18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

δὲ καὶ Φοινίκην πρὸς ὄνομα καὶ Λιβύην, λέγων καὶ περάσαι τὸ πέραν διαπωλῆσαι,

καθὰ καὶ ἐν Ἰλιάδι. φησὶ γάρ· ὡς περάσῃσι καὶ ἄσπετον ὦνον ἕλοιτο. (ῃερς. 296.)

Ἔνθα καὶ φόρτον λέγει τὸν τῆς νηός. καὶ τὸ ἄγεσθαι συνήθως τίθησιν ἐπ' αὐτοῦ

εἰπών· ἵνα οἱ σὺν φόρτον ἄγοιμι, κοινωνήσας ἐνταῦθα τὸ φέρειν καὶ τὸ ἄγειν κατὰ

συνήθειαν. ἐξ ὧν τὸ φορτηγεῖν. (ῃερς. 305.) Ἀφηγεῖται δὲ καὶ κινδυνεῦσαι, καθὰ καὶ

πρὸ τούτων ἔφη μετὰ τὰς τοῦ Ἡλίου βόας, ἀπαραποιήτως τοῖς ἐκεῖσε στίχοις

χρώμενος, ἐν 2.72 οἷς φράζεται θαλάσσης ἀγριότης καὶ νηὸς κίνδυνος καὶ ἀνδρῶν

ἀπώλεια. (ῃερς. 311.) καὶ σωθῆναι δὲ λέγει ὁμοίως, ἱστὸν ἀμαιμάκετον νηὸς ἐν

χείρεσσι λαβὼν, ᾧ περιπλεχθεὶς ἐφέρετο, πλάσας καὶ τὰ τοιαῦτα ἐξ ὧν ἔπαθε καὶ

διδασκάλῳ ψεύδους ἐν τούτοις τῇ προτέρᾳ τύχῃ χρησάμενος καὶ ἀκόλουθα τοῖς

πρώτοις πλάσας τὰ δεύτερα. Ἔστι δὲ ἱστὸς ἀμαιμάκετος ὁ πάνυ μέγας καὶ, ὡς εἰπεῖν,

ἀμάκετος, ἤτοι ἄγαν μακρὸς, τῆς μˉαι συλλαβῆς ἐξ ἀναδιπλασιασμοῦ μὲν οὔσης,

ἐκταθείσης δὲ κατὰ τὴν τοῦ διχρόνου ἐπένθεσιν. ἡ μέντοι ἀμαιμάκετος χίμαιρα, οἷα

ζῷον οὖσα, εἰκότως καὶ παρὰ τὸ ἄγαν μαιμᾶν εἰρῆσθαι λέγεται. Τὸ δέ γε ἱστὸν νηὸς,

πρὸς διαστολὴν εἰρῆσθαι δοκεῖ τοῦ ὑφαντικοῦ ἱστοῦ χάριν σαφηνείας. ὡς τά γε μὴ

οὕτως ἑρμηνεύειν δώσοι ἄν ποτε λαβὰς λόγων τοῖς σκώπτουσιν. ἐπεί τοι ἐκ

τοιούτου τρόπου λόγος ἀστεῖος ἐξέπεσε παρὰ τοῖς παλαιοῖς διὰ τὸ ἐξ ὁμωνυμίας τῆς

λέξεως ταύτης ἀσαφές. λέγεται γὰρ ἐν Κορίνθῳ ἑταίρας τινὸς ἐπαινουμένης ὡς

ἐργατικῆς εἰπεῖν τὸν ἀκούοντα ὅτι καὶ πῶς οὐκ ἂν εἴη ἐργατικὴ, ἥτις ἐν μιᾷ ἡμέρᾳ

δύο ἱστοὺς καθεῖλε; καὶ δοκεῖ μὲν ὁ λόγος δηλοῦν δύο ἱστάρια. τὸ δ' ἦν ἄλλως, ὅτι

ταχὺ δύο ναυκλήρους ἀπήγαγεν ἐκείνη τοῦ εὐπορεῖν, φοιτῶντας ἐπ' αὐτήν. (ῃερς.

