18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

δωρηθέντα σμικροπρεπὲς μὲν, ἔθος δὲ ὅμως παλαιὸν κατὰ τὰς λεγομένας συνδοσίας

καὶ διανομάς. (ῃερς. 15.) Ὅτι δὲ προῖκα οἱ παλαιοὶ τὴν δωρεὰν ἔλεγον, καὶ ὅτι ἐκ τοῦ

καταπροΐξασθαι αὐτὴν παρῆγον, δηλοῦται καὶ ἀλλαχοῦ. εἴη δὲ ἂν τὸ καταροΐξασθαι

ὅμοιόν τι τῷ καταπροήσεσθαι, ὅ ἐστι προδοῦναι. ἑρμη 2.37 νευθείη δ' ἂν καὶ χάρις ἡ

προῖξ. ὡς δηλοῖ τὸ, προικὸς χαρίσασθαι. Ἀττικὸς δὲ ἀνὴρ οὕτω φράζει. τὸ γὰρ

κοινότερον προῖκα χαρίσασθαι. ἐλλειπτικῶς δὲ καὶ ἄμφω ἔχει. ἔστι γὰρ τὸ μὲν διὰ

προικὸς, τὸ δὲ κατὰ προῖκα. τὸ μέντοι ἐπὶ γαμηλίου δώρου τὴν προῖκα νοεῖσθαι τῶν

μεθ' Ὅμηρόν ἐστιν. ἡ δὲ τοιαύτη προῖξ ὅτι καὶ φερνὴ λέγεται, δηλοῖ, φασὶν, ἐν

Φαέθοντι Εὐριπίδης, εἰπών· ἐλεύθερος δ' ὢν δοῦλος ἐστὶ τοῦ λέχους, πεπραμένον τὸ

σῶμα τῆς φερνῆς ἔχων. ἔστι δὲ φερνὴ μὲν παρὰ τὸ φέρειν, ἡ προσφερομένη δηλαδή.

προῖξ δὲ παρὰ τὸ προΐκω προΐξω. οὗ δύο σημαινόμενα· προΐξασθαι γὰρ οὐ μόνον τὸ

δωρεὰν δοῦναι, ἀλλὰ καὶ τὸ καταπροδοῦναι. ὃ καὶ προέσθαι καὶ καταπροέσθαι

λέγεται Ἀττικώτερον. (ῃερς. 19.) Ὅτι χαλκὸν εὐήνορα κἀνταῦθα λέγει τὸν εἰς

ἀνδρίαν πάλαι ποτὲ συντελοῦντα ὅτε εἰς ὁπλοποιΐαν χρήσιμος ἦν. οὐκ ἐνεργείᾳ δὲ

τοιοῦτος ἀλλὰ δυνάμει ὁ τῶν ἐνταῦθα τριπόδων καὶ λεβήτων χαλκός. χαλκὸς γὰρ

αὐτόχρημά ἐστι, δυνάμενός ποτε καὶ ὁπλοποιηθῆναι καὶ οὕτως εὐήνωρ γενέσθαι.

(ῃερς. 20.) Ὅτι Ἀλκίνοος τιμῶν τὸν σοφὸν Ὀδυσσέα οὐ μόνον κατεπλούτισε δώροις,

ἀλλὰ καὶ διακονεῖν οὐκ αἰσχύνεται. αὐτὸς γὰρ ἰὼν διὰ νηὸς ὑπὸ ζυγὰ κατέθηκε τὰ

δῶρα, μή τινα ἑταίρων βλάπτοι ἐλαυνόντων ὁπότε σπερχοίατο ἐρετμοῖς. οὕτω καὶ

Αἰόλος αὐτὸς κατέδησε τὸν ἀσκὸν ἐν ᾧ οἱ ἄνεμοι. (ῃερς. 21.) Ζυγὰ δὲ τὰς ναυτικὰς

λέγει καθέδρας. ἀφ' ὧν καὶ τὸ ἐζεῦχθαι ἐπὶ νηῶν. ἄμφω γὰρ ταῦτα συμβαίνει περὶ τὰ

ζυγὰ, ἤγουν καὶ τὸ τοὺς τοίχους τῆς νηὸς ζευγνύναι καὶ εἰς καθέδραν χρήσιμα εἶναι.

(ῃερς. 24.) Ὅτι συνεπισπεύδων ὁ Ὁμηρικὸς ἐνταῦθα λόγος τῷ Ὀδυσσεῖ τήν τε

γενομένην θυσίαν βραχυλογεῖ, καὶ τὴν τοῦ ∆ημοδόκου δὲ ἀοιδὴν οἵα τις ἦν σιωπᾷ.

