Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

δηλοῖ ὁ εἰπὼν οὕτως· ἄντλος, ἀντλία, δεξαμενή. λέγεται δέ, φησι, καὶ γαῦλος ἡ ἀντλία. ἐντεῦθεν δὲ καὶ τὸ ἀγγεῖον, ᾧ ἀντλεῖται τὸ τοιοῦτον ὕδωρ, ἀντλίον, φασὶν, ἐκαλεῖτο, κατὰ δέ τινας καὶ ἀντλιαντλητήρ. λέγει οὖν τῶν τις παλαιῶν, ὅτι ἀντλιαντλητῆρα, κάδδον δὲ οὐ δεῖ λέγειν. χρῆσις δὲ τοῦ ἄντλου καὶ παρὰ τῷ Ὀππιανῷ. (ῃερς. 412.) Τὸ δὲ ἀράσσειν τραχύτερον τοῦ λακεῖν. διὸ καὶ τὸ, ἔλακεν ὀστέα, λειοτέραν ἔχει φωνὴν τοῦ ἄραξεν ὀστέα. (ῃερς. 413.) Ἀρνευτὴρ δὲ ὅτι ὁ κυβιστητὴρ λέγεται, καὶ ὅτι ἐκ τῶν ἀρνῶν ἡ λέξις παράγεται, ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐδηλώθη. (ῃερς. 414.) Ἐν δὲ τῷ, κάππεσεν ἀπ' ἰκριόφιν, τὰ περὶ τὴν πρύμναν ἴκρια δηλοῖ. ὡς δὲ καὶ περὶ πρώραν καὶ περὶ τὸ μέσον εἰσὶ, προδεδήλωται. Τὸ δὲ ἀγήνωρ εἰκῇ παρέῤῥιπται πρὸς ἐντέλειαν ἔπους ἐν τῷ, λίπε δ' ὀστέα θυμὸς ἀγήνωρ. (ῃερς. 415.) Τὸ δὲ ἄμυδις βρόντησε καὶ ἑξῆς, σύγχρονον δηλοῖ τῇ τοῦ νέφους ῥήξει καὶ τῇ ἐντεῦθεν βροντῇ, τὴν τοῦ κεραυνοῦ ἐκδρομήν. (ῃερς. 417.) Τὸ δὲ θεῖον, ὡς δηλοῖ καὶ θέαφον, καὶ ἡ κατὰ τοῦτο δὲ ἔννοια, ἐδηλώθη ἐν Ἰλιάδι. ῥηθήσεται δέ τι καὶ ἐν τοῖς μετὰ ταῦτα περὶ αὐτοῦ. ἐνταῦθα δὲ τὸ, ἐν δὲ θεείου πλῆτο, ἑρμηνεύουσιν οἱ παλαιοὶ, ἐπλήσθη πυρὸς, πλεονασμῷ τοῦ ˉε. (ῃερς. 420.) Τοῖχοι δὲ νεὼς τὰ ἑκατέρωθεν πλάγια τοῦ πλοίου. ὧν πέρας ἡ πρύμνη καὶ ἡ πρώρα. καὶ ἦσαν τινὲς ἐν τοῖς μεγάλοις τῶν πλοίων, ὁ μέν τις τοῦ δεξιοῦ τοίχου ἄρχων, ὁ δὲ τοῦ ἀριστεροῦ, καθὰ καὶ πρύμνην μὲν προΐσταται κυβερνήτης, πρώραν δὲ διοικονομεῖται ὁ πρωρεύς. ἔστι δὲ εἰπεῖν καὶ ὅτι ὡς οἷα μεταφορητός τις οἶκος οὖσα ἡ ναῦς, καὶ τοίχους ἔχειν λέγεται. οἳ καὶ λύονται ἐν ναυαγίῳ, καθὰ καὶ πόλεως κρήδεμνα ἐν πολιορκίᾳ ἥ τις εἴη ἂν ναυάγιον πόλεως. Ὅτι Ὀδυσσεὺς ὁ ἐν τοῖς πρὸ τούτων τῇ Λευκοθέᾳ μὴ πεισθεὶς τὴν σχεδίαν μὲν καταλιπεῖν ἀνέμοις φέρεσθαι, νήχεσθαι δὲ, οὐ τότε πρώτως τὸν τοιοῦτον εὗρε νοῦν, ἀλλ' ἐντεῦθεν εἶχε κερδήσας. φησὶ γοῦν ὅτι καὶ μετὰ τὸ ναυάγιον ἐγὼ διὰ νηὸς ἐφοίτων ὄφρ' ἀπὸ τοίχους (ῃερς. 421.) ἔλυσε κλύδων τρόπιος, ἤγουν διέσπασεν ἐκ τῆς τρόπεως, λύσας τῆς ἁρμονίας καὶ τῆς συνδέσεως. (ῃερς. 423.) τὴν δὲ ψιλὴν φέρε κῦμα, τουτέστι τὴν