Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

φανερὰ κἀνταῦθα διαφορὰ λιμένος καὶ ὅρμου. ἐπεὶ οὐχ' ἁπλῶς ἐν τῷ λιμένι μένουσιν αἱ νῆες ἄνευ δεσμοῦ, ἀλλ' ὅτε ὅρμον ἵκωνται. (ῃερς. 102.) ἔστι δέ, φασιν, ὅρμος, τὸ τέλος τῆς ἐν θαλάσσῃ καταγωγῆς. Ὅτι δὲ Ἀθηνᾶς ἱερὸν φυτὸν ἡ ἐλαία, καὶ ὡς ἐν Ἀθήναις πρῶτον εὕρηται, ὁ μῦθος λέγει. διὸ καὶ μετ' ὀλίγα ἐν τῷ τῆς ἐλαίας ταύτης πυθμένι τὰ τοῦ Ὀδυσσέως τίθενται χρήματα, ὡς οἷον εὐτυχῶς παρακατατιθέμενα τῇ Ἀθηνᾷ. διὸ καὶ συντηροῦνται. Ὡς δὲ ὁμωνύμως ἐλαία καὶ τὸ φυτὸν καὶ ὁ καρπὸς εἰ καὶ ἄλλως οἱ Ἀττικοὶ ἐλαίαν μέν φασι τὸ δένδρον, ἐλάαν δὲ τὸ ἐξ αὐτοῦ, δῆλον ἐστίν. οὕτω δὲ καὶ ἐπὶ ῥοιᾶς φαίνεται εἴτουν ῥόας. τὸ δ' αὐτὸ καὶ ἐπὶ φοίνικος. καὶ τοῦ φυτοῦ μὲν χρῆσις πρὸ τούτων παρ' Ὁμήρῳ, καρποῦ δὲ ἔν τε ἄλλοις μυρίοις καὶ ἐν τῷ, φοινίκων ἐνόρχων, οὕς τινες εὐνούχους καλοῦσιν ἠδ' ἀπυρήνους. εἰσὶ γὰρ καὶ φοίνικες ἢ μηδόλως ἔχοντες πυρῆνας ἢ σμικροτάτους. (ῃερς. 104.) Τὸ δὲ ἄντρον ἱερὸν νυμφάων ὁμοίως πέφρασται τῷ, ἄλσος ἱερὸν Ἀθήνης, ὃ πρὸ τούτων που εἴρηται. (ῃερς. 105.) Οἱ δὲ λίθινοι κρατῆρες καὶ ἀμφιφορῆες ἀναθήματα νυμφῶν χειροποίητα. οἰκεῖον δὲ πρὸς Νηϊάδας τὰ τοιαῦτα δοχεῖα τοῦ ὕδατος. (ῃερς. 106.) Τιθαιβώσσειν δὲ κυρίως ἐπὶ μελισσῶν τὸ ἀποτιθέναι βόσιν ἑαυταῖς, ὅ ἐστι σιμβλοποιεῖν· οὗ ἡ παραγωγὴ ὁμοία τῇ τοῦ Πυλαιμένους καὶ τοῦ μεσαιπολίου, ὡς ἐν τῇ Ἰλιάδι γέγραπται. ᾗ δὴ ἐκείνῃ παραγωγῇ ἔοικε μὲν καὶ τὸ, ἀκρόχολος ἀκράχολος Ἀττικῶς ὁ ἄκρως χολούμενος· οὐ προσλαμβάνει δέ που καὶ τὸ ἰῶτα κατὰ τὸ μεσαιπόλιος καὶ τὰ ὅμοια, καθὰ οὐδὲ ὁ Ὁμηρικὸς ταλαπείριος, καί τοί γε τῶν ὕστερον ἐν τοῖς τοιούτοις τὸ ἰῶτα προσλαμβανόντων, ὡς δηλοῖ καὶ ὁ ταλαίπωρος καὶ ὁ ταλαίμοχθος. Μέλισσαι δὲ ὅτι παρὰ τὸ μήλοις ἐφιζάνειν ἤγουν ἄνθεσι γίνεται, καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. ὡς δὲ καὶ παρὰ τὸ μέλω καὶ αὐταὶ καὶ τὸ μέλι, ἀλλὰ τοῦτο κεκοίνωται. λέγεται δὲ καὶ ὅτι Ἀλκμὰν κηρίνην ὀπώραν λέγει τὸ μέλι. τούτου δὲ παράγωγον ὁ Μέλιτος τὸ κύριον, καὶ ὁ ἐπὶ ἀφροσύνῃ ἐξάκουστος Μελιτίδης, καὶ ἡ ἐντελῶς