγροὺς πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα, αὐτούς τ' ἔκτεινον. τάχα δ' ἐς πόλιν ἵκετο ἀϋτή. ταῦτα δὲ καὶ ληΐδος ἔχουσιν ὑπογραμμόν. (ῃερς. 266.) ὥς περ πολέμου φανεροῦ τὰ ἐφεξῆς· οἱ δὲ βοῆς ἀΐοντες ἦλθον. πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων, χαλκοῦ τε στεροπῆς. ἐν δὲ θεὸς φύζαν τοῖς δεῖνα κακὴν βάλεν. οὐδέ τις ἔτλη μεῖναι ἐναντίβιον, ὃ δὴ ἑρμηνεία φύζης ἐστί. περὶ γὰρ κακὰ πάντοθεν ἔστη, τουτέστι περιεστάθη καὶ κύκλῳ ἔστη τὰ κακά. ἐπιφωνηματικῶς δὲ τοῦτο κεῖται καθ' ὁμοιότητα τοῦ, πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο. (ῃερς. 273.) Αὐτομόλου δέ τινος οὐ πάνυ εὐτυχοῦς χαρακτὴρ τὸ, αὐτὰρ ἐμοὶ θεὸς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα ποίησεν, ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν, ἔτι γὰρ δή με πῆμα ὑπέδεκτο. αὐτίκ' ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα καὶ σάκος ὤμοιϊν, δόρυ δ' ἔκβαλον ἔκτοσε χειρός. αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων, καὶ κύσα γούναθ' ἑλὼν, (ῃερς. 279.) ὁ δ' ἐρύσατο, τουτέστιν ἐφύλαξε, καί μ' ἐσάωσεν. ἄγε δ' οἴκαδε δακρυχέοντα. ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν, ἱέμενοι κτεῖναι. (ῃερς. 282.) δὴ γὰρ κεχολώατο λίην· διὰ τὸ πολλὰ κακὰ δηλαδὴ ἐκ τοῦ αὐτομόλου παθεῖν. ἀλλ' ἀπὸ κεῖνος ἔρυκε. (ῃερς. 283.) θεοῦ δ' ὠπίζετο μῆνιν, ὡς καὶ προεῤῥέθη, ξεινίου, τοῦ νεμεσῶντος κακὰ ἔργα, τουτέστιν ἐπὶ κακοῖς ἔργοις κατὰ ἀντίπτωσιν, ἢ διὰ τὰ κακὰ ἔργα κατὰ προθέσεως ἔλλειψιν. (ῃερς. 278.) φασὶ δὲ οἱ παλαιοὶ ἐν τῷ, βασιλῆος ἐναντίον ἤλυθον, ὅτι ὁ Σέθως ἐβασίλευεν Αἰγύπτου τότε. περὶ Αἴγυπτον γὰρ τὸ πλάσμα ὑπόκειται, ἧς καὶ χωρίζει τὴν Λιβύην ὁ ποιητὴς, ἔνθα ἐκεῖθεν ἐς Λιβύην ἀπῆγε τὸν Ὀδυσσέα Φοίνιξ ἀνὴρ περάσων αὐτὸν ἐκεῖ, ὡς προείρηται. (ῃερς. 277.) Ἐν δὲ τοῖς ῥηθεῖσιν ὅρα τὸ ἔκτοσε ἀπὸ τοῦ ἐκτὸς, ὅμοιον ὂν τῷ, παντὸς πάντοσε καὶ ἄλλος ἄλλοσε. (ῃερς. 279.) Ἔτι δὲ ὅρα καὶ τὸ, κύσα γούνατα, τουτέστιν ἐφίλησα, εἶδος ὂν καὶ αὐτὸ γουνάσματος ἐνδιαθετώτερον τοῦ, λάβε γούνων. (ῃερς. 274.) Τὸ δὲ ὡς ὄφελον θανέειν, καὶ ἑξῆς, ἐπεμβολή ἐστι, παθαινομένην ψυχὴν διαγράφουσα. καὶ ταῦτα μὲν τοιαῦτα. (ῃερς. 285.) Ἀγυρτικοῦ δὲ ἤθους τὸ, ἔνθα ἑπτάετες μένον. πολλὰ δ' ἄγειρα χρήματα. δίδοσαν γὰρ ἅπαντες. περὶ Αἰγυπτίων δὲ τὸ πλάσμα, ὧν τὸ φιλόδωρον οἶδε καὶ ὁ Μενέλαος, (ῃερς. 288.) ὥς περ εἰς τὸ τῶν Φοινίκων ἀπατήλιον καὶ τρωκτικὸν μαρτυρεῖ Ὀδυσσεύς. (ῃερς. 292.) Παραμονὴν δὲ φιλικὴν λαλεῖ τὸ, ἔνθα παρ' αὐτῷ μεῖνα τελεσφόρον 2.77 εἰς ἐνιαυτόν· ἀλλ' ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο, ἂψ περιτελλομένου ἔτεος, καὶ ἐπήλυθον ὧραι, τότε δὴ ἐγένετο τόδε τι, ἐγράφη δὲ ταῦτα καὶ ἀλλαχοῦ. Εἰ δὲ τὸ μεῖνα καὶ τὸ μῆνες παρηχεῖ, ἔστιν ἐκ τῶν ἤδη ῥηθέντων σκοπεῖν. Τελεσφόρος δὲ ὁ ἐνιαυτὸς διατί λέγεται, ἑτέρωθι δηλοῦται. δῆλον δὲ ὅτι καὶ λόγος τελεσφόρος τροπικῶς ὁ εἰς ἔργον ἀπεκβάς. (ῃερς. 293.) Τὸ δὲ ἐξετελεῦντο διὰ ποιητικὸν ὄγκον ἐγράφη. ἄλλως γὰρ οὐκ ἐκώλυεν ἐξετελοῦντο εἰπεῖν. (ῃερς. 298.) Ἀκούσιον δὲ πειθὼ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 87

