18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

γὰρ πῶς ἄσπετος ἡ βραχεῖα καὶ εὐπερίγραπτος καθ' ἣν οἱ μνηστῆρες πεσοῦνται; οἱ δὲ

παλαιοὶ λέγουσι περὶ τῆς ἐνταῦθα τοῦ Ὀδυσσέως βουλῆς δι' ἧς χερσὶν ὀλίγαις

ἐπιθήσεσθαι τοῖς μνηστῆρσι μελετᾷ, ὅτι οὐκ ἠθέλησέ ποθεν συμμαχίαν λαβεῖν,

ἐπειδὴ τοῖς μὲν πολίταις οὐ προέθετο πολεμήσειν, ὡς μηδὲν αἰτίοις, οἷα καὶ μαθὼν

ἐν Ἅιδου φυλάττεσθαι τὰς βασιλικὰς τιμὰς τῷ υἱῷ. οἱ δὲ μνηστῆρες καὶ δίχα

συμμαχίας εὐεπιχείρητοί εἰσιν, εἴ περ Ὀδυσσεὺς καὶ μόνος πρὸς τριακοσίους ἢ καὶ

πρὸς λόχους ὅλους πολλοὺς ἀντίμαχός ἐστιν ἀξιόμαχος σὺν Ἀθηνᾷ, τουτέστι μετὰ

καὶ φρονήσεως, καθ' ἣν καὶ μάλιστα τῶν μνηστήρων περιεγένετο. (ῃερς. 397.) Ὅτι

ἐπεὶ ἔδει τὸν Ὀδυσσέα μὴ λαμπρὰ φοροῦντα μηδὲ φαιδρῷ προσώπῳ ἐμφανισθῆναι

τοῖς ἑαυτοῦ, εἰκὸς μὲν καὶ ἄλλως τοῦτο ποιηθῆναι πρός γε αὐτοῦ Ὀδυσσέως. ὁ δὲ

ποιητὴς κἀνταῦθα τερατῶδές τι ἐθελήσας πλάσασθαι παράγει τὴν μυθικὴν Ἀθηνᾶν

λέγουσαν οὕτως· ἀλλ' ἄγε σε ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι. κάρψω μὲν χρόα

καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι. ξανθὰς δ' ἐκ κεφαλῆς ὀλέσω τρίχας. ἀμφὶ δὲ λαῖφος

ἕσσω, ὅ κεν στυγέῃσιν ἰδὼν ἄνθρωπος ἔχοντα, ἢ στυγέει τις ἰδὼν ἄνθρωπον ἔχοντα.

κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέ' ἐόντε (ῃερς. 402.) ὡς ἂν ἀεικέλιος, καὶ

διατοῦτο δηλαδὴ ἄγνωστος, πᾶσι μνηστῆρσι φανείης σῇ τ' ἀλόχῳ καὶ παιδὶ, τὸν ἐν

μεγάροισιν ἔλιπες. (ῃερς. 430.) καὶ μετ' ὀλίγα δὲ, ὅτε ἡ Ἀθηνᾶ τοῦτο ποιεῖ, ὁμῶς

φράζει ὁ ποιητὴς, πλὴν ὅσον καὶ προστίθησιν ἐκεῖ καὶ παραποιεῖ δέ τινα πρὸς

σαφήνειαν. φησὶ γάρ· κάρψε μὲν οἱ χρόα καὶ ἑξῆς τὸν ὅλον στίχον, ξανθὰς δ' ἐκ

κεφαλῆς ὄλεσε τρίχας. ἀμφὶ δὲ δέρμα πάντεσσι μελέεσσι παλαιοῦ θῆκε γέροντος.

κνύζωσε δέ οἱ ὄσσε καὶ ἐφεξῆς τὸ πᾶν τοῦ στίχου. ἀμφὶ δέ μιν ῥάκος κακὸν βάλεν

ἠδὲ χιτῶνα ῥωγαλέα, ῥυπόεντα, κακῷ μεμορυγμένα καπνῷ. ἀμφὶ δέ μιν μέγα δέρμα

ταχείης ἕσσ' ἐλάφοιο, ψιλόν. δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην, πυκνὰ

ῥωγαλέην, ἐν δὲ στρόφος ἦεν ἀορτήρ. Ἐν οἷς ὅρα τὴν σκευὴν ἀρχοειδῆ τινὰ οὖσαν

ὡσεὶ παράδειγμα τῇ ὕστερον κωμικῇ μεθόδῳ, ἢ πρὸς εὐτέλειαν τὰ σκηνικὰ

διεσκεύαζεν, ὡς καὶ ὁ Ἀριστοφάνης δηλοῖ. πολλὴ δὲ ἡ τῆς ἀλλοιώσεως ταύτης τῷ

Ὀδυσσεῖ συμβολὴ πρὸς ἃ μέλλει ποιεῖν. οὐ γὰρ ἔχει τι καλὸν ὡς καὶ περιεργασθῆναι,

ἀλλὰ κατὰ τὸν ποιητὴν, καὶ στυγεῖται βλεπόμενος. διό περ οὐδ' ἂν

πολυπραγμονηθεὶς γνωρισθείη τινί. Ἄγνωστος δὲ γίνεται πᾶσι, δίχα γε τῆς μαίας

Εὐρυκλείας. 2.54 πλὴν οὐδ' αὐτὴ ἐκ τοῦ εἴδους ἁπλῶς ἀναγνωρίζει τὸν Ὀδυσσέα, ἐκ

τῆς κατὰ τὸν μηρὸν δὲ οὐλῆς, ὡς φανήσεται. (ῃερς. 398.) Κάρψαι δέ ἐστι τὸ ξηράναι

καὶ συσπάσαι, ἐκ τοῦ κάρφω. ἀφ' οὗ καὶ τὸ κάρφος. κάρφεται δὲ χροῦς ὁ τοῦ

γέροντος, ὡς δηλοῖ τὸ, ἀμφὶ δὲ δέρμα πᾶσι μέλεσσι παλαιοῦ θῆκε γέροντος. ταυτὸν

γὰρ εἰπεῖν κάρψε χρόα, καὶ δέρμα γέροντος ἔθετο. ὠνοματοπεποίηται δὲ τὸ κάρφω,

ἐξ οὗ καὶ καρφαλέον τὸ ξηρόν. ὡς τὸ, καρφαλέον δ' ἄϋσεν. ἔτι δὲ καὶ τὸ ὑπέρισχνον

κατὰ τοὺς παλαιούς. ἐπειδὴ τῷ ὑπερίσχνῳ ξηρότης ἕπεται, ὡς εἶναι αὐτὸν οὕτω καὶ

ἀλίβαντα καὶ αὗον μετὰ δασείας Ἀττικῶς. οὕτω δὲ καὶ ὕφαυον διὰ τὸ ἀποφαυάνθαι

γήρᾳ, εἴποι ἂν ὁ κωμικός. ὡς δὲ ἐδάσυνον οἱ Ἀττικοὶ τὸ αὕω, καθὰ καὶ τὸ εὕω, ἡ

παράδοσις δηλοῖ. τάχα γὰρ ἐκ τοῦ εὕω τροπῇ τοῦ ˉε εἰς ˉα παρῆγον τὸ αὕω. ἐξ οὗ

ἴσως καὶ ἀφαυρὸς ὁ ἀσθενὴς καὶ μὴ διερὸς κατὰ τὸν ποιητὴν εἰπεῖν, ἤγουν ὑγρὸς καὶ

ὑγιὴς, ἀλλ' οἷον ξηρός. δοκεῖ δὲ τοῦ κάρφω μέσος παρακείμενος εἶναι κέκαρπα, καὶ

ἐξ αὐτοῦ καρπὸς, ὡς οἱ παλαιοί φασι καὶ αὐτό. (ῃερς. 399.) Περὶ δὲ τοῦ ξανθὰς εἶναι

τῷ Ὀδυσσεῖ κόμας ἤδη τὸ δέον προγέγραπται. ὡς δὲ καὶ παρὰ τὸ ξαίνειν ὁ ξανθὸς

καὶ ἡ ξανθὴ παρῆχθαι δοκεῖ, ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται, ὁμοίως δὲ καὶ ὡς

ἀλλήλοις ἀντιμεταχωροῦσι τὰ ψιλὰ καὶ τὰ δασέα, πλειστάκις. οὕτω γὰρ ἐκ τοῦ

σκύτος μὲν ὁ Σκύθης, καὶ ἐκ τοῦ πιεῖν ἅλις ἡ φιάλη, καὶ ἐκ τοῦ ξαντὸς ὁ ξανθός.

αὖθις δὲ ἐκ τοῦ ἱστία καὶ ἐφίστιος τὸ ἐπίστιον Ἰωνικῶς, καὶ ἐκ τοῦ κολφαβρὸς, καὶ

ὅσα τοιαῦτα. Λαῖφος δὲ πτωχικόν τι ἱμάτιον κατὰ τὸ σπεῖρον. διὸ καὶ καθὰ σπεῖρον

λέγεται νηὸς, οὕτω καὶ λαῖφος τὸ ἱστίον διὰ τὸ καὶ τοῦ σπείρου καὶ τοῦ λαίφους

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

61

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!