Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

θεὸς, ἔνθα λευκοὶ κόρακες αὐτοῖς ὀφθῶσιν, ἐκεῖ κατοικεῖν. ἰδόντες οὖν, φησὶ, κόρακας πετομένους περὶ τὸν Παγασιτικὸν κόλπον, οὓς ἄκακοι παῖδες ἐγύψωσαν, ᾤκησαν ἐκεῖ, καλέσαντες τὸ χωρίον Κόρακας. ὕστερον δὲ Αἰολεῖς ἐκβαλόντες αὐτοὺς ἔπεμπον ἐκεῖ τοὺς φυγαδευομένους. ὁ δ' αὐτὸς λέγει καὶ ὅτι Ἀριστοτέλης ἱστορεῖ λοιμοῦ κατασχόντος καὶ κοράκων πολλῶν γενομένων τοὺς ἀνθρώπους θηρεύοντας αὐτοὺς καὶ περικαθαίροντας ἐπαοιδαῖς ἀφιέναι ζῶντας, καὶ ἐπιλέγειν τῷ λοιμῷ, φεῦγ' ἐς κόρακας. ὁ δὲ Αἴσωπος πλάττει μυθικῶς κολοιὸν μέγαν, νομίσαντα τοῖς κόραξιν ἐξισοῦσθαι, προσμίξαι αὐτοῖς, ἡττηθέντα δὲ ὑποστρέψαι πάλιν εἰς τοὺς κολοιούς. τοὺς δὲ ἀγανακτήσαντας παίειν αὐτὸν καὶ βοᾶν, φεῦγ' ἐς κόρακας. Ἀριστείδης δὲ ἀποδίδωσι διὰ τὸ ἐν τραχέσι τόποις καὶ κρημνώδεσι τοὺς κόρακας νεοσσοποιεῖσθαι λέγειν ἡμᾶς φεῦγ' ἐς κόρακας, ὅ ἐστιν εἰς ἀποκρήμνους τόπους καὶ εἰς φθοράν. δῆλον δὲ ὅτι πολλοὶ τόποι ἀπὸ ζῴων ἐκαλοῦντο, ὡς καὶ ἡ Λεοντάρνη, καὶ ἡ Λεοντόπολις, καὶ ἡ Βουκεφάλα καὶ τὸ Κυνόσαργες γυμνάσιον ἔξω τοῦ ἄστεος Ἀθήνῃσιν. ὅ τινες Κυνοσαργὲς ὀξυτόνως προέφερον ὁμοίως τῷ περικαλλές· κρατεῖ δὲ ὅμως ἡ τοῦ προπαροξυτόνου ἀνάγνωσις, ὡς δηλοῖ τὸ, ἐν Κυνοσάργει. οὕτω δὲ καὶ ἐν Ἄργει Κυνάδρα κρήνη, ἐξ ἧς ἔπινον οἱ ἐλευθερούμενοι. ὅθεν τὸ ἐν Κυνάδρᾳ ἐλευθέριον ὕδωρ παροιμιακῶς ἐπὶ τῆς κατ' ἐλευθερίαν ζωῆς. ἐκλήθη δὲ οὕτως ἡ ῥηθεῖσα κρήνη διὰ τὸ κύνα, φασὶ, ταύτῃ, τουτέστιν ἐκεῖ, διαδράναι, ὥς περ καὶ Κυνόσαργες ἀπὸ κυνὸς ἀργοῦ, ὅ ἐστι λευκοῦ, κρέας ἐκ θυσίας ἁρπάσαντος καὶ ἀπαγόντος ἐκεῖ. Ἰστέον δὲ καὶ ὅτι ὥς περ τόποι γῆς, οὕτω καὶ νῆες ἐκληρώσαντό τινα μέρη παρώνυμα ζῴων. οὕτω συὸς τόπος παροιμιωδῶς, ἐπεί περ τὰ Σάμια πλοῖα συὸς εἶχε τύπον ἐν ταῖς πρώραις. ἐντεῦθεν ὁ Λουκιανὸς καὶ ἕτεροι χηνίσκον λέγουσι νηὸς τύπωμά τι χηνὸς παράσημον ἐν ναυσίν. ἐντεῦθεν δὲ καὶ τὸ παρὰ Λυκόφρονι ταυρόμορφον πλοίου τύπωμα. καὶ τοιαῦτα μὲν ταῦτα. (ῃερς. 409.) Περὶ δὲ βαλάνου καὶ ὡς πιαίνει σύας αὕτη, προδεδήλωται. (ῃερς. 411.) Ὅτι