18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

καθὰ καὶ ἐν Ἰλιάδι ἐν τῷ, μήτι δ' ἡνίοχος περιγίνεται ἡνιόχοιο. (ῃερς. 300.) Ἐν δὲ τῷ,

Παλλάδ' Ἀθηναίην ἐπαγάλλεται αὐτὴ τῷ τῆς Παλλάδος ἐπιθέτῳ, γινομένῳ, καθὰ

καὶ ἀλλαχοῦ δεδήλωται, ἢ παρὰ τὸ πάλλω, ἢ παρά τινα Πάλλαντα, ἢ καὶ διὰ τὸ

νεάζον καὶ εὐειδές. λέγουσι γὰρ οἱ παλαιοὶ, τὰς εὐειδεστάτας καὶ εὐγενεῖς παρθένους

ἱερῶσθαι καὶ καλεῖσθαι παρ' Ἕλλησι Παλλάδας, οἳ καὶ τὸν νέον οὐ μόνον πάλλαντα

καλοῦσιν, ἀλλὰ καὶ πάλλακα. καὶ τὴν παλλακὴν δὲ, ὡς προεῤῥέθη, ἐντεῦθεν

παράγουσιν. ἴσως δὲ καὶ οἱ νῦν Ἀττικοὶ πάληκες ἐντεῦθεν καλεῖσθαι διεδέξαντο.

Ἀναπλῆσαι δὲ κήδεα, τὸ ἐντελῶς καὶ κατὰ 2.51 τὸ πλῆρες ἀνατλῆναι, ὡς δεδήλωται

ἀλλαχοῦ. (ῃερς. 312.) Ὅτι πολυγνώμονι καὶ δυσκατανοήτῳ ἀνδρὶ καὶ γυναικὶ

ἐπιλεχθήσεται τὸ, ἀργαλέον σε γνῶναι βροτῷ ἀντιάσαντι, καὶ μάλ' ἐπισταμένῳ. σὲ

γὰρ αὐτὸν παντὶ ἐΐσκεις. (ῃερς. 314.) λήθην δὲ φιλίας δηλοῖ τὸ, τοῦτο δ' ἐγὼν εὖ οἶδ'

ὅτι μοι πάρος ἤπιος ἦσθα ἕως τοῦ δεῖνος καιροῦ. μετ' αὐτὸν δὲ, οὔ σε ἔτι ἔπειτα ἴδον

οὐδ' ἐνόησα ἐλθόντα ὅπως τί μοι ἄλγος ἀλάλκοις, ἀλλ' αἰεὶ φρεσὶν ᾗσιν ἔχων

δεδαϊγμένον ἦτορ ἠλώμην, εἵως με θεὸς (ῃερς. 321.) κακότητος ἔλυσε. βοήθειαν δέ

τινα δηλοῖ τὸ, θάρσυνάς τ' ἐπέεσσι καὶ ἐς πόλιν ἤγαγες. (ῃερς. 324.) ἱκετευτικὸν δὲ

τὸ, νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι. (ῃερς. 326.) ἀπάτης δὲ ὑποψία τὸ, σὲ δὲ

κερτομέοντα ὀΐω ταῦτ' ἀγορευέμεναι ἵν' ἐμὰς φρένας ἠπεροπεύσῃς. Ὀδυσσεὺς δὲ

ταῦτα φησὶν ὑποπτεύων τοὺς τῆς Ἀθηνᾶς λόγους μὴ καὶ αὕτη ψεύδηται κατ' αὐτόν.

(ῃερς. 330.) αὐτὴ δὲ ἀποδεξαμένη τῆς στεῤῥότητος τὸν Ὀδυσσέα φησὶν ἔπαινον

σταθεροῦ ἀνδρὸς τοιόνδε· αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα, τῷ σε καὶ οὐ

δύναμαι προλιπεῖν δύστηνον ἐόντα, οὕνεκα ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.