316.) Ἔτι ὁ ὑποβολιμαῖος οὗτος Κρητικὸς καὶ Φείδωνά τινα ἱστορεῖ Θεσπρωτῶν

βασιλέα, ὃς αὐτὸν δῆθεν περιεσώσατο αἴθρῳ καὶ καμάτῳ δεδμημένον, παρελκύσας

ταῦτα ἐκ τῶν κατὰ τὴν Φαιακίαν. ἔνθα καὶ τὴν ἑῴαν στίβην ἐδεδίει καὶ τὸ ἐκεῖθεν

ψύχος, ὃ ἐνταῦθα διὰ τοῦ αἴθρου ὑποδηλοῖ. εἰ δὲ φιλόξενοι καὶ μεγαλόδωροι ἐκεῖσε

οἱ Φαίακες, ἀλλ' ἐνταῦθα ὁ Θεσπρωτῶν βασιλεὺς Φείδων ἀστείως λέγεται οἷα ὀλίγα

τινὰ δοὺς τούτῳ, χλαῖναν δηλαδὴ καὶ χιτῶνα. (ῃερς. 318.) χώρα δὲ καὶ πόλις ἡ

Θεσπρωτία περὶ τὰ ἔσχατα Θετταλίας. ἀρσενικοῦ δὲ γένους ὁ ῥηθεὶς αἶθρος. ὡς γὰρ

πύλη πύλος, οἷον, πύλῳ ἐν νεκύεσσι, καὶ ὠνὴ ὦνος, ὡς τὸ, ἄσπετον ὦνον ἕλοιτο, καὶ

χολὴ χόλος, οὕτω καὶ αἴθρη αἶθρος. ἐξ οὗ αἰθρηγενέτης. (ῃερς. 315.) κεῖται δ'

ἐνταῦθα καὶ κῦμα κυλίνδον ἐπ' αὐτοῦ τοῦ κύματος. ὡς γὰρ ἄνεμος λέγεται κῦμα

κυλίνδειν, οὕτω καὶ κῦμα κυλίνδον ἐστὶ τὸ κυμαινόμενον. (ῃερς. 317.) Ἔστι δ' ἐν

τούτοις καὶ τὸ ἀπριάτην ὡς ἐπίῤῥημα, δηλοῦν τὸ δίχα τοῦ πρίασθαι, ἵνα ᾖ ἀντὶ τοῦ

προῖκα, κατὰ ἀναλογίαν τοῦ ἄντην καὶ μάτην. ἴσως δὲ καὶ ὡς ὄνομα. φησὶ γάρ· ἔνθα

με κομίσατο ἀπριάτην. ἐν δέ γε τῇ Ἰλιάδι ληφθεῖσα καὶ ὡς ὄνομα ἡ τοιαύτη λέξις

θηλυκοῦ γένους ἦν. (ῃερς. 321.) Κεῖται δ' ἐν τούτοις καὶ τὸ πυθόμην μετὰ γενικῆς,

οἷον· ἔνθ' Ὀδυσσῆος ἐγὼ πυθόμην, ὁμοίως τῷ, πυνθανόμην Ἰθάκης. (ῃερς. 327.)

ποιεῖται δὲ μνήμην καὶ ∆ωδώνης πόλεως Θεσπρωτικῆς ποτὲ, εἰ καὶ ὕστερον ὑπὸ

Μολοττοῖς, φασὶν, ἐγένετο. καὶ τὴν ἐκεῖσε μαντικὴν δρῦν ἐκλαλεῖ, εἰπών· τὸν δ' ἐς

∆ωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο ἐκ δρυὸς ὑψικόμοιο ∆ιὸς βουλὴν ἐπακούσῃ,

περὶ ἧς καὶ ἐν τοῖς ἑξῆς κεῖται. Ἱερὰ δὲ κατὰ τὸν γεωγράφον δρῦς τιμᾶται ἐν

∆ωδώνῃ, ἀρχαιότατον ὑποληφθεῖσα φυτὸν καὶ πρῶτον τροφὴν ἀνθρώποις

παρασχόν. ὁ δ' αὐτὸς καὶ εἰς τὰς ἐκεῖ λεγομένας μαντικὰς πελείας φησὶν ὅτι αἱ

πέλειαι εἰς οἰωνοσκοπίαν ὑπονοοῦνται, καθὰ καὶ κορακομάντεις ἦσαν τινές. οἱ δὲ τὸ

παλαιὸν μὲν ἄνδρας προφητεύειν φασὶν, ὕστερον δὲ τρεῖς ἀποδειχθῆναι γραίας

προφήτιδας, ἃς πελείας καλεῖσθαι, γλώσσῃ Μολοττῶν, ὡς τοὺς γέροντας πελείους.

καὶ πᾶσι μὲν ἐκεῖ γυναῖκας χρηματίζειν, ὅ ἐστι χρᾶσθαι καὶ μαντεύεσθαι. μόνοις δὲ

Βοιωτοῖς ἄνδρας καὶ τὴν αἰτίαν ὁ γεωγράφος ἐκτίθεται, λέγων καὶ Τόμουρον ἢ

Τμάρον ὄρος Θεσπρωτικὸν, ἐν ᾧ τὸ ∆ωδωναῖον ἱερόν. διὸ καὶ ἐν τῷ, εἰ μὲν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

82

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!