18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

καὶ εὐπόρου, λυπουμένου μὲν ἐπὶ νέοις δεσπόταις, μεμνημένου δὲ παλαιᾶς

εὐπραγίας, ἣν ἐκ τοῦ δεσπότου εἶχε. φησὶ γάρ· ξεῖν', οὔ μοι θέμις ἐστὶν οὐδ' εἰ

κακίων ἤτοι πενέστερος ἢ εἰδεχθέστερος σέθεν ἔλθοι, ξεῖνον ἀτιμῆσαι. πρὸς γὰρ

θεοῦ εἰσὶν ἅπαντες ξεῖνοί τε πτωχοί τε. δόσις δ' ὀλίγη τε φίλη τε γίνεται ἡμετέρη.

(ῃερς. 59.) ἡ γὰρ, ἤγουν αὕτη, δμώων δίκη ἐστὶν, αἰεὶ δειδιότων ὅτ' ἐπικρατέουσιν

ἄνακτες οἱ νέοι, ἦ γὰρ τοῦ γε θεὸς κατὰ νόστον ἔδησεν, ὃς ἐμὲ ἐφίλει καὶ κτῆσιν

ὄπασσεν, οἷά τε ᾧ οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν οἶκόν τε κλῆρόν τε πολυμνήστην τε

γυναῖκα, ὃς οἱ πολλὰ κάμῃσι, θεὸς δ' ἐπὶ ἔργον ἀέξει. ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται

ᾧ ἐπιμίμνω, τῷ κέ με πόλλ' ὤνησεν ἄναξ εἰ αὐτόθ' ἐγήρα, (ῃερς. 68.) ἀλλ' ὤλετο. καὶ

ὤφειλε μὲν ἐνταῦθα εἰπεῖν ὅτι διὰ τὴν Ἑλένην. ὁ δὲ ἄλλως διὰ λύπην ἄκραν

σχηματίσας τὸν τοιοῦτον λόγον εἰς ἀρὰν φησίν· (ῃερς. 69.) ὡς ὤφελλ' Ἑλένης ἀπὸ

φῦλον ὀλέσθαι πρόχνυ, τουτέστι παντελῶς, ἢ προγόνυ, ὅ ἐστι πρόῤῥιζον, ἐπεὶ

πολλῶν ἀνδρῶν ὑπὸ γούνατ' ἔλυσε. καὶ γὰρ κεῖνος ἔβη Τρώεσσι μαχησόμενος. Καὶ

ὅρα οἷον ἡ λύπη ἐστὶν, εἴ γε δι' αὐτὴν ὁ φιλοδέσποτος Εὔμαιος ἐπαρώμενος τῇ

Ἑλένῃ συνεπαρᾶσθαι καὶ τοῖς δεσπόταις δοκεῖ. οἱ μέντοι παλαιοί φασι φῦλον

Ἑλένης οὐ τὴν κατὰ πλάτος συγγένειαν τὴν εἰς πᾶν τὸ γένος διήκουσαν, ἀλλὰ τὴν

κατὰ βάθος ἐν ἐκείνῃ περιϊσταμένην, οἷον τὸν τῆς Ἑλένης πατέρα καὶ αὐτὴν καὶ

τοὺς ἐξ αὐτῆς, καθὰ καὶ μετ' ὀλίγα ἐν τῷ, μνηστῆρες ἀγαυοὶ Τηλέμαχον οἴκαδ' ἰόντα

λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληται νώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο, φῦλον

Ἀρκεισίου λέγει τὸν Λαέρτην καὶ τὸν ἐξαὐτοῦ Ὀδυσσέα καὶ τὸν ἀπ' αὐτοῦ

Τηλέμαχον. ἄλλοι δὲ ἀφερεπόνως ἐπιβαλόντες οὔτε τὸν Ἰκάριον Λάκωνα εἶναι φασὶ

τὸ γένος τὸν τῆς Πηνελόπης πατέρα, μήτε αὐτανεψίας τυγχάνειν τὴν Ἑλένην καὶ

τὴν 2.61 Πηνελόπην. οὐ γὰρ ἄν φασι τὸν φιλοδέσποτον Εὔμαιον κατὰ τῶν

περιόντων δεσποτῶν ἀρᾶσθαι, οἳ τοῦ φύλου, ὅ ἐστι τοῦ γένους, τῆς Ἑλένης εἰσίν.

(ῃερς. 56.) Ὅρα δὲ ὅτι ἐν τρισὶν ἐφεξῆς στίχοις ὁ ποιητὴς τῇ τοῦ ξένου ἐχρήσατο

λέξει καταρχὰς, εἰπών· ξεῖνε, οὔ μοι θέμις, καὶ, ξεῖνον ἀτιμῆσαι, καὶ ξεῖνοί τε πτωχοί

τε, κάλλος τι καὶ οὕτω τεχνησάμενος. ὅτι δὲ διαφέρει ξένος πτωχοῦ, προδεδήλωται.

