Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

προεγράφη, ὅθι δηλαδὴ Φαίηκες γεγάασι. καὶ ὁ μὲν ἔνθα ἔμενεν. ἡ δὲ ναῦς μάλα σχεδὸν ἦλθε ῥίμφα διωκομένη. τῆς δὲ σχεδὸν ἦλθεν Ἐνοσίχθων, ὅς μιν λᾶαν ἔθηκε καὶ ἐῤῥίζωσεν ἔνερθε χειρὶ καταπρηνεῖ ἐλάσας. (ῃερς. 166.) τῶν δὲ Φαιάκων οὓς καὶ νῦν δολιχηρέτμους καὶ ναυσικλειτοὺς ἄνδρας λέγει, ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον κατά τινα ἠθοποιΐαν, ὤ μοι, τίς δὲ νῆα θοὴν ἐπέδησ' ἐνὶ πόντῳ οἴκαδ' ἐλαυνομένην; καὶ δὴ προὐφαίνετο πᾶσα. 2.44 καὶ οὕτω μὲν ἂν ἔφη τῶν τις ἑτέρων Φαιήκων. Ἀλκίνοος δὲ, ὦ πόποι, φησὶν, ἦ μάλα δή με παλαίφατα (ῃερς. 173.) θέσφατα ἱκάνει πατρὸς ἐμοῦ, τοῦ Ναυσιθόου δηλαδὴ, ὃς ἔφασκε Ποσειδάωνα ἀγάσασθαι ἡμῖν καὶ ἑξῆς τοὺς τέσσαρας στίχους οὓς καὶ ἐν τῷ τέλει τῆς ˉθ ῥαψῳδίας ὁ αὐτὸς ἔφη. (ῃερς. 178.) εἶτα ἐπάγει, ὣς ἀγόρευ' ὁ γέρων, τάδε δὴ νῦν πάντα τελεῖται. εἶτα καὶ ὡς ἤδη τὴν νῆα ἐῤῥαισμένην ἰδὼν κατὰ τὸ θέσφατον, βουλεύεται περὶ τῶν ἑξῆς καὶ φησίν· ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες. πομπῆς παύσασθε βροτῶν ὅτε τις ἵκηται εἰς ἡμᾶς. Ποσειδάωνι δὲ ταύρους δώδεκα κεκριμένους ἱερεύσωμεν αἴ κ' ἐλεήσῃ, μηδ' ἡμῖν περίμηκες (ῃερς. 183.) ὄρος πόλει ἀμφικαλύψῃ, ἤγουν ὡς κάλυμμά τι καὶ σκέπασμα ἐπιῤῥίψῃ, ὁποῖα πολλὰ μυθικῶς γέγονεν. ἐξ οὗ δῆλον, ὡς καὶ ὑψηλὸν ὄρος ὑπερκεῖσθαι πλάττει τῆς τῶν Φαιάκων πόλεως. Σημείωσαι δὲ ὅτι πλάττει μὲν τὰς ῥηθείσας ἀπειλὰς ὁ ποιητὴς, ἵνα καὶ μὴ ζητῶμεν ποῦ ποτὲ ἂν εἴη ἡ ἔκτοπος Φαιακία ἣν αὐτὸς τερατεύεται, ὡς δέον ὂν ὑπονοεῖν ἐκ τῶν ἀπειληθέντων ὅτι ἠφάντωται. οὐ τολμᾷ μέντοι καὶ εἰπεῖν ἐκβῆναι τὴν ἀπειλὴν εἰς τέλος, τὸ τῆς ἱστορίας δυσωπούμενος ἀληθές. ἡ γὰρ τῶν Φαιάκων σώζεται φανερῶς. παραῤῥίπτει δέ γε ἄλλως τὰ τῆς ἀπειλῆς εἰς ἀποφυγὴν ἐλέγχου. εἰ γάρ τις τὴν ἀναπλαττομένην Φαιακίαν ζητεῖ παρ' Ὁμήρῳ μαθεῖν, ἔχοι ἂν αὐτὸς εἰπεῖν μὴ εἰδέναι εἴτε κατὰ τὴν ἀπειλὴν κατεχώσθη ἐκείνη καὶ ὤλετο, εἴτε καὶ ἀτέλεστον ἔμεινε τὸ ἀπειληθέν. διὸ καὶ τοὺς Φαίακας εὐχομένους πεποίηκε μετὰ τὴν τῆς νηὸς ἀπολίθωσιν, μὴ καὶ τὴν πόλιν ὄρει