προεκτιθέμενος ὁ ποιητὴς τὴν διάθεσιν τῆς ἐφεξῆς ἱστορίας πλάττει τὴν Ἀθηνᾶν παραγγέλλουσαν τῷ Ὀδυσσεῖ τοῖς ἀγροῖς παραμένειν καὶ πάντα ἐξερέεσθαι ὄφρ' ἂν αὐτὴ ἐπανακαλέσεται ἐκ Σπάρτης τὸν Τηλέμαχον καὶ συμμίξῃ τῷ πατρί. ὃ πάνυ ἀναγκαῖον τῇ ποιήσει ἐστὶν, ὡς ἐν τοῖς ἑξῆς φανεῖται. (ῃερς. 412.) Ὅτι καλλιγύναικα τὴν Σπάρτην κἀνταῦθα λέγει διὰ τὴν Ἑλένην, (ῃερς. 414) καὶ Λακεδαίμονα δὲ εὐρύχορον. (ῃερς. 415.) ἑρμηνεύει δὲ καὶ τὸ ἐν τοῖς φθάσασί που γραφὲν περὶ Τηλεμάχου ἠδ' ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν, ὃ διττὴν ἔχον ἐκεῖ ἔννοιαν συγκροτεῖται ἐκ τῶν ἐνταῦθα. ἢ γὰρ λέγει ἐκεῖ ὅτι ἄπεισιν ὁ Τηλέμαχος πευσόμενος περὶ τοῦ πατρὸς ὅπου κλέος ἤγουν φήμη ἔχει αὐτὸν εἶναι καὶ διατρίβειν, καί φησι κἀνταῦθα ὁμοίως ἡ τοῦ μύθου Ἀθηνᾶ, ὅτι ᾤχετο Τηλέμαχος πευσόμενος μετὰ σὸν κλέος εἴ που ἔτι εἴης· ἢ δηλοῖ ἄλλως ἐκεῖνο, ὅτι ᾤχετο γνωσόμενος περὶ τοῦ πατρὸς ὁ Τηλέμαχος, ἵνα κλέος αὐτὸν ἤγουν τὸν Τηλέμαχον ἔχῃ, τουτέστι τιμὴ, ὡς φιλοπάτορα ὄντα. καὶ λέγει καὶ ἐνταῦθα (ῃερς. 422.) πάλιν μετ' ὀλίγα ἡ αὐτὴ Ἀθηνᾶ, ὅτι αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο κεῖσε ἐλθών. Ἔνθα ὅρα τὸ πόμπευον, ἐξ οὗ ὁ πομπεὺς, ὡς ἡγεμονεὺς ἐκ τοῦ ἡγεμονεύω, καὶ ἡνιοχεὺς ἐκ τοῦ ἡνιοχεύω. (ῃερς. 418.) ἐν τούτοις δὲ καὶ τὴν τῶν πολλῶν ἀπορίαν λύει τὴν ὡς εἰκὸς λέγουσαν· τί δή ποτε Τηλέμαχος ἀποδημεῖ ἔξω καιροῦ; ἢ ἵνα που κἀκεῖνος ἀλώμενος ἄλγεα πάσχῃ πόντον ἐπ' ἀτρύγετον, βίοτον δέ οἱ ἄλλοι ἔδωσι; λύουσα γὰρ τῷ Ὀδυσσεῖ τοῦτο ἡ Ἀθηνᾶ φησὶν, ὡς οὔ τινα ἔχει πόνον, ἀλλὰ ἕκηλος ἧσται ἐν Μενελάου δόμοις, (ῃερς. 424.) παρὰ δ' ἄσπετα κεῖται, ἤγουν παρατέθειται αὐτῷ πολλὰ εἰς τρυφὴν, καὶ θεοῦ πέμποντος κλέος ἐσθλὸν αἴρεται εἶτα καὶ προαναφωνουμένη τὸ μέλλον φησὶν ὡς λοχῶσι μὲν αὐτὸν οἱ μνηστῆρες ἱέμενοι κτεῖναι, ἀλλὰ τά γ' οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξει. βαρέως δὲ καὶ νῦν εἴρηται τὸ οὐκ ὀΐω, ἤτοι οὐ νομίζω. ἄλλως γὰρ οὐκ ἂν ἀγνοεῖν λέγοιτο ἡ Ἀθηνᾶ. (ῃερς. 427.) Τὸ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 64

