Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

φέρειν ἀλλ' ἕλκειν διὰ τὸ πολὺ τοῦ μεγέθους, οἳ λέγοιντ' ἂν, ὡς εἰκὸς, καὶ κατωρυχέες διὰ τὸ ἐξαρκεῖν ἐπί τι μὲν ὀρωρύχθαι κατὰ γῆς, πῇ δὲ καὶ ὑπερκεῖσθαι. Θριγκῶσαι δὲ τὸ χαρακῶσαι, ἢ στεφάνην καὶ οἷον τρίχα τινὰ ἐπιθεῖναι οἰκοδομήμασιν, ἢ καὶ ἄλλοις φραγμοῖς, κόσμου ἢ ἀσφαλείας χάριν. ἀπὸ τῆς τριχὸς γὰρ ὁ θριγκὸς κατὰ ἀντιστοιχίαν συμφώνων, ὡς προγέγραπται. διὸ παρὰ πολλοῖς τῶν ῥητόρων καὶ τριγχίον γράφεται. Ἄχερδος δὲ περὶ ἧς ἤδη καὶ ἡ κατὰ τὸν Μελάμποδα ἱστορία ἐδήλωσέ τι, φυτόν φασιν ἀκανθῶδες, ἐξ οὗ αἱμασιαὶ γίνονται θριγκοῦσαι τὰ ἔνδον. οἱ δὲ τὴν ἀγρίαν ἄπιόν φασιν, ἀκανθώδη καὶ αὐτὴν οὖσαν. πλεονάζει δὲ τὸ ˉδ καὶ ἐν ταύτῃ. ἄλλως γὰρ ἄχερός ἐστιν, ἧς ἅψασθαι οὐκ ἔστι χειρί. (ῃερς. 11.) Σταυροὶ δὲ ὀρθὰ καὶ ἀπωξυμμένα ξύλα. τὰ καὶ σταύαρα παρὰ τοῖς μὴ λαλοῦσιν εὐγενῶς. γίνονται δὲ παρὰ τὴν εἰς ἀέρα στάσιν ἢ παρὰ τὸ εἰς εὖρος ἵστασθαι. οἱ δ' αὐτοὶ καὶ σκόλοπες λέγονται, ἀφ' ὧν τὸ ἀνασκολοπίζεσθαι καὶ ἀνασταυροῦσθαι. Τὸ δὲ ἔλασεν ἀντὶ τοῦ ἐξήπλωσε, παρέτεινεν, ὃ δὴ ἐπὶ πάντων νοεῖται τῶν σημαινομένων τοῦ ἐλαύνειν. Τὸ δὲ ἔνθα καὶ ἔνθα ἑρμηνεία ἐστὶ τοῦ διαμπερές. Τὸ δὲ πυκνοὺς καὶ θαμέας καὶ νῦν τῇ παραλλήλῳ θέσει τὴν ἄγαν δηλοῖ πυκνότητα. Μέλαν δὲ δρυὸς οἱ μὲν τὴν ἐντεριόνην φασὶν, ἤγουν τὸ ἐγκάρδιον τῆς δρυὸς, μέλαν ὡς ταπολλὰ ὄν· Ἀρίσταρχος δὲ τὸν φλοῦν οὕτω νοεῖ· Κράτης δὲ τὴν δασύτητα καὶ πολλὴν πυκνότητα τῶν φύλλων μελάνδρυον καλεῖ, ὡς αἰτίαν τῷ ξύλῳ μελανίας διὰ τῆς σκιᾶς. φέρεται δὲ καὶ Αἰσχύλου χρῆσις ἐν Φιλοκτήτῃ, κρεμάσας τόξον πίτυος ἐκ μελανδρύου. Ἐν δὲ ῥητορικῷ λεξικῷ εὕρηται καὶ ὅτι μήτρα τὸ μέσον τοῦ ξύλου, ὅ τινες ἐντεριόνην λέγουσιν, ὥστε ταυτὸν εἶναι τῷ λόγῳ τούτῳ μήτραν, ἐντεριόνην καὶ μέλαν δρυός. (ῃερς. 14.) Τὸ δὲ εὐνὰς συσὶν ἑρμηνεία ἐστὶ τοῦ συφεούς. συφεὸς γάρ ἐστι συῶν εὐνή. ὅθεν καὶ παρετυμολογεῖται ὡς φέρων σύας. (ῃερς. 15.) Περὶ δὲ χαμαιευνάδων συῶν προγέγραπται. ὧν καὶ ἡ ˉαˉι δίφθογγος συστέλλεται παρὰ τῷ ποιητῇ, ὡς ἐκεῖ δηλοῦται. Ἰστέον δὲ, ὅτι ἐπὶ συῶν ἡ λέξις αὕτη κυρία. ἄνθρωποι μέντοι χαμαιεῦναι παρὰ τῷ ποιητῇ ἐν Ἰλιάδι, ἐπειδὴ καὶ χαμεῦναι καὶ χαμευνάδες παρὰ τοῖς παλαιοῖς ψίαθοι καὶ στιβάδες, οἵ φασι καὶ ὅτι χαμεύνα ἡ ταπεινὴ κλίσις καὶ στιβάς. καὶ ὅρα οἵα διαφορὰ τοῦ χαμαιευνάδες πεντασυλλάβου ταύτης λέξεως πρὸς τοὺς ἐν τετρασυλλαβίᾳ χαμαιεύνας καὶ τὰς χαμευνάδας καὶ τὰ λοιπά. Τὸ δὲ ἐρχατόωντο καινῶς παρῆκται. προϋπάρχει μὲν γὰρ Ἰωνικὸν τὸ ἔρχατο. ἐξ αὐτοῦ δὲ γίνεται τὸ ἐρχατῶ, οὐκ ἀγαθὸν ῥῆμα εἰς πεζὴν γραφήν. Ὅρα δὲ καὶ ὡς μεταξὺ ἀρσένων συῶν καὶ τοκάδων οὐκ ἔθετο μὲν τὰς στείρας, ἐνέφῃνε δὲ ὅμως καὶ αὐτὰς διὰ τοῦ εἰπεῖν θήλειαι τοκάδες διὰ τὸ εἶναι καὶ ἑτεροίας θηλείας αἳ μὴ τοκάδες