καλυφθῆναι, ὡς ἐνδεχομένου ὄντος καὶ τούτου· ἐπὶ ἐνδεχομένοις γὰρ ἡ εὐχή. καὶ εἰ μὲν εὑρίσκεται ἡ Φαιακία ὁπουδήποτε ὥς περ δὴ καὶ εὑρίσκεται, ἀποβῆναι δοκεῖ τὰ τῆς εὐχῆς τοῖς Φαίαξι, καὶ ἐλεηθεῖσα ἡ πόλις περίεστιν. εἰ δὲ μὴ εὑρίσκεται, πάντως δὲ ἡ μυθικὴ, οὐκ ἂν εὑρίσκοιτο. οὐκ ἄρα οὐδὲ ζητητέα ἐστὶν, ὡς ἤδη ἀφαντωθεῖσα κατὰ τὰς τοῦ Ποσειδῶνος ἀπειλάς. οὕτω δὲ καὶ τὸ μή τινα ἱστορηθῆναι ὕστερον πομπὴν ἑτέραν ξενικὴν ἐκ Φαιάκων καὶ μεγαλοπρεπῆ φιλοξενίαν ἐν τῷ ἀθεσφάτῳ χρόνῳ, πιθανὸν ἐκ τῶν τοιούτων φαίνεται. ἀϊστωθεῖσα μὲν γὰρ ἡ Φαιακία, οὐκ ἂν οὔτε φιλοξενίη οὔτε πέμποι τινὰ, περιοῦσα δὲ οὐδ' ἂν οὕτω τοιοῦτόν τι ποιήσοι. ἀπώμοτον γὰρ ἤδη τοῦτο τοῖς Φαίαξιν, εὐλαβουμένοις τὸν τοῦ Ποσειδῶνος χόλον. (ῃερς. 186.) ὥς περ δὲ τὰ περὶ τῆς ἀπειλῆς τοῦ Ποσειδῶνος ἐσίγησεν ὁ ποιητὴς διὰ πολλὰ, οὕτω καὶ τὴν τῆς θυσίας τελετὴν, ἐκεῖνο καὶ μόνον εἰπὼν, ὅτι εὔχοντο Ποσειδῶνι ἑσταότες περὶ βωμὸν οἱ τῶν Φαιάκων ἄριστοι. (ῃερς. 163.) Ἰστέον δὲ καὶ ὅτι ὄψεως φαντασία, ὡς εἰκὸς, τὴν τῆς Φαιακικῆς νηὸς πλασθῆναι πεποίηκεν ἀπολίθωσιν. φασὶ γὰρ, λίθον ἐκεῖ που περίοπτον κείμενον ἐν θαλάσσῃ περὶ Κέρκυραν νηὸς φαντασίαν πέμπειν, καὶ δι' αὐτὴν τὸν τοιοῦτον λόγον πλασθῆναι. ὃ δὴ καὶ ὁ ποιητὴς ὑπεμφαίνει ἐν τῷ, θεῖναι λίθον ἐγγύθι γαίης νηῒ θοῇ ἴκελον, οὐ μὴν βυθίσαι. τοῦτο δὲ καὶ μυθικῶς φησὶν, ἵνα δηλαδὴ βλεπόμενος ὁ λίθος σωφρονίζοι τοὺς ὁρῶντας καὶ ἀποπαύοι οὕτω τῆς τῶν ξένων πομπῆς. τῇ δὲ Ὁμηρικῇ τῆς νεὼς ἀπολιθώσει καὶ ἑτέραν ὁμοίαν ἀναιδεύεται ὁ μῦθος, φάμενος ὅτι Πομπίλος θαυματουργὸς ἄνθρωπος διαπεραιῶν κόρην φίλην Ἀπόλλωνος ἁρπαγῆς τρόπῳ οὐκ εὐστόχησεν, ἀλλὰ καταληφθεὶς ὑπὸ Ἀπόλλωνος εἰς τὸν ὁμώνυμον ἰχθὺν μετεμορφώθη ἀπολιθωθείσης καὶ τῆς νεώς. (ῃερς. 133.) Ἰστέον δὲ ὅτι ἐν τούτοις ∆ιὸς βουλὴν εἰπὼν, εἶτα ἑρμηνεύων ὡς ταυτὸν ὂν βουλὴν ∆ιὸς εἰπεῖν καὶ εἱμαρμένης κατάνευσιν ἐπάγει· ἐπεὶ σὺ ὑπέσχεο καὶ κατένευσας. Ἔτι ἰστέον καὶ ὅτι τὸ, οἱ δ' εὕδοντα ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες καὶ ἑξῆς ἕως τοῦ, Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 50

