18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

συνήθει, Μακεδόνων ἔθει, μεταβαλλόντων τὸ ˉφ εἰς ˉβ, ὡς ἐν τῷ Φίλιππος καὶ τοῖς

ὁμοίοις, καθὰ καὶ ἀλλαχοῦ δεδήλωται. (ῃερς. 39.) Ὅτι καὶ ἀπιόντες οἱ παλαιοὶ ἀπὸ

ξενοδόχων προσεφώνουν τὸ χαίρειν, ἐπευχόμενοι καὶ τὰ εἰκότα. ὃ καὶ Ὀδυσσεὺς

ἐνταῦθα ποιεῖ εἰπών· πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δ' αὐτοί. ἤδη γὰρ

τετέλεσται ἅ μοι φίλος ἤθελε θυμὸς, πομπὴ καὶ φίλα δῶρα, τά μοι θεὸς ὄλβια

ποιήσειεν. ἀμύμονα δ' οἴκοι ἄκοιτιν νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.

ὑμεῖς δ' αὖθι μένοντες εὐφραίνοιτε γυναῖκας κουριδίας καὶ τέκνα, θεὸς δ' ἀρετὴν

ὀπάσειε παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη. (ῃερς. 59.) καὶ ταῦτα μὲν πρὸς

τοὺς ἄνδρας ὁ Ὀδυσσεύς. ἰδίᾳ δὲ τῇ Ἀρήτῃ προπιὼν, ὡς ἐφεξῆς εἰρήσεταί, φησι·

χαῖρέ μοι ὦ βασίλεια διαμπερὲς εἰσόκε γῆρας ἔλθῃ καὶ θάνατος τά τ' ἐπ' ἀνθρώποισι

πέλονται. αὐτὰρ ἐγὼ νέομαι. σὺ δὲ τέρπεο τῷδ' ἐνὶ οἴκῳ, παισί τε καὶ λαοῖσι (ῃερς.

62.) καὶ Ἀλκινόῳ 2.38 βασιλῆϊ. (ῃερς. 63.) Καὶ ὅρα ὡς φανερῶς ἐνταῦθα βασιλέα καθ'

ὑπεροχὴν ἔφη τὸν Ἀλκίνοον. τὰ δὲ ῥηθέντα νῦν παρὰ Ὀδυσσέως χρήσιμα πολλαχοῦ,

καὶ μᾶλλον, ὅτε τις μεγάλοις προσώποις ἀπιὼν συντάσσεται τὰ συνήθη. (ῃερς. 43.)

Ἀρτεμὴς δὲ καὶ νῦν ὁ ὑγιὴς καὶ, ὡς εἰπεῖν, ἀκέραιος καὶ ὅλος, ὡς οἱονεὶ ἀτεμὴς, ἢ καὶ

ἄρτιος. ἐξ οὗ δοκεῖ κατὰ τοὺς παλαιοὺς παρωνομάσθαι καὶ ἡ παρθένος Ἄρτεμις.

(ῃερς. 45) Ἀρετὴν δὲ παντοίαν τὴν εὐδαιμονίαν λέγει. ἐντεῦθεν δὲ λαβόντες οἱ μεθ'