τρόπιν. εἶτα ἐν μεγίστῃ δυστυχίᾳ βραχύ τι σχὼν ἀγαθὸν βλέπει τὸν ἱστὸν ἀραχθέντα πρὸς τὴν τρόπιν μετὰ καὶ ἐπιτόνου. (ῃερς. 424.) καὶ οὕτω συνείρξας, ὅ ἐστι συνδήσας, ὁμοῦ τήν τε τρόπιν καὶ τὸν ἱστὸν καὶ ἐπικαθίσας ἐξέδοτο τοῖς ἀνέμοις ἑαυτὸν, (ῃερς. 425.) κελητίζων ἴσως κἀνταῦθα, ὡς καὶ ἐν τοῖς μετὰ τὴν Καλυψὼ ἔπαθε. καὶ μέχρι μὲν ὀλίγου ἔπλεεν οὐ πολὺν ἔχων κίνδυνον Ζεφύρῳ φερόμενος, ὃς ἀπῆγεν αὐτὸν τῆς τε Χαρύβδεως καὶ τῶν σκοπέλων ὡς ἐπὶ τὴν πατρίδα. Νότος δὲ ἐπελθὼν ἐπανέστρεψεν αὐτὸν εἰς τὰ δεινὰ, ἔνθα μικροῦ ἂν ὤλετο εἰ μὴ ὁ προῤῥηθεὶς ἐρινεὸς αὐτὸν περιεσώσατο. ἔστι δὲ ἡ περὶ τούτων Ὁμηρικὴ φράσις τοιαύτη· (ῃερς. 422.) ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν, τουτέστι προσέκρουσεν ὡς ὁμοῦ γενέσθαι αὐτὰ, ἵνα οὕτω πιθανῶς ὁ ἱστὸς καὶ ἡ τρόπις δύναιντο φέρειν ἐφεζόμενον τὸν ἥρωα. διατοῦτο γὰρ καὶ εἰς τυτθὰ κεασθῆναι βληθεῖσαν τὴν νῆα ἐπλάσατο, ἵνα ἡ μὲν εἰς μικρὰ κατατομὴ ἰδιάσῃ καὶ τὴν τρόπιν καὶ τὸν ἱστὸν, ὁ δὲ κλύδων προσαράξῃ αὐτὰ, καὶ ὁ Ὀδυσσεὺς συνδήσας τῷ ἐπιτόνῳ σχοίη ἐντεῦθεν ὄφελος. 2.34 ἐπάγει οὖν· αὐτὰρ ἐπ' αὐτῷ (ῃερς. 423.) ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχὼς, ἤγουν τμῆμα ὢν βοείου δέρματος, τῷ ῥ' ἄμφω συνέεργον ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν. ἑζόμενος δ' ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν. ἔνθ' ἤτοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι θύων. ἦλθε δ' ἐπὶ Νότος ὦκα φέρων ἐμῷ ἄλγεα θυμῷ, ὄφρ' ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν. παννύχιος φερόμην. ἅμα δ' Ἠελίῳ ἀνιόντι ἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν. ἡ μὲν ἀνεῤῥοίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ. αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσ' ἀερθεὶς, τῷ προσφὺς ἐχόμην ὡς νυκτερίς. οὐδέ πῃ εἶχον οὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτ' ἐπιβῆναι. ῥίζαι γὰρ ἑκὰς εἶχον ἢ ἦσαν. (ῃερς. 435.) ἀπήωροι δ' ἔσαν ὄζοι μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν. νωλεμέως δ' ἐχόμην ὄφρ' ἐξεμέσειεν ὀπίσω ἱστὸν καὶ τρόπιν. ἐελδομένῳ δέ μοι ἦλθον ὀψέ. ἧκα δ' ἐγὼ καθύπερθε πόδας Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 38

καὶ χεῖρε φέρεσθαι. μέσσῳ δ' ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα. ἑζόμενος δ' ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσιν. (ῃερς. 439.) ἐν τούτοις δὲ ἑρμηνεύων καὶ τὸ ὀψὲ, περὶ ὃ ἐξεβράσθη ὁ ἱστὸς καὶ ἡ τρόπις, φησίν· ἦμος ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν, τῆμος δὲ τά γε δοῦρα Χαρύβδεως ἐξεφαάνθη. καί φασιν οἱ παλαιοὶ ἐοικέναι τὸν καιρὸν περὶ ὀγδόην ὥραν εἶναι εἴ γε εἰκοσιτεσσάρων ὡρῶν οὐσῶν τῇ νυκτὶ καὶ τῇ ἡμέρᾳ τρὶς ἑκάστης ἡμέρας ἡ Χάρυβδις ἐποίει τὰ ἑαυτῆς. οἱ δὲ τοιοῦτοι καὶ δόρπον ἐνταῦθα τὴν δειλινὴν ὥραν φασίν. (ῃερς. 423.) Ἰστέον δὲ ὅτι ἐπίτονος λέγεται ἱμὰς ἀνέλκων τὸ κέρας ὑψοῦ πρὸς ἱστόν. οἱ δὲ παλαιοὶ μάλιστα οὕτως. ἐπίτονος, δέρμα ᾧ πλοίου ἱστὸς κατασφαλίζεται. (ῃερς. 425.) Ὀλοοὺς δὲ ἀνέμους λέγει τόν τε σφοδρὸν Ζέφυρον ὃς πρὶν αὐτὸν ἔφερε, καὶ τὸν μετὰ ταῦτα Νότον, ὃς μάλιστα ἤλγυνε τὸν Ὀδυσσέα στρέψας ἐπὶ τὸ κακόν. (ῃερς. 428.) Τὸ δὲ ἀναμετρήσαιμι ἐπαινεῖται παρὰ τῶν παλαιῶν ὡς διὰ τὸ σημαντικώτατον τῆς φωνῆς μηδὲ δυνάμενον μεθερμηνευθῆναι. δύναται δὲ καὶ ἀντὶ τοῦ δὶς μετρῆσαι ληφθῆναι ἡ λέξις. ἐμέτρησε μὲν γὰρ αὐτὴν Ὀδυσσεὺς τὸ πρῶτον, ὅτε οἶδεν ἀναῤῥοιβδήσασαν, ὅ ἐστιν ἀναῤῥοφήσασαν. νῦν δὲ ἀναμετρεῖ αὐτὴν ἐξεμέσασαν, ὅ περ ἀντίκειται πραγματικῶς πρὸς τὸ ἀναῤῥοιβδήσασαν καὶ ἀναβρόξασαν, ἤγουν ἀναπιοῦσαν. Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν τὸ ἀναμετρήσαιμι ὡς ἐπί τινος ἔφη μιλιασμοῦ, οἷα τοῦ μετρεῖν λαμβανομένου καὶ ἐπὶ ἐννοίας τοιαύτης. Ἡσίοδος δὲ ἄλλως ἐχρήσατο τῇ λέξει ἐν τῷ, εὖ μὲν μετρεῖσθαι παρὰ γείτονος, εὖ δ' ἀποδοῦναι αὐτῷ τῷ μετρῷ, μέτρον μὲν εἰπὼν τὸ σκεῦος ᾧ λαμβάνομεν πυρόν, φασιν, ἤ τι τοιοῦτον δάνους λόγῳ ἵνα πάλιν ἀποδῶμεν, μετρεῖσθαι δὲ τὸ οὕτω λαμβάνειν δάνειον καί που καὶ δωρεάν. οὔ πω γάρ, φασιν, ἐπενοήθη νόμισμα ἵστασθαι. ὃ δηλοῖ, φασὶν, Ὅμηρος ἐν τῷ, τὸ χθιζὸν Ἀχαιοὶ χρεῖος ἀποστήσωνται, ἤγουν τὸ γενόμενον αὐτοῖς ἐν τῇ μάχῃ ἐλάττωμα χρεολυτήσωσιν ὥς περ ὀφειλόμενον δάνειον. καὶ τοιοῦτον μὲν τὸ μετρεῖν καὶ μετρεῖσθαι τὸ ἐπὶ δάνους καθ' Ἡσίοδον. χρήσασθαι