εἰσί. (ῃερς. 18.) Τὸ δὲ ἀντίθεοι μνηστῆρες, εἰ μὲν τοὺς ἀσεβεῖς δηλοῖ, πάνυ σφοδρῶς ἔχει. ἐπιεικέστερον δὲ αὐτοῦ μετ' ὀλίγα τὸ, μνηστῆρσιν ὑπερφιάλοισιν. εἰ δὲ τοὺς ἰσοθέους λέγει διά τε γένος τυχὸν καὶ κάλλος καὶ πλοῦτον καὶ ἀνδρίαν, Ὁμηρικώτερόν ἐστι, καθὰ καὶ τὸ θεοειδῆ που εἰπεῖν τὸν Πάριν. εὐλογητικὸς γάρ ἐστι καὶ οὐκ οἶδεν ἔξω καιροῦ κακολογεῖν ὁ ποιητής. Ζατρεφέας δὲ νῦν μὲν σιάλους λέγει, ὥς περ καὶ μετ' ὀλίγα αἶγας. πρὸ δὲ τούτων καὶ φώκας ζατρεφέας ἱστόρησε. Σημείωσαι δὲ καὶ ὅτι τὸ ἄριστον καὶ ἐνταῦθα ἐπὶ συὸς ἔθηκεν, ὡς καὶ ἐν τοῖς ἐφεξῆς, οὐ πάνυ κυριολεκτῶν. (ῃερς. 21.) Ὅτι καὶ τοῖς σμικροτάτοις καλά τινα παραπλέκων ὁ ποιητὴς πλάττει ἐνταῦθα καὶ ὅτι ἐκινδύνευσεν ἂν μικροῦ ὁ Ὀδυσσεὺς ἐκ τῶν κυνῶν τοῦ Εὐμαίου, εἰ μὴ οἷα σοφὸς ἐφυλάξατο. φησὶ γάρ· πὰρ δὲ κύνες θήρεσσιν ἐοικότες, λύκοις τυχὸν ἢ λέουσιν, ὀκνεῖ γὰρ διασαφῆσαι τὴν λέξιν, ἐκτὸς ἴαυον τέσσαρες, οὓς ἔθρεψε συβώτης ὄρχαμος, ὡς ἐῤῥέθη, ἀνδρῶν τῶν ἐφεξῆς δηλωθησομένων, αὐτὸς δ' ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκεν, ἤγουν ἥρμοττε πέδιλα, τάμνων δέρμα βόειον ἐϋχροές. (ῃερς. 24.) οἱ δὲ δὴ ἄλλοι, ὧν δηλαδὴ ἦρχεν ὁ Εὔμαιος, ᾤχοντ' ἄλλυδις ἄλλος ἅμ' ἀγρομένοισιν ὕεσσιν οἱ τρεῖς. τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε, σῦν ἀγέμεν μνηστῆρσιν Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 66