μὲν εἰπεῖν μελιττόεσσα, συναιρεθεῖσα δὲ ἰδίως ὑπὸ Ἀττικῶν εἰς τὸ μελιτοῦττα πρὸς ὁμοιότητα τοῦ, οἰνόεσσα οἰνοῦττα· ἐπὶ μελιπήκτων δὲ ἡ μελιττοῦτα, καὶ οὐχ' ἁπλῶς κατὰ τὸ μελιττόεσσα γαλήνη καὶ τὰ ὅμοια. (ῃερς. 107.) Οἱ δὲ λίθεοι ἱστοὶ πιθανῶς νοεῖσθαι ὀφείλουσιν. οὐ γὰρ ὕφασμα δηλοῦσιν, ἀλλὰ ὑφαντικὰ ὄργανα, τὸ ἐκ λίθων δηλαδὴ ἀντίον ἐν ᾧ τυλίσσεται τὸ ὑφαινόμενον, καὶ τοὺς ἱστόποδας καὶ τὰ ἐπ' αὐτοῖς. (ῃερς. 108.) Ταυτὸν δὲ ἐν τούτοις τὸ λάϊνοι καὶ τὸ λίθεοι, μετουσιαστικὰ γὰρ καὶ ἀμφότερα. Ἁλιπόρφυρα δὲ φάρεα τὰ πορφύροντα δίκην ἁλὸς, ἢ τὰ ἁλουργά. (ῃερς. 109.) Τὸ δὲ ὕδατα αἰενάοντα ἐν ἑνὶ μέρει λόγου γράφεται καὶ δι' ἑνὸς ˉν, διὰ τὸ μέτρον. φέρεται δ' ἔν τισι καὶ ἀενάοντα κατ' ἔκτασιν τῆς ἀρχούσης, πρὸς ὁμοιότητα τοῦ ἀκάματος καὶ ἀθάνατος καὶ τῶν ὁμοίων ὅσα τριβράχεα. (ῃερς. 110.) Τὸ δὲ πρὸς Βορέαο καὶ πρὸς Νότου ἐλλέλειπται. τὸ γὰρ πλῆρες πρὸς μέρος Βοῤῥᾶ καὶ πρὸς μέρος Νότου. Ἐκ δὲ τοῦ καταιβαταὶ παρῆκται καὶ ὁ καταιβάτης ἢ Ζεὺς ἢ κεραυνός. (ῃερς. 111.) Τὸ δὲ θεώτεραι, πρωτότυπόν ἐστι τοῦ θειότεραι, οὗ ἑρμηνεία τὸ, οὐδέ τι κείνῃ ἄνδρες ἐσέρχονται καὶ μάλιστα τὸ, (ῃερς. 112.) ἀλλ' ἀθανάτων ὁδός ἐστιν. ὃ δίχα ἐκθλίψεως γραφὲν λῃστρικῷ ποτὲ προσαρμόσει τόπῳ, οὐκ ἀπροσφυῶς ἂν λεχθησομένῳ, θανάτων ὁδῷ οὐ μὴν ἀνδρῶν. (ῃερς. 111.) Τὸ δὲ ἐκείνῃ ἐπίῤῥημά ἐστιν ἶσον τῷ, ἐκεῖσε, καὶ κεῖται ὑπὸ ἀναλογίαν τοῦ ἄλλῃ καὶ ταύτῃ καὶ τῶν ὁμοίων. (ῃερς. 113.) Ὅτι εἰς τὸν Ἰθακήσιον λιμένα οἱ Φαίακες εἰσέλασαν πρὶν εἰδότες. πότε δὲ εἰδότες ἢ πῶς, οὔ φησιν ὁ ποιητὴς, ἀλλ' ἀφίησι νοεῖν, ὅτι οἴδασιν, ὡς εἰκὸς, Φαίακες Κερκυραῖοι ὄντες Ἰθακησίοις γείτονες. τοῦ γὰρ ἐκτοπισμοῦ πλάσματος ὄντος ἀληθές ἐστι τῆς κατὰ Φαιακίαν Κεφαλληνίας οὐ πολὺ ἀπέχειν τὴν Ἰθάκην, στενὸν καὶ μετέωρον ἔχουσαν λιμένα, καλούμενόν, φασι, Φόρκυνα, καὶ αἰγιαλόν τινα ἐν ᾧ νυμφῶν ἱερὸν ἄντρον. Σημείωσαι δὲ καὶ ὅτι τὸ εἰπεῖν ὡς ἴσασιν αἱ Φαιακικαὶ νῆες τὰς 2.43 ἑκάστων πόλεις, τοῦτ' ἦν τὸ τοὺς ναύτας Φαίακας εἰδέναι ὅποι πλέουσι. καὶ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 48

ὅτι πάνυ πιθανῶς ἐνταῦθα ἐῤῥέθη τὸ πρὶν εἰδότες, ἵνα εἰκοτολογηθῇ τὸ ἐν νυκτὶ τολμῆσαι τοὺς Φαίακας ἐπεῖξαι κατὰ τῆς χέρσου κώπαις ὅλαις τὴν νῆα· ὅ περ οὐκ ἂν ἐποίησαν οὔσης νυκτὸς, εἰ μὴ ἀκριβῶς ᾔδεισαν. Ἰστέον δὲ ὅτι λέγονται μὲν παρὰ τοῖς παλαιοῖς νυμφαῖοι μύρμηκες οἱ πτερωτοὶ, καὶ οἱ ἐν κήποις δὲ σκώληκες, ἄδηλον δὲ εἴ περ ἀπὸ τῶν τοῦ μύθου καὶ αὐτοὶ νυμφῶν παρονομάζονται, πλὴν ὅμως εἰκὸς τοῦτό γε ἕως ἑτέραν τις αἰτίαν ἀποδῷ. (ῃερς. 115.) Ὅτι ἐλλιμενιζομένη κατὰ Ἰθάκην ἡ Φαιακικὴ ναῦς Ἠπείρῳἐπέκελσεν ὅσον τ' ἐπὶ ἥμισυ πάσης σπερχομένη. τοῖον γὰρ ἐπείγετο χερσὶν ἐρετάων, ἤγουν οὕτω γὰρ ἤπειγον αὐτὴν οἱ ἐρέσσοντες, ταυτὸν δ' εἰπεῖν, ἔσπερχον. ὑποθετέον δὲ, ἄπετρον καὶ ἀμμώδη εἶναί τε καὶ ὑπὸ Φαιάκων δὲ, ὡς ἐῤῥέθη, γινώσκεσθαι τὸν ἐκεῖ αἰγιαλόν. οὐ γὰρ ἂν οὕτως ἡ ναῦς ἐπέκελσεν εἴ περ αἱ ἀκταὶ πετρώδεις ἦσαν ἢ καὶ ἄλλως σκληραί. ἐπίτηδες δὲ γίνεται καὶ τοῦτο, ἵνα μὴ θόρυβος ἐν τῷ κατάπλῳ γένηται. διὸ καὶ τὸν Ὀδυσσέα, ὡς καὶ προδεδήλωται, ἤπειρόνδε γλαφυρῆς ἐκ νηὸς ἄειραν αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι, (ῃερς. 119.) καὶ ἐπὶ ψαμάθῳ κατέθεσαν δεδμημένον, ὕπνῳ βαθεῖ δηλαδὴ, ὃς αὐτῷ ἐπῆλθεν ἀγρυπνήσαντι παρὰ Φαίαξιν, ἵνα δηλαδὴ μὴ ἀφυπνίσαντες αὐτὸν, ὡς προεῤῥέθη, δόξωσι μισθὸν τῆς πομπῆς ἀπαιτεῖν ἀγεννῶς, ἢ καὶ κατασχεθῶσι, καὶ δι' ἄλλας δὲ αἰτίας, ὡς προγέγραπται. (ῃερς. 120.) λέγει δὲ καὶ ὡς χρήματα ἐξάειραν ἤτοι βαστάσαντες ἐξήγαγον, ἅ οἱ Φαίακες ἀγαυοὶ ὤπασαν οἴκαδε ἰόντι διὰ μεγάθυμον Ἀθήνην, ἤγουν διὰ τὴν φρόνησιν, ἧς χάριν οἷα σοφὸς ὑπὸ Φαιάκων εὐηργέτηται. καὶ τὰ μὲν παρὰ πυθμένα ἐλαίης, ὡς προδεδήλωται, ἀθρόα ἔθηκαν (ῃερς. 123.) ἐκτὸς ὁδοῦ ἤγουν ἔξω τῆς ὁδοῦ, μή πού τις ὁδιτάων ἀνθρώπων (ῃερς. 124.) πρὶν Ὀδυσσῆα ἔγρεσθαι ἐπελθὼν δηλήσαιτο. δίκαιοι καὶ οὗτοι ὄντες καὶ μήτε θελήσαντες οὑτινοσοῦν ἀποστερῆσαι τὸν ξεῖνον αὐτοὶ, προμηθευσάμενοι δὲ καὶ μηδὲ ὑφ' ἑτέρων αὐτὸν τοῦτο παθεῖν. αὐτοὶ δέ, φησιν, οἶκονδε πάλιν κίον. (ῃερς. 118.) Ὅρα δὲ ὅτι τε λίνον οὐ δίκτυον ἐνταῦθα λέγει ἀλλ' ὕφασμά τι ἐκ λίνου, (ῃερς. 122.) καὶ ὡς οὐ μόνον ἐπὶ ἀγγείων ὁ πυθμὴν, ἀλλὰ καὶ ἐπὶ δένδρων. πυθμένα γὰρ ἐλαίας τὰς ῥίζας ἔφη, οὗ πυθμένος ἡ ἐτυμολογία γέγραπται ἀλλαχοῦ. (ῃερς. 128.) Ὅτι καὶ ὁ Ποσειδῶν ἐνταῦθα κατὰ τῶν Φαιάκων ἀγανακτῶν, καθὰ πρὸ τούτου διὰ τοὺς τοῦ Ὀδυσσέως ἑταίρους ὁ Ἥλιος, ἐκλαλεῖ τὸ λυποῦν βιωτικῶς. καὶ ἀπὸ τοῦ μείζονος λαμβάνων ἐπιχείρημα φησί· Ζεῦ πάτερ, οὐκέτ' ἔγωγε ἐν θεοῖς τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσι Φαίηκες, (ῃερς. 130.) καὶ ταῦτα, οἵ περ ἐμῆς ἔξεισι γενέθλης. ἐπειδὴ ὁ ἀρχαῖος Φαίαξ Ποσειδῶνος υἱός, φασιν, ἐδόκει καὶ Κερκύρας τῆς Ἀσωποῦ. (ῃερς. 131.) εἶτα καὶ προβολὴν κατὰ Φαιάκων ποιούμενος λέγει, ὡς ἐγὼ μὲν ἐφάμην αὐτὸν πολλὰ κακὰ παθόντα οἴκαδε ἐλεύσεσθαι, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας. οἱ δὲ εὕδοντα ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες κατέθεσαν ἐν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα, χαλκόν τε χρυσόν τε ἅλις, ἐσθῆτά θ' ὑφαντὴν, πόλλ' ὅσ' ἂν οὐδέ ποτε Τροίης ἐξήρατ' Ὀδυσσεὺς, λαχὼν ἀπὸ ληΐδος αἶσαν. καὶ οὕτω μὲν ὁ Ποσειδῶν, ἀγασάμενος εἴ περ αὐτὸς μὲν μοχθοῦντα τὸν Ὀδυσσέα ἤθελεν εἰς Ἰθάκην ἐλθεῖν ὡς καὶ εἰς τὴν τῶν Φαιάκων νῆσον. οἱ δὲ οὐ μόνον ἀπόνως ἀλλὰ καὶ ἀνεπαισθήτως αὐτὸν ὑπνοῦντα τῇ πατρίδι ἀποκατέστησαν. (ῃερς. 140.) ὁ δὲ τοῦ μύθου Ζεὺς παραμυθησάμενος καὶ εἰπὼν τίμιον αὐτὸν ἐν θεοῖς εἶναι παραχωρεῖ ποιῆσαι ὅ περ ἂν ἐθελήσειεν εἰς τοὺς Φαίακας. (ῃερς. 149.) τοῦ δὲ Ποσειδῶνος εἰπόντος, ἐθέλειν Φαιάκων περικαλλέα νῆα ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέϊ πόντῳ ῥαῖσαι, ἵνα ἐπὶ δεινῷ μεγάλῳ πτοηθέντες ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς ἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι, (ῃερς. 154.) ὁ Ζεὺς οἷα πολύμητις μεθοδεύων ὅπως χρὴ ῥαῖσαι τὴν νῆα φησίν· ὦ πέπον, ὣς μὲν ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα, ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προσίδωνται λαοὶ ἀπὸ πτόλιος, θεῖναι λίθον ἐγγύθι γαίης, νηῒ θοῇ ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντες ἄνθρωποι. μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι. (ῃερς. 160.) ὁ δὲ Ποσειδῶν ἀκούσας ἔβη, φησὶν, ἐς Σχερίην, περὶ ἧς Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 49