δέ, φασι, λέγεταί τις ἱμάτιον ἢ σκεῦος. εἰ δὲ τοῦτο ἀληθὲς, ὅμως χρήστης ἐν τῷ καθόλου ὁ ἁπλῶς δανείζων εὕρηται, ὡς δηλοῖ καὶ ὁ κωμικὸς ἐν τῷ, ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων διόλλυμαι. (ῃερς. 433.) Τὸ δὲ προσφὺς πλεῖόν τι πίεσμα δηλοῖ τοῦ ἐμφύς. ὡς νυκτερὶς δὲ προσπέφυκεν Ὀδυσσεὺς τῷ ἐρινεῷ, τυχὸν μὲν πρὸς ἔνδειξιν τοῦ στερεμνίου τῶν κλάδων ὧν οὐχ' ὡς βαρὺς ἥρως ἐξεκρέματο ἀλλ' ὡς κουφοτάτη νυκτερίς, ἴσως δὲ, καὶ διό τι καὶ ἡ νυκτερὶς οὐκ εἴωθεν ἐπιβαίνειν κλάδων ἀλλ' ἐκκρέμαται, ὡς καὶ ἐν τῷ τέλει τῆς Ὀδυσσείας φανεῖται. (ῃερς. 434.) οὐκ ἔχει δὲ Ὀδυσσεὺς οὔτε στηρίξαι ἔμπεδον οὔτε ἐπιβῆναι, τὸ μὲν διὰ τὸ βάθος τῆς Χαρύβδεως, τὸ δὲ ὅτι μακρὰν ἄνω τοῦ κρημνοῦ αἱ τοῦ ἐρινεοῦ ῥίζαι καὶ τὸ ἐπ' αὐταῖς πρέμνον. διὸ κρέμαται. ὅ περ μέσον τι ὂν ἐπιβάσεως καὶ στηριγμοῦ πιθανολογεῖ τὸ ῥᾳδίως οὕτως ἰσχύσαι τὸν Ὀδυσσέα ἐπιῤῥίψαι τοˉις ξύλοις τοῦ ναυαγίου ἑαυτόν. ὑψόθεν γὰρ καταπηδήσας ἐβλάβη ἂν κατὰ τὴν τῆς τρόπεως ἐπίβασιν. (ῃερς. 435.) Ἀπήωροι δὲ ὄζοι οἱ ἀπῃωρημένοι. διατοῦτο γὰρ καὶ ἐκτείνεται ἡ παραλήγουσα. οὗτοι δὲ ὡς μὲν μεγάλοι ἀνέχουσι τὸν Ὀδυσσέα, ὡς δὲ μακροὶ σκιάζουσί τε τὴν Χάρυβδιν καὶ χθαμαλοὶ γίνονται, ὡς οὕτω πιθανῶς τὸν Ὀδυσσέα σχεῖν δράξασθαι τοῦ ἐρινεοῦ ἐν τῷ τὴν Χάρυβδιν ἀναῤῥοιβδεῖν. (ῃερς. 436.) εἰ δὲ σκιάζεται ἡ Χάρυβδις τῷ ἐρινεῷ, τόπος ἄρα ἐστὶ καὶ οὐ θηρίον κατά τινας. Ὅτι δὲ παρατετηρημένως ὁ ποιητὴς οὐκ ἄλλο τι δένδρον παρέφυσε τοῖς περὶ Χάρυβδιν κρημνοῖς ἀλλὰ ἐρινεὸν, ὃς καὶ ἐν κρημνοῖς καὶ οἰκοδομήμασι καὶ ὅπῃ τύχοι φύεται, προδεδήλωται. (ῃερς. 437.) Τὸ δὲ ἐξεμέσειεν ἱστὸν καὶ τρόπιν ἐντελῶς πέφρασται, ὥστε πρὸ ὀλίγων ἐν τῷ, ὅτ' ἐξεμέσειεν ὡς λέβης, λείπει τὸ, ὕδωρ ἁλμυρὸν, ἤ τι τοιοῦτον. οὕτω δὲ καὶ 2.35 τὸ μὲν τρὶς ἀναῤῥοιβδεῖ ἐλλιπῶς ἔχει, τὸ δὲ ἀναῤῥοιβδεῖ μέλαν ὕδωρ, ἐντελῶς. σαφέστερον δὲ τοῦ ἐξεμεῖν τὸ ἐκφαίνεσθαι, ὡς δηλοῖ τὸ, δοῦρα (ῃερς. 441.) Χαρύβδεως ἐξεφαάνθη, τὰ πρὸ τούτου δηλαδὴ κρυπτόμενα. (ῃερς. 439.) τὸ δὲ εἰρημένον ὀψὲ, οὐ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 39