ὑπερφιάλοισιν ἀνάγκῃ, ὄφρα ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν. ἐξαπίνης δ' Ὀδυσῆα ἴδον κύνες ὑλακόμωροι. οἱ μὲν κεκλήγοντες ἐπέδραμον. αὐτὰρ Ὀδυσσεὺς ἕζετο κερδοσύνῃ, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός. (ῃερς. 32.) ἔνθα κεν ᾧ πὰρ σταθμῷ ἀεικέλιον ἤτοι ἀπρεπὲς πάθεν ἄλγος. ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν, ἤγουν ἐπιδραμὼν, ἔσσυτ' ἀνὰ πρόθυρον, σκῦτος δέ οἱ ἔκπεσε χειρὸς, τοὺς μὲν ὁμοκλήσας σεῦεν, ἤγουν ἐδίωξε πυκνοῖσι λιθάδεσσιν, ὁ δὲ προσέειπεν ἄνακτα· ὦ γέρον, ἦ ὀλίγου σε κύνες διεδηλήσαντο ἐξαπίνης καὶ κέν μοι ἐλεγχείην κατέχευας. (ῃερς. 39.) εἶτα εὐμεθόδως δεικνὺς 2.59 Ὅμηρος, ὁποῖος τῷ Ὀδυσσεῖ ὁ δοῦλος ἦν, πλάττει αὐτὸν μνησθέντα ἐκείνου περιπαθῶς ἐν τῷ εἰπεῖν, καὶ δ' ἐμοὶ ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε. ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων ἧμαι, ἄλλοισι δὲ σύας σιάλους ἀτιτάλλω ἔδμεναι. αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς πλάζεται, εἴ που ἔτι ζώει καὶ ὁρᾷ φῶς Ἠελίοιο. (ῃερς. 45.) εἶτα καὶ προκαλεῖται τὸν γέροντα δεσπότην εἰς τὴν κλισίαν ἐλθεῖν, εἰπὼν ἃ δή τις ἐρεῖ προκαλούμενος τοιοῦτον ἄνδρα ἐπὶ ξενίᾳ. ἔφη γάρ· ἀλλ' ἕπεο κλισίηνδε ἴομεν γέρον, ὄφρα καὶ αὐτὸς σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμὸν εἴπῃς ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδε' ἀνέτλης. καὶ ὅρα τὸ, καὶ αὐτὸς κορεσσάμενος, ὡς πρὸς τοὺς μνηστῆρας γὰρ ἀποτείνεται, οἳ ἀεὶ κρεῶν ἐκορέννυντο. (ῃερς. 23.) Τὸ δὲ ἀραρίσκειν ἐκ τοῦ ἀράρω ἀχρείου ῥήματος παρῆκται ὁμοίως τῷ τελίσκω ῥυίσκω καὶ τοῖς τοιούτοις. (ῃερς. 24.) Τὸ δὲ τάμνων δέρμα συνέθετο παρὰ τοῖς ὕστερον τὸ σκυτοτομεῖν. δῆλον δ' ὅτι ἄλλο δέρμα καὶ ἄλλο κῶας ἢ κῶος. δέρμα μὲν γὰρ τὸ ἁπλῶς ἐκδερόμενον, κῶας δὲ ἐν ᾧ κεῖταί τις ἢ κοιμᾶται, ἀπὸ τοῦ κῶ ῥήματος. ὅθεν οὐ μόνον σὺν ἄλλοις καὶ ὁ κῶμος καὶ τὸ κωμάζειν, ἀλλὰ καὶ ἡ κώμη καὶ ὁ κωμήτης καὶ ὁ κώμαξ, ὃς δηλοῖ φλύαρον, τὸν καὶ κόπιν κατὰ τοὺς παλαιοὺς καὶ βωμολόχον. Τὸ δὲ εὐχροὲς δέρμα ὑγίειαν ζῴου δηλοῖ, οὗ τὸ δέρμα εἴη ἂν καὶ πυκνὸν καὶ οὕτως εὔχρηστον εἰς