δὲ, πρὶν καί τινα γαῖα καθέξει, περιφραστικῶς ἀντὶ τοῦ, πρὶν τεθνήξεταί τις. παραπέφρασται δὲ αὐτὸ ἐκ τοῦ πρὸ ὀλίγων ῥηθέντος, καί τινα ὀΐω αἵματί τε 2.57 ἐγκεφάλῳ τε παλάξειν οὖδας. (ῃερς. 421.) Ἐν τούτοις δὲ κεῖται καὶ τὸ, μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω, ἀντὶ τοῦ, μὴ ἐνθυμοῦ ἐκεῖνον, κατὰ περίφρασιν λεχθὲν καὶ αὐτό. (ῃερς. 429.) λέγει δὲ καὶ ὡς ῥάβδῳ ἐπεμάσατο Ἀθήνη καὶ μετεποίησε τὸν Ὀδυσσέα εἰς εἰδεχθῆ γέροντα ὁποῖος ἐσκηνογραφεῖτο προσεχῶς, καθὰ καὶ ἡ Κίρκη ῥάβδῳ πλήττουσα ἠλλοίου μορφάς. (ῃερς. 439.) Ὅτι διατμαγῆναι οὐ μόνον τὸ διακοπῆναι ἤτοι ἀποτμηθῆναι, ἀλλὰ καὶ τὸ χωρισθῆναι τοπικῶς, ὡς δηλοῖ ἐνταῦθα τὸ, ὣς βουλεύσαντε διέτμαγον, ὃ καὶ διασαφῶν Ὅμηρος ἐπάγει· ἡ μὲν ἐς Λακεδαίμονα δῖαν ἔβη, Ὀδυσσεὺς δὲ εἰς τὸν ἀγρόν. Ὅρα δ' ἐνταῦθα καὶ ὅτι Ἀθηνᾶς οὔσης καὶ Ὀδυσσέως τὸ, βολεύσαντε, ἀρσενικῶς ἀπεδόθη, ὡς πανταχοῦ γίνεται. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ξ. ΟΜΗΡΟΥ ΡΑΨΩΙ∆ΙΑΣ. Ξενισμὸς Ὀδυσσέως γίνεται ἐν τῷ ἀγρῷ παρ' Εὐμαίῳ καὶ ποικίλη τις ὁμιλία. ἄλλως Ὀδυσσέως παρουσία πρὸς Εὔμαιον καὶ λόγοι γίνονται ἀναπλάττοντος ἑαυτὸν καὶ πράξεις τινὰς ἐκτιθεμένου. Ο∆ΥΣΣΕΙΑΣ Ξ. ΟΜΗΡΟΥ ΡΑΨΩΙ∆ΙΑ. (ῃερς. 2.) Ὅτι τῷ δούλῳ Εὐμαίῳ ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ ἐντυγχάνει Ὀδυσσεὺς εἰς ἀγαθὸν ἑαυτῷ. διὸ καὶ ἐπιγραφὴ ταύτης αὕτη· Ὀδυσσέως πρὸς Εὔμαιον ὁμιλία. ἄρχεται δὲ οὕτως· Αὐτὰρ ὁ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν χῶρον ἀν' ὑλήεντα δι' ἄκριας, ἤγουν κατὰ τὰς ἄκρας τῶν ὀρῶν, ὡς καὶ ἀλλαχοῦ κεῖται, ὅθεν καὶ Ζεὺς ἐπάκριος, ᾧ ἐπ' ἄκρων ὀρέων ἱδρύοντο βωμοί. εἰκὸς δὲ πάντως, τὴν κραναὴν Ἰθάκην καὶ τραχείας ἔχειν ἀταρποὺς καὶ ὕλην καὶ ἄκριας. (ῃερς. 1.) Ἐκ δὲ τῆς ἀτραποῦ, καὶ ἀτραπίζειν ἐν ῥητορικῷ λεξικῷ κεῖται τὸ βαδίζειν ἢ ὁδοποιεῖν. (ῃερς. 3.) Ὅτι σεμνύνων τὸν Εὔμαιον δῖον ὑφορβὸν λέγει ἐνταῦθα. μετ' ὀλίγα δὲ (ῃερς. 22.) καὶ ὄρχαμον ἀνδρῶν, ἤγουν ἀρχικὸν ἄνδρα, ἢ καὶ ἄρχοντα δούλων ἑτέρων, ὡς καὶ μετὰ ταῦτα φανεῖται καὶ νῦν δὲ δηλοῦται ἐν τῷ, ὃς οἱ βιότοιο μάλιστα κήδετο οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεὺς, καὶ ὅρα