ὠμογέρων μὲν γὰρ ἡλικία γέροντος, ἄρτι παραλλάξαντος τὸν ἀκμάζοντα καὶ

ἐλευσομένου εἰς τὸ λέγεσθαι γέρων, εἶτα εἰς τὸ πέμπελος, μετὰ δέ γε εἰς τὸ σύφαρ.

ὠμῶς μέντοι γηράσαι λέγεται ὁ μὴ ἀκριβῶς γέρων ἀλλὰ πρὸ ὥρας πεπανθεὶς τῷ

γήρᾳ. καὶ τοιόνδε μὲν καὶ τοῦτο. (ῃερς. 208.) Πολλὰ δὲ τῶν τοῦ ῥηθέντος

ψευδοχωρίου χρήσιμα καὶ εἰς λόγων παραπλοκὰς, οἷον τὸ, τοὶ δὲ ζωὴν ἐδάσαντο καὶ

ἐπὶ κλήρους ἐβάλοντο, χρήσιμον εἰς περιουσίας δασμόν. ἔνθα καὶ κάλλος ἔχει τὸ ἐν

τοῖς δυσὶ στίχοις ὁμοιοκατάληκτον. (ῃερς. 207.) ἐν οἷς καὶ περίφρασις τοῦ θανεῖν τὸ,

ἀλλὰ τοῦτον μὲν Κῆρες ἔβαν θανάτοιο φέρουσαι εἰς Ἀΐδαο δόμους, ἤγουν ἀλλ' οὗτος

μὲν ἔθανεν. (ῃερς. 211.) ἔπαινος δὲ προσωπικὸς τὸ, ἠγαγόμην δὲ γυναῖκα

πολυκλήρων ἀνθρώπων εἵνεκ' ἐμῆς ἀρετῆς, ὅ ἐστιν ἀνδρίας. ἐπεὶ οὐκ ἀποφώλιος ἦα

οὐδὲ φυγοπτόλεμος. (ῃερς. 213.) εἰ δὲ καὶ δυστυχὴς τὰ ἐσύστερον ἀπεκβῇ ὁ τοιοῦτος,

οἰκεῖα καὶ τὰ ἐφεξῆς· νῦν δ' ἤδη πάντα λέλοιπεν, ἀλλ' ἔμπης καλάμην γε, καὶ ἑξῆς,

ὡς προγέγραπται. (ῃερς. 216.) ὁμοίως δὲ ἔπαινος ἀνδρίας καὶ τὸ, ἦ μὲν δὴ θάρσος μοι

Ἄρης τ' ἔδοσαν καὶ Ἀθήνη· καὶ ῥηξηνορίην ὁπότε κρίνοιμι λόχονδε ἄνδρας ἀριστῆας

κακὰ δυσμενέεσσι φυτεύων. οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ. (ῃερς.

220. σθθ.) ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος προμάχου δίκην, καὶ διὰ τὸ ποδώκης δὲ,

ὡς εἰκὸς, εἶναι, ἔγχει ἕλεσκον ἀνδρῶν δυσμενέων, ὃς ἄν μοι εἴξειε πόδεσσιν,

ὑποχωρήσας δηλαδή. τοῖος ἔον ἐν πολέμῳ, τῷ κατὰ γῆν δηλονότι. ἔργον δέ μοι οὐ

φίλον ἔσκεν οὐδ' οἰκωφελίη ἥτε τρέφει ἀγλαὰ τέκνα. (ῃερς. 224.) εἰ δὲ καὶ ναύμαχος

ἀγαθὸς ὁ τοιοῦτος, ἐπιπρέπει καὶ τὰ ἐφεξῆς τούτοις· ἀλλά μοι νῆες ἐπήρετμοι φίλαι

ἦσαν καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοὶ, λυγρὰ, τά τ' ἄλλοισί γε

καταριγηλὰ πέλονται. αὐτὰρ ἐμοὶ τὰ φίλ' ἔσκε, τά που θεὸς ἐν φρεσὶ θῆκεν. ἐπειδὴ,