ἐνδεικνύμενος δὲ καὶ τὴν τοῦ Ὀδυσσέως πολλὴν σπουδὴν εἰς τὸ ἀποπλεῦσαι συχνὰ

βλέπειν ἐκεῖνον λέγει πρὸς Ἥλιον πότε ἂν δύνῃ. φράζει δὲ οὕτω πως· τοῖς δὲ βοῦν

ἱέρευσεν ἱερὸν μένος Ἀλκινόοιο, ∆ιῒ ὃς πᾶσιν ἀνάσσει. μῆρα δὲ κείαντες δαίνυντ'

ἐρικυδέα δαῖτα, τερπόμενοι. μετὰ δέ σφισιν ἐμέλπετο θεῖος ἀοιδὸς ∆ημόδοκος,

λαοῖσι τετιμένος. αὐτὰρ Ὀδυσσεὺς πολλὰ πρὸς Ἠέλιον κεφαλὴν τρέπε

παμφανόωντα, δῦναι ἐπειγόμενος· δὴ γὰρ μενέαινε νέεσθαι. τοῦτο δὲ παντὶ ἁρμόζει

σπεύδοντι, εἰς νυκτὸς ὁδόν. (ῃερς. 31.) εἶτα καὶ διὰ παραβολῆς δεικνὺς τὴν πολλὴν

τοῦ Ὀδυσσέως ἔπειξιν ἐπιφέρει· ὡς δ' ὅτ' ἀνὴρ δόρποιο λιλαίεται, ᾧτε πανῆμαρ

νειὸν ἀνέλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον, ἀσπασίως δ' ἄρα τῷ κατέδυ φάος

Ἠελίοιο δόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατ' ἰόντι, ὣς Ὀδυσσῆ' ἀσπαστὸν ἔδυ

φάος Ἠελίοιο. ἐπισπεύδει δὲ τὸν ἀπόπλουν Ὅμηρος, ἵνα καὶ τῆς ἐπισοδιώδους

ἱστορίας ὀψέ ποτε ἀπαλλαγῇ, καὶ τὸν Τηλέμαχον ἐπαναγάγῃ ἐκ τῆς Σπάρτης. καὶ μὴ

ἐπιπλέον ἀπιθάνως ἐκεῖ βραδύνοντος τοῦ παιδὸς ἀργοίη τὰ κατὰ τὸν πατέρα

σπουδαῖα ἔργα. (ῃερς. 30. σθθ.) Ὅρα δὲ τὸ ἔδυ καὶ κατέδυ καὶ δῦναι, ὧν οὐκ ἔστι

καιριωτέρα λέξις ἐπὶ τοῦ ὑπὸ γῆν ἐλθεῖν τὸν Ἥλιον. (ῃερς. 31.) φιλότιμον δὲ εἰς

ἔργον ἄνδρα ἡ ῥηθεῖσα παραβολὴ δηλοῖ καὶ καματηρὸν, εἴ γε καὶ πανημέριος

πονεῖται ἄσιτος, καὶ ἐπανιὼν ὀκλάζει τοῖς γόνασι διὰ τὸ πολὺ τοῦ καμάτου. καὶ

οὕτως ἐπιτείνεται τῷ τοιούτῳ ἡ σπουδὴ τοῦ ἐλθεῖν οἴκαδε καθὰ καὶ τῷ Ὀδυσσεῖ ἡ

τοῦ νόστου. (ῃερς. 32.) Οἴνοπες δὲ βόες ἢ μέλανες διὰ τὸ, μέλας οἶνος, ἢ πυῤῥοὶ διὰ

τὸ, οἶνος ἐρυθρός. Πηκτὸν δὲ ἄροτρον ἢ τὸ εὐπαγὲς κατὰ συνήθη ἔλλειψιν τοῦ εὖ,

χρὴ γὰρ εὐπαγὲς αὐτὸ εἶναι, ἢ καὶ διότι πρῶτον ἐπενοήθη ὡς εἰκὸς τὸ πηκτὸν, εἶθ'

ὕστερον ἐξευρέθη τὸ παρ' Ἡσιόδῳ αὐτόγυον, οὗ περ οὐδαμοῦ μέμνηται Ὅμηρος.

(ῃερς. 34.) Ἀπὸ δὲ τοῦ βλάβεται ἡ βλάβη γίνεται, ὡς καὶ ἡ ἀποκρυβὴ ἀπὸ ἀῤῥήτου

θέματος τοῦ κρύβω, καὶ ἡ καλύβη ἐξ ὁμοίου τοῦ καλύβω. ἐφ' ὧν, ἴσως ἐκ τοῦ

βέβλαφα καὶ κέκρυφα καὶ κεκάλυφα, οἱ εἰρημένοι ἐνεστῶτες παρήχθησαν ἀναγωγῇ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

42

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!