ὅτι δῖον καὶ τὸν δεσπότην προσεῖπε, καθὰ καὶ τὸν δοῦλον ὑφορβόν. (ῃερς. 4.) Ἰστέον δὲ ὅτι οἰκῆες οὐ μόνον οἱ οἰκέται, ἀλλὰ καὶ πάντες ἁπλῶς οἱ τῆς οἰκίας ἐλέγοντο, καθὰ καὶ ἐν ἄλλοις εἴρηται. (ῃερς. 5.) Ὅτι τὴν τοῦ Εὐμαίου παραδεικνὺς σπουδὴν περὶ τὰ δεσποτικὰ πράγματα φράζει οὕτως· τὸν δ' ἂρ ἐνὶ προδόμῳ εὗρεν Ὀδυσσεύς, ἔνθα οἱ αὐλὴ ὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισι καλή τε (ῃερς. 7.) μεγάλη τε περίδρομος ἤγουν περιοδευομένη, ἀγειτόνευτος, ἢ κυκλοτερὴς διὰ τὸ πολυχωρητότερον, ἣν δὴ συβώτης αὐτὸς δείματο ὕεσσιν ἀποιχομένοιο ἄνακτος νόσφι δεσποίνης καὶ Λαέρταο γέροντος ῥυτοῖσι λάεσσι, καὶ ἐθρίγκωσεν ἀχέρδῳ, σταυροὺς δ' ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα, πυκνοὺς καὶ θαμέας ἢ μεγάλους, τὸ μέλαν δρυὸς ἀμφικεάσας. ἔντοσθεν δ' αὐλῆς συφεοὺς δυοκαίδεκα ποίει πλησίον ἀλλήλων εὐνὰς συσίν. (ῃερς. 14.) εἶτα τὰς σύας ἀριθμῶν φησίν· ἐν δ' ἑκάστῳ πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο θήλειαι τοκάδες. τοὶ δ' ἄρσενες ἐκτὸς ἴαυον, (ῃερς. 17.) πολλὸν παυρότεροι, οὗ καὶ τὴν αἰτίαν προστιθεὶς ἐπάγει· τοὺς γὰρ μινύθεσκον ἔδοντες ἀντίθεοι μνηστῆρες. ἐπεὶ προΐαλλε συβώτης αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων. (ῃερς. 20.) οὓς καὶ αὐτοὺς μετρῶν ἐπιφέρει· οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο. καὶ τοιαῦτα μὲν ἃ περὶ τῶν τοιούτων ἱστορεῖ Ὅμηρος. (ῃερς. 6.) Ἰστέον δὲ ὅτι ἀντὶ τοῦ κατωρυχέεσσι λίθοισι τὰ τῶν ἀντιγράφων ἀκριβέστερα περισκέπτῳ ἐνὶ χώρῳ γράφουσιν. ἐχρῆν γὰρ τοιοῦτον εἶναι ἀναγκαίως τὸν τῆς αὐλῆς τόπον, ἵνα περισκοπῆται τὰ πέριξ, ὁποῖός τις καὶ ὁ τοῦ Τηλεμάχου πρὸ τούτου θάλαμος ἦν. (ῃερς. 5.) Ὅρα δὲ καὶ νῦν ὅτι πρόδομος ὁ ἔξω, μεθ' ὃν εὐθὺς ἡ αὐλή. (ῃερς. 8.) Τὸ δὲ αὐτὸς δείματο, κατ' ἐξοχὴν ἔχει τὸ αὐτὸς, ὅ περ ἑρμηνεύων ἐπάγει τὸ, ἀποιχομένοιο ἄνακτος, καὶ τὸ, νόσφι δεσποίνης καὶ Λαέρτου, ὡς αὐτὸς δαπανήσας δίχα ἐκείνων, ὃ τὴν περὶ τὰ δεσποτικὰ ἐμφαίνει κηδεμονίαν τοῦ δούλου. (ῃερς. 10.) Ῥυτοὶ δὲ λίθοι, οἱ μεγάλοι καὶ μὴ φορητοὶ 2.58 ἀλλ' ἑλκυστοὶ, οὓς οὐκ ἔστι δηλαδὴ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 65