λαχὼν ἀπὸ ληΐδος αἶσαν, ἐπιτομὴ κεφαλαιώδης ἐστὶ τῶν περὶ τὸν Ὀδυσσέα, ὅσα μετὰ τὴν εἰς Φαίακας αὐτῷ καταγωγὴν γέγονε. (ῃερς. 135.) Τὸ δὲ κατέθεσαν ἐν Ἰθάκῃ, ἀστείως ἔχει. ὡς οἷα γὰρ ἄψυχόν τι αὐτὸν ἄραντες ἐπὶ ψάμμῳ ἔθεσαν. (ῃερς. 136.) Ἐν δὲ τῷ, ἐσθῆτα ὑφαντὴν, προσυπακουστέον συνήθως καὶ τὸ εὖ, ἵνα λέγῃ ἐσθῆτα ἐΰφαντον. (ῃερς. 137.) Τὸ δὲ πολλὰ οἰκείως ἔφη καὶ νῦν κατὰ γένος οὐδέτερον ἐπὶ χαλκοῦ καὶ χρυσοῦ καὶ ἐσθῆτος, (ῃερς. 203.) διὰ τὸ κατὰ τὸν ποιητὴν χρήματα εἶναι αὐτὰ, ἐφ' ὧν οἰκεῖον εἰπεῖν τὸ πολλά. (ῃερς. 149.) Τὸ δὲ περικαλλέα νῆα, ἐνδείκνυται καὶ μιλτοπαρῄους καὶ ἄλλως δέ γε εὐπροσώπους εἶναι τὰς τῶν Φαιάκων νῆας. (ῃερς. 152.) Τὸ δὲ καλύψαι, καὶ νῦν ἀντὶ τοῦ ἐπιθεῖναι, σκεπάσαι, καταπετάσαι, ἐπικαταστρέψαι, ὡς ἐκ μεταφορᾶς νέφους ἢ λίνου ἢ τοιούτου τινός· οὐκ ἐπὶ πανωλεθρίᾳ μέντοι ἀλλ' ἐκπλήξει, ὡς δηλοῖ ὁ ποιητὴς, ἵνα μηκέτι τὰ αὐτὰ ποιῶσι. (ῃερς. 154) Τὸ δὲ ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα, ἐπιεικῶς εἴρηται, τὸ μέντοι σεμνότερον ἦν εἰπεῖν ὡς ἔστιν ἄριστα ἤγουν ἄριστον. (ῃερς. 156.) Τὸ δὲ θεῖναι λίθον νηῒ 2.45 θοῇ ἴκελον, ἁρμόζει ἐπὶ δυσκινήτου νηὸς, ὅτε καὶ οἱ αὐτῆς ναῦται ἀστείως ἂν ἀργοναῦται λέγοιντο. ἀκολούθως δὲ καὶ ἀργὼ λέγοιτ' ἂν ἡ τοιαύτη ναῦς. (ῃερς. 162.) Ἐν δὲ τῷ ῥίμφα διωκομένη, ὅρα τὴν τῶν Ὁμηρικῶν ἐπίχυσιν λέξεων. οὐ μόνον γὰρ ὡς προεγράφη σπερχομένη ναῦς καὶ ἐπειγομένη χερσὶν ἐρετάων, ἀλλὰ καὶ διωκομένη, ὅ ἐστι κατὰ σπουδὴν θέουσα, μετ' ὀλίγα δὲ καὶ ἐλαυνομένη. (ῃερς. 163.) Τὸ δὲ ἐῤῥίζωσε, πιθανότης ἐστὶ τοῦ μὴ καὶ βυθισθῆναι τὴν ναῦν. πιθαναλογία δέ τις βραχεῖα τῆς ῥιζώσεως τὸ, ἐγγύθι γαίης. ἐν γὰρ βάθει ῥαισθείσης οὐκ ἦν πιθανὸν τηλικαύτην ῥίζωσιν ὑποβληθῆναι αὐτῇ. (ῃερς. 164.) Χεὶρ δὲ καταπρηνὴς ἡ κατεστραμμένη, ὥς φασιν οἱ παλαιοὶ, ἡ κατὰ τὸ θέναρ δηλαδὴ πλήξασα. (ῃερς. 167.) Ἡ δὲ ῥηθεῖσα ἠθοποιΐα ἡ ἐκ τοῦ λαοῦ στενὴ κἀνταῦθα· δίστιχος γάρ. εἴωθε γὰρ ὁ ποιητὴς, ὡς πολλαχοῦ τῶν αὐτοῦ ποιήσεων φαίνεται, στενολεσχεῖν τὰς ἐκ κοινοῦ ἠθοποιΐας κατὰ τὸ εἰκός. (ῃερς. 172.) Τὸ δὲ παλαίφατα θέσφατα, πάρισον μέν ἐστι σχῆμα ἐπαινετόν. δηλοῖ δὲ παλαίτατον χρησμόν. (ῃερς. 182.) Ταῦροι δὲ κεκριμένοι οἱ ἐπίλεκτοι. τοιαῦτα γὰρ ἔδει θύεσθαι. (ῃερς. 183.) Τὸ δὲ περίμηκες, ὃ μέγα φθάσας εἶπε, ταυτόν ἐστι τῷ περιμήκετον. Ἰστέον δὲ καὶ ὅτι τὰ ῥηθέντα θέσφατα ἐνταῦθα μὲν καιρίως κεῖται ἀναμνήσεως ἕνεκα παλαιοῦ γενομένου μαντεύματος διὰ τὴν ἀπολίθωσιν τῆς νηός. ἐν δέ γε τῇ ˉθ ῥαψῳδίᾳ ἐντεῦθεν μετάκεινται οὐκ ὀρθῶς, καθὰ δοκεῖ τοῖς παλαιοῖς. ὁ γὰρ ἐκεῖ μεμνημένος Ἀλκίνοος, τοιούτου χρησμοῦ φόβον αὐτῷ δεινὸν ἐπισείοντος, πῶς ἂν τὸν ξεῖνον Ὀδυσσέα ἔπεμψεν; ἔτι ἰστέον καὶ ὅτι ἐν μέσῳ τοῦ ῥηθέντος Ὁμηρικοῦ χωρίου κεῖται τὸ, (ῃερς. 140.) ὢ πόποι εὐρυσθενὲς οἷον ἔειπες, οὔ τί σ' ἀτιμάζομεν· χαλεπὸν δέ κεν εἴη πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν. ἀνδρῶν δ' εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων οὔ τι τίει, σοὶ δ' ἔστι καὶ ἐξοπίσω τίσις αἰεί. ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ. οἰκεῖα δὲ ταῦτα λεχθῆναι πρός τινος μείζονος πρὸς ἄνδρα μέγαν ἀτιμούμενον ὑπὸ ἐλαττόνων. Ζεὺς δὲ ταῦτα πρὸς τὸν Ποσειδῶνα φησίν. (ῃερς. 142.) Ἔνθα ὅρα καὶ τὸ, πρεσβύτατον καὶ ἄριστον, ὡς μὴ πάνυ τιμίου ὄντος τοῦ πρεσβύτου εἰ μὴ καὶ ἄριστός ἐστι. (ῃερς. 145.) καὶ ὅτι τὸ ἐθέλεις καὶ τὸ φίλον ἔπλετο θυμῷ ἐκ παραλλήλου ταυτὸ δηλοῦσιν. (ῃερς. 147.) Ἔτι ἰστέον καὶ ὅτι ὁ τοιαῦτα ποθὲν ἀκούσας, ὁποῖα ὁ Ποσειδῶν ἐκ τοῦ ∆ιὸς, εἴποι ἂν καλῶς αὐτὸς τὸ τοῦ Ποσειδῶνος· αἶψα ἐγὼν ἔρξαιμι ὡς ἀγορεύεις, ἀλλὰ σὸν ἀεὶ θυμὸν ὀπίζομαι ἠδ' ἀλεείνω. (ῃερς. 148.) ἔστι δέ, φασι, τὸ ὀπίζομαι ἀντὶ τοῦ αἰδοῦμαι, μάλιστα δὲ ἀντὶ τοῦ διὰ ὄπιδος καὶ ἐπιστροφῆς ἄγω. (ῃερς. 151.) Τὸ δὲ ἐθέλω ῥαῖσαι ἵν' ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς ἀνθρώπων, καὶ τὸ, (ῃερς. 180.) πομπῆς μὲν παύσασθε βροτῶν ὅτε κέν τις ἵκηται εἰς ἡμᾶς ἀπόῤῥησίς ἐστι φιλοξενίας διά τινα κακοποίησιν, ἐπὶ δὲ τῶν λεγόντων, ἃ μὴ οἴδασιν, οἰκεῖον τὸ, ὣς ἄρα τις εἴπεσκε, τὰ δ' οὐκ ἴσαν ἤτοι ἐγίνωσκον ὡς ἐτέτυκτο. (ῃερς. 172.) Προμαντεύματος δὲ ἴδιον τὸ, ἦ μάλα δή με παλαίφατα θέσφατα ἱκάνει τοῦ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 51