ὡς ἐῤῥέθη, ἄλλος ἄλλοις τέρπεται ἔργοις. (ῃερς. 216.) ἔστι δ' ἐν τοῖς ἄρτι ῥηθεῖσι

θάρσος μὲν, θερμότης ἔμφρων ἐναντία τῷ θράσει, ἣν καὶ λαβεῖν ἐξ Ἀθηνᾶς φησὶν

Ὀδυσσεύς. (ῃερς. 217.) ῥηξηνορία δὲ ἡ ἐκ ῥωμαλεότητος ἀνδρία καὶ ῥῆξις ἀνέρων

ἀνθισταμένων, ἣν ὁ Ἄρης αὐτῷ δοῦναι λέγεται ἐν τῷ, θάρσος μοι Ἄρης τ' ἔδοσαν

καὶ Ἀθήνη. ὃ δὴ καὶ αὐτὸἈλκμανικόν ἐστι σχῆμα κατὰ τὸ, Πυριφλεγέθων τε ῥέουσι

Κωκυτός τε. (ῃερς. 219.) Τὸ δὲ οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς, ἐν πολέμῳ

δηλαδή. ἄλλως γὰρ ἐν τοῖς ἑξῆς κατ' οἶκον εὕρηται Ὀδυσσεὺς ὀϊσάμενος θάνατον, ὃς

ἐπετέλλετό ποτε τῇ γυναικὶ, ὡς εἰ τεθνήξομαι, ποίησον τὰ καὶ τά. Λόχου δὲ μέμνηται

ὡς ἐν αὐτῷ μάλιστα, καθὰ καὶ ἡ Ἰλιὰς δηλοῖ, τῶν ἀνδρείων διαφαινομένων. (ῃερς.

222.) Ἔργον δέ τινες τὴν γεωργίαν μόνην ἐνόησαν κατ' ἐξοχὴν ἐν τῷ· ἔργον δέ μοι

οὐ φίλον ἔσκε, παρὰ τὴν ἔραν λέγοντες τοῦτο καὶ τὴν γῆν ταυτοδυνάμους λέξεις.

(ῃερς. 223.) οἰκωφελίαν δὲ, οὐ μόνον τὴν οἰκουρικὴν οἰκονομίαν, ἀλλὰ καὶ τὴν

ἐμπορίαν. τὴν οἰκοδομίαν γὰρ, ὡς καὶ προεῤῥέθη, νοῆσαι ἀποδεδοκίμασται. (ῃερς.

224.) Τὸ δὲ ἐπήρετμοι καὶ τὰ ἑξῆς πρὸς διαστολὴν κεῖται τῶν ἄλλως μετὰ φόρτου

2.76 ναυτιλλομένων. εἰ γὰρ καὶ ἐκεῖνο εἶδεν οἶκον ὀφέλλειν, ἀλλ' Ὀδυσσεὺς

προτιμήσασθαι λέγει τὸ κινδυνωδέστερον. (ῃερς. 226.) Τὸ δὲ λυγρὰ καὶ τὸ ῥιγηλὰ, ὅ

ἐστι φρικτὰ καὶ θανατηρὰ, οὐδετέρως προῆκται, ὡς πρὸς πράγματα. πάντως γὰρ

πρᾶγμα καὶ οἱ λυγροὶ καὶ ῥιγηλοὶ πόλεμοι καὶ τὰ ἑξῆς. (ῃερς. 236.) Τὸ δὲ ἄλλ' ὅτε δὴ

τήν γε στυγερὴν ὁδὸν θεὸς ἐφράσατο ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ' ἔλυσεν ὁποία

καὶ ἡ περὶ Τροίαν, ἐπὶ μεγάλου πολέμου ἢ καὶ ἄλλως ὁδοῦ ἐπικινδύνου ῥηθήσεται.

(ῃερς. 239.) Φόβον δὲ δήμου ἐμφαίνει τὸ, οὐδέ τι μῆχος ἦεν ἀνήνασθαι, χαλεπὴ δ'

ἔχε δήμου φῆμις, ἤγουν ὠργίζονται οἱ δημόται. Καὶ ὅρα τὸ φῆμις διὰ τοῦ ἰῶτα καὶ

νῦν ἔχον τὴν παραλήγουσαν. (ῃερς. 244.) Σπουδὴν δὲ ἐμπορικὴν φράζει τὸ, ὀλίγον

ἔμεινα τεταρπόμενος τεκέεσσι κουριδίῃ τ' ἀλόχῳ καὶ κτήμασιν. αὐτὰρ ἔπειτα θυμὸς

ἀνώγει ναυτίλλεσθαι, (ῃερς. 247.) νῆας εὖ στείλαντα. ἐξ οὗ ῥήματος καὶ ὁ στόλος

γίνεται. (ῃερς. 248.) Ἐννέα δὲ αἱ τοιαῦται πλάττονται νῆες διὰ τὸ φιλεῖσθαι τὸν

τοιοῦτον ἀριθμὸν τῷ ποιητῇ φανερῶς. (ῃερς. 249.) Εἰλαπίνην δὲ λαμπρὰν δηλοῖ τὸ,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

86

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!