θεὸς, ἔνθα λευκοὶ κόρακες αὐτοῖς ὀφθῶσιν, ἐκεῖ κατοικεῖν. ἰδόντες οὖν, φησὶ,

κόρακας πετομένους περὶ τὸν Παγασιτικὸν κόλπον, οὓς ἄκακοι παῖδες ἐγύψωσαν,

ᾤκησαν ἐκεῖ, καλέσαντες τὸ χωρίον Κόρακας. ὕστερον δὲ Αἰολεῖς ἐκβαλόντες

αὐτοὺς ἔπεμπον ἐκεῖ τοὺς φυγαδευομένους. ὁ δ' αὐτὸς λέγει καὶ ὅτι Ἀριστοτέλης

ἱστορεῖ λοιμοῦ κατασχόντος καὶ κοράκων πολλῶν γενομένων τοὺς ἀνθρώπους

θηρεύοντας αὐτοὺς καὶ περικαθαίροντας ἐπαοιδαῖς ἀφιέναι ζῶντας, καὶ ἐπιλέγειν

τῷ λοιμῷ, φεῦγ' ἐς κόρακας. ὁ δὲ Αἴσωπος πλάττει μυθικῶς κολοιὸν μέγαν,

νομίσαντα τοῖς κόραξιν ἐξισοῦσθαι, προσμίξαι αὐτοῖς, ἡττηθέντα δὲ ὑποστρέψαι

πάλιν εἰς τοὺς κολοιούς. τοὺς δὲ ἀγανακτήσαντας παίειν αὐτὸν καὶ βοᾶν, φεῦγ' ἐς

κόρακας. Ἀριστείδης δὲ ἀποδίδωσι διὰ τὸ ἐν τραχέσι τόποις καὶ κρημνώδεσι τοὺς

κόρακας νεοσσοποιεῖσθαι λέγειν ἡμᾶς φεῦγ' ἐς κόρακας, ὅ ἐστιν εἰς ἀποκρήμνους

τόπους καὶ εἰς φθοράν. δῆλον δὲ ὅτι πολλοὶ τόποι ἀπὸ ζῴων ἐκαλοῦντο, ὡς καὶ ἡ

Λεοντάρνη, καὶ ἡ Λεοντόπολις, καὶ ἡ Βουκεφάλα καὶ τὸ Κυνόσαργες γυμνάσιον ἔξω

τοῦ ἄστεος Ἀθήνῃσιν. ὅ τινες Κυνοσαργὲς ὀξυτόνως προέφερον ὁμοίως τῷ

περικαλλές· κρατεῖ δὲ ὅμως ἡ τοῦ προπαροξυτόνου ἀνάγνωσις, ὡς δηλοῖ τὸ, ἐν

Κυνοσάργει. οὕτω δὲ καὶ ἐν Ἄργει Κυνάδρα κρήνη, ἐξ ἧς ἔπινον οἱ ἐλευθερούμενοι.

ὅθεν τὸ ἐν Κυνάδρᾳ ἐλευθέριον ὕδωρ παροιμιακῶς ἐπὶ τῆς κατ' ἐλευθερίαν ζωῆς.

ἐκλήθη δὲ οὕτως ἡ ῥηθεῖσα κρήνη διὰ τὸ κύνα, φασὶ, ταύτῃ, τουτέστιν ἐκεῖ,

διαδράναι, ὥς περ καὶ Κυνόσαργες ἀπὸ κυνὸς ἀργοῦ, ὅ ἐστι λευκοῦ, κρέας ἐκ θυσίας

ἁρπάσαντος καὶ ἀπαγόντος ἐκεῖ. Ἰστέον δὲ καὶ ὅτι ὥς περ τόποι γῆς, οὕτω καὶ νῆες

ἐκληρώσαντό τινα μέρη παρώνυμα ζῴων. οὕτω συὸς τόπος παροιμιωδῶς, ἐπεί περ

τὰ Σάμια πλοῖα συὸς εἶχε τύπον ἐν ταῖς πρώραις. ἐντεῦθεν ὁ Λουκιανὸς καὶ ἕτεροι

χηνίσκον λέγουσι νηὸς τύπωμά τι χηνὸς παράσημον ἐν ναυσίν. ἐντεῦθεν δὲ καὶ τὸ

παρὰ Λυκόφρονι ταυρόμορφον πλοίου τύπωμα. καὶ τοιαῦτα μὲν ταῦτα. (ῃερς. 409.)