λαχὼν ἀπὸ ληΐδος αἶσαν, ἐπιτομὴ κεφαλαιώδης ἐστὶ τῶν περὶ τὸν Ὀδυσσέα, ὅσα

μετὰ τὴν εἰς Φαίακας αὐτῷ καταγωγὴν γέγονε. (ῃερς. 135.) Τὸ δὲ κατέθεσαν ἐν

Ἰθάκῃ, ἀστείως ἔχει. ὡς οἷα γὰρ ἄψυχόν τι αὐτὸν ἄραντες ἐπὶ ψάμμῳ ἔθεσαν. (ῃερς.

136.) Ἐν δὲ τῷ, ἐσθῆτα ὑφαντὴν, προσυπακουστέον συνήθως καὶ τὸ εὖ, ἵνα λέγῃ

ἐσθῆτα ἐΰφαντον. (ῃερς. 137.) Τὸ δὲ πολλὰ οἰκείως ἔφη καὶ νῦν κατὰ γένος

οὐδέτερον ἐπὶ χαλκοῦ καὶ χρυσοῦ καὶ ἐσθῆτος, (ῃερς. 203.) διὰ τὸ κατὰ τὸν ποιητὴν

χρήματα εἶναι αὐτὰ, ἐφ' ὧν οἰκεῖον εἰπεῖν τὸ πολλά. (ῃερς. 149.) Τὸ δὲ περικαλλέα

νῆα, ἐνδείκνυται καὶ μιλτοπαρῄους καὶ ἄλλως δέ γε εὐπροσώπους εἶναι τὰς τῶν

Φαιάκων νῆας. (ῃερς. 152.) Τὸ δὲ καλύψαι, καὶ νῦν ἀντὶ τοῦ ἐπιθεῖναι, σκεπάσαι,

καταπετάσαι, ἐπικαταστρέψαι, ὡς ἐκ μεταφορᾶς νέφους ἢ λίνου ἢ τοιούτου τινός·

οὐκ ἐπὶ πανωλεθρίᾳ μέντοι ἀλλ' ἐκπλήξει, ὡς δηλοῖ ὁ ποιητὴς, ἵνα μηκέτι τὰ αὐτὰ

ποιῶσι. (ῃερς. 154) Τὸ δὲ ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα, ἐπιεικῶς εἴρηται, τὸ μέντοι

σεμνότερον ἦν εἰπεῖν ὡς ἔστιν ἄριστα ἤγουν ἄριστον. (ῃερς. 156.) Τὸ δὲ θεῖναι λίθον

νηῒ 2.45 θοῇ ἴκελον, ἁρμόζει ἐπὶ δυσκινήτου νηὸς, ὅτε καὶ οἱ αὐτῆς ναῦται ἀστείως

ἂν ἀργοναῦται λέγοιντο. ἀκολούθως δὲ καὶ ἀργὼ λέγοιτ' ἂν ἡ τοιαύτη ναῦς. (ῃερς.

162.) Ἐν δὲ τῷ ῥίμφα διωκομένη, ὅρα τὴν τῶν Ὁμηρικῶν ἐπίχυσιν λέξεων. οὐ μόνον

γὰρ ὡς προεγράφη σπερχομένη ναῦς καὶ ἐπειγομένη χερσὶν ἐρετάων, ἀλλὰ καὶ

διωκομένη, ὅ ἐστι κατὰ σπουδὴν θέουσα, μετ' ὀλίγα δὲ καὶ ἐλαυνομένη. (ῃερς. 163.)

Τὸ δὲ ἐῤῥίζωσε, πιθανότης ἐστὶ τοῦ μὴ καὶ βυθισθῆναι τὴν ναῦν. πιθαναλογία δέ τις

βραχεῖα τῆς ῥιζώσεως τὸ, ἐγγύθι γαίης. ἐν γὰρ βάθει ῥαισθείσης οὐκ ἦν πιθανὸν

τηλικαύτην ῥίζωσιν ὑποβληθῆναι αὐτῇ. (ῃερς. 164.) Χεὶρ δὲ καταπρηνὴς ἡ

κατεστραμμένη, ὥς φασιν οἱ παλαιοὶ, ἡ κατὰ τὸ θέναρ δηλαδὴ πλήξασα. (ῃερς. 167.)

Ἡ δὲ ῥηθεῖσα ἠθοποιΐα ἡ ἐκ τοῦ λαοῦ στενὴ κἀνταῦθα· δίστιχος γάρ. εἴωθε γὰρ ὁ

ποιητὴς, ὡς πολλαχοῦ τῶν αὐτοῦ ποιήσεων φαίνεται, στενολεσχεῖν τὰς ἐκ κοινοῦ

ἠθοποιΐας κατὰ τὸ εἰκός. (ῃερς. 172.) Τὸ δὲ παλαίφατα θέσφατα, πάρισον μέν ἐστι

σχῆμα ἐπαινετόν. δηλοῖ δὲ παλαίτατον χρησμόν. (ῃερς. 182.) Ταῦροι δὲ κεκριμένοι οἱ

ἐπίλεκτοι. τοιαῦτα γὰρ ἔδει θύεσθαι. (ῃερς. 183.) Τὸ δὲ περίμηκες, ὃ μέγα φθάσας

εἶπε, ταυτόν ἐστι τῷ περιμήκετον. Ἰστέον δὲ καὶ ὅτι τὰ ῥηθέντα θέσφατα ἐνταῦθα

μὲν καιρίως κεῖται ἀναμνήσεως ἕνεκα παλαιοῦ γενομένου μαντεύματος διὰ τὴν

ἀπολίθωσιν τῆς νηός. ἐν δέ γε τῇ ˉθ ῥαψῳδίᾳ ἐντεῦθεν μετάκεινται οὐκ ὀρθῶς,

καθὰ δοκεῖ τοῖς παλαιοῖς. ὁ γὰρ ἐκεῖ μεμνημένος Ἀλκίνοος, τοιούτου χρησμοῦ

φόβον αὐτῷ δεινὸν ἐπισείοντος, πῶς ἂν τὸν ξεῖνον Ὀδυσσέα ἔπεμψεν; ἔτι ἰστέον καὶ

ὅτι ἐν μέσῳ τοῦ ῥηθέντος Ὁμηρικοῦ χωρίου κεῖται τὸ, (ῃερς. 140.) ὢ πόποι

εὐρυσθενὲς οἷον ἔειπες, οὔ τί σ' ἀτιμάζομεν· χαλεπὸν δέ κεν εἴη πρεσβύτατον καὶ

ἄριστον ἀτιμίῃσιν ἰάλλειν. ἀνδρῶν δ' εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων οὔ τι τίει, σοὶ

δ' ἔστι καὶ ἐξοπίσω τίσις αἰεί. ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ. οἰκεῖα

δὲ ταῦτα λεχθῆναι πρός τινος μείζονος πρὸς ἄνδρα μέγαν ἀτιμούμενον ὑπὸ

ἐλαττόνων. Ζεὺς δὲ ταῦτα πρὸς τὸν Ποσειδῶνα φησίν. (ῃερς. 142.) Ἔνθα ὅρα καὶ τὸ,

πρεσβύτατον καὶ ἄριστον, ὡς μὴ πάνυ τιμίου ὄντος τοῦ πρεσβύτου εἰ μὴ καὶ ἄριστός

ἐστι. (ῃερς. 145.) καὶ ὅτι τὸ ἐθέλεις καὶ τὸ φίλον ἔπλετο θυμῷ ἐκ παραλλήλου ταυτὸ

δηλοῦσιν. (ῃερς. 147.) Ἔτι ἰστέον καὶ ὅτι ὁ τοιαῦτα ποθὲν ἀκούσας, ὁποῖα ὁ

Ποσειδῶν ἐκ τοῦ ∆ιὸς, εἴποι ἂν καλῶς αὐτὸς τὸ τοῦ Ποσειδῶνος· αἶψα ἐγὼν ἔρξαιμι

ὡς ἀγορεύεις, ἀλλὰ σὸν ἀεὶ θυμὸν ὀπίζομαι ἠδ' ἀλεείνω. (ῃερς. 148.) ἔστι δέ, φασι, τὸ

ὀπίζομαι ἀντὶ τοῦ αἰδοῦμαι, μάλιστα δὲ ἀντὶ τοῦ διὰ ὄπιδος καὶ ἐπιστροφῆς ἄγω.

(ῃερς. 151.) Τὸ δὲ ἐθέλω ῥαῖσαι ἵν' ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς ἀνθρώπων,

καὶ τὸ, (ῃερς. 180.) πομπῆς μὲν παύσασθε βροτῶν ὅτε κέν τις ἵκηται εἰς ἡμᾶς

ἀπόῤῥησίς ἐστι φιλοξενίας διά τινα κακοποίησιν, ἐπὶ δὲ τῶν λεγόντων, ἃ μὴ οἴδασιν,

οἰκεῖον τὸ, ὣς ἄρα τις εἴπεσκε, τὰ δ' οὐκ ἴσαν ἤτοι ἐγίνωσκον ὡς ἐτέτυκτο. (ῃερς.

172.) Προμαντεύματος δὲ ἴδιον τὸ, ἦ μάλα δή με παλαίφατα θέσφατα ἱκάνει τοῦ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

51

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!