δηλοῖ ὁ εἰπὼν οὕτως· ἄντλος, ἀντλία, δεξαμενή. λέγεται δέ, φησι, καὶ γαῦλος ἡ

ἀντλία. ἐντεῦθεν δὲ καὶ τὸ ἀγγεῖον, ᾧ ἀντλεῖται τὸ τοιοῦτον ὕδωρ, ἀντλίον, φασὶν,

ἐκαλεῖτο, κατὰ δέ τινας καὶ ἀντλιαντλητήρ. λέγει οὖν τῶν τις παλαιῶν, ὅτι

ἀντλιαντλητῆρα, κάδδον δὲ οὐ δεῖ λέγειν. χρῆσις δὲ τοῦ ἄντλου καὶ παρὰ τῷ

Ὀππιανῷ. (ῃερς. 412.) Τὸ δὲ ἀράσσειν τραχύτερον τοῦ λακεῖν. διὸ καὶ τὸ, ἔλακεν

ὀστέα, λειοτέραν ἔχει φωνὴν τοῦ ἄραξεν ὀστέα. (ῃερς. 413.) Ἀρνευτὴρ δὲ ὅτι ὁ

κυβιστητὴρ λέγεται, καὶ ὅτι ἐκ τῶν ἀρνῶν ἡ λέξις παράγεται, ἐν τοῖς εἰς τὴν Ἰλιάδα

ἐδηλώθη. (ῃερς. 414.) Ἐν δὲ τῷ, κάππεσεν ἀπ' ἰκριόφιν, τὰ περὶ τὴν πρύμναν ἴκρια

δηλοῖ. ὡς δὲ καὶ περὶ πρώραν καὶ περὶ τὸ μέσον εἰσὶ, προδεδήλωται. Τὸ δὲ ἀγήνωρ

εἰκῇ παρέῤῥιπται πρὸς ἐντέλειαν ἔπους ἐν τῷ, λίπε δ' ὀστέα θυμὸς ἀγήνωρ. (ῃερς.

415.) Τὸ δὲ ἄμυδις βρόντησε καὶ ἑξῆς, σύγχρονον δηλοῖ τῇ τοῦ νέφους ῥήξει καὶ τῇ

ἐντεῦθεν βροντῇ, τὴν τοῦ κεραυνοῦ ἐκδρομήν. (ῃερς. 417.) Τὸ δὲ θεῖον, ὡς δηλοῖ καὶ

θέαφον, καὶ ἡ κατὰ τοῦτο δὲ ἔννοια, ἐδηλώθη ἐν Ἰλιάδι. ῥηθήσεται δέ τι καὶ ἐν τοῖς

μετὰ ταῦτα περὶ αὐτοῦ. ἐνταῦθα δὲ τὸ, ἐν δὲ θεείου πλῆτο, ἑρμηνεύουσιν οἱ παλαιοὶ,

ἐπλήσθη πυρὸς, πλεονασμῷ τοῦ ˉε. (ῃερς. 420.) Τοῖχοι δὲ νεὼς τὰ ἑκατέρωθεν

πλάγια τοῦ πλοίου. ὧν πέρας ἡ πρύμνη καὶ ἡ πρώρα. καὶ ἦσαν τινὲς ἐν τοῖς μεγάλοις

τῶν πλοίων, ὁ μέν τις τοῦ δεξιοῦ τοίχου ἄρχων, ὁ δὲ τοῦ ἀριστεροῦ, καθὰ καὶ

πρύμνην μὲν προΐσταται κυβερνήτης, πρώραν δὲ διοικονομεῖται ὁ πρωρεύς. ἔστι δὲ

εἰπεῖν καὶ ὅτι ὡς οἷα μεταφορητός τις οἶκος οὖσα ἡ ναῦς, καὶ τοίχους ἔχειν λέγεται.

οἳ καὶ λύονται ἐν ναυαγίῳ, καθὰ καὶ πόλεως κρήδεμνα ἐν πολιορκίᾳ ἥ τις εἴη ἂν

ναυάγιον πόλεως. Ὅτι Ὀδυσσεὺς ὁ ἐν τοῖς πρὸ τούτων τῇ Λευκοθέᾳ μὴ πεισθεὶς τὴν

σχεδίαν μὲν καταλιπεῖν ἀνέμοις φέρεσθαι, νήχεσθαι δὲ, οὐ τότε πρώτως τὸν

τοιοῦτον εὗρε νοῦν, ἀλλ' ἐντεῦθεν εἶχε κερδήσας. φησὶ γοῦν ὅτι καὶ μετὰ τὸ

ναυάγιον ἐγὼ διὰ νηὸς ἐφοίτων ὄφρ' ἀπὸ τοίχους (ῃερς. 421.) ἔλυσε κλύδων

τρόπιος, ἤγουν διέσπασεν ἐκ τῆς τρόπεως, λύσας τῆς ἁρμονίας καὶ τῆς συνδέσεως.