πέδιλα. ἔοικε δὲ καὶ ἀδέψητον εἶναι τὸ τοιοῦτον δέρμα καὶ τρίχας ἔχον δι' ὧν ἦν εὐχροές. (ῃερς. 27.) Τὸ δὲ ἀνάγκῃ, τουτέστι κατὰ βίαν, τὸ αἴτιον ἔστιν οὗ ἕνεκα δυσπαθήσας ὁ ποιητὴς ὑπερφιάλους ἀνωτέρω τοὺς μνηστῆρας ὕβρισεν. οὓς φθάσας ἀντιθέους εἶπε. (ῃερς. 28.) Τὸ δὲ κορέσασθαι ὅτι ἀνοίκειον ἀγαθοῖς ἀνδράσι, πολλαχοῦ ἐδηλώθη. οἰκεῖον δὲ ἀγαθοῖς τὸ, ἔφαγον ὅσον ἤθελε θυμὸς, καὶ τὸ, ἤραρε θυμὸν ἐδωδῇ, καὶ τὸ, βρώσεως καὶ ἐδητύος ἐξ ἔρον ἕντο, καὶ ὅσα τοιαῦτα. (ῃερς. 29.) Κύνες δὲ ὑλακόμωροι κατὰ μὲν Ἀρίσταρχον, οἱ ὀξύφωνοι, ἐπεὶ καὶ μόρον ἐν ἄλλοις ἐδηλώθη λέγεσθαι τὸ ὀξύ. ὃ ἐξετάθη ἐν τῷ ὑλακόμωροι. κρεῖττον δέ φασιν ἀποδιδόναι, οἱ περὶ τὴν ὑλακὴν μεμορημένοι, ὅ ἐστι πεπονημένοι, ἐκταθέντος καὶ πάλιν τοῦ ˉο τῆς παραληγούσης, ἢ καὶ οἱ περὶ ὑλακὴν καὶ φυλακὴν ὄντες, παρὰ τὴν ὤραν τὴν φυλακήν· ἵνα εἶεν ὑλακόωροι, πλεονάσαντος δὲ τοῦ ˉμ, ὑλακόμωροι. ἀπὸ δὲ τῆς τοιαύτης ὤρας καὶ τοῦ ἐξ αὐτῆς ῥήματος τοῦ ὠρεῖν ὁ πυλωρὸς καὶ ὁ ἀρκυωρὸς καὶ τὰ ὅμοια. εἰπεῖν δὲ ὡς ἔγκειται τῇ λέξει ταύτῃ τὸ μωρὸς, ἀσύνετόν ἐστιν. οὐ γὰρ οἶδε τὴν λέξιν ταύτην ὁ ποιητὴς, ἀλλ' ὕστερον εὕρηται, τὴν μὲν ἀρχὴν προπερισπωμένη, ὡς καὶ προδεδήλωταί που· μῶρος γὰρ, οἷον· ὦ πλεῖστα μῶροι καὶ φρενῶν τητώμενοι· ὀξυνθεῖσα δὲ παρὰ τοῖς ὕστερον. δῆλον δὲ ὅτι κυνῶν ἴδιον ἡ ὑλακὴ, ὥς περ καὶ τὸ ὑλακτεῖν καὶ τὸ βαΰζειν δὲ παρὰ Θεοκρίτῳ. (ῃερς. 30.) τὸ γὰρ κεκλήγοντες ἀπὸ οἰωνῶν ἐνταῦθα μετῆκται, ὥς περ καὶ ἐπὶ συῶν ἐν τοῖς μεταταῦτα ῥηθήσεται ἡ κλαγγή. (ῃερς. 31.) Κερδοσύνην δὲ τὴν φρόνησιν λέγει τὴν καὶ κερδαλεότητα, ἣν Ἀθηνᾶ φθάσασα τῷ ἥρωϊ ἐπεμαρτύρατο. φασὶ δὲ φυσικὸν βοήθημα εἶναι ἀνθρώποις πρὸς ἐκμείλιξιν κυνῶν τὸ καθεσθῆναι τινὰ καὶ προέσθαι τὸ ἐν χερσὶν ὅπλον ὡς μὴ ἐπιτιθέμενον, ὅθεν τοὺς κύνας ἀνιέναι τὸν θυμὸν τοῖς τοιούτοις, ὡς καὶ ἐγγίσαντάς ποτε καὶ ὀσφρησαμένους, ἔστι δὲ οἷς καὶ προσουρήσαντας, ἀπαλλάττεσθαι, καὶ μάλιστα εἰ καὶ τὸ τῆς ἐκπνοῆς ἄθρουν ἐπέχοιεν. Ὅτι δὲ οὐ μόνον τοῦ νῦν πτωχικοῦ σκήπτρου ἤτοι ὡς εἰκὸς ῥοπάλου ἀλλὰ καὶ τοῦ ἄλλως ἁπλῶς σκήπτρου διαφορὰ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 67