(ῃερς. 59.) Τὸ δὲ αὕτη γὰρ δμώων δίκη, ταυτόν ἐστι τῷ, αὕτη θέμις, οὗτος νόμος,

οὗτος τρόπος, τοῦτο ἔθος, καὶ ὅσα τοιαῦτα. (ῃερς. 60.) Τὸ δὲ ἐπικρατέουσιν ἄνακτες,

εὐφήμως περὶ μνηστήρων ἔφη τῶν βιαίων ὁ εὐπαίδευτος δοῦλος. (ῃερς. 61.) Τὸ δὲ οἱ

νέοι, καλὸν μὲν ἦν καὶ χωρὶς ἄρθρου. ἔχει δὲ οὕτω διὰ τὴν ἀναφορὰν πλείω

βαρύτητα. (ῃερς. 63.) Τὸ δὲ οἷα ἠδύνατο μὲν οἵαν εἰπεῖν ὀρθῶς, ἵνα ἦν, κτῆσιν

ὄπασσεν οἵαν ᾧ οἰκῆϊ ἄναξ ἔδωκεν. εἵλετο δὲ καινότερον ἀποδοῦναι οὐ πρὸς κτῆσιν

ἀλλ' ὡς πρὸς τὰ πράγματα. τοιαῦτα γὰρ ὁ οἶκος καὶ ὁ κλῆρος καὶ ἡ γυνή. ἐν οἷς

ἐνθυμητέον, ὅτι οὐχ' ὡς ἔχων ταῦτα ὁ Εὔμαιος ἐκ τοῦ δεσπότου ἀπαριθμεῖται, ἀλλ'

ὡς ἕξων ἂν καὶ εὐτυχήσων καὶ αὐτὸς εἴ περ ἔζη ὁ δεσπότης Ὀδυσσεύς. δῆλον δὲ

τοῦτο ἐκ τῶν μεταταῦτα, ἔνθα ἐρεῖ Ὀδυσσεὺς τῷ τε Φιλοιτίῳ καὶ τῷ Εὐμαίῳ, ὅτι

ἄξομαι ἀμφοτέροις γυναῖκας, ὥστε οὐκ εἶχεν οὐδ' ὁ Εὔμαιος ἄρτι γυναῖκα δοθεῖσαν

αὐτῷ ὑπὸ Ὀδυσσέως. διὸ χαρακτῆρα σώζων ὁ Εὔμαιος ἀγαθοῦ δούλου δοκεῖ λέγειν,

ὡς ἔδωκεν ἂν καὶ ἐμοὶ Ὀδυσσεὺς ὅσα δεσπότης εὔθυμος, ὅ ἐστιν εὔψυχος, ἀγαθῷ

δούλῳ δίδωσι πολλὰ καμόντι καὶ τῷ κατ' αὐτὸν ἔργον αὔξοντι διὰ τοῦ ἐπιμένειν, ὃ

καὶ μάλιστα χρήσιμον τοῖς δουλεύουσι. τὸν δὲ τοιοῦτον νοῦν διασαφῶν ἐπάγει· ὡς

πολλά με ἂν ὤνησεν ἄναξ εἰ αὐτόθι ἐγήρα. (ῃερς. 63.) Ἰστέον δὲ ὅτι οἰκεὺς καὶ

ἐνταῦθα οὐ μόνον δοῦλος, ἀλλὰ καὶ ὁ κατ' οἶκον φιλητός. ἐπαμφοτερίζει γὰρ ἡ

λέξις, ὡς ἐν τῇ Ἰλιάδι ἐφάνη. οὕτω δέ, φασι, καὶ ἄτμενος οὐ μόνον ὁ δοῦλος, ἀλλὰ

καὶ ὁ τεταγμένος ἐλεύθερος, καὶ λάτρις δὲ κατά τινας μὲν ὁ ἁπλῶς θεράπων, κατὰ δ'

ἑτέρους ὁ κατὰ πολεμικὴν περίστασιν ἁλοὺς καὶ εἰς δουλείαν ἀπαχθείς. δοῦλος

μέντοι μονάζει τῇ δουλείᾳ, καθὰ καὶ ὁ δμὼς, ὡς δῆλον καὶ ἐν τῷ, θῆτές τε δμῶές τε.

οὕτω δὲ καὶ τὸ, ἀμφίπολος κοινόν, φασιν, ἄῤῥενος δούλου καὶ θηλείας ὄνομα. οἱ δὲ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

69

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!