(ῃερς. 423.) τὴν δὲ ψιλὴν φέρε κῦμα, τουτέστι τὴν τρόπιν. εἶτα ἐν μεγίστῃ δυστυχίᾳ

βραχύ τι σχὼν ἀγαθὸν βλέπει τὸν ἱστὸν ἀραχθέντα πρὸς τὴν τρόπιν μετὰ καὶ

ἐπιτόνου. (ῃερς. 424.) καὶ οὕτω συνείρξας, ὅ ἐστι συνδήσας, ὁμοῦ τήν τε τρόπιν καὶ

τὸν ἱστὸν καὶ ἐπικαθίσας ἐξέδοτο τοῖς ἀνέμοις ἑαυτὸν, (ῃερς. 425.) κελητίζων ἴσως

κἀνταῦθα, ὡς καὶ ἐν τοῖς μετὰ τὴν Καλυψὼ ἔπαθε. καὶ μέχρι μὲν ὀλίγου ἔπλεεν οὐ

πολὺν ἔχων κίνδυνον Ζεφύρῳ φερόμενος, ὃς ἀπῆγεν αὐτὸν τῆς τε Χαρύβδεως καὶ

τῶν σκοπέλων ὡς ἐπὶ τὴν πατρίδα. Νότος δὲ ἐπελθὼν ἐπανέστρεψεν αὐτὸν εἰς τὰ

δεινὰ, ἔνθα μικροῦ ἂν ὤλετο εἰ μὴ ὁ προῤῥηθεὶς ἐρινεὸς αὐτὸν περιεσώσατο. ἔστι δὲ

ἡ περὶ τούτων Ὁμηρικὴ φράσις τοιαύτη· (ῃερς. 422.) ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ

τρόπιν, τουτέστι προσέκρουσεν ὡς ὁμοῦ γενέσθαι αὐτὰ, ἵνα οὕτω πιθανῶς ὁ ἱστὸς

καὶ ἡ τρόπις δύναιντο φέρειν ἐφεζόμενον τὸν ἥρωα. διατοῦτο γὰρ καὶ εἰς τυτθὰ

κεασθῆναι βληθεῖσαν τὴν νῆα ἐπλάσατο, ἵνα ἡ μὲν εἰς μικρὰ κατατομὴ ἰδιάσῃ καὶ

τὴν τρόπιν καὶ τὸν ἱστὸν, ὁ δὲ κλύδων προσαράξῃ αὐτὰ, καὶ ὁ Ὀδυσσεὺς συνδήσας

τῷ ἐπιτόνῳ σχοίη ἐντεῦθεν ὄφελος. 2.34 ἐπάγει οὖν· αὐτὰρ ἐπ' αὐτῷ (ῃερς. 423.)

ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχὼς, ἤγουν τμῆμα ὢν βοείου δέρματος, τῷ ῥ'

ἄμφω συνέεργον ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν. ἑζόμενος δ' ἐπὶ τοῖς φερόμην ὀλοοῖς

ἀνέμοισιν. ἔνθ' ἤτοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι θύων. ἦλθε δ' ἐπὶ Νότος ὦκα

φέρων ἐμῷ ἄλγεα θυμῷ, ὄφρ' ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν. παννύχιος

φερόμην. ἅμα δ' Ἠελίῳ ἀνιόντι ἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν. ἡ

μὲν ἀνεῤῥοίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ. αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσ'

ἀερθεὶς, τῷ προσφὺς ἐχόμην ὡς νυκτερίς. οὐδέ πῃ εἶχον οὔτε στηρίξαι ποσὶν

ἔμπεδον οὔτ' ἐπιβῆναι. ῥίζαι γὰρ ἑκὰς εἶχον ἢ ἦσαν. (ῃερς. 435.) ἀπήωροι δ' ἔσαν ὄζοι

μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν. νωλεμέως δ' ἐχόμην ὄφρ' ἐξεμέσειεν

ὀπίσω ἱστὸν καὶ τρόπιν. ἐελδομένῳ δέ μοι ἦλθον ὀψέ. ἧκα δ' ἐγὼ καθύπερθε πόδας

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

38

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!