ὑπερφιάλοισιν ἀνάγκῃ, ὄφρα ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν. ἐξαπίνης δ'

Ὀδυσῆα ἴδον κύνες ὑλακόμωροι. οἱ μὲν κεκλήγοντες ἐπέδραμον. αὐτὰρ Ὀδυσσεὺς

ἕζετο κερδοσύνῃ, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός. (ῃερς. 32.) ἔνθα κεν ᾧ πὰρ σταθμῷ

ἀεικέλιον ἤτοι ἀπρεπὲς πάθεν ἄλγος. ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν,

ἤγουν ἐπιδραμὼν, ἔσσυτ' ἀνὰ πρόθυρον, σκῦτος δέ οἱ ἔκπεσε χειρὸς, τοὺς μὲν

ὁμοκλήσας σεῦεν, ἤγουν ἐδίωξε πυκνοῖσι λιθάδεσσιν, ὁ δὲ προσέειπεν ἄνακτα· ὦ

γέρον, ἦ ὀλίγου σε κύνες διεδηλήσαντο ἐξαπίνης καὶ κέν μοι ἐλεγχείην κατέχευας.

(ῃερς. 39.) εἶτα εὐμεθόδως δεικνὺς 2.59 Ὅμηρος, ὁποῖος τῷ Ὀδυσσεῖ ὁ δοῦλος ἦν,

πλάττει αὐτὸν μνησθέντα ἐκείνου περιπαθῶς ἐν τῷ εἰπεῖν, καὶ δ' ἐμοὶ ἄλλα θεοὶ

δόσαν ἄλγεά τε στοναχάς τε. ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων ἧμαι,

ἄλλοισι δὲ σύας σιάλους ἀτιτάλλω ἔδμεναι. αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς

πλάζεται, εἴ που ἔτι ζώει καὶ ὁρᾷ φῶς Ἠελίοιο. (ῃερς. 45.) εἶτα καὶ προκαλεῖται τὸν

γέροντα δεσπότην εἰς τὴν κλισίαν ἐλθεῖν, εἰπὼν ἃ δή τις ἐρεῖ προκαλούμενος

τοιοῦτον ἄνδρα ἐπὶ ξενίᾳ. ἔφη γάρ· ἀλλ' ἕπεο κλισίηνδε ἴομεν γέρον, ὄφρα καὶ αὐτὸς

σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμὸν εἴπῃς ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδε'

ἀνέτλης. καὶ ὅρα τὸ, καὶ αὐτὸς κορεσσάμενος, ὡς πρὸς τοὺς μνηστῆρας γὰρ

ἀποτείνεται, οἳ ἀεὶ κρεῶν ἐκορέννυντο. (ῃερς. 23.) Τὸ δὲ ἀραρίσκειν ἐκ τοῦ ἀράρω

ἀχρείου ῥήματος παρῆκται ὁμοίως τῷ τελίσκω ῥυίσκω καὶ τοῖς τοιούτοις. (ῃερς. 24.)

Τὸ δὲ τάμνων δέρμα συνέθετο παρὰ τοῖς ὕστερον τὸ σκυτοτομεῖν. δῆλον δ' ὅτι ἄλλο

δέρμα καὶ ἄλλο κῶας ἢ κῶος. δέρμα μὲν γὰρ τὸ ἁπλῶς ἐκδερόμενον, κῶας δὲ ἐν ᾧ

κεῖταί τις ἢ κοιμᾶται, ἀπὸ τοῦ κῶ ῥήματος. ὅθεν οὐ μόνον σὺν ἄλλοις καὶ ὁ κῶμος

καὶ τὸ κωμάζειν, ἀλλὰ καὶ ἡ κώμη καὶ ὁ κωμήτης καὶ ὁ κώμαξ, ὃς δηλοῖ φλύαρον,

τὸν καὶ κόπιν κατὰ τοὺς παλαιοὺς καὶ βωμολόχον. Τὸ δὲ εὐχροὲς δέρμα ὑγίειαν

ζῴου δηλοῖ, οὗ τὸ δέρμα εἴη ἂν καὶ πυκνὸν καὶ οὕτως εὔχρηστον εἰς πέδιλα. ἔοικε δὲ

καὶ ἀδέψητον εἶναι τὸ τοιοῦτον δέρμα καὶ τρίχας ἔχον δι' ὧν ἦν εὐχροές. (ῃερς. 27.)

Τὸ δὲ ἀνάγκῃ, τουτέστι κατὰ βίαν, τὸ αἴτιον ἔστιν οὗ ἕνεκα δυσπαθήσας ὁ ποιητὴς

ὑπερφιάλους ἀνωτέρω τοὺς μνηστῆρας ὕβρισεν. οὓς φθάσας ἀντιθέους εἶπε. (ῃερς.