Ὅμηρον συγκεκροτῆσθαι τὴν εὐδαιμονίαν φασὶν ἐξ ἁπάσης ἀρετῆς. ἔτι δὲ τῆς

ῥηθείσης ἀρετῆς ἑρμηνεία τὸ, μή τι κακὸν μεταδήμιον εἴη, ὥς περ καὶ τοῦ, χαῖρε

διαμπερὲς, τὸ, εἰσόκε γῆρας ἔλθῃ καὶ θάνατος. (ῃερς. 56.) Ὅτι οἱ μὲν τῶν Φαιάκων

ἄριστοι αὐτόθεν ἐξ ἑδρέων ἢ ἐξ ἑδέων ἔσπεισαν πέμποντες τὸν Ὀδυσσέα. ἱδρύσεως

γὰρ καὶ μονῆς τῆς κατὰ χώραν ἔδει αὐτοῖς. Ὀδυσσεὺς δὲ ἀναστὰς ἔσπεισεν, ἀπιέναι

γὰρ αὐτὸν ἔδει. ὁ δ' αὐτὸς καὶ τῇ Ἀρήτῃ ἐν χειρὶ θεὶς τὸ δέπας ἐπεύχεται τὰ

προσεχῶς ἄνω ῥηθέντα. (ῃερς. 57.) Καὶ σημείωσαι ὅτι πρόποσίς ἐστί τις καὶ ὅ περ

ἐνταῦθα ποιεῖ Ὀδυσσεύς. προτείνει γὰρ τῇ ἑστιάτορι δέπας ὥστε πιεῖν, καθὰ καὶ ἐν

Ἰλιάδι ὁ αὐτὸς τῷ Ἀχιλλεῖ καὶ ἐν τοῖς ἑξῆς δὲ τῷ δούλῳ Εὐμαίῳ. καὶ γὰρ καὶ τὸ,

πλησάμενος δ' οἴνοιο δέπας δείδεκτ' Ἀχιλλῆα, προπόσεως ἦν. καθ' ἣν πληροῦντες

δέπας ἐδίδουν πρός τινα, ὡς καὶ νῦν Ὀδυσσεὺς τῇ Ἀρήτῃ. καὶ ἦν, φασὶ, κυρίως

προπίνειν τὸ πρὸ ἑαυτοῦ διδόναι τινὶ πίνειν. ἔστι δὲ ὅτε καὶ τὸ ποτήριον

ἀποχαρίζεσθαι. (ῃερς. 63.) Ὅτι τὸ ἐξῆλθε περιφράζων φησίν· ὣς εἰπὼν, ὑπὲρ οὐδὸν

ἐβήσετο. ἀλλαχοῦ δὲ ἐπὶ εἰσόδου ὑπερέβη λάϊνον οὐδόν φησιν. (ῃερς. 64.) ἐνταῦθα

δὲ βιωτικῶς ἅμα καὶ φιλοφρόνως κήρυκά τε στέλλει ὁ βασιλεὺς ἡγεῖσθαι τῷ

Ὀδυσσεῖ ἐπὶ νῆα, καὶ δμωὰς δὲ γυναῖκας ἡ δέσποινα πέμπει, (ῃερς. 67.) τὴν μὲν

φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα, κατ' ἐπιβολήν τινα δηλαδὴ τῆς πρὸ ὀλίγων

φιλόφρονος εὐχῆς, τὴν δ' ἑτέρην χηλὸν πυκινὴν ἅμ' ἔπεμπε κομίζειν. ἡ δ' ἄλλη

(ῃερς. 69.) σῖτόν τ' ἔφερε καὶ οἶνον ἐρυθρὸν, δηλονότι διὰ τοὺς ἐρέτας, ἴσως δὲ καὶ

διὰ τὸν Ὀδυσσέα. Καὶ ὅρα ὅτι τε ἤλλαξε τὸ σχῆμα εἰπών· τὴν μὲν φᾶρος ἔχουσαν,

τὴν δ' ἑτέρην χηλὸν, ἡ δ' ἄλλη σῖτον ἔφερε. (ῃερς. 67.) καὶ ὅτι κατὰ κυριολεξίαν

ἔφρασε τὸ, τὴν μὲν, καὶ τὸ, τὴν ἑτέρην, καὶ τὸ, ἡ δ' ἄλλη. τὸ μὲν γὰρ ἕτερος ἐπὶ δύο

εἴωθε λέγεσθαι, τὸ δὲ ἄλλος ἐπὶ πλειόνων. καὶ ὅτι τὸ ἔπεμπε δὶς εἶπε διὰ τὸ τῆς

λέξεως καίριον. (ῃερς. 69.) Τὸ δὲ σῖτον καὶ οἶνον ὑποκαταβὰς παραφράζει τε καὶ

μετατίθησιν, εἰπών· κατέθεντο πόσιν καὶ βρῶσιν. (ῃερς. 73.) Ὅτι ἐπιμελούμενοι τοῦ

Ὀδυσσέως οἱ Φαίακες καὶ ἐν τῇ νηῒ κατεστόρεσαν ῥῆγός τε λίνον τε νηὸς ἐπ'

ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδῃ πρύμνης. καὶ νῦν μὲν ἁπλῶς ἔφη νήγρετον.

(ῃερς. 79.) ὑποκατιὼν δέ φησιν ὅτι νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε τῷ

Ὀδυσσεῖ, νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς. (ῃερς. 117.) καὶ οὐκ ἔστιν οὕτω

γοργῶς κάλλιον φρασθῆναι ὕπνον βαθύτατον. οὗ χάριν καὶ ὅτε ἐκ νηὸς αὐτὸν

ἄειραν ἐν τοῖς ἑξῆς οἱ Φαίακες αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι, κὰδ δ' ἂρ ἐπὶ

ψαμάθῳ ἔθεσαν, οὔπω οὐδὲ τότε ἀφυπνίσθη δεδμημένος ἔτι τῷ εἰρημένῳ ὕπνῳ.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

43

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!