Περὶ δὲ βαλάνου καὶ ὡς πιαίνει σύας αὕτη, προδεδήλωται. (ῃερς. 411.) Ὅτι

προεκτιθέμενος ὁ ποιητὴς τὴν διάθεσιν τῆς ἐφεξῆς ἱστορίας πλάττει τὴν Ἀθηνᾶν

παραγγέλλουσαν τῷ Ὀδυσσεῖ τοῖς ἀγροῖς παραμένειν καὶ πάντα ἐξερέεσθαι ὄφρ' ἂν

αὐτὴ ἐπανακαλέσεται ἐκ Σπάρτης τὸν Τηλέμαχον καὶ συμμίξῃ τῷ πατρί. ὃ πάνυ

ἀναγκαῖον τῇ ποιήσει ἐστὶν, ὡς ἐν τοῖς ἑξῆς φανεῖται. (ῃερς. 412.) Ὅτι καλλιγύναικα

τὴν Σπάρτην κἀνταῦθα λέγει διὰ τὴν Ἑλένην, (ῃερς. 414) καὶ Λακεδαίμονα δὲ

εὐρύχορον. (ῃερς. 415.) ἑρμηνεύει δὲ καὶ τὸ ἐν τοῖς φθάσασί που γραφὲν περὶ

Τηλεμάχου ἠδ' ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν, ὃ διττὴν ἔχον ἐκεῖ

ἔννοιαν συγκροτεῖται ἐκ τῶν ἐνταῦθα. ἢ γὰρ λέγει ἐκεῖ ὅτι ἄπεισιν ὁ Τηλέμαχος

πευσόμενος περὶ τοῦ πατρὸς ὅπου κλέος ἤγουν φήμη ἔχει αὐτὸν εἶναι καὶ διατρίβειν,

καί φησι κἀνταῦθα ὁμοίως ἡ τοῦ μύθου Ἀθηνᾶ, ὅτι ᾤχετο Τηλέμαχος πευσόμενος

μετὰ σὸν κλέος εἴ που ἔτι εἴης· ἢ δηλοῖ ἄλλως ἐκεῖνο, ὅτι ᾤχετο γνωσόμενος περὶ

τοῦ πατρὸς ὁ Τηλέμαχος, ἵνα κλέος αὐτὸν ἤγουν τὸν Τηλέμαχον ἔχῃ, τουτέστι τιμὴ,

ὡς φιλοπάτορα ὄντα. καὶ λέγει καὶ ἐνταῦθα (ῃερς. 422.) πάλιν μετ' ὀλίγα ἡ αὐτὴ

Ἀθηνᾶ, ὅτι αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο κεῖσε ἐλθών. Ἔνθα ὅρα τὸ

πόμπευον, ἐξ οὗ ὁ πομπεὺς, ὡς ἡγεμονεὺς ἐκ τοῦ ἡγεμονεύω, καὶ ἡνιοχεὺς ἐκ τοῦ

ἡνιοχεύω. (ῃερς. 418.) ἐν τούτοις δὲ καὶ τὴν τῶν πολλῶν ἀπορίαν λύει τὴν ὡς εἰκὸς

λέγουσαν· τί δή ποτε Τηλέμαχος ἀποδημεῖ ἔξω καιροῦ; ἢ ἵνα που κἀκεῖνος ἀλώμενος

ἄλγεα πάσχῃ πόντον ἐπ' ἀτρύγετον, βίοτον δέ οἱ ἄλλοι ἔδωσι; λύουσα γὰρ τῷ

Ὀδυσσεῖ τοῦτο ἡ Ἀθηνᾶ φησὶν, ὡς οὔ τινα ἔχει πόνον, ἀλλὰ ἕκηλος ἧσται ἐν

Μενελάου δόμοις, (ῃερς. 424.) παρὰ δ' ἄσπετα κεῖται, ἤγουν παρατέθειται αὐτῷ

πολλὰ εἰς τρυφὴν, καὶ θεοῦ πέμποντος κλέος ἐσθλὸν αἴρεται εἶτα καὶ

προαναφωνουμένη τὸ μέλλον φησὶν ὡς λοχῶσι μὲν αὐτὸν οἱ μνηστῆρες ἱέμενοι

κτεῖναι, ἀλλὰ τά γ' οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξει. βαρέως δὲ καὶ νῦν εἴρηται τὸ

οὐκ ὀΐω, ἤτοι οὐ νομίζω. ἄλλως γὰρ οὐκ ἂν ἀγνοεῖν λέγοιτο ἡ Ἀθηνᾶ. (ῃερς. 427.) Τὸ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

64

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!