28.) Τὸ δὲ κορέσασθαι ὅτι ἀνοίκειον ἀγαθοῖς ἀνδράσι, πολλαχοῦ ἐδηλώθη. οἰκεῖον δὲ

ἀγαθοῖς τὸ, ἔφαγον ὅσον ἤθελε θυμὸς, καὶ τὸ, ἤραρε θυμὸν ἐδωδῇ, καὶ τὸ, βρώσεως

καὶ ἐδητύος ἐξ ἔρον ἕντο, καὶ ὅσα τοιαῦτα. (ῃερς. 29.) Κύνες δὲ ὑλακόμωροι κατὰ μὲν

Ἀρίσταρχον, οἱ ὀξύφωνοι, ἐπεὶ καὶ μόρον ἐν ἄλλοις ἐδηλώθη λέγεσθαι τὸ ὀξύ. ὃ

ἐξετάθη ἐν τῷ ὑλακόμωροι. κρεῖττον δέ φασιν ἀποδιδόναι, οἱ περὶ τὴν ὑλακὴν

μεμορημένοι, ὅ ἐστι πεπονημένοι, ἐκταθέντος καὶ πάλιν τοῦ ˉο τῆς παραληγούσης, ἢ

καὶ οἱ περὶ ὑλακὴν καὶ φυλακὴν ὄντες, παρὰ τὴν ὤραν τὴν φυλακήν· ἵνα εἶεν

ὑλακόωροι, πλεονάσαντος δὲ τοῦ ˉμ, ὑλακόμωροι. ἀπὸ δὲ τῆς τοιαύτης ὤρας καὶ τοῦ

ἐξ αὐτῆς ῥήματος τοῦ ὠρεῖν ὁ πυλωρὸς καὶ ὁ ἀρκυωρὸς καὶ τὰ ὅμοια. εἰπεῖν δὲ ὡς

ἔγκειται τῇ λέξει ταύτῃ τὸ μωρὸς, ἀσύνετόν ἐστιν. οὐ γὰρ οἶδε τὴν λέξιν ταύτην ὁ

ποιητὴς, ἀλλ' ὕστερον εὕρηται, τὴν μὲν ἀρχὴν προπερισπωμένη, ὡς καὶ

προδεδήλωταί που· μῶρος γὰρ, οἷον· ὦ πλεῖστα μῶροι καὶ φρενῶν τητώμενοι·

ὀξυνθεῖσα δὲ παρὰ τοῖς ὕστερον. δῆλον δὲ ὅτι κυνῶν ἴδιον ἡ ὑλακὴ, ὥς περ καὶ τὸ

ὑλακτεῖν καὶ τὸ βαΰζειν δὲ παρὰ Θεοκρίτῳ. (ῃερς. 30.) τὸ γὰρ κεκλήγοντες ἀπὸ

οἰωνῶν ἐνταῦθα μετῆκται, ὥς περ καὶ ἐπὶ συῶν ἐν τοῖς μεταταῦτα ῥηθήσεται ἡ

κλαγγή. (ῃερς. 31.) Κερδοσύνην δὲ τὴν φρόνησιν λέγει τὴν καὶ κερδαλεότητα, ἣν

Ἀθηνᾶ φθάσασα τῷ ἥρωϊ ἐπεμαρτύρατο. φασὶ δὲ φυσικὸν βοήθημα εἶναι ἀνθρώποις

πρὸς ἐκμείλιξιν κυνῶν τὸ καθεσθῆναι τινὰ καὶ προέσθαι τὸ ἐν χερσὶν ὅπλον ὡς μὴ

ἐπιτιθέμενον, ὅθεν τοὺς κύνας ἀνιέναι τὸν θυμὸν τοῖς τοιούτοις, ὡς καὶ ἐγγίσαντάς

ποτε καὶ ὀσφρησαμένους, ἔστι δὲ οἷς καὶ προσουρήσαντας, ἀπαλλάττεσθαι, καὶ

μάλιστα εἰ καὶ τὸ τῆς ἐκπνοῆς ἄθρουν ἐπέχοιεν. Ὅτι δὲ οὐ μόνον τοῦ νῦν πτωχικοῦ

σκήπτρου ἤτοι ὡς εἰκὸς ῥοπάλου ἀλλὰ καὶ τοῦ ἄλλως ἁπλῶς σκήπτρου διαφορὰ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

67

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!