φανερὰ κἀνταῦθα διαφορὰ λιμένος καὶ ὅρμου. ἐπεὶ οὐχ' ἁπλῶς ἐν τῷ λιμένι

μένουσιν αἱ νῆες ἄνευ δεσμοῦ, ἀλλ' ὅτε ὅρμον ἵκωνται. (ῃερς. 102.) ἔστι δέ, φασιν,

ὅρμος, τὸ τέλος τῆς ἐν θαλάσσῃ καταγωγῆς. Ὅτι δὲ Ἀθηνᾶς ἱερὸν φυτὸν ἡ ἐλαία, καὶ

ὡς ἐν Ἀθήναις πρῶτον εὕρηται, ὁ μῦθος λέγει. διὸ καὶ μετ' ὀλίγα ἐν τῷ τῆς ἐλαίας

ταύτης πυθμένι τὰ τοῦ Ὀδυσσέως τίθενται χρήματα, ὡς οἷον εὐτυχῶς

παρακατατιθέμενα τῇ Ἀθηνᾷ. διὸ καὶ συντηροῦνται. Ὡς δὲ ὁμωνύμως ἐλαία καὶ τὸ

φυτὸν καὶ ὁ καρπὸς εἰ καὶ ἄλλως οἱ Ἀττικοὶ ἐλαίαν μέν φασι τὸ δένδρον, ἐλάαν δὲ

τὸ ἐξ αὐτοῦ, δῆλον ἐστίν. οὕτω δὲ καὶ ἐπὶ ῥοιᾶς φαίνεται εἴτουν ῥόας. τὸ δ' αὐτὸ καὶ

ἐπὶ φοίνικος. καὶ τοῦ φυτοῦ μὲν χρῆσις πρὸ τούτων παρ' Ὁμήρῳ, καρποῦ δὲ ἔν τε

ἄλλοις μυρίοις καὶ ἐν τῷ, φοινίκων ἐνόρχων, οὕς τινες εὐνούχους καλοῦσιν ἠδ'

ἀπυρήνους. εἰσὶ γὰρ καὶ φοίνικες ἢ μηδόλως ἔχοντες πυρῆνας ἢ σμικροτάτους.