(ῃερς. 332.) ἔστι δὲ ἐπητὴς ἢ ὁ λόγιος παρὰ τὸ ἔπος ἢ ὁ χαίρων τῇ ἀληθείᾳ παρὰ τὴν

ἐπὶ πρόθεσιν καὶ τὸ ἐτέον. ὀξύνεται δέ, φασιν, ἡ λέξις παρὰ τοῖς παλαιοτέροις. οἱ δὲ

ὕστερον παροξύνουσιν αὐτὸ, λέγοντες ἐπήτην τὸν φρόνιμον. ἀγχίνους δὲ διαφέρει

ἐχέφρονος, ὡς καὶ ἀγχίνοια φρονήσεως. ἡ μὲν γὰρ σκέψις ἐστὶ τοῦ δέοντος ἐν βραχεῖ

χρόνῳ ἀγχινοοῦσα, τουτέστιν ἐγγὺς καὶ ἐν ὀλιγίστῳ χρόνῳ, ἡ δὲ φρόνησις οὐ

τοιαύτη, ἀλλ' ἔχει παράτασιν. (ῃερς. 333.) ἐπὶ δὲ τούτοις δεικνῦσα ἡ Ἀθηνᾶ ὅπως ὁ

Ὀδυσσεὺς ἐχέφρων ἐστὶν, ἐπάγει· ἀσπασίως γάρ κεν ἄλλοις ἀνὴρ ἀλαλήμενος ἐλθὼν

ἵεται ἐνὶ μεγάροις ἰδέειν παῖδάς τ' ἄλοχόν τε. σοὶ δ' οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ

πυθέσθαι, (ῃερς. 336.) πρίν γέ τι σῆς ἀλόχου πειρήσεαι. τοῦτο δὲ Ὀδυσσέως ἔπαινος,

εἰ οὕτω στερέμνια φρονεῖ, ὡς μὴ εὐθὺς ἁρπάσαι τὴν τῶν οἰκείων ἐντυχίαν πρινὴ

πειράσασθαι ὅπως ἔχουσι περὶ αὐτόν. εἶτα καὶ πληροφορεῖ περὶ τῆς γυναικὸς ὡς

ἀγαθὴ περὶ τὸν ἄνδρα ἐστὶν, εἰποῦσα ἐπαινετικῶς, ὅτι αὕτως, τουτέστιν οὕτως ὡς

καὶ ἐξ ἀρχῆς, ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ φθινύθουσι νύκτες τε καὶ

ἤματα δακρυχεούσῃ. (ῃερς. 326.) Ὅτι καινόν τι σχῆμα καὶ τὸ, οὐ γὰρ ὀΐω ἥκειν εἰς

Ἰθάκην ἀλλὰ ἄλλην γῆν ἀναστρέφομαι. τὸ γὰρ κοινότερον ἀναστρέφεσθαι ἦν. (ῃερς.

339.) Ὅτι ὅ περ ἄν τις ἠπόρησε πρὸς τὸν ποιητὴν, πῶς δηλαδὴ περιεώρα τὸν

Ὀδυσσέα ἡ φίλη Ἀθηνᾶ κακῶς ἐν τῇ δεκαετῇ πλάνῃ πάσχοντα, λύει ἐνταῦθα

προποιήσας τὸν Ὀδυσσέα πρὸς τὴν Ἀθηνᾶν ἀπορήσαντα περὶ τούτου αὐτοῦ. καὶ

αὐτὴν ἄρτι πλάσας λέγουσαν λυτικῶς, ὡς ᾔδεα μὲν, ὅ ἐστιν ἠπιστάμην, (ῃερς. 340.)

ὅτι νοστήσεις ὀλέσας ἀπὸ πάντας ἑταίρους, καὶ οὔ ποτε ἀπίστεον ταῦτά γε. (ῃερς.

341.) ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι πατροκασιγνήτῳ, ὅς τοι χόλον ἢ

κότον ἔνθετο θυμῷ, χωόμενος περὶ τοῦ υἱοῦ Κύκλωπος. ἐντεῦθεν Εὐριπίδης

ὠφελημένος ποιεῖ τὴν Ἄρτεμιν ἀπολογουμένην τῷ καλῷ Ἱππολύτῳ, αἰτιωμένῳ εἰ

παρεῖδεν ἐκείνη αὐτὸν ὀλλύμενον Ἀφροδίτης χόλῳ, καὶ λέγουσαν· οὐδεὶς ἀπαντᾶν

βούλεται προθυμίᾳ τῇ τοῦ θέλοντος, ἀλλ' ἀφιστάμεθ' ἀεί. (ῃερς. 339.) Ὅρα δ'

ἐνταῦθα τὸ ἀπιστεῖν ὡς ἐναντίον κείμενον τῷ εἰδέναι. φησὶ γάρ· οὔποτ' ἀπίστεον

ἀλλ' ἐνὶ θυμῷ ᾔδεα. (ῃερς. 345.) Ὅτι ἐπίτροχον εἶδος περιηγήσεως ὡς πρὸς εἰδότα

τὸ, Φόρκυνος μὲν ὅδ' ἐστι λιμὴν ἁλίοιο γέροντος, ἥδε δ' ἐπὶ κράτος λιμένος

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

58

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!