(ῃερς. 104.) Τὸ δὲ ἄντρον ἱερὸν νυμφάων ὁμοίως πέφρασται τῷ, ἄλσος ἱερὸν

Ἀθήνης, ὃ πρὸ τούτων που εἴρηται. (ῃερς. 105.) Οἱ δὲ λίθινοι κρατῆρες καὶ

ἀμφιφορῆες ἀναθήματα νυμφῶν χειροποίητα. οἰκεῖον δὲ πρὸς Νηϊάδας τὰ τοιαῦτα

δοχεῖα τοῦ ὕδατος. (ῃερς. 106.) Τιθαιβώσσειν δὲ κυρίως ἐπὶ μελισσῶν τὸ ἀποτιθέναι

βόσιν ἑαυταῖς, ὅ ἐστι σιμβλοποιεῖν· οὗ ἡ παραγωγὴ ὁμοία τῇ τοῦ Πυλαιμένους καὶ

τοῦ μεσαιπολίου, ὡς ἐν τῇ Ἰλιάδι γέγραπται. ᾗ δὴ ἐκείνῃ παραγωγῇ ἔοικε μὲν καὶ τὸ,

ἀκρόχολος ἀκράχολος Ἀττικῶς ὁ ἄκρως χολούμενος· οὐ προσλαμβάνει δέ που καὶ τὸ

ἰῶτα κατὰ τὸ μεσαιπόλιος καὶ τὰ ὅμοια, καθὰ οὐδὲ ὁ Ὁμηρικὸς ταλαπείριος, καί τοί

γε τῶν ὕστερον ἐν τοῖς τοιούτοις τὸ ἰῶτα προσλαμβανόντων, ὡς δηλοῖ καὶ ὁ

ταλαίπωρος καὶ ὁ ταλαίμοχθος. Μέλισσαι δὲ ὅτι παρὰ τὸ μήλοις ἐφιζάνειν ἤγουν

ἄνθεσι γίνεται, καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. ὡς δὲ καὶ παρὰ τὸ μέλω καὶ

αὐταὶ καὶ τὸ μέλι, ἀλλὰ τοῦτο κεκοίνωται. λέγεται δὲ καὶ ὅτι Ἀλκμὰν κηρίνην

ὀπώραν λέγει τὸ μέλι. τούτου δὲ παράγωγον ὁ Μέλιτος τὸ κύριον, καὶ ὁ ἐπὶ

ἀφροσύνῃ ἐξάκουστος Μελιτίδης, καὶ ἡ ἐντελῶς μὲν εἰπεῖν μελιττόεσσα,

συναιρεθεῖσα δὲ ἰδίως ὑπὸ Ἀττικῶν εἰς τὸ μελιτοῦττα πρὸς ὁμοιότητα τοῦ, οἰνόεσσα

οἰνοῦττα· ἐπὶ μελιπήκτων δὲ ἡ μελιττοῦτα, καὶ οὐχ' ἁπλῶς κατὰ τὸ μελιττόεσσα

γαλήνη καὶ τὰ ὅμοια. (ῃερς. 107.) Οἱ δὲ λίθεοι ἱστοὶ πιθανῶς νοεῖσθαι ὀφείλουσιν. οὐ

γὰρ ὕφασμα δηλοῦσιν, ἀλλὰ ὑφαντικὰ ὄργανα, τὸ ἐκ λίθων δηλαδὴ ἀντίον ἐν ᾧ

τυλίσσεται τὸ ὑφαινόμενον, καὶ τοὺς ἱστόποδας καὶ τὰ ἐπ' αὐτοῖς. (ῃερς. 108.)

Ταυτὸν δὲ ἐν τούτοις τὸ λάϊνοι καὶ τὸ λίθεοι, μετουσιαστικὰ γὰρ καὶ ἀμφότερα.

Ἁλιπόρφυρα δὲ φάρεα τὰ πορφύροντα δίκην ἁλὸς, ἢ τὰ ἁλουργά. (ῃερς. 109.) Τὸ δὲ

ὕδατα αἰενάοντα ἐν ἑνὶ μέρει λόγου γράφεται καὶ δι' ἑνὸς ˉν, διὰ τὸ μέτρον. φέρεται

δ' ἔν τισι καὶ ἀενάοντα κατ' ἔκτασιν τῆς ἀρχούσης, πρὸς ὁμοιότητα τοῦ ἀκάματος καὶ

ἀθάνατος καὶ τῶν ὁμοίων ὅσα τριβράχεα. (ῃερς. 110.) Τὸ δὲ πρὸς Βορέαο καὶ πρὸς

Νότου ἐλλέλειπται. τὸ γὰρ πλῆρες πρὸς μέρος Βοῤῥᾶ καὶ πρὸς μέρος Νότου. Ἐκ δὲ

τοῦ καταιβαταὶ παρῆκται καὶ ὁ καταιβάτης ἢ Ζεὺς ἢ κεραυνός. (ῃερς. 111.) Τὸ δὲ

θεώτεραι, πρωτότυπόν ἐστι τοῦ θειότεραι, οὗ ἑρμηνεία τὸ, οὐδέ τι κείνῃ ἄνδρες

ἐσέρχονται καὶ μάλιστα τὸ, (ῃερς. 112.) ἀλλ' ἀθανάτων ὁδός ἐστιν. ὃ δίχα ἐκθλίψεως

γραφὲν λῃστρικῷ ποτὲ προσαρμόσει τόπῳ, οὐκ ἀπροσφυῶς ἂν λεχθησομένῳ,

θανάτων ὁδῷ οὐ μὴν ἀνδρῶν. (ῃερς. 111.) Τὸ δὲ ἐκείνῃ ἐπίῤῥημά ἐστιν ἶσον τῷ,

ἐκεῖσε, καὶ κεῖται ὑπὸ ἀναλογίαν τοῦ ἄλλῃ καὶ ταύτῃ καὶ τῶν ὁμοίων. (ῃερς. 113.)

Ὅτι εἰς τὸν Ἰθακήσιον λιμένα οἱ Φαίακες εἰσέλασαν πρὶν εἰδότες. πότε δὲ εἰδότες ἢ

πῶς, οὔ φησιν ὁ ποιητὴς, ἀλλ' ἀφίησι νοεῖν, ὅτι οἴδασιν, ὡς εἰκὸς, Φαίακες

Κερκυραῖοι ὄντες Ἰθακησίοις γείτονες. τοῦ γὰρ ἐκτοπισμοῦ πλάσματος ὄντος ἀληθές

ἐστι τῆς κατὰ Φαιακίαν Κεφαλληνίας οὐ πολὺ ἀπέχειν τὴν Ἰθάκην, στενὸν καὶ

μετέωρον ἔχουσαν λιμένα, καλούμενόν, φασι, Φόρκυνα, καὶ αἰγιαλόν τινα ἐν ᾧ

νυμφῶν ἱερὸν ἄντρον. Σημείωσαι δὲ καὶ ὅτι τὸ εἰπεῖν ὡς ἴσασιν αἱ Φαιακικαὶ νῆες

τὰς 2.43 ἑκάστων πόλεις, τοῦτ' ἦν τὸ τοὺς ναύτας Φαίακας εἰδέναι ὅποι